Σήμερα είναι η 39η ημέρα από του Πάσχα εν Αγίου Γεωργίου Αυλωναρίου και συμπίπτει από 30 Απριλίου έως και 16 Ιουνίου.

complete sequence

 

1854  Αφ' εσπέρας εις την Θ΄ Ώραν λέγομεν απολυτίκιον Τόν συνάναρχον Λόγον και κοντάκιον Της ψυχής τα όμματα Μετά δε την απόλυσιν αυτής, ευλογήσαντος του ιερέως ψάλλεται το Χριστός ανέστη μετά των στίχων αυτού ως και κατά την Διακαινήσιμον εβδομάδα ( 1797 ) είτα λέγονται τα ειρηνικά. Εις το Κύριε εκέκραξα ψάλλομεν στιχηρά αναστάσιμα του πλ.α΄. ήχου Δια του τιμίου σου Σταυρού, Χριστέ, στ΄. Δόξα, Κύριε, ο τόν άδην σκυλεύσας. Και νυν, Εν τη Ερυθρά θαλάσση. Είσοδος. το Φως ιλαρόν και το προκείμενον Το έλεός σου, Κύριε, καταδιώξει με. Εις τα απόστιχα το α΄ στιχηρόν του πλ.α΄. ήχου Σε τον σαρκωθέντα Σωτήρα Χριστόν και τα Πάσχα ιερόν μετα των στίχων αυτών. Δόξα, και νυν, Αναστάσεως ημέρα. Το Χριστός ανέστη εκ γ΄ και απόλυσις κατα τον τύπον του Πάσχα ( 1798 )

1855 Τη Τετάρτη πρωί μετά το Μεσονυκτικόν της Διακαινησίμου ( 1799 ) εκφωνήσαντος του ιερέως Δόξα τη αγία και ομοουσίω ψάλλεται το Χριστός ανεστσή μετα των στίχων αυτού και τελείται εν συνεχεία ο Όρθρος κατά τόν τύπον του Πάσχα ( 1797 ). Κανόνες ο του Πάσχα είς δ΄ μετα στίχου Δόξα τη αγία αναστάσει σου, Κύριε, και ο προεόρτιος Άνω πρός τον Πατέρα Χριστός ανέρχεται εις δ΄ μετα στίχου Δόξα σοι, ο Θεός ημών, δόξα σοι. Καταβασίαι Αναστάσεως ημέρα. Μεθ΄εκάστην ωδήν η καταβασία, το Χριστός ανέστη τρίς, το Αναστάς ο Ιησούς άπαξ, η συναπτή και η εκφώνησις, ως και κατά την ημέραν του Πάσχα. Από γ΄ωδήν το προεόρτιον κάθισμα Ετέχθης, ως αυτός σύ ηθέλησας, Σώτερ. Αφ΄στ΄ τό κοντάκιον και ο οίκος του Πάσχα και το συναξάριον της ημέρας. Το Ανάστασιν Χριστου θεασάμενοι εκ γ΄, το Αναστάς ο Ιησούς εκ γ΄ και αι λοιπαί ωδαί του κανόνα. Το εξαποστειλάριον Σαρκί υπνώσας ως θνητός εκ γ΄. Εις τους αίνους στιχηρά αναστάσιμα του πλ.α΄ήχου Κύριε, εσφραγισμένου του τάφου δ΄ και τα Πάσχα ιερόν μετά των στίχων αυτών. Δόξα, Και νυν, Αναστάσεως ημέρα. Το Χριστός ανέστη εκ γ΄ και άρχεται η Θ. Λειτουργία.

1856 Εν τη Λειτουργία άπαντα ως και κατά την ημέραν του Πάσχα ( 1798 ). Προκείμενον και Αλληλούια του Πάσχα. Απόστολος όμως και το Ευαγγέλιον της ημέρας.

1857 Τη αυτή ημέρα εσπέρας αναγινώσκεται η Θ΄ Ώρα κατα τον τύπον της Διακαινησίμου εβδομάδος ( 1799 ) εις το τέλος δε αυτή ψάλλεται πολλάκις το Χριστός ανέστη και γίνεται ασποσμός της είκόνος της Αναστάσεως και μετ'αυτόν απόλυσις κατά τον τύπον της Διακαινησίμου εβδομάδος και ούτως αποδίδεται η μεγάλη και λαμπρά εορτή της αναστάσεως του Κυρίου.

 

 

ΟΡΘΡΟΣ της αποδόσεως του Πάσχα

 

Ἀλλάσσει ὁ Ἱερεὺς πᾶσαν τὴν ἱερατικὴν στολὴν αὐτοῦ, καὶ στὰς κατενώπιον τῆς ἁγίας Τραπέζης μετὰ τοῦ θυμιατοῦ, σφραγίζει σταυροειδῶς, καὶ ἐκφωνεῖ λέγων

 

Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορὸς

μήν.

Ἦχος πλ. α’

προεξάρχων θυμιν τ ερν Εαγγέλιον κφωνε. Δόξα τ γία κα μοουσίω, κα εθς ψάλλει τ τροπάριον Χριστς νέστη κ γ΄ μέχρι τς φράσεως κα τος ν τος μνήμασι, το χορο συμπληροντος ατ δι τν λέξεων Ζων χαρισμενος.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι,

ὁ χορὸς: ζωὴν χαρισάμενος.

Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ προεξάρχοντος Ἀρχιερέως ἢ  Ἱερέως ἄνευ στίχων. Εἴθ’ οὕτω λέγει τοὺς ἑπομένους στίχους ὁ προεξάρχων, καθ’ ἕκαστον δὲ στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον.

Στίχ. α’ ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

ὁ α’ χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Στίχ. β’ ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

ὁ β’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Στίχ. γ’ Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

ὁ α’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

 

Στίχ. δ’ Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

ὁ β’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Στίχ. ε’  Δόξα Πατρί …

ὁ α’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Στίχ. ς’  Καὶ νῦν…

ὁ β’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Εἶτα ὁ προεξάρχων, γεγονωτέρᾳ φωνῇ

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας…

ὁ β’χορὸς

καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.


Συναπτὴ μεγάλη 

ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

πέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (......), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τῆς Κώμης ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

πὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

πέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

τι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: Ἀμήν.

ὁ Κανών

 

ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ, ψάλλεται δὲ μετὰ τῶν εἱρμῶν εἰς ἓξ ἢ χάριν συντομίας εἰς τέσσαρα τροπάρια 

 ᾠδὴ α’

 ὁ α’χορὸς

Ἦχος α’  εἱρμὸς

 

ναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

 

ὁ β’χορὸς

ναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί,…

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.

 

ὁ β’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω,  ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος, Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

 

ὁ α’χορὸς

ναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

ὁ β’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

ὁ α’χορὸς

Χριστὸς ἀνέστη…

ὁ β’χορὸς

Χριστὸς ἀνέστη… 

ὁ α’χορὸς

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 

 

Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σὸν τὸ κράτος…

 

ᾠδὴ γ’

ὁ α’χορὸς

ὁ εἱρμὸς

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

ὁ β’χορὸς

Δεῦτε πόμα πίωμεν καινόν,…

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια, ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.

ὁ β’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Χθὲς συνεθαπτόμην σοι Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθὲς αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλεία σου.

ὁ α’χορὸς

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

ὁ β’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

ὁ α’χορὸς

Χριστὸς ἀνέστη… 

ὁ β’χορὸς

Χριστὸς ἀνέστη…

ὁ α’χορὸς

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 

 

Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σὺ εἶ ὁ Θεὸς ἡμῶν…

Ἡ ὙπακοὴἮχος δ' ( χύμα)

Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου, τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τ῵ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.

 

 

ᾠδὴ δ’

 ὁ β’χορὸς

ὁ εἱρμὸς

πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

 

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βρωτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.

 

ὁ β’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.  

 

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἤλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος. 

 

 ὁ β’χορὸς

πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

 

ὁ α’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

ὁ β’χορὸς

Χριστὸς ἀνέστη… 

ὁ α’χορὸς

Χριστὸς ἀνέστη…  

ὁ β’χορὸς

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 

Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι ἀγαθὸς καὶ φιλάνθρωπος…

 

ᾠδὴ ε’

 ὁ α’χορὸς

ὁ εἱρμὸς

ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

ὁ β’χορὸς

ρθρίσωμεν ὄρθρου βαθέος…

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾋδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.  

ὁ β’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.

 

 ὁ α’χορὸς

ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

ὁ β’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

ὁ α’χορὸς

Χριστὸς ἀνέστη… 

ὁ β’χορὸς

Χριστὸς ἀνέστη…  

ὁ α’χορὸς

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 

 

Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι ἡγίασται…


ᾠδὴ ς’

ὁ β’χορὸς

 ὁ εἱρμὸς

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

 

ὁ α’χορὸς

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς,…

 

ὁ β’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέωξας ἡμῖν, Παραδείσου τὰς πύλας.

 

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

 

ὁ β’χορὸς

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

 

ὁ α’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

ὁ β’χορὸς

Χριστὸς ἀνέστη…   

ὁ α’χορὸς

Χριστὸς ἀνέστη…

ὁ β’χορὸς

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 

 

Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Σὺ γὰρ εἶ ὁ βασιλεύς…

Κοντάκιον

Ἦχος πλ. δ'

Εἰ καὶ ἐν τάφῳ κατ῅λθες ἀθάνατε, ἀλλὰ τοῦ ᾋδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος, χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δ��ρούμενος ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

Ὁ Οἶκος

Σὸν πρὸ ἡλίου Ἥλιον, δύναντά ποτε ἐν τάφῳ, προέφθασαν πρὸς ὄρθρον, ἐκζητοῦσαι ὡς ἡμέραν, Μυροφόροι κόραι, καὶ πρὸς ἀλλήλας ἐβόων, ὢ φίλαι, δεῦτε τοῖς ἀρώμασιν ὑπαλείψωμεν, Σῶμα ζωηφόρον καὶ τεθαμμένον, σάρκα ἀνιστῶσαν τὸν παραπεσόντα Ἀδὰμ κείμενον ἐν τ῵ μνήματι, ἄγωμεν, σπεύσωμεν, ὥσπερ οἱ Μάγοι, καὶ προσκυνήσωμεν, καὶ προσκομίσωμεν τὰ μύρα ὡς δῶρα τ῵ μὴ ἐν σπαργάνοις, ἀλλ' ἐν σινδόνι ἐνειλημένῳ, καὶ κλαύσωμεν, καὶ κράξωμεν, Ὢ Δέσποτα ἐξεγέρθητι, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

 

 

 

Συναξάριον

απο 30 Απριλίου έως 16 Ιουνίου

 

30 Απριλίου

Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Ἰακώβου, ἀδελφοῦ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου.
Στίχοι
Ὡς ἀμνὸς Ἰάκωβος ἀχθεὶς ἐσφάγη,
Τῆς εὐσεβείας μηρυκίζων τοὺς λόγους.
Κτεῖνε, μάχαιρα φόνου, Ἰάκωβον ἑνὶ τριακοστῇ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κλήμεντος τοῦ Ποιητοῦ.
Στίχοι
Τέρψας ὁ Κλήμης γηγενεῖς ᾠδαῖς κάτω,
Ἀπῆλθε τέρψων, ὥσπερ οἶμαι, καὶ νόας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαξίμου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλέως, Ἐπισκόπου Ἀμασείας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Δονάτου, Ἐπισκόπου Εὐροίας.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι... ( σελίδα  87 )

 

1 Μαϊου

Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἱερεμίου.


Στίχοι
Ψυχαὶ λιθώδεις καὶ ξέναι θείου φόβου,
Λίθοις ἀνεῖλον θεῖον Ἱερεμίαν.
Πρώτῃ- ἐν Μαΐοιο λίθοις κτάνον Ἱερεμίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Ἱερομάρτυρος Βατᾶ τοῦ Πέρσου.


Στίχοι
Καὶ τῷ Βατᾷ, τμηθέντι τὴν κάραν ξίφει,
Βατὰ πρεπόντως οὐρανοῦ τὰ χωρία.

 

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

 

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι... ( σελίδα  87 )

 

 

 

 

 

 

 

2 Μαϊου

 

Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου, Πατριάρχου Ἀλεξανδρείας.


Στίχοι
Ἀθανάσιε, ποῦ κομίζῃ; μὴ πάλιν
Καὶ νεκρὸν ἐξόριστον ἐκπέμπουσί σε;
Δευτερίῃ νέκυς Ἀθανασίου ἐξέδυ τύμβου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων, Ἑσπέρου καὶ Ζωῆς τῆς συμβίου αὐτοῦ καὶ τῶν τέκνων αὐτῶν, Κυριακοῦ καὶ Θεοδούλου.

 

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι... ( σελίδα  87 )

 

 

 

 

 

 

 

3 Μαϊου

Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγ. Μαρτύρων Τιμοθέου καὶ Μαύρας.


Στίχοι
Ἥπλωσε Χριστὸς χεῖρας ἐν Σταυρῷ πάλαι,
Ἥπλωσε καὶ νῦν Μαύρα σὺν Τιμοθέῳ.
Σταυρῷ Τιμόθεος τριτάτῃ τανύθη ἅμα Μαύρᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων, Διοδώρου καὶ Ῥοδοπιανοῦ διακόνου.


Στίχοι
Ῥοδοπιανῷ καὶ Διοδώρῳ ῥόδα,
Ἤ δῶρα μᾶλλον ἦσαν οἱ πλῆκται λίθοι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Πέτρου τοῦ σημειοφόρου (θαυματουργοῦ), Ἐπισκόπου Ἄργους.

Οἱ ἅγιοι εἴκοσιν ἑπτὰ μάρτυρες πυρὶ τελειοῦνται.

 

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι... ( σελίδα  87 )

 

 

 

4 Μαϊου

 

Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Πελαγίας.


Στίχοι
Βοὸς τὸ χαλκούργημα πῦρ φανὲν φλέγον,
Βληθεῖσαν ἔνδον τὴν Πελαγίαν φλέγει.
Ἀμφὶ τετάρτῃ Πελαγίη καύθη βοῒ χαλκῷ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίου τοῦ θαυματουργοῦ.


Στίχοι
Ἔγνων τὸν Ἱλάριον ἱλαρὸν φύσει,
'Ὃς θαυματουργεῖ ἐν τάφῳ τεθειμένος.

 

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι... ( σελίδα  87 )

 

 

 

 

 

 

 

5 Μαϊου

Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Εἰρήνης.


Στίχοι
Ξίφει θανοῦσα καὶ βιώσασα ξένως,
Εἰρηνικῶς τέθνηκας αὖθις, Εἰρήνη.
Εἰρήνη τμηθεῖσα ἀνέγρετο καὶ θάνε πέμπτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων Νεοφύτου, Γαΐου καὶ Γαϊανοῦ.

Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ σεπτῷ καὶ σεβασμίῳ ναῷ τῶν Ἁγίων ἐνδόξων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῷ ὄντι ἐν τοῖς Δαρείου.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἀνάμνησις τῶν ἐγκαινίων τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τοῖς Κύρου.

 

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι... ( σελίδα  87 )

 

 

 

 

6 Μαϊου

Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ δικαίου καὶ πολυάθλου Προφήτου Ἰώβ.
Στίχοι
Εἰ καὶ θανών, ἄληστος ἀνδρείας πέτρα,
Καὶ πῶς Ἰὼβ κρύψει σε τῇ λήθης πέτρᾳ;
Ἕκτῃ Ἰὼβ πολύτλαν θανάτου τέλος ἀμφεκάλυψε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Σεραφείμ, ἐν τῷ ὄρει τοῦ Δομποῦ ἀσκήσαντος.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ ὅσιοι Μάμας, Παχώμιος καὶ Ἰαρίων ἐν εἰρήνῃ τελειοῦνται.

ἅγιος μάρτυς Δημητρίων τοξευόμενος τελειοῦται.

Οἱ ἅγιοι μάρτυρες Δάναξ, Μέσιρος καὶ Θερινὸς ξίφει τελειοῦνται.

ἅγιος μάρτυς Δονᾶτος τοξευόμενος τελειοῦται.

ἅγιος μάρτυς Βάρβαρος ξίφει τελειοῦται.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι... ( σελίδα  87 )

 

7 Μαϊου

Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, τὴν ἀνάμνησιν ἑορτάζομεν τοῦ ἐν οὐρανῷ φανέντος σημείου τοῦ Τιμίου Σταυροῦ, ἐπὶ Κωνσταντίου Βασιλέως, υἱοῦ τοῦ Μεγάλου Κωνσταντίνου, καὶ Κυρίλλου Ἀρχιεπισκόπου Ἱεροσολύμων.
Στίχοι
Σταυροῦ παγέντος, ἡγιάσθη γῆ πάλαι.
Καὶ νῦν φανέντος, ἡγιάσθη καὶ πόλος.
Ἑβδομάτῃ Σταυροῖο τύπος πόλῳ ἀμφετανύθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀκακίου.
Στίχοι
Εἴπερ τις ἄλλος, ἐν χορῷ τῶν Μαρτύρων,
Κάλλιστος Ἀκάκιος ἐκτμηθεὶς ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Κοδράτου καὶ τῶν σὺν αὐτῷ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Ἰωάννου τοῦ Ψυχαΐτου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Μαξίμου.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι... ( σελίδα 87   )

 

8 Μαϊου

 

Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ, ἐπιστηθίου, φίλου, ἠγαπημένου καὶ παρθένου, Ἰωάννου τοῦ Θεολόγου, ἤτοι, ἡ σύναξις τῆς Ἁγίας κόνεως, τῆς ἐκπεμπομένης ἐκ τοῦ τάφου αὐτοῦ, ἤγουν τοῦ μάννα.


Στίχοι
Οὐ βρῶσιν, ἀλλὰ ῥῶσιν ἀνθρώποις νέμει
Τὸ τοῦ τάφου σου μάννα, μύστα Κυρίου.
Ὀγδοάτῃ τελέουσι ῥοδισμὸν βροντογόνοιο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρσενίου τοῦ Μεγάλου.


Στίχοι
Λαθεῖν βιώσας Ἀρσένιος ἠγάπα,
Ὃς οὐδὲ πάντως ἐκβιώσας λανθάνει.

 

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

 

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι... ( σελίδα  87 )

 

 

9 Μαϊου

Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἡσαΐου.
Στίχοι
Ὃς ἄσπορον προεῖδεν υἱομητρίαν,
Πρισθεὶς ἄναρχον εἶδεν υἱοπατρίαν.
Ἡσαΐας δ' ὁρόων μέλλοντ' ἐνάτῃ χερὶ πρίσθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Χριστοφόρου.
Στίχοι
Τὸν Χριστοφόρον οἶδά σε Χριστοφόρος,
Χριστῷ τυθέντα τῷ Θεῷ διὰ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἐπιμάχου καὶ Γορδιανοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ ἅγιαι μάρτυρες Καλλινίκη καὶ Ἀκυλῖνα, αἱ διὰ τοῦ ἁγίου Χριστοφόρου πιστεύσασαι τῷ Χριστῷ, σούβλαις ἀπὸ ποδῶν ἕως ὤμων διαπαρεῖσαι τελειοῦνται.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι... ( σελίδα  87 )

 

 

 

10 Μαϊου

Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Σίμωνος τοῦ Ζηλωτοῦ.
Στίχοι
Ἔοικε Χριστὲ τοῦτό σοι Σίμων λέγειν.
Ζηλῶν πάθος σόν, καρτερῶ Σταυροῦ πάθος.
Ἐν ξύλῳ ἀμφετάθη Σίμων δεκάτῃ μεγάθυμος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἀλφειοῦ, Φιλαδέλφου, καὶ Κυπρίνου.
Στίχοι
Ὁ Φιλάδελφος φιλαδέλφως τῷ ξίφει,
Σὺν τοῖς ἀδελφοῖς θεῖον εὕρατο στέφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἡσυχίου τοῦ Ὁμολογητοῦ.
Στίχοι
Τὸν βίον Ἡσύχιος ἄγων ἡσύχως,
Ἐν ἡσυχίᾳ πρὸς Θεὸν διαβαίνει.

Ὁ ὅσιος πατὴρ ἡμῶν Λαυρέντιος ἐν εἰρήνῃ τελειοῦται.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι... ( σελίδα  87 )

 

 

 

11 Μαϊου

Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, τὴν ἀνάμνησιν πνευματικῶς ἐπιτελοῦμεν τοῦ Γενεθλίου, ἤτοι τῶν Ἐγκαινίων ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος τῶν πόλεων, τῆς κατ' ἐξαίρετον ἀνακειμένης τῇ Δεσποίνῃ ἡμῶν, καὶ Ἁγίᾳ Θεοτόκῳ, καὶ ὑπ' αὐτῆς διὰ παντὸς σῳζομένης.
Στίχοι
Γενεθλίων σῶν δεῖ με τιμᾶν ἡμέραν,
Ἐν σοὶ Πόλις τυχόντα τῶν γενεθλίων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μωκίου.
Στίχοι
Μωκώμενόν σε δεισιδαίμονα πλάνην,
Οἱ δυσσεβεῖς κτείνουσι Μώκιε ξίφει.
Μώκιος ἑνδεκάτῃ κεφαλὴν τμήθη ἀγαθόφρων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Διοσκορίδου ἢ Διοσκόρου.
Στίχοι
Παρ' ἡμέραν ζῆν μῦθος ἦν Διοσκόρους,
Διόσκορος δὲ ζῆν ἀεὶ τμηθεὶς ἔχει.

 

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

 

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι... ( σελίδα  87 )

 

 

12 Μαϊου

Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου, Ἐπισκόπου Κωνσταντίας τῆς Κύπρου.


Στίχοι
Φανεὶς Ἐπιφάνιος ἐν Κύπρῳ μέγας,
Κλέος παρ᾽ αὐτῇ καὶ θανὼν ἔχει μέγα.


Τῇ δυσκαιδεκάτῃ Ἐπιφάνιον μόρος εἷλε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γερμανοῦ, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.


Στίχοι
Χαίρων ἀφεὶς γῆν Γερμανὸς καὶ γῆς θρόνον,
Γῆς Δημιουργοῦ τὸν θρόνον χαίρει βλέπων.

 

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι... ( σελίδα  87 )

 

 

 

 

 

 

13 Μαϊου

Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Γλυκερίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σεργίου τοῦ Ὁμολογητοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παυσικάκου, Ἐπισκόπου Συννάδων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Λαοδίκιος ὁ δεσμοφύλαξ, ξίφει τελειοῦται.

ἅγιος Ἱερομάρτυς Ἀλέξανδρος, ἐπίσκοπος Τιβεριανῶν, ξίφει τελειοῦται.

ὅσιος Εὐθύμιος ὁ νέος, ὁ κτίτωρ τῆς ἐν ᾍθῳ μονῆς τῶν Ἰβήρων καὶ Ἰωάννης ὁ Ἴβηρ, ὁ πατὴρ τοῦ ῥηθέντος Εὐθυμίου, καὶ Γεώργιος ὁ συγγενὴς αὐτῶν, ἐν εἰρήνῃ τελειοῦνται.

ὅσιος Γαβριὴλ ὁ Ἴβηρ, ὁ θείας φωνῆς ἀκηκοώς, καὶ ἐξαγαγὼν τῆς θαλάσσης τὴν θαυματουργὸν εἰκόνα τῆς Πορταϊτίσσης, ἐν εἰρήνῃ τελειοῦται.

Οἱ μοναχοὶ ὁσιομάρτυρες ἰβηρῖται, οἱ τοὺς λατινόφρονας ἐλέγξαντες, τὸν βασιλέα, φημί, Μιχαήλ, καὶ τὸν πατριάρχην Βέκκον, ἐν τῇ θαλάσσῃ βληθέντες τελειοῦνται.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

14 Μαϊου

Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰσιδώρου.
Στίχοι
Ἔσαινεν Ἰσίδωρον ἐλπὶς τοῦ στέφους,
Καὶ πρὸς τομὴν ἤπειγεν, ἐξ ἧς τὸ στέφος.
Ἐν δ' Ἰσίδωρον ἄορ δεκάτῃ τάμεν ἠδὲ τετάρτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεράποντος.
Στίχοι
Ὤφθης Θεράπων, οἷα θύτης τοῦ Λόγου,
Ὤφθης Θεράπων, καὶ δι' αἵματος Πάτερ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀλεξάνδρου τοῦ ἐν Κεντουκέλλαις.

Μνήμη τῶν ἁγίων μαρτύρων Ἀλεξάνδρου, Βαρβάρου καὶ Ἀκολούθου.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

15 Μαϊου

Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παχωμίου τοῦ Μεγάλου.
Στίχοι
Ὁ Παχώμιος, λεπτύνων σαρκὸς πάχος,
Ψυχῇ συνῆγε πρὶν μεταστῆναι στέαρ
Πέμπτῃ καὶ δεκάτῃ Παχώμιον ἔνθεν ἄειραν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀχιλλίου Μητροπολίτου Λαρίσσης.
Στίχοι
Λαλεῖ Λάρισσα σὰς ἀριστείας ξένας,
Μνήμην ἔχουσα καὶ θανόντος σου Πάτερ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ, Ὁσίου Πατρὸς ἡμῶν Βαρβάρου τοῦ μυροβλύτου.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

16 Μαϊου

Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Ἡγιασμένου.
Στίχοι
Δῶρόν σε θεῖον Θεόδωρε δεικνύει
Ἐν Ἁγίοις Ἅγιος ἡγιασμένε.
Τῇ δέγε ἑνδεκάτῃ Θεόδωρος ἀφίπτατο γαίης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀλεξάνδρου, ἀρχιεπισκόπου Ἱεροσολύμων.

Μνήμη τῶν ἁγίων μαρτύρων Αὐδᾶ, Αὐδιησοῦ, ἐπισκόπου, καὶ τῶν σὺν αὐτοῖς τριάκοντα ὀκτώ, πρεσβυτέρων δέκα ἕξ, Διακόνων ἐννέα, μοναχῶν ἕξ, καὶ παρθένων ἑπτά.

Οἱ ἅγιοι μάρτυρες Ἰσαάκιος, Συμεὼν καὶ Δαχθισόης πυρὶ τελειοῦνται.

Οἱ ἅγιοι Ἀββάδες, οἱ ἐν τῇ μονῇ τοῦ ἁγίου Σάββα, ὑπὸ τῶν Βλεμμυῶν ξίφει τελειοῦνται.

Ὁ ἅγιος μάρτυς Παπηλῖνος ξίφει τελειοῦται.

Ὁ ἅγιος μάρτυς Πέτρος, ὁ ἐν Βλαχέρναις, βουνεύροις τυφθείς, τελειοῦται.

Ὁ ἅγιος Νικόλαος, πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.

Μνήμη τῆς ἁγίας Εὐφημίας πλησίον τοῦ νεωρίου λιμένος εἰς τὴν ἁγίαν Δύναμιν.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

17 Μαϊου

Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀνδρονίκου καὶ Ἰουνίας.
Στίχοι
Ἔθνη διδάξας Ἀνδρόνικος μυρία,
Πρὸς Χριστὸν ἦλθεν, ὃς καλεῖ πρὸς φῶς ἔθνη.
Ἰουνία τέθνηκε μηνὶ Μαΐῳ,
'Ὃς πρῶτός ἐστιν εἰσιὼν Ἰουνίου,
Ἑβδομάτῃ δεκάτῃ θάν' Ἰουνίη Ἀνδρόνικός τε.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ νέου, Ἐπισκόπου Χριστιανουπόλεως, τοῦ θαυματουργοῦ.
Στίχοι
Πέφευγεν ἐχθροῦ τοῦ βροτοκτόνου βέλη
Ὁ εὐλογητὸς καὶ μέγας Χριστοῦ λάτρις.
Ἆλτο ἄημα φαεσφόρον νῦν γε Ἀθανασίοιο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σολόχωνος, καὶ τῶν σὺν αὐτῷ, Παμφαμὴρ καὶ Παμφυλών.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτ��ρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

18 Μαϊου

Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Πέτρου, Διονυσίου, Χριστίνης παρθένου, Ἀνδρέου, Παύλου, Βενεδίμου, Παυλίνου καὶ Ἡρακλείου.
Στίχοι
Σεπτοὶ Ἀθληταί, ὑπὲρ σεπτῆς Τριάδος,
Ὑπὲρ τὸ ζῆν εἵλοντο θανεῖν ἐμφρόνως.
Ὀγδοάς, Ἀθλοφόρων ἐκ γαίης εἰς πόλιν ἤρθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων γυναικῶν, τῶν ἐν Ἀγκύρᾳ τῆς Γαλατίας, Τεκούσης, Ἀλεξανδρίας, Κλαυδίας, Φαεινῆς, Εὐφρασίας, Ματρώνης, Ἰουλίας καὶ Θεοδότου Μάρτυρος.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

19 Μαϊου

Τῇ Ιθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πατρικίου, Ἐπισκόπου Προύσης καὶ τῶν σὺν αὐτῷ, Ἀκακίου, Μενάνδρου καὶ Πολυαίνου,
Στίχοι
Ἐφεῦρε Πατρίκιος ἐκτμηθεὶς κλέος,
Ὑπὲρ κλέος πᾶν γηΐνων πατρικίων.
Ἐννεακαιδεκάτῃ τάμε Πατρίκιον ξίφος ὀξ���

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Μέμνονος τοῦ θαυματουργοῦ.

Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀκολούθου.

Ἡ ἁγία νέα μάρτυς Κυριακὴ πυρὶ τελειοῦται.

Ἡ ἁγία μάρτυς Θεοτίμη ξίφει τελειοῦται.


Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

20 Μαϊου

Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θαλλελαίου.
Στίχοι
Ἀκέστορι τμηθέντι τῷ Θαλλελαίῳ.
Θεὸς βοτάνην πρὸς λύσιν πέμπει πάθους.
Εἰκοστῇ Θαλλέλαιος τὴν κεφαλὴν ἀπεκάρθη.

Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀσηλᾶ, ὅστις ἐν ποταμῷ ῥιφείς, τελειοῦται.

Οἱ τρεῖς ὅσιοι καὶ θεοφόροι πατέρες ἡμῶν Νικήτας, Ἰωάννης καί, Ἰωσήφ, οἱ κτίτορες τῆς ἐν Χίῳ Ἱερὰς καὶ βασιλικῆς Νέας Μονῆς, ἐν εἰρήνῃ τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ καὶ μετακομιδὴ τοῦ λειψάνου τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικολάου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ.

Ὁ ὅσιος πατὴρ ἡμῶν Θαλάσσιος ἐν εἰρήνῃ τελειοῦται.

Ὁ ὅσιος Μᾶρκος ὁ ἐρημίτης ἐν εἰρήνῃ τελειοῦται.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

21 Μαϊου

Τῇ ΚΑ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων, θεοστέπτων, καὶ ἰσαποστόλων, μεγάλων Βασιλέων, Κωνσταντίνου καὶ Ἑλένης.
Στίχοι
Ὡς κοινὸν εἶχον γῆς Βασιλεῖς τὸ στέφος,
Ἔχουσι κοινὸν καὶ τὸ τοῦ πόλου στέφος.
Ξύνθανε μητέρι εἰκάδι πρώτῃ Κωνσταντῖνος.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

22 Μαϊου

Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλίσκου.
Στίχοι
Ὁ Βασιλίσκος ἐκτομῇ δοὺς τὴν κάραν,
Πατεῖ νοητοῦ βασιλίσκου τὴν κάραν.
Εἰκάδι δευτερίῃ Βασιλίσκος φάσγανον ἔτλη.

Ὁ Ἅγιος Μάρτυς Μάρκελλος, μόλυβδον κοχλάζοντα ποτισθείς, τελειοῦται.

Ὁ Ἅγιος μάρτυς Κόδρος ὑπὸ ἵππων συρόμενος τελειοῦται.

Ὁ Ἅγιος Ἰωάννης ὁ Βλαδίμηρος, ὁ βασιλεὺς καὶ θαυματουργός, ξίφει τελειοῦται.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

23 Μαϊου

Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μιχαὴλ τοῦ Ὁμολογητοῦ, Ἐπισκόπου Συννάδων.
Στίχοι
Τῷ κυματώδει μικρὸν ἐμπρέψας βίῳ,
Λύῃ Μιχαήλ, οἷα κούφη πομφόλυξ.
Εἰκάδι ἐν τριτάτῃ Μιχαὴλ ἀναδέδραμεν ἐκ γῆς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας μυροφόρου Μαρίας τοῦ Κλωπᾶ ἐν εἰρήνῃ τελειωθείσης.

Ὁ ἅγιος μάρτυς Σαλωνᾶς ὁ Ῥωμαῖος ξίφει τελειοῦται.

Ὁ ἅγιος μάρτυς Σέλευκος πριονισθεὶς τελειοῦται.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

24 Μαϊου

Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ ἐν τῷ θαυμαστῷ ὄρει.
Στίχοι
Θαυμαστὸν ᾤκει πρὶν Συμεὼν γῆς ὄρος,
Πόλου δὲ πανθαύμαστον οἰκεῖ νῦν ὄρος.
Εἰκάδι ἔνθα νόες Συμεὼν μόλεν ἀμφὶ τετάρτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων μαρτύρων Μελετίου τοῦ στρατηλάτου καὶ τῶν σὺν αὐτῷ, Ἰωάννου, Στεφάνου, Σεραπίωνος τοῦ Αἰγυπτίου, Καλλινίκου τοῦ μάγου, κομήτων καὶ Τριβούνων δώδεκα, γυναικῶν τριῶν, Μαρκιανῆς, Παλλαδίας καὶ Σωσάννης, νηπίων δύο, Κυριακοῦ καὶ Χριστιανοῦ, καὶ τῶν σὺν αὐτοῖς μαρτυρησάντων χιλιάδων ἕνδεκα καὶ διακοσίων ὀκτώ.

Τελεῖται δὲ ἡ σύναξις πάντων τούτων, εἰς τὸν ναὸν τοῦ ἁγίου μάρτυρος Πλάτωνος τὸν εὑρισκόμενον εἰς τὰ προαύλια τὰ ὀνομαζόμενα τοῦ Δομνίου.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

25 Μαϊου

Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς τρίτης Εὑρέσεως τῆς τιμίας Κεφαλῆς τοῦ Ἁγίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.
Στίχοι
Φωνὴ βοῶντος γῆς μυχῷ κεκρυμμένη,
Τῆς γῆς ῥαγείσης, πᾶσιν ἤχησε ξένως.
Εἰκάδι δὲ Προδρόμοιο Κάρην εὗρον κατὰ πέμπτην.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος μάρτυς Κελεστῖνος, σιδήρῳ τὰς πτέρνας τρυπηθείς, τελειοῦται.

Ὁ ὅσιος Ἀλβιανὸς ἐν εἰρήνῃ τελειοῦται.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

26 Μαϊου

Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Κάρπου, ἑνὸς τῶν Ἑβδομήκοντα Ἀποστόλων.
Στίχοι
Καρποὺς ἐνεγκών, Κάρπε, δεκτοὺς Κυρίῳ
Φέρεις καθ' ὥραν τὴν τελευτὴν ὡς τρύγην.
Εἰκάδι ἕκτῃ Κάρπος ἀπὸ χθονὸς ἵπτατο μακρῆς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀλφαίου, καὶ τῶν Ἁγίων Μαρτύρων, Ἀβερκίου καὶ Ἑλένης.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

27 Μαϊου

Τῇ ΚΖ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑλλαδίου.
Στίχοι
Ἔλαιον Ἑλλάδιος ἱερωσύνης,
Αἵματι συνέμιξε τοῦ μαρτυρίου.
Εἰκάδι ἑβδομάτῃ Ἑλλάδιον ἔκτανε πυγμή.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Θεράποντος.

Ὁ Ἅγιος μάρτυς Εὐσεβιώτης πυρὶ τελειοῦται.

Ὁ ἅγιος μάρτυς Ἀλύπιος λίθῳ τὴν κεφαλὴν συντριβεὶς τελειοῦται.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

28 Μαϊου

Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐτυχοῦς, Ἐπισκόπου Μελιτηνῆς.
Στίχοι
Ὡς εὐτυχῶς σὺ εὐτύχησας τρισμάκαρ!
Θείας τετευχώς, Εὐτυχές, κληρουχίας,
Εἰκάδι ὀγδοάτῃ Εὐτυχέα ἔνθεν ἄειραν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἑλικωνίδος.
Στίχοι
Ἑλικωνὶς τμηθεῖσα τὴν κάραν ξίφει
Οὐχ Ἑλικῶνα, ἀλλ' Ἐδὲμ τρυφὴν ἔχει.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

29 Μαϊου

Τῇ Κθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδοσίας.
Στίχοι
Πνίγει θαλάσσης Θεοδοσίαν ὕδωρ,
Τρέφει δὲ Χριστὸς εἰς ἀναψυχῆς ὕδωρ.
Εἰκάδι Θεοδοσίην ἐνάτῃ πέφνε ῥεῦμα θαλάσσης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Θεοδοσίας τῆς Κωνσταντινουπολιτίσσης.
Στίχοι
Κέρας κριοῦ κτεῖνάν σε, Θεοδοσία,
Ὤφθη νέον σοι τῆς Ἀμαλθείας κέρας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ὀλβιανοῦ, Ἐπισκόπου πόλεως Ἀνέου.
Στίχοι
Τὸν Ὀλβιανὸν μάλα ὄλβιον λέγω,
Ὑπὲρ Θεοῦ θανόντα τοῦ πανολβίου.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

30 Μαϊου

Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσαακίου, Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων.
Στίχοι
Ψήφῳ Θεοῦ πρὸς θεῖον ἤρθη χωρίον,
Γῆς, Ἰσαάκιος ἐκλιπὼν τὸ χωρίον.
Θεῖον Ἰσαάκιον μόρος εἷλεν ἑνὶ τριακοστῇ.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νατάλιος ξίφει τελειοῦται.

Ὁ ὅσιος Βαρλαὰμ ἐν εἰρήνῃ τελειοῦται.

Οἱ ἅγιοι νεομάρτυρες Ῥωμανὸς καὶ Μελέτιος, ξίφει τελειοῦνται.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

31 Μαϊου

Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμείου.
Στίχοι
Βάπτεις σεαυτὸν κογχύλῃ σῶν αἱμάτων,
Ἑρμεία, τμηθεὶς· ὢ βαφῆς ἀνεκπλύτου!
Ἑρμείαν τριακοστῇ ἄορ κατέκτανε πρώτῃ.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

1 Ιουνίου

Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουστίνου τοῦ Φιλοσόφου.
Στίχοι
- Ἰουστῖνον κώνειον ἦρεν ἐκ βίου,
- Ὡς εἴθε πρῶτον τοὺς πιεῖν δεδωκότας.
- Πρώτῃ Ἰουνίου Ἰουστῖνε ἐλλεβορίζῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰουστίνου, Χαρίτωνος, Χαριτοῦς, Εὐελπίστου, Ἱέρακος, Πέωνος καὶ Βαλλεριανοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φίρμου τοῦ Μάρτυρος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεσπεσίου.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

2 Ιουνίου

Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικηφόρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ.
Στίχοι
- Τοῦ Πατριάρχου Πατριάρχης πλησίον,
- Θείου γέροντος, Ἀβραὰμ Νικηφόρος.
- Δευτερίῃ Νικηφόρος εἰς Ἐδὲμ εὕρατο μοίρην.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι τριάκοντα ὀκτὼ μάρτυρες, ἐν Λουτρῷ βληθέντες, τῆς θύρας ἐμφραγείσης τελειοῦνται.
Ἡ ἁγία Μήτηρ μετὰ τῶν τριῶν αὐτῆς τέκνων τελειοῦνται.
Ὁ ὅσιος Ἱερομάρτυς Ἔρασμος, ὁ ἐν τῷ Χερμελίᾳ τῆς Ἀχρίδος, ἐν εἰρήνῃ τελειοῦται.
Αἱ διὰ τοῦ ἁγίου Ἐράσμου πιστεύσασαι τῷ Χριστῷ εἴκοσι χιλιάδες ξίφει τελειοῦνται.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

3 Ιουνίου

Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λουκιλλιανοῦ, Παύλης, καὶ τῶν σὺν αὐτοῖς νηπίων, Κλαυδίου, Ὑπατίου, Παύλου καὶ Διονυσίου.
Στίχοι
- Λουκιλλιανὸς σύν τε Παῦλα νηπίοις,
- Αἵματι ὠνήσαντο Μαρτύρων στέφη.
- Σταυρῷ ἀμφὶ τρίτην Λουκιλλιανὸς τετάνυστο.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου τοῦ θαυματουργοῦ.


Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτ��ρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

4 Ιουνίου

Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μητροφάνους, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Στίχοι
- Γῆς μητρὸς ἐκστάς, Μητρόφανες παμμάκαρ,
- Ἐκεῖ μετῆρας, οὗ Πατὴρ πάντων μέγας.
- Μητροφάνης δὲ τετάρτῃ ἔδυ χθόνα βωτιάνειραν.

Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Σοφίας τῆς ἀσκητικῶς βιωσάσης.
Ὁ ἅγιος ὁσιομάρτυς Ἰωάννης, ὁ ἡγούμενος τῆς μονῆς Μοναγρίας, ἐν σάκκῳ βληθεὶς καὶ τῇ θαλάσσῃ καταποντισθεὶς τελειοῦται.
Ὁ ὅσιος Ἁλώνιος ἐν εἰρήνῃ τελειοῦται.

Αἱ ἅγιαι Μαρία καὶ Μάρθα, ἀδελφαὶ τοῦ Λαζάρου, ἐν εἰρήνῃ τελειοῦνται.
Στίχοι
- Ἐκ Βηθανίας τὰς ἀδελφὰς Λαζάρου,
- Σῴζειν δύνασθαι καὶ νεκρὰς πιστευτέον.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

5 Ιουνίου

Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Δωροθέου, Ἐπισκόπου Τύρου.
Στίχοι
- Ὁ Δωρόθεος, κἂν φραγγέλλωμαι λέγει,
- Λείπουσι πολλὰ πρὸς τὰ Χριστοῦ μου πάθη.
- Πέμπτῃ Δωροθέοιο δέμας πληγῇσι δαμάσθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερὰς ἀπειλῆς καὶ ἀνάγκης, ἐν τῇ τῶν Βαρβάρων ἐπιδρομῇ, ὅτε, μέλλοντας ὑπ' αὐτῶν δικαίως αἰχμαλωτίζεσθαι, καὶ φόνῳ μαχαίρας παραδίδοσθαι, ὁ οἰκτίρμων καὶ φιλάνθρωπος Κύριος, διὰ σπλάγχνα ἐλέους αὐτοῦ, παρ' ἐλπίδα πᾶσαν ἐλυτρώσατο ἡμᾶς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων δέκα Μαρτύρων τῶν ἐν Αἰγύπτῳ, Μαρκιανοῦ, Νικάνδρου, Ὑπερεχίου, Ἀπόλλωνος, Λεωνίδου, Ἀρείου, Γοργίου, Σεληνιάδος, Εἰρήνης καὶ Πάμβωνος.
Ὁ ἅγιος μάρτυς Χριστόφορος ὁ ἀπὸ Ῥώμης, ξίφει τελειοῦται.
Ὁ ἅγιος Μάρτυς Κόνων, ὁ ἀπὸ Ῥώμης, ἐν θαλάσσῃ βληθεὶς τελειοῦται.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

6 Ιουνίου

Τῇ ς' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Νέου, Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων.
Στίχοι
- Ἱλαρὸς ὢν πνεύματι σὺ Ἱλαρίων,
- Ἱλαρὸς ἐν σώματι ἦς καὶ καρδίᾳ.
- Βῆ δ' ἐς ὄλυμπον Ἱλαρίωνος κέαρ ἁγνὸν ἐν ἕκτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀττάλου τοῦ θαυματουργοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων πέντε Παρθένων, καὶ τῆς συνοδίας αὐτῶν.
Στίχοι
- Κόρας φρονίμους πέντ' ἔφη Θεὸς Λόγος,
- Προϊστορῶν σοι τάσδε πέντε Παρθένους.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

7 Ιουνίου

Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου τοῦ ἐν Ἀγκύρᾳ.
Στίχοι
- Χεὶρ Θεόδοτον, ἣν Θεοῦ χεὶρ ξηράνοι,
- Θεῷ δοτὸν τίθησι, πλήξασα ξίφει.
- Θεόδοτος ἑβδομάτῃ τυθεὶς ἕλεν οὐρανὸν εὐρύν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ζηναΐδος τῆς θαυματουργοῦ, καὶ τῶν Ἁγίων γυναικῶν, Αἰσίας καὶ Σωσάννης, μαθητριῶν Παγκρατίου Ἐπισκόπου Ταυρομενίου.
Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτῶν Μαρτυρείῳ, ἐν τοῖς Βασιλίσκου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λυκαρίωνος.
Στίχοι
- Ἄφωνος ἥκει πρὸς ξίφος Λυκαρίων,
- Ἔναντι τοῦ κείροντος οἷον ἀρνίον.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ταράσιος καὶ Ἰωάννης ξίφει τελειοῦνται.
Στίχοι
- Ἰωάννην τέμνουσι σὺν Ταρασίῳ
- Οὐ πρὸς τέμνον ἐκταραχθέντας ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Στέφανος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
- Ἐπώνυμος Στέφανος οὗ φορεῖ στέφους,
- Ὁ πρακτικὴ χεὶρ ἀρετῶν οἶδε πλέκειν.

Τῇ αὐτῇ ἡμέρᾳ, ο. Ὅσιος Ἄνθιμος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
- Ἄνθην ἐνεγκὼν Ἄνθιμος χριστοῦ βίου,
- Πρὸ τῆς τελευτῆς ἀρετῶν καρπὸν φύει.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Σεβαστιανὴ ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
- Σεβαστιανῆς, ὡς τὰ λοιπὰ τοῦ βίου,
- Σεβαστὰ πᾶσι, καὶ τὸ τοῦ βίου τέλος.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

8 Ιουνίου

Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἀνακομιδῆς τοῦ Λειψάνου τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Στρατηλάτου.
Στίχοι
- Νεκρόν με Θεόδωρον ἡ πατρὶς δέχου,
- Ὃν ζῶντα πλουτεῖ Μαρτύρων πατρὶς πόλος.
- Ὄλβιον ὀγδοάτῃ Θεοδώρου σῶμα κομίσθη.

Τῇ αὐτῇ ἡμέρᾳ, τελεῖται ἡ σύναξις τῆς ὑπεραγίας Θεοτόκου ἐν τῷ Σωσθενείῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νικάνδρου καὶ Μαρκιανοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Καλλιόπης.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

9 Ιουνίου

Τὴ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυρίλλου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας.
Στίχοι
- Κύριλλον ὑμνῶ τοῦ Κυρίου μου φίλον,
- Καὶ Κυρίας πρόμαχον Ἀειπαρθένου.
- Εὕρατο τυμβοχοὴν ἔνατον Κύριλλος ἐς ἦμαρ.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

10 Ιουνίου

Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου καὶ Ἀντωνίνης.
Στίχοι
- Εὕρατο Ἀλέξανδρος ἅμ' Ἀντωνίνῃ
- Τὸν βόθρον ἀκάτιον εἰς τρυφὴν φέρον.
- Τῇ δεκάτῃ μόρον Ἀντωνῖνα ἐμπυρόπισσον,

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Τιμοθέου, ἐπισκόπου Προύσης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κανίδου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοφάνους καὶ Πανσέμνης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀπόλλωνος ἐπισκόπου, καὶ Ἀλεξίου Ἐπισκόπου Βιθυνίας.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

11 Ιουνίου

Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Βαρθολομαίου καὶ Βαρνάβα.
Στίχοι
- Καὶ σὸς μαθητής, Χριστέ, Βαρθολομαῖος,
- Μιμούμενός σε, σταυρικὸν φέρει πάθος.
- Ὑπὲρ λίθον σάπφειρον, ὡς γραφὴ λέγει,
- Τοὺς συντρίβοντας εἶχε Βαρνάβας λίθους.
- Ἑνδεκάτῃ σταύρωσαν ἐρίφρονα Βαρθολομαῖον.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τελεῖται τοῦ Ἀρχαγγέλου Γαβριὴλ ἐν τῷ ᾌδειν.
Στίχοι
ᾞσας Γαβριὴλ πρὶν τὸ Χαῖρε τῇ Κόρῃ.
ᾌδεις δὲ καὶ νῦν, Ἄξιόν σε ὑμνέειν.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

12 Ιουνίου

Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὀνουφρίου τοῦ Αἰγυπτίου.
Στίχοι
- Καὶ τὴν ἑνὸς χιτῶνος ἐντολήν, Πάτερ,
- Ὑπερβέβηκας, γυμνητεύσας εἰς τέλος.
- Δωδεκάτῃ ἀχίτωνα Ὀνούφριον ἐκ βίου ἦραν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ ἐν τῷ Ἄθῳ.
Στίχοι
- Καὶ σοὶ προτείνει δεξιὰν Χριστός, Πέτρε,
- Σωθέντι γυμνῷ ἐκ θαλάσσης τοῦ βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀντωνίνης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Στρατιώτου, καὶ τῶν Ὁσίων Ζήνωνος καὶ Τριφυλλίου Ἐπισκόπου, καὶ τοῦ Ὁσίου Ἰουλιανοῦ τοῦ ἐν τοῖς Δαγάτου (ἢ Δαγάζου).

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

13 Ιουνίου

Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀκυλίνης.
Στίχοι
Τὸν παστὸν εὐτρέπιζε λαμπρόν, Νυμφίε.
Ἀκυλῖνα σοι τέμνεται Νύμφη νέα.
Ἀμφὶ τρίτην δεκάτην κεφαλὴν τμήθη Ἀκυλῖνα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἀννης καὶ τοῦ υἱοῦ αὐτῆς, Ἰωάννου.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

14 Ιουνίου

Τῇ ΙΔ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἐλισαίου.
Στίχοι
Ἠλίαν ἵπποι, τὸν δὲ διπλοῦν Ἠλίαν,
Εἰς οὐρανοὺς ἀνῆγον ὡς ἵπποι Νόες.
Πότμον Ἐλισσαῖος δεκάτῃ λάχεν ἠδὲ τετάρτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μεθοδίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Στίχοι
Μεθόδιον φωστῆρα τῆς Ἐκκλησίας,
Τὸ τῆς τελευτῆς σβεννύει στυγνὸν νέφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυρίλλου, Ἐπισκόπου Γορτύνης τῆς Κρητῶν νήσου.
Στίχοι
Εἰ καὶ γέρων Κύριλλος ἦν ὁ Γορτύνης,
Ἡβῶσαν εἶχε πρὸς ξίφος τὴν καρδίαν.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

15 Ιουνίου

Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀμώς.
Στίχοι
Ἀμώς, ὁ συκάμινα κνίζων αἰπόλος,
Ἐδὲμ τρυγᾷ τὰ δένδρα κνίζων οὐκέτι.
Πέμπτῃ ἐκ βιότοιο Ἀμὼς δεκάτῃ τε ἀπέπτη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δουλᾶ.
Στίχοι
Δουλᾶς, ξοάνοις δουλικὸν μὴ δοὺς σέβας,
Ἤνεγκε σαρκός, ὡς Θεοῦ δοῦλος, ξέσεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νερσῆ· καὶ ἡ σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου πέραν ἐν τοῖς Μαρανακίου.

Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

16 Ιουνίου

Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Τύχωνος, Ἐπισκόπου Ἀμαθοῦντος τῆς Κύπρου.
Στίχοι
Βλάβην ὀλοθρεύοντος ἐκφυγὼν Τύχων,
Ζωῆς τυχὼν γέγηθε τῆς ἀνωλέθρου.
Ἕκτῃ καὶ δεκάτῃ κατερύκακε γαῖα Τύχωνα.


Τ αὐτῇ ἡμέρᾳ Απόδοσις  της εορτής τοῦ Πάσχα, και τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού.

Αὐτη ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

 

νάστασιν Χριστοῦ θεασάμενοι... (  χῦμα   )

 

 Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν, Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν, Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ΄ Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ, Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. ( γ΄.)

 

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. ( γ΄. )  

 

ᾠδὴ ζ’

ὁ α’χορὸς

 ὁ εἱρμὸς

Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ὁ β ’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἒδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Θανάτου ἑορτάζομεν νέκρωσιν ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

 

ὁ β’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.

 

ὁ α’χορὸς

Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ὁ β’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

ὁ α’χορὸς

Χριστὸς ἀνέστη… 

ὁ β’χορὸς

Χριστὸς ἀνέστη…

ὁ α’χορὸς

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 

Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Εἴη τὸ κράτος…

 

ᾠδὴ η’

  ὁ β’χορὸς

ὁ εἱρμὸς

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.

ὁ β’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε, ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βοῤῥᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.  

ὁ α’χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. 

 

ὁ β’χορὸς

Καταβασία

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας. 

ὁ α’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

ὁ β’χορὸς

Χριστὸς ἀνέστη… 

ὁ α’χορὸς

Χριστὸς ἀνέστη…  

ὁ β’χορὸς

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 

Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι ηὐλόγηται…

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

Παπαδάκια στο Ιερό Βήμα - Νεοτητα Ι.Μ Φωκιδος

ᾠδὴ θ’

ὁ α’χορὸς

Στίχ. Μεγάλυνον, ψυχή μου, τόν ἐθελουσίως παθόντα καί ταφέντα καί ἐξαναστάντα τριήμερον ἐκ τάφου.

 ὁ εἱρμὸς

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

 

ὁ β’χορὸς

Στίχ. Μεγάλυνον, ψυχή μου, τόν ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Χριστόν τόν ζωοδότην.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ,… 

 

ὁ α’χορὸς

Στίχ. Χριστός τό Καινόν Πάσχα, τό ζωόθυτον θῦμα, ἀμνός Θεοῦ, ὁ αἴρων τήν ἁμαρτίαν κόσμου.

θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς, μεθ’ ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

ὁ β’χορὸς

Στίχ. Σήμερον πᾶσα κτίσις ἀγάλλεται καί χαίρει, ὅτι Χριστός ἀνέστη καί ῞ᾼδης ἐσκυλεύθη.

θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς,…

ὁ α’χορὸς

Δόξα Πατρὶ …

Στίχ. Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καί ἀδιαιρέτου Θεότητος τό κράτος.

Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὢ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.

ὁ β’χορὸς

Καὶ νῦν…   

Στίχ. Χαῖρε, Παρθένε, χαῖρε, χαῖρε, εὐλογημένη, χαῖρε, δεδοξασμένη· σός γάρ Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.

Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ,…

 

ὁ α’χορὸς

Στίχ. ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. 

ὁ β’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

ὁ α’χορὸς

Χριστὸς ἀνέστη…

ὁ β’χορὸς

Χριστὸς ἀνέστη…  

ὁ α’χορὸς

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 

Εἶτα, Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σὲ αἰνοῦσι…

 

Ἐξαποστειλάριον  αὐτόμελον

Ἦχος β’

Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον. ( εκ γ΄.)

 

 

 

AINOI

ὁ α’ χορός

Ἦχος πλ. β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

 

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

 

ὁ α’ χορός

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Ἦχος α'

μνοῦμέν σου Χριστέ, τὸ σωτήριον Πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.

 

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος παντοδύναμος.

 

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

τὸν ᾍδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ ἀναστάσει σου, Χριστέ, ἀξίωσον ἡμᾶς, ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ

Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες ὑμνοῦμέν σε, Χριστέ. Ἐτέχθης ἐκ Παρθένου καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί. Ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας σταυρόν. Ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον, Κύριε, δόξα σοι.

 

Ασπασμός Ι Ευαγγελίου στην 1η Ανάσταση στο Αρφαρά 12/04/2015 P1010968 -  YouTube

Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν.

ὁ α’ χορός

Ἦχος πλ. α’

Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. 

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.  

 

ὁ β’ χορός

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. 

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε, Δέχου παρ’ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

 

ὁ α’ χορός

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. 

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε. Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τὶ θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.  

ὁ β’ χορός

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. 

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὢ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ γύναια χαρᾶς ἔπλησε λέγων, κηρύξατε Ἀποστόλοις.

ὁ α’ χορός

Δόξα Πατρί…  

ὁ β’ χορός

Καὶ νῦν…Ἦχος πλ. α’

 ὁ α’ χορός

ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς, Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν,…

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

 

 ὁ β’ χορός

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

ὁ α’ χορός

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

 

 

ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ

 

Δόξα τη Αγία και ομοουσίω και ζωοποιώ και αδιαιρέτω Τριάδι - YouTube

Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ἱερεύς· Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· Ἀμήν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι,

ὁ χορὸς: ζωὴν χαρισάμενος.

Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ προεξάρχοντος Ἀρχιερέως ἢ  Ἱερέως ἄνευ στίχων. Εἴθ’ οὕτω λέγει τοὺς ἑπομένους στίχους ὁ προεξάρχων, καθ’ ἕκαστον δὲ στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον.

Στίχ. α’ ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

ὁ α’ χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Στίχ. β’ ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

ὁ β’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Στίχ. γ’ Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

ὁ α’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

 

Στίχ. δ’ Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

ὁ β’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Στίχ. ε’  Δόξα Πατρί …

ὁ α’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Στίχ. ς’  Καὶ νῦν…

ὁ β’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Εἶτα ὁ προεξάρχων, γεγονωτέρᾳ φωνῇ

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας…

 

ὁ β’χορὸς

καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

 

ΜΕΓΑΛΗ ΣΥΝΑΠΤΗ ἢ ΕΙΡΗΝΙΚΑ

Ὁ Λαὸς ψάλλει τό· Κύριε, ἐλέησον, εἰς τὸ τέλος ἑκάστου αἰτήματος.

ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ Λαοῦ τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας, καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς τοῦ Κυρίου δεηθῶμεν.

 

πὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν.

πὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν.

πὲρ τοῦ ρυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν.

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Λαός· Σοί, Κύριε.

 

ΕΥΧΗ ΠΡΟΤΟΥ ΑΝΤΙΦΩΝΟΥ

Ἱερεύς (χαμηλοφώνως)· Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἄφατος· αὐτός, Δέσποτα, κατὰ τὴν εὐσπλαγχνίαν σου, ἐπίβλεψον ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον, καὶ ποίησον μεθ’ ἡμῶν καὶ τῶν συνευχομένων ἡμῖν πλούσια τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου.

Καὶ ἐκφωνεῖ·

τι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· μήν.

 

 

Α Ν Τ Ι Φ Ω Ν Α Τοῦ Πάσχα

 

Ἀντίφωνον α’

 Ἦχος β’

Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.

 

Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Στίχ. Εἴπατε τῷ Θεῷ, Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

 

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρὶ…

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

ΜΙΚΡΑ ΣΥΝΑΠΤΗ

Διάκονος· τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Λαός· Κύριε, ἐλέησον.

Διάκονος· ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Λαός· Κύριε, ἐλέησον.

Διάκονος· Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

 

Λαός· Σοί, Κύριε.

 

ΕΥΧΗ ΔΕΥΤΕΡΟΥ ΑΝΤΙΦΩΝΟΥ

Ἱερεύς (χαμηλοφώνως)· Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου· σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ.

Καὶ ἐκφωνεῖ·

τι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· μήν.

 

 

Ἀντίφωνον β’

Ἦχος ὁ αὐτὸς

Στίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.

 

Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

 

Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

 

 

Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…  

 

Δόξα Πατρί…

Καὶ νῦν…

μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

ΜΙΚΡΑ ΣΥΝΑΠΤΗ

Διάκονος· τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Λαός· Κύριε, ἐλέησον.

Διάκονος· ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Λαός· Κύριε, ἐλέησον.

Διάκονος· Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Λαός· Σοί, Κύριε.

ΕΥΧΗ ΤΡΙΤΟΥ ΑΝΤΙΦΩΝΟΥ

Ἰερεύς (χαμηλοφώνως)· Ὁ τὰς κοινὰς ταύτας καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισὶ συμφωνοῦσιν ἐπὶ τῷ ὀνόματί σου τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος· Αὐτὸς καὶ νῦν τῶν δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ παρόντι αἰῶνι τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον χαριζόμενος.

Καὶ ἐκφωνεῖ·

τι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· μήν.

 

 

Ἀντίφωνον γ’

Ἦχος πλ. α’

 

Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

 

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Χριστὸς ἀνέστη…

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Χριστὸς ἀνέστη…

Στίχ. Αὓτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Χριστὸς ἀνέστη… 

 

Διάκονος· Σοφία. Ὀρθοί.

Εἰσοδικὸν

ν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.

Εἶτα τὸ

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…(ἐκ γ’).

 

         Ἡ Ὑπακοὴ  Ἦχος δ’

Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου, τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.

 

Κοντάκιον  Ἦχος πλ. δ’

Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾋδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

 

Διάκονος· Tοῦ Κυρίου δεηθῶμεν.

Λαός· Κύριε, ἐλέησον.

ΕΥΧΗ ΤΟΥ ΤΡΙΣΑΓΙΟΥ ΥΜΝΟΥ

Ἰερεύς (χαμηλοφώνως)· Ὁ Θεὸς ὁ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπὸ τῶν Σεραφὶμ ἀνυμνούμενος καὶ ὑπὸ τῶν Χερουβὶμ δοξολογούμενος καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος· ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα· ὁ κτίσας τὸν ἄνθρωπον κατ’ εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ παντί σου χαρίσματι κατακοσμήσας· ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν· ὁ καταξιώσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν· Αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν τρισάγιον ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον· ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα· καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων.

Καὶ ἐκφωνεῖ·

τι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί,

Ὁ Διάκονος στραφεὶς πρὸς τὸν Λαόν· Καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· μήν. Εἶτα ψάλλει ὁ Λαὸς τὸν Τρισάγιον ὕμνον.

 

Ἀντὶ δὲ τοῦ Τ ρ ι σ α γ ί ο υ

σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα.

ΑΠΟΣΤΟΛΟΣ

Προκείμενον Ἦχος πλ. δ' Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῆ. ΢τίχ. Ἐξομολογεῖσθε τ῵ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα Σὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων͵ ὢ Θεόφιλε͵ ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις͵ δι΄ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τ῅ς βασιλείας τοῦ θεοῦ. Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι͵ ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι͵ ὑμεῖς δὲ ἐν πνεύματι βαπτισθήσεσθε ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Οἱ μὲν οὖν συνελθόντες ἠρώτων αὐτὸν λέγοντες͵ Κύριε͵ εἰ ἐν τ῵ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τ῵ Ἰσραήλ; εἶπεν δὲ πρὸς αὐτούς͵ Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἥ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῆ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ΄ ὑμ᾵ς͵ καὶ ἔσεσθέ μου μάρτυρες ἔν τε Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῆ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.

Ἀλληλούϊα Ἦχος δ'

Σὺ Κύριε ἀναστὰς οἰκτειρήσεις τὴν Σιών.

στίχ. Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος.


ΕΤΑΓΓΕΛΙΟΝ

Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ ΣΤ΄ ΕΒΔΟΜΑΔΟΣ

Ἐκ τοῦ κατὰ Ἰωάννην ιβ΄ 36 - 47

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ' αὐτῶν.

37 Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν,

38 ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπε· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;

39 διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἡσαΐας·

40 Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστραφῶσι, καὶ ἰάσομαι αὐτούς.

41 ταῦτα εἶπεν Ἡσαΐας ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ.

42 ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται·

43 ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ.

44 Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ' εἰς τὸν πέμψαντά με,

45 καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.

46 ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.

47 καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον.


Δόξα σοι Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Η ΜΕΓΑΛΗ ΕΚΤΕΝΗΣ

Εἶτα ὁ Διάκονος λέγει τὴν Μεγάλην Ἐκτενῆ, τοῦ Λαοῦ ἐπιλέγοντος εἰς ἑκάστην δέησιν τό· Κύριε, ἐλέησον (3).

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.

Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος).

Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων.

Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

EYXH ΤΗΣ ΕΚΤΕΝΟΥΣ ΙΚΕΣΙΑΣ

Ἰερύς (χαμηλοφώνως)· Κύριε ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν σῶν δούλων καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου· καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ’ ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν σου, τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Καὶ ἐκφωνεῖ·

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· Ἀμήν.

Καὶ ἄρχεται ὁ Διάκονος τῆς δεήσεως ὑπὲρ τῶν Κατηχουμένων τοῦ Λαοῦ λέγοντος τὸ Κύριε, ἐλέησον.

ΔΕΗΣΕΙΣ ΥΠΕΡ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ

Εὔξασθε οἱ κατηχούμενοι τῷ Κυρίῳ.
Οἱ πιστοί, ὑπὲρ τῶν κατηχουμένων δεηθῶμεν.
Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ·
Κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας·
Ἀποκαλύψῃ αὐτοῖς τὸ Εὐαγγέλιον τῆς δικαιοσύνης·
Ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὐτοῦ Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ·
Σῶσον, ἐλέησον, ἀντιλαβοῦ, καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ σῇ χάριτι.
Οἱ κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.

 

ΕΥΧΗ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ

Ἱερεύς (χαμηλοφώνως)· Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, ὁ τὴν σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων ἐξαποστείλας, τὸν μονογενῆ σου Υἱὸν καὶ Θεόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐπίβλεψον ἐπὶ τοὺς δούλους σου τοὺς κατηχουμένους, τοὺς ὑποκεκλικότας σοι τὸν ἑαυτῶν αὐχένα· καὶ καταξίωσον αὐτοὺς ἐν καιρῷ εὐθέτῳ τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν καὶ τοῦ ἐνδύματος τῆς ἀφθαρσίας· ἕνωσον αὐτοὺς τῇ Ἁγίᾳ σου Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ· καὶ συγκαταρίθμησον αὐτοὺς τῇ ἐκλεκτῇ σου ποίμνῃ.

Καὶ ἐκφωνεῖ·

Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· Ἀμήν.

Διάκονος· Ὅσοι κατηχούμενοι προέλθετε· οἱ κατηχούμενοι προέλθετε. Ὅσοι κατηχούμενοι προέλθετε· μή τις τῶν κατηχουμένων.

 

ΔΕΗΣΕΙΣ ΤΩΝ ΠΙΣΤΩΝ

Διάκονος· Ὅσοι πιστοί, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Λαός· Κύριε, ἐλέησον.

Διάκονος· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Λαός· Κύριε, ἐλέησον.

Διάκονος· Σοφία.

 

ΠΡΩΤΗ ΕΥΧΗ ΤΩΝ ΠΙΣΤΩΝ

Ἱερεύς (χαμηλοφώνως)· Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς τῶν δυνάμεων, τῷ καταξιώσαντι ἡμᾶς παραστῆναι καὶ νῦν τῷ ἁγίῳ σου θυσιαστηρίῳ καὶ προσπεσεῖν τοῖς οἰκτιρμοῖς σου ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Πρόσδεξαι, ὁ Θεός, τὴν δέησιν ἡμῶν· ποίησον ἡμᾶς ἀξίους γενέσθαι τοῦ προσφέρειν σοι δεήσεις καὶ ἱκεσίας καὶ θυσίας ἀναιμάκτους ὑπὲρ παντὸς τοῦ λαοῦ σου· καὶ ἱκάνωσον ἡμᾶς, οὓς ἔθου εἰς τὴν διακονίαν σου ταύτην, ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ Ἁγίου, ἀκαταγνώστως καὶ ἀπροσκόπτως, ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ἐπικαλεῖσθαί σε ἐν παντὶ καιρῷ καὶ τόπῳ, ἵνα, εἰσακούων ἡμῶν, ἵλεως ἡμῖν εἴης ἐν τῷ πλήθει τῆς σῆς ἀγαθότητος.

Καὶ ἐκφωνεῖ·

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· Ἀμήν.

Διάκονος· Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Λαός· Κύριε, ἐλέησον.

Διάκονος· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Λαός· Κύριε, ἐλέησον.

Διάκονος· Σοφία.

 

ΔΕΥΤΕΡΑ ΕΥΧΗ ΤΩΝ ΠΙΣΤΩΝ

Ἱερεύς (χαμηλοφώνως)· Πάλιν καὶ πολλάκις σοὶ προσπίπτομεν καὶ σοῦ δεόμεθα, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅπως, ἐπιβλέψας ἐπὶ τὴν δέησιν ἡμῶν, καθαρίσῃς ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· καὶ δῴης ἡμῖν ἀνένοχον καὶ ἀκατάκριτον τὴν παράστασιν τοῦ ἁγίου σου θυσιαστηρίου. Χάρισαι δέ, ὁ Θεός, καὶ τοῖς συνευχομένοις ἡμῖν προκοπὴν βίου καὶ πίστεως καὶ συνέσεως πνευματικῆς· δὸς αὐτοῖς πάντοτε, μετὰ φόβου καὶ ἀγάπης λατρεύειν σοι, ἀνενόχως καὶ ἀκατακρίτως μετέχειν τῶν ἁγίων σου μυστηρίων καὶ τῆς ἐπουρανίου σου βασιλείας ἀξιωθῆναι.

 

Καὶ ἐκφωνεῖ·

 

πως ὑπὸ τοῦ κράτους σου πάντοτε φυλαττόμενοι σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Η ΜΕΓΑΛΗ ΕΙΣΟΔΟΣ

Λαός· μήν.

Καὶ ἄρχεται ψάλλειν τὸν Χερουβικὸν ὕμνον.

Οἱ τὰ Χερουβὶμ μυστικῶς εἰκονίζοντες καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν νῦν βιοτικὴν ἀποθώμεθα μέριμναν. Ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι ...

 Ὁ Διάκονος (χαμηλοφώνως).· Τοῦ Κυρίου δεηθῶμεν.

ΕΥΧΗ ΤΟΥ ΧΕΡΟΥΒΙΚΟΥ ΥΜΝΟΥ

Ἱερεύς (χαμηλοφώνως)· Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν ἢ λειτουργεῖν σοι, Βασιλεῦ τῆς δόξης· τὸ γὰρ διακονεῖν σοι μέγα καὶ φοβερὸν καὶ αὐταῖς ταῖς ἐπουρανίαις δυνάμεσιν. Ἀλλ’ ὅμως, διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν σου φιλανθρωπίαν, ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος καὶ ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας καὶ τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν, ὡς Δεσπότης τῶν ἁπάντων.

Σὺ γὰρ μόνος, Κύριε ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων, ὁ ἐπὶ θρόνου Χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφὶμ Κύριος καὶ βασιλεὺς τοῦ Ἰσραήλ, ὁ μόνος ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος. Σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον· ἐπίβλεψον ἐπ’ ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δοῦλόν σου καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἄχραντόν σου σῶμα καὶ τὸ τίμιον αἷμα.

Σοὶ γὰρ προσέρχομαι, κλίνας τὸν ἐμαυτοῦ αὐχένα, καὶ δέομαί σου· Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων σου, ἀλλ’ ἀξίωσον προσενεχθῆναί σοι ὑπ’ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου τὰ δῶρα ταῦτα. Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τὸ αὐτὸ ἐπαναλαμβάνεται δὶς ὑπὸ τοῦ Ἱερέως, τοῦ Διακόνου ἐπιλέγοντος ἐν ἑκατέρῳ· Ὡς τὸν βασιλέα τῶν ὅλων ὑποδεξόμενοι...

Ὅταν δὲ ὁ Λαὸς εἴπῃ τὰς λέξεις Ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι, ἐξέρχονται διὰ τῆς βορείου Πύλης, προπορευομένων λαμπάδων καὶ θυμιατοῦ· καὶ διακοπτομένου τοῦ ὕμνου ἐκφωνοῦσιν ἀλληλοδιαδόχως·

 

Πάντων ἡμῶν μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός· Ἀμήν.

Ψάλλει τὸ τέλος τοῦ Χερουβικοῦ. Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

 

Καὶ ἀποτίθησιν ὁ Ἱερεὺς τὸ ἅγιον Ποτήριον ἐν τῇ ἁγίᾳ Τραπέζη· εἶτα λαμβάνει τὸν ἅγιον Δίσκον ἐκ τῶν χειρῶν τοῦ Διακόνου καὶ τίθησιν αὐτὸν ἐξ ἀριστερῶν τοῦ ἁγίου Ποτηρίου.

Εἶτα ὁ Διάκονος, τὴν δεξιὰν τοῦ Ἱερέως ἀσπασάμενος, ἐξέρχεται διὰ τῆς βορείου Πύλης καὶ ἵσταται ἐν τῷ συνήθει τόπῳ καὶ λέγει τὰ Πληρωτικά.

ΑΙ ΑΙΤΗΣΕΙΣ – ΤΑ ΠΛΗΡΩΤΙΚΑ

Ὁ Λαὸς μεθ’ ἑκάστην αἴτησιν· Κύριε, ἐλέησον.

Διάκονος· Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

πὲρ τῶν προτεθέντων τιμίων δώρων τοῦ Κυρίου δεηθῶμεν.

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Ὁ Λαὸς μεθ’ ἑκάστην αἴτησιν· Παράσχου, Κύριε.

Διάκονος· Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

γγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Λαός· Σοί, Κύριε.

ΕΥΧΗ ΤΗΣ ΠΡΟΣΚΟΜΙΔΗΣ

Ἱερεύς (χαμηλοφώνως)· Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μόνος ἅγιος, ὁ δεχόμενος θυσίαν αἰνέσεως παρὰ τῶν ἐπικαλουμένων σε ἐν ὅλῃ καρδίᾳ, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὴν δέησιν καὶ προσάγαγε τῷ ἁγίῳ σου θυσιαστηρίῳ· καὶ ἱκάνωσον ἡμᾶς προσενεγκεῖν σοι δῶρά τε καὶ θυσίας πνευματικὰς ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Καὶ καταξίωσον ἡμᾶς εὑρεῖν χάριν ἐνώπιόν σου, τοῦ γενέσθαι σοι εὐπρόσδεκτον τὴν θυσίαν ἡμῶν καὶ ἐπισκηνῶσαι τὸ Πνεῦμα τῆς χάριτός σου τὸ ἀγαθὸν ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα καὶ ἐπὶ πάντα τὸν λαόν σου.

Καὶ ἐκφωνεῖ·

Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς α