Σήμερα είναι η 25η ημέρα από του Πάσχα
από 16 Απριλίου έως 2 Ιουνίου
ΕΣΠΕΡΑΣ.† ΤΕΤΑΡΤΗ ΤΗΣ ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗΣ.
Ἱερεὺς:
Εὐλογητὸς
ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἅπαξ ὑπὸ τοῦ Ἱερέως
Χριστὸς
ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν
χαρισάμενος.
καὶ δὶς ὑπὸ τῶν χορῶν.
Χριστὸς
ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν
χαρισάμενος.
ΑΝΑΓΝΩΣΤΗΣ
Εὐλόγει
ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
Ἐξομολόγησιν
καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
Ἐκτείνων
τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.
Ὁ
τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
Ὁ
ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Ὁ
θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ
αἰῶνος.
Ἄβυσσος
ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
Ἀπὸ
ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
Ἀναβαίνουσιν
ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν
τόπον,
ὃν ἐθεμελίωσας αὐτά.
Ὅριον
ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
Ὁ
ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα.
Ποτιοῦσι
πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
Ἐπ’
αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
Ποτίζων
ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
Ὁ
ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
Τοῦ
ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
Τοῦ
ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
Χορτασθήσονται
τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
Ἐκεῖ
στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
Ὄρη
τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
Ἐποίησε
σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
Ἔθου
σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
Σκύμνοι
ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
Ἀνέτειλεν
ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
Ἐξελεύσεται
ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
Ὡς
ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς
κτίσεώς σου.
Αὕτη
ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ
μετὰ μεγάλων.
Ἐκεῖ
πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
Πάντα
πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν
εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
Ἀνοίξαντός
σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ
πρόσωπον, ταραχθήσονται.
Ἀντανελεῖς
τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
Ἐξαποστελεῖς
τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
Ἤτω
ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
Ὁ
ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ
καπνίζονται.
ᾌσω
τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Ἠδυνθείη
αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
Ἐκλείποιεν
ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς.
Εὐλόγει,
ἡ ψυχή μου, τὸν Κύριον.Καὶ πάλιν·
Ὁ
ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
Ὡς
ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα...
Καὶ
νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός
(ἐκ γ΄).
Ἡ
ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
ΔΙΑΚΟΝΟΣ:
Ἐν
εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ:
Κύριε,
ἐλέησον.
[καὶ μετὰ ἀπὸ κάθε αἴτηση]
Ὑπὲρ
τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ
τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ
τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ
τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ
εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ
τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ
τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν
(......),
τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καὶ τοῦ
Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ
τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν
θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ
τῆς πόλεως (Μονῆς, Κώμης)
ταύτης, πάσης πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου
δεηθῶμεν.
Ὑπὲρ
εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Ὑπὲρ
πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας
αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ
τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου
δεηθῶμεν.
Ἀντιλαβοῦ,
σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς
Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ
ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους
καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΧΟΡΟΣ:
Σοὶ,
Κύριε.
ΙΕΡΕΥΣ:
Ὅτι
πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ:
Ἀμήν.
Ψαλμὸς 140
Ἦχος δ'
Κύριε
ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς
σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ
εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω
ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ
εἰσάκουσόν μου, Κύριε.
Προσόμοια τῶν Ἁγίων γ' εἰς στ΄.
Στιχηρὰ τῶν Ἁγίων
Ἦ��ος δ'. Ἔδωκας σημείωσιν
Στίχ.Ἐὰν
ἀνομίας παρατηρή-σῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς
ἐστιν.
Πάρεστιν
ἡ μεσότης ἡμερῶν, τῶν ἐκ σωτηρίου ἀρχομένων Ἐγέρσεως, Πεντηκοστῇ
δὲ τῇ θείᾳ σφραγιζομένων· καὶ λάμπει τὰς λαμπρότητας, ἀμφοτέρωθεν
ἔχουσα, καὶ ἑνοῦσα τὰς δύο, καὶ παρεῖναι τὴν δόξαν προφαίνουσα, τῆς
δεσποτικῆς Ἀναλήψεως σεμνύνεται.
Στίχ.
Ἕνεκεν
τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου,
ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Πάρεστιν
ἡ μεσότης ἡμερῶν, τῶν ἐκ σωτηρίου ἀρχομένων Ἐγέρσεως, Πεντηκοστῇ
δὲ τῇ θείᾳ σφραγιζομένων· καὶ λάμπει τὰς λαμπρότητας, ἀμφοτέρωθεν
ἔχουσα, καὶ ἑνοῦσα τὰς δύο, καὶ παρεῖναι τὴν δόξαν προφαίνουσα, τῆς
δεσποτικῆς Ἀναλήψεως σεμνύνεται.
Στίχ.
Ἀπὸ
φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἤκουσε
καὶ εὐφράνθη ἡ Σιών, εὐαγγελισθείσης τῆς Χριστοῦ Ἀναστάσεως· οἱ δὲ
πιστοὶ αὐτῆς γόνοι ἠγαλλιάσαντο, τοῦτον θεασάμενοι, καὶ
ἐκπλύνοντα Πνεύματι, ῥύπον χριστοκτονίας· εὐτρεπίζεται
πανηγυρίζουσα, τὴν τῶν ἑκατέρων εὐφρόσυνον μεσότητα.
Στίχ.
Ὅτι
παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν
Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ἤκουσε
καὶ εὐφράνθη ἡ Σιών, εὐαγγελισθείσης τῆς Χριστοῦ Ἀναστάσεως· οἱ δὲ
πιστοὶ αὐτῆς γόνοι ἠγαλλιάσαντο, τοῦτον θεασάμενοι, καὶ
ἐκπλύνοντα Πνεύματι, ῥύπον χριστοκτονίας· εὐτρεπίζεται
πανηγυρίζουσα, τὴν τῶν ἑκατέρων εὐφρόσυνον μεσότητα.
Στίχ.
Αἰνεῖτε
τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
Ἤγγικεν
ἡ τοῦ θείου δαψιλής, χύσις ἐπὶ πάντας ὥσπερ γέγραπται, Πνεύματος ἡ
προθεσμία κηρύττει, ἡμισευθεῖσα, τῆς μετὰ Χριστοῦ θάνατον, καὶ
ταφὴν καὶ ἀνάστασιν, παρ᾿ αὐτοῦ δεδομένης, ἀψευδοῦς μαθηταῖς
ὑποσχέσεως, τὴν τοῦ Παρακλήτου δηλούσης ἐπιφάνειαν.
Στίχ.
Ὅτι
ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν
αἰῶνα.
Ἤγγικεν
ἡ τοῦ θείου δαψιλής, χύσις ἐπὶ πάντας ὥσπερ γέγραπται, Πνεύματος ἡ
προθεσμία κηρύττει, ἡμισευθεῖσα, τῆς μετὰ Χριστοῦ θάνατον, καὶ
ταφὴν καὶ ἀνάστασιν, παρ᾿ αὐτοῦ δεδομένης, ἀψευδοῦς μαθηταῖς
ὑποσχέσεως, τὴν τοῦ Παρακλήτου δηλούσης ἐπιφάνειαν.
Δόξα...
Καὶ
νῦν...
Ἦχος πλ. β'
Τῆς
ἑορτῆς μεσούσης, τῆς σῆς Χριστὲ Ἀναστάσεως, καὶ θείας παρουσίας τοῦ
ἁγίου σου Πνεύματος, συνελθόντες τῶν θαυμάτων σου, ἀνυμνοῦμεν τὰ
μυστήρια· ἐν ᾗ κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.
Εἴσοδος.
ΔΙΑΚΟΝΟΣ: Σοφία Ὀρθοί !
Καί ὁ χορός ψάλλει τὸ·
Φῶς
ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ,
ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ
ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ,
ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.
Ἑσπέρας
προκείμενον.
Τῇ Τρίτῃ ἑσπέρας
Ἦχος α'
Τὸ
ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας της ζωῆς μου.
(Δὶς)
Στίχ.
Κύριος
ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.
Τὸ
ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας της ζωῆς μου.
Εἶτα τὰ Ἀναγνώσματα..
Τάδε
λέγει
Κύριος·
Ἐκ
Σιὼν
ἐξελεύσεται
νόμος,
καὶ
λόγος
Κυρίου
ἐξ
Ἱερουσαλήμ,
καὶ
κρινεῖ
ἀνὰ
μέσον
λαῶν
πολλῶν,
καὶ
ἐλέγξει
ἔθνη
ἰσχυρά,
ἕως
εἰς
γῆν
μακράν.
Ὅτι
πάντες
οἱ
λαοὶ
πορεύσονται
ἕκαστος
τὴν
ὁδὸν
αὑτοῦ,
ἡμεῖς
δὲ
πορευσόμεθα
ἐν
ὀνόματι
Κυρίου
Θεοῦ
ἡμῶν,
εἰς
τὸν
αἰῶνα.
Τάδε
λέγει
Κύριος
παντοκράτωρ·
Ἀκούσατε
βουνοί,
καὶ
φάραγγες,
θεμέλια
τ���ς
γῆς,
ὅτι
κρίσις
τῷ
Κυρίῳ
πρὸς
τὸν
λαὸν
αὐτοῦ·
διελεγχθήσεται
γὰρ
μετὰ
τοῦ
Ἰσραήλ,
λέγων·
Λαός
μου,
τί
ἐποίησά
σοι,
ἢ
τί
ἐλύπησά
σε;
ἀποκρίθητί
μοι.
Διότι
ἀνήγαγόν
σε
ἐκ
γῆς
Αἰγύπτου,
καὶ
ἐξ
οἴκου
δουλείας
ἐλυτρωσάμην
σε,
καὶ
ἐξαπέστειλα
πρὸ
προσώπου
σου
τὸν
Μωϋσῆν
καὶ
τὸν
Ἀαρών.
Λαός
μου,
τί
ἐβουλεύσαντο
κατὰ
σοῦ
οἱ
ὑπεναντίοι;
εἰ
ἀνηγγέλη
σοι,
ἄνθρωπε,
τί
καλόν;
καὶ
τί
Κύριος
ἐκζητεῖ
παρὰ
σοῦ,
ἀλλ᾿
ἢ
τοῦ
ποιεῖν
κρῖμα,
καὶ
ἀγαπᾶν
ἔλεος,
καὶ
ἕτοιμον
εἶναι
τοῦ
πορεύεσθαι
μετὰ
Κυρίου
τοῦ
Θεοῦ
σου;
Διότι
ἐν
ἰσχύϊ
μεγαλυνθήσεται
Κύριος,
καὶ
ποιμανεῖ
τὸ
ποίμνιον
αὑτοῦ
ἐν
εἰρήνῃ,
ἕως
ἄκρων
τῆς
γῆς.
Τάδε
λέγει Κύριος· Οἱ διψῶντες, πορεύεσθε ἐφ᾿ ὕδωρ· καὶ ὅσοι μὴ ἔχετε
ἀργύριον, βαδίσαντες ἀγοράσατε· καὶ φάγεσθε, καὶ πίεσθε, ἄνευ
ἀργυρίου καὶ τιμῆς, οἶνον καὶ στέαρ· ὅτι, τάδε λέγει Κύριος
Παντοκράτωρ ὑμῖν· Λαός μου, ἀντλήσατε ὕδωρ μετ᾿ εὐφροσύνης ἐκ τῶν
πηγῶν τοῦ σωτηρίου· καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ὑμνεῖτε τὸν
Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν
αὐτοῦ, μιμνῄσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Λαός μου, ἀκούσατέ
μου, καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν.
Προσέχετε τοῖς ὠσὶν ὑμῶν, καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου·
εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν· καὶ
διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, καὶ ἐπικαλέσεσθε· ἡνίκα δ᾿
ἂν ἐγγίζητέ μοι, ἀπολειπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὑτοῦ, καὶ ἀνὴρ
ἄνομος τὰς βουλὰς αὑτοῦ, καὶ ἐπιστράφητε πρός με καὶ ἐλεήσω ὑμᾶς,
καὶ ἀφήσω τὰς ἁμαρτίας ὑμῶν. Οὐ γὰρ εἰσὶν αἱ βουλαί μου, ὥσπερ αἱ
βουλαὶ ὑμῶν· λέγει Κύριος· ἀλλ᾿ ὥσπερ ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς,
οὕτω ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν
ἀπὸ τῆς διανοίας μου. Ὡς γὰρ ἐὰν καταβῇ ὑετός, ἢ χιὼν ἐκ τοῦ
οὐρανοῦ, καὶ οὐ μὴ ἀποστραφῇ ἐκεῖθεν, ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ
ἐκτέκῃ, καὶ βλαστήσῃ, καὶ δῷ σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν·
οὕτως ἔσται τὸ ῥῆμά μου, ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ
ἀποστραφῇ πρός με κενόν, ἕως ἂν συντελεσθῇ πάντα ὅσα ἠθέλησα, καὶ
εὐοδώσω τὰς ὁδούς μου, καὶ τὰ ἐντάλματά μου. Ἐν γὰρ εὐφροσύνῃ
ἐξελεύσεσθε, καὶ ἐν χαρᾷ διδαχθήσεσθε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ
ἐξαλοῦνται, προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ· καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ
ἐπικροτήσει τοῖς κλάδοις αὑτῶν· καὶ ἀντὶ τῆς στοιβῆς, ἀναβήσεται
κυπάρισσος· ἀντὶ δὲ τῆς κονύζης, ἀναβήσεται μυρσίνη· καὶ ἔσται
Κύριος εἰς ὄνομα, καὶ εἰς σημεῖον αἰώνιον, λέγει Κύριος ὁ Θεός, ὁ
ἅγιος Ἰσραήλ.
Ἡ
σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά· ἔσφαξε
τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ
ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους,
συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα· Ὅς ἐστιν
ἄφρων, ἐκκλινάτω πρός με· καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε,
φάγετε τῶν ἐμῶν ἄρτων, καὶ πίετε οἶνον ὃν κεκέρακα ὑμῖν.
Ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα
βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς,
λήψεται ἑαυτῷ ἀτιμίαν· ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν·
οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ
μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ
σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ
σοφίας, φόβος Κυρίου· καὶ βουλὴ Ἁγίων, σύνεσις· τὸ δὲ γνῶναι νόμον,
διανοίας ἐστὶν ἀγαθῆς· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσῃ χρόνον καὶ
προστεθήσεταί σοι ἔτη ζωῆς.
Εἴπωμεν
πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
Κύριε,
ἐλέησον
(ἅπαξ).
Κύριε
παντοκράτορ ὁ Θεός τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε,
ἐλέησον
(ἅπαξ).
Ἐλέησον
ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε,
ἐλέησον
(ἐκ τρίτου).
Ἔτι
δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν
(δεῖνος).
Κύριε,
ἐλέησον
(ἐκ τρίτου).
Ἔτι
δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ
μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Κύριε,
ἐλέησον
(ἐκ τρίτου).
Ἔτι
δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων
χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει) ταύτῃ, τῶν
ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Κύριε,
ἐλέησον
(ἐκ τρίτου).
Ἔτι
δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ
ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς,
κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
Κύριε,
ἐλέησον
(ἐκ τρίτου).
Ἔτι
δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ
τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ
παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Κύριε,
ἐλέησον
(ἅπαξ).
Ὅτι
ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ
καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀμήν.
Καταξίωσον,
Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς
εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου
εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο,
Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε,
δίδαξόν με τὰ δικαιώματά σου.
Εὐλογητὸς
εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου.
Εὐλογητὸς
εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.
Κύριε,
τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
Σοὶ
πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος:
Πληρώσωμεν
τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Κύριε,
ἐλέησον.
Ἀντιλαβοῦ,
σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Κύριε,
ἐλέησον.
Τὴν
ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου,
αἰτησώμεθα.
Παράσχου
Κύριε.
Ἄγγελον
εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου
αἰτησώμεθα.
Παράσχου
Κύριε.
Συγγνώμην
καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου
Κύριε.
Τὰ
καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου
αἰτησώμεθα.
Παράσχου
Κύριε.
Τὸν
ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου
αἰτησώμεθα.
Παράσχου
Κύριε.
Χριστιανὰ
τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν
ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Παράσχου
Κύριε.
Τῆς
Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ
ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους
καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοὶ,
Κύριε. Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων.
Ὁ Χορός:
Ἀμήν.
Εἰρήνη
πᾶσι.
Καὶ
τῷ πνεύματί σου.
Τὰς
κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Σοὶ,
Κύριε.
Κύριε,
ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων,
ἔπιδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου. Σοὶ γὰρ τῷ φοβερῷ καὶ
φιλανθρώπῳ κριτῇ, οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν
αὐχένας; οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες
ἔλεος, καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν, οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ
κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης
ἀντικειμένης ἐνεργίας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων
πονηρῶν.
Εἴη
τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καὶ τοῦ
Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Πεντηκοστῆς
ἐφέστηκεν ἡ τῶν ἡμερῶν μεσότης, ἐν ᾗ Χριστός, παραγυμνώσας ἀμυδρῶς
θεϊκὴν δυναστείαν, Παράλυτον συνέσφιγξε, λόγῳ αὐτὸν τῆς κλίνης
ἐξαναστήσας· καὶ θεοπρεπῶς θαυματουργῶν ἐν ὀστρακίνῳ σώματι, τοῖς
ἀνθρώποις ἐδωρήσατο τὴν αἰώνιον ζωήν, καὶ τὸ μέγα ἔλεος.
Στίχ.
Μνήσθητι
τῆς
συναγωγῆς
σου,
ἧς
ἐκτήσω
ἀπ᾿
ἀρχῆς·
ἐλυτρώσω
ῥάβδον
κληρονομίας
σου,
ὄρος
Σιὼν
τοῦτο,
ὃ
κατεσκήνωσας
ἐν
αὐτῷ.
Ἐν
τῷ
ἱερῷ
ἐπέστης
ἡ
σοφία
τοῦ
Θεοῦ,
μεσούσης
τῆς
Ἑορτῆς,
διδάσκων
καὶ
ἐλέγχων
τοὺς
ἀπειθεῖς
Ἰουδαίους,
τοὺς
Φαρισαίους,
καὶ
Γραμματεῖς,
καὶ
βοῶν
παῤῥησίᾳ
πρὸς
αὐτούς·
Ὁ
διψῶν,
ἐρχέσθω
πρός
με,
καὶ
πινέτω
ὕδωρ
ζωηρόν,
καὶ
οὐ
μὴ
διψήσῃ
εἰς
τὸν
αἰῶνα.
Ὁ
πιστεύων τῇ ἐμῇ χρηστότητι, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ
ζωῆς αἰωνίου. Ὢ τῆς ἀγαθότητος, καὶ τῆς εὐσπλαγχνίας σου, Χριστὲ ὁ
Θεὸς ἡμῶν. Δόξα σοι.
Στίχ.
Ὁ
δὲ Θεὸς Βασιλεὺς ἡμῶν, πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς
γῆς.
Ὅτε
τὸ μέσον τῆς Ἑορτῆς ἐπέστη, ἀνέβη ὁ Ἰησοῦς ἐπὶ τὸ ἱερόν, καὶ
ἐδίδασκε λέγων τοὺς ἀπειθεῖς Ἰουδαίους· Ὁ διψῶν ἐρχέσθω πρὸς με καὶ
πινέτω, ὕδωρ ζωηρὸν αἰώνιον, καὶ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα. Ὁ
πιστεύων εἰς ἐμέ, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ, καὶ ἕξει τὸ
φῶς τῆς ζωῆς.
Μεσούσης
τῆς Ἑορτῆς, διδάσκοντός σου Σωτήρ, ἔλεγον οἱ Ἰουδαῖοι· Πῶς οὗτος
οἶδε γράμματα, μὴ μεμαθηκώς; ἀγνοοῦντες, ὅτι σὺ εἶ ἡ σοφία, ἡ
κατασκευάσασα τὸν κόσμον. Δόξα σοι.
Ὁ Χορός:
Ἀμήν.
ΙΕΡΕΥΣ:
Νῦν
ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ
ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς
ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Ὁ Ἀναγνώστης:
Ἅγιος
ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
(ἐκ γ΄).
Δόξα
Πατρὶ... Καὶ νῦν...
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε,
ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε,
ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε,
ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα
Πατρὶ... Καὶ νῦν...
Πάτερ
ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω
τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς
ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς
ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ
πονηροῦ. ΧΟΡΟΣ:
Ἀμήν.
ὁ ἱερεὺς:
Ὅτι
σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ
Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ:
Ἀμήν.
Μεσούσης
τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα· ὅτι
πᾶσι Σωτὴρ ἐβόησας· Ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς
ζωῆς, Χριστὲ ὁ Θεός, δόξα σοι.
(ἐκ γ´)
Ἀπόλυσις
ΙΕΡΕΥΣ:
Σοφία!
Ὁ Ἀναγνώστης:
Εὐλόγησον.
ΙΕΡΕΥΣ:
Ὁ
ὤν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τούς αἰῶνας τῶν
αἰώνων.Ἀμήν.
Ὁ Ἀναγνώστης:
Στερεώσαι,
Κύριος ὁ Θεός, τὴν ἁγίαν ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν,
σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ χώρᾳ, νήσῳ, κώμη, Μητροπόλει, Ἐνορία ταύτῃ εἰς
αἰῶνας αἰώνων. Ἀμήν.
ΙΕΡΕΥΣ:
Ὑπεραγία
Θεοτόκε σῶσον ἡμᾶς.
Ὁ Ἀναγνώστης:
Τὴν
τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν
ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ΙΕΡΕΥΣ:
Δόξα
σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Ὁ Ἀναγνώστης:
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Πάτερ Ἅγιε εὐλόγησον.
ΙΕΡΕΥΣ:
Ὁ
ἀναστὰς ἐκ νεκρῶν Χ��ιστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου
καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ·
προστασίαις τῶν τιμίων, ἐπουρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ
ἐνδόξου, προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων, ἐνδόξων καὶ
πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ
θεοφόρων πατέρων ἡμῶν· τοῦ ἁγίου
(τοῦ ναοῦ)·
τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ ἁγίου(τῆς
ἡμέρας),
οὖ καὶ τὴν μνήμην ἐπιτελοῦμεν,
καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς
ἀγαθὸς καὶ φιλάνθρωπος.
ΙΕΡΕΥΣ:
Χριστὸς
ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν
χαρισάμενος.
Ὁ Ἀναγνώστης:
Ἀληθῶς
ἀνέστη ὁ
Κύριος.
Ὁ Ἀναγνώστης:
Ἀμήν.
26 ΜΑΪΟΥ 2021 † ΤΕΤΑΡΤΗ
ΤΗΣ ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗΣ.
\ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κάρπου, ἑνὸς τῶν Ἑβδομήκοντα.
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦχος πλ. δ΄.
Θεὸς
Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α΄. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς
Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Στίχ,β΄. Πάντα
τὰ ἔθνη ἐκύκλω-σάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς
Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Στίχ, γ΄. Παρὰ
Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς
Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ΑΠΟΛΥΤΙΚΙΑ
Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος πλ. δ´.
Μεσούσης
τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα· ὅτι
πᾶσι Σωτὴρ ἐβόησας· Ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς
ζωῆς, Χριστὲ ὁ Θεός, δόξα σοι.
(ἐκ γ´)
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι
σὸν τὸ κράτος…
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὁ
πάντων ἐπιστάμενος, τῶν καρδιῶν λογισμούς, ἐν μέσῳ ἀνέκραζε τοῦ
ἱεροῦ ἑστηκώς, τοῖς ψεύσταις λέγων ἀλήθειαν· Τί ζητεῖτε πιάσαι,
ἐμὲ τὸν Ζωοδότην; Ἑορτῆς μεσαζούσης, ἐκβοῶν παῤῥησίᾳ· Μὴ τὴν κατ᾿
ὄψιν κρίσιν κρίνετε παράνομοι.
Δόξα.
Καὶ
νῦν.
Τὸ αὐτό.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ὁ
Δεσπότης τῶν ὅλων ἐν τῷ ναῷ ἑστηκώς, Ἑορτῆς μεσαζούσης,
Πεντηκοστῆς τῆς σεπτῆς, τοῖς Ἑβραίοις προσλαλῶν, διελέγχει τρανῶς,
ἐν παῤῥησίᾳ πολλῇ, ὡς Βασιλεὺς ὢν καὶ Θεός, τὴν τύραννον αὐτῶν
τόλμαν· ἡμῖν δὲ πᾶσι δωρεῖται, δι᾿ εὐσπλαγχνίαν τὸ μέγα ἔλεος.
Δόξα.
Καὶ
νῦν.
Τὸ αὐτό.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·
Ἀνάστασιν
Χριστοῦ θεασάμενοι,
προσκυνήσωμεν
ἅγιον Κύριον Ἰησοῦν,
τὸν
μόνον ἀναμάρτητον.
Τὸν
σταυρόν σου, Χριστέ, προσκυνοῦμεν
καὶ
τὴν ἁγίαν σου ἀνάστασιν
ὑμνοῦμεν
καὶ δοξάζομεν·
σὺ
γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός
σου ἄλλον οὐκ οἴδαμεν,
τὸ
ὄνομά σου ὀνομάζομεν.
Δεῦτε
πάντες οἱ πιστοὶ προσκυνήσωμεν
τὴν
τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν·
ἰδοὺ
γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ
χαρὰ
ἐν ὅλῳ τῷ κόσμῳ.
Διὰ
παντὸς εὐλογοῦντες τὸν Κύριον,
ὑμνοῦμεν
τὴν ἀνάστασιν αὐτοῦ.
Σταυρὸν
γὰρ ὑπομείνας δι᾿ ἡμᾶς,
θανάτῳ
θάνατον ὤλεσεν.
Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς
χῦμα.
Ἐλέησόν
με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον
τὸ ἀνόμημά μου.
Ἐπὶ
πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι
τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σοὶ
μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις
σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ
γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ
γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς
με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς
μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν
καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ
ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’
ἐμοῦ.
Ἀπόδος
μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω
ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥῦσαί
με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν
δικαιοσύνην σου.
Κύριε,
τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι
εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς
οὐκ ἐξουδενώσει.
Ἀγάθυνον,
Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε
εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε
ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα
Πατρὶ…
Ἦχος β΄
Ταῖς
τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ
νῦν…
Ταῖς
τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν
με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου
ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον. Ἦχος πλ. β΄
Θεὸς
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
Κύριε,
ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.(δ΄)
Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
ᾨδὴ α´. Ἦχος δ΄Ὁ εἱρμός.
Θαλάσσης
τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας
Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ
ἐρήμῳ ἐτροπώσατο.
Στίχ.
Δόξα
σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Μεγάλαι
τῆς ὑπὲρ νοῦν σου Δέσποτα, θείας σαρκώσεως, εὐεργεσίαι λάμπουσιν
ἡμῖν, δωρεαί τε καὶ χάριτες, καὶ θεϊκαὶ λαμπρότητες, ἀγαθοδότως
ἀναβρύουσαι.
Στίχ.
Δόξα
σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἐπέστης,
μαρμαρυγὰς Θεότητος, ἐξαποστέλλων Χριστέ, τῆς Ἑορτῆς ἐν μέσῳ
προφανῶς· ἑορτὴ γὰρ χαρμόσυνος, τῶν σῳζομένων πέφυκας, καὶ
σωτηρίας ἡμῖν πρόξενος.
Στίχ.
Δόξα
σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Σοφία,
δικαιοσύνη, Κύριε, καὶ ἀπολύτρωσις, παρὰ Θεοῦ σὺ γέγονας ἡμῖν,
ἀπὸ γῆς πρὸς οὐράνιον, διαβιβάζων ὕψωμα, καὶ Πνεῦμα θεῖον
χαριζόμενος.
Στίχ.Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Θεοτοκίον
Ἡ
σάρξ σου διαφθορὰν ἐν μνήματι, οὐκ εἶδε Δέσποτα· ἀλλ᾿ ὡς συνέστη
ἄνευθεν σπορᾶς, τὴν φθορὰν οὐκ ἐδέξατο, ἀκολουθίᾳ φύσεως,
ὑπερουσίως μὴ δουλεύσασα.
Ὁ Κανὼν τοῦ ἤχου πλ. δ´.
ᾨδὴ α´. Θάλασσαν ἔπηξας.
Στίχ.
Δόξα
σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἔθνη
κροτήσατε, Ἑβραῖοι θρηνήσατε· ὁ ζωοδότης γὰρ Χριστός, τὰ δεσμὰ
διέῤῥηξε τοῦ ᾍδου, καὶ νεκροὺς ἀνέστησε, καὶ νόσους ἐθεράπευσε τῷ
λόγῳ. Οὗτος ἐστὶν ὁ Θεὸς ἡμῶν, ὁ δοὺς ζωὴν τοῖς πιστεύουσιν ἐν τῷ
ὀνόματι αὐτοῦ.
Στίχ.
Δόξα
σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Θαῦμα
παρέδειξας, τὸ ὕδωρ εἰς οἶνον μετελθών, ὁ ἐν Αἰγύπτῳ ποταμούς,
μετατρέψας Δέσποτα εἰς αἷμα· καὶ νεκροὺς ἀνέστησας, σημεῖον τοῦτο
δεύτερον τελέσας. Δόξα Σωτὴρ τῇ ἀφάτῳ σου βουλῇ, δόξα τῇ κενώσει
σου, δι᾿ ἧς ἐκαίνισας ἡμᾶς.
Στίχ.
Δόξα
σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ῥεῖθρον
ἀέναον, ὑπάρχων Κύριε, ζωῆς ἀληθινῆς, σὺ εἶ ἡ ἀνάστασις ἡμῶν·
θέλων ἐκοπίασας Σωτήρ μου· καὶ ἑκὼν ἐδίψησας, τοῖς νόμοις τῆς
φύσεως ὑπείκων· καὶ εἰς Σιχὰρ ἀφικόμενος σαρκί, τὸ ὕδωρ ἐζήτησας,
τῇ Σαμαρείτιδι πιεῖν.
Στίχ.
Δόξα
σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἄρτους
εὐλογήσας, ἰχθύας ἐπλήθυνας, ὁ ἀκατάληπτος Θεός, καὶ λαοὺς
ἐχόρτασας ἀφθόνως, καὶ πηγὴν ἀέναον σοφίας, τοῖς διψῶσιν
ἐπηγγείλω. Σὺ εἶ, Σωτήρ, ὁ Θεὸς ἡμῶν, ὁ δοὺς ζωὴν τοῖς πιστεύουσιν ἐν
τῷ ὀνόματι τῷ σῷ.
Δόξα.
Τρία
συνάναρχα δοξάζω καὶ σύνθρονα, Πατέρα ἄναρχον Θεόν, καὶ Υἱὸν
συνάναρχον, καὶ Πνεῦμα συναΐδιον Υἱῷ, τὴν μίαν τρισυπόστατον
οὐσίαν· μίαν ἀρχὴν ὑπεράρχιον ὑμνῶν, ἀνάρχου Θεότητος καὶ
οὐσιότητος τιμῶ.
Καὶ
νῦν.
Θεοτοκίον.
Μόνη
ἐχώρησας τὸν Κτίστην τὸν ἴδιον, Θεογεννῆτορ ἐν γαστρί, καὶ σαρκὶ
ἐκύησας ἀφράστως, καὶ Παρθένος ἔμεινας, μηδὲν τῆς παρθενίας
λυμανθείσης· τοῦτον Ἁγνή, ὡς Υἱόν σου καὶ Θεόν, ἀπαύστως ἱκέτευε
ὑπὲρ τῆς ποίμνης σου ἀεί.
ᾨδὴ γ´. Ἦχος δ´. Ὁ εἱρμός.
Εὐφραίνεται
ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχύς Κύριε, καὶ
καταφυγὴ καὶ στερέωμα.
Στίχ.
Δόξα
σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ναμάτων
ζωοποιῶν, τῇ Ἐκκλησίᾳ τὰς πηγὰς ἤνοιξας· Εἴ τις διψᾷ, πρόθυμος, ἴτω
καὶ πινέτω, βοῶν Ἀγαθέ.
Στίχ.
Δόξα
σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἐκ
γῆς μὲν πρὸς οὐρανόν, ἀνυψωθῆναι προφανῶς ἔλεγες, ἐξ οὐρανοῦ Πνεῦμα
δέ, πέμπειν ἐπηγγείλω τὸ ἅγιον.
Στίχ.Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Θεοτοκίον
Ὁ
φύσει ζωοποιός, καὶ ἐκ Παρθένου γεννηθεὶς Κύριος, πᾶσι πιστοῖς
δεδώρηται, τὴν ἀθανασίαν ὡς εὔσπλαγχνος.
Ἄλλος. Ἦχος πλ. δ´.
Ἐστερεώθη ἡ καρδία μου.
Μὴ
τὴν κατ᾿ ὄψιν κρίσιν κρίνετε Ἰουδαῖοι, διδάσκων ἔλεγεν ὁ Δεσπότης,
ὡς ἐπέστη τῷ ἱερῷ, καθὼς γέγραπται, μεσούσης τῆς νομικῆς Ἑορτῆς.
Στίχ.
Δόξα
σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Μὴ
τὴν κατ᾿ ὄψιν κρίσιν κρίνετε Ἰουδαῖοι· Χριστὸς γὰρ ἦλθεν, ὅνπερ
ἐκάλουν οἱ Προφῆται, ἐκ Σιὼν ἐλευσόμενον, καὶ κόσμον
ἀνακαλούμενον.
Στίχ.
Δόξα
σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Εἰ
καὶ τοῖς λόγοις οὐ πιστεύετε Ἰουδαῖοι, τοῖς ἔργοις πείσθητε τοῦ
Δεσπότου· τί πλανᾶσθε ἀθετοῦντες τὸν ἅγιον, ὃν ἔγραψεν ἐν τῷ νόμῳ
Μωσῆς;
Στίχ.
Δόξα
σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Εἰ
τὸν Μεσσίαν πάντως δεῖ ἐλθεῖν Ἰουδαῖοι, Χριστὸς δὲ ἦλθε ὁ νῦν
Μεσσίας, τί πλανᾶσθε ἀθετοῦντες τὸν Δίκαιον, ὃν ἔγραψεν ἐν τῷ νόμῳ
Μωσῆς;
Δόξα.
Σὲ
προσκυνοῦμεν Πάτερ ἄναρχε τῇ οὐσίᾳ, ὑμνοῦμεν ἄναρχον τὸν Υἱόν σου,
καὶ τὸ Πνεῦμα εὐσεβῶς τὸ πανάγιον, ὡς ἕνα τὰ Τρία φύσει Θεόν.
Καὶ
νῦν.
Θεοτοκίον.
Εἷς
τῆς Τριάδος ὤν, γενόμενος σὰρξ ὡράθης, οὐ τρέψας Κύριε τὴν οὐσίαν,
οὐδὲ φλέξας τῆς Τεκούσης τὴν ἄφθορον γαστέρα, Θεὸς ὢν ὅλος καὶ πῦρ.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…
ΜΕΣῼΔΙΑ ΚΑΘΙΣΜΑΤΑ
Καθίσματα τῆς ἑορτῆς.
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Ἑστηκὼς
ἐν τῷ μέσῳ τοῦ ἱεροῦ, μεσαζούσης ἐνθέως τῆς Ἑορτῆς· Ὁ διψῶν,
ἀνέκραζες, ἐρχέσθω πρός με καὶ πινέτω· ὁ γὰρ πίνων ἐκ τούτου, τοῦ
θείου νάματος, ποταμοὺς ἐκ κοιλίας, ἐκρεύσει δογμάτων μου· ὅστις δὲ
πιστεύει, εἰς ἐμὲ τὸν σταλέντα, ἐκ θείου Γεννήτορος, μετ᾿ ἐμοῦ
δοξασθήσεται. Διὰ τοῦτο βοῶμέν σοι· Δόξα σοι, Χριστὲ ὁ Θεός, ὅτι
πλουσίως ἐξέχεας τὰ νάματα, τῆς σῆς φιλανθρωπίας τοῖς δούλοις σου.
Δόξα.
Καὶ
νῦν.
Ὅμοιον.
Τῆς
σοφίας τὸ ὕδωρ καὶ τῆς ζωῆς, ἀναβρύζων τῷ κόσμῳ, πάντας Σωτήρ, καλεῖς
τοῦ ἀρύσασθαι, σωτηρίας τὰ νάματα· τὸν γὰρ θεῖον νόμον σου,
δεχόμενος ἄνθρωπος, ἐν αὐτῷ σβεννύει, τῆς πλάνης τοὺς ἄνθρακας· ὅθεν
εἰς αἰῶνας, οὐ διψήσει, οὐ λήξει, τοῦ κόρου σου Δέσποτα, Βασιλεῦ
ἐπουράνιε. Διὰ τοῦτο δοξάζομεν, τὸ κράτος σου, Χριστὲ ὁ Θεός, τῶν
πταισμάτων ἄφεσιν αἰτούμενοι, καταπέμψαι πλουσίως τοῖς δούλοις σου.
Συναπτὴ
μικρά
καὶ
ἡ Ἐκφώνησις
Σὺ
γὰρ
εἶ
ὁ
Βασιλεύς...
Κοντάκιον.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς
Ἑορτῆς τῆς νομικῆς μεσαζούσης, ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης,
πρὸς τοὺς παρόντας ἔλεγες, Χριστὲ ὁ Θεός· Δεῦτε καὶ ἀρύσασθε, ὕδωρ
ἀθανασίας· ὅθεν σοι προσπίπτομεν, καὶ πιστῶς ἐκβοῶμεν· Τοὺς
οἰκτιρμούς σου δώρησαι ἡμῖν· σὺ γὰρ ὑπάρχεις πηγὴ τῆς ζωῆς ἡμῶν.
Ὁ Οἶκος.
Τὴν
χερσωθεῖσάν μου ψυχήν, πταισμάτων ἀνομίαις, ῥοαῖς τῶν σῶν αἱμάτων
κατάρδευσον, καὶ δεῖξον καρποφόρον ἀρεταῖς· σὺ γὰρ ἔφης πᾶσι, τοῦ
προσέρχεσθαι πρὸς σὲ Λόγε Θεοῦ πανάγιε, καὶ ὕδωρ ἀφθαρσίας
ἀρύεσθαι, ζῶν τε καὶ καθαῖρον ἁμαρτίας, τῶν ὑμνούντων τὴν ἔνδοξον
καὶ θείαν σου Ἔγερσιν, παρέχων Ἀγαθέ, τὴν ἀπὸ τοῦ ὕψους ἐνεχθεῖσαν
ἀληθῶς τοῖς Μαθηταῖς σου, Πνεύματος ἰσχύν, τοῖς σὲ Θεὸν γινώσκουσι·
σὺ γὰρ ὑπάρχεις πηγὴ τῆς ζωῆς ἡμῶν.
Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν, Ἀγάπης, Εἰρήνης καὶ
Χιονίας.
Στίχοι
Χιὼν τὸ πῦρ ἦν τῇ Χιονίᾳ τάχα,
Οὗ συμμετασχεῖν ἠγάπησεν Ἀγάπη.
Βέλος σε πέμπει πρὸς τὸν εἰρήνης τόπον,
Ἀφ' αἱμάτων σῶν ἐκμεθυσθὲν Εἰρήνη.
Χιονίην τ' Ἀγάπην ἐκκαιδεκάτῃ κατέκαυσαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φήλικος Ἐπισκόπου, Ἰανουαρίου Πρεσβυτέρου,
Φουρτουνάτου καὶ Σεπτεμίνου.
Στίχοι
Τετρὰς ἀθλητῶν συγκεκομμένων ξίφει
Νῦν συγχορεύει μυριάσιν Ἀγγέλων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Λεωνίδου, Χαρίσσης, Νίκης, Γαληνῆς,
Καλλίδος, Νουνεχίας, Βασιλίσσης καὶ Θεοδώρας.
Στίχοι
Κόλποις θαλάσσης ἐκδοθεὶς Λεωνίδης
Φθάνει κολυμβῶν Ἀβραὰμ κόλπων ἄχρι.
Θάλασσαν ἡ Χάρισσα φρίττειν οὐκ ἔχω,
Ἥτις θάλασσαν προξενεῖ μοι χαρίτων.
Βυθῷ Γαληνὴ καὶ Νίκη βεβλημέναι,
Νίκην ἐφεῦρον καὶ γαλήνην ἐκ σάλου.
Βυθὸς θαλάσσης λαμβάνει τὴν Καλλίδα,
Κάλλους ἐρῶσαν ψυχεραστοῦ Κυρίου.
Εὑροῦσα κέρδος ἐκ βυθοῦ σωτηρίαν
Τὸ νουνεχές σου δεικνύεις, Νουνεχία.
Γαστὴρ θαλάσσης λαμβάνει κόρας δύο,
Λίχνην φυγούσας, δυσσεβείας γαστέρα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Εἰρήνης.
Στίχοι
Εἰρηνικῶς ζήσασα, Μάρτυς Εἰρήνη,
Οὐκ εἰρηνικῶς, ἀλλ' ἐκ τοῦ ξίφους θνῄσκεις
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεών, Ἐπισκόπου Περσίδος,
καὶ τῶν σὺν αὐτῷ, Αὐδελλᾶ Πρεσβυτέρου, Γοθαζάτ, Φουσίκ, καὶ ἑτέρων χιλίων ἑκατὸν
πεντήκοντα.
Στίχοι
Ἐπίσκοπόν σε, Συμεών, ἐγὼ μέγαν,
Ἐκ δὲ ξίφους μέγιστον ἀθλητὴν ἔγνων.
Ἄρκτου τὸ δεινὸν Αὐδελλᾶς ἔδυ στόμα,
Βδέλλης ἀπλήστου τοῦ Σατᾶν φυγὼν στόμα.
Ἐπιτραπέντος τοῦ θύειν ἢ τεθνάναι,
Θανεῖν Γοθαζὰτ εἵλετο τμηθεὶς ξίφει.
Τὸ δέρμα Φουσὶκ ἐκδεδάρθω μου λέγει,
Χιτὼν ὑφανθεὶς τοῦ Σατανᾶ τῇ κρόκῃ.
Τέμνουσιν ἀνδρῶν τριπλοπεντηκοντάδα,
Τὴν τριπρόσωπον προσκυνοῦσαν οὐσίαν.
Πίπτουσι Περσῶν ἀμφὶ χιλίους ξίφει,
Ἰδὼν ἔφης ἂν Παῦλε, Μαρτύρων νέφος.
Ἑβδομάτῃ Συμεὼν δεκάτῃ ἀπὸ αὐχένα τμήθη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος, Ἀδριανοῦ τοῦ νέου.
Στίχοι
Ἂν οὐκ ἔγνως τὶς ἐστιν ὁ φλογὸς μέσον,
Γνώσῃ λαλοῦντος, Ἀδριανέ, καρτέρει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀγαπητοῦ, Πάπα Ῥώμης.
Στίχοι
Θνῄσκων τὶ κράζεις; Σῶτερ, ἠγάπησά σε.
Ἀλλ' ἠγαπήθης, Ἀγαπητέ, καὶ πλέον.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν 18 Απριλίου
Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, μαθητοῦ τοῦ Ἁγίου
Γρηγορίου τοῦ Δεκαπολίτου.
Στίχοι
Ἰωάννη, σκίρτησον ὡς Ἰωάννης,
Οὐ γαστρὸς ἐντός, ἀλλὰ τῆς Ἐδὲμ ἔνδον.
Ὀκτωκαιδεκάτῃ Ἰωάννης νέκυς ὤφθη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σάββα τοῦ Στρατηλάτου καὶ Γότθου.
Στίχοι
Ὕπελθε, Σάββα, φθαρτὸν ἡδέως ὕδωρ,
Ὡς ἂν πίνῃς ἄφθαρτον ἡδονῆς ὕδωρ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κοσμᾶ Ἐπισκόπου Χαλκηδόνος.
Στίχοι
Θραύσας βέλη σά, καὶ μεταστάς σου, βίε,
Ἔξω βελῶν ὑπῆρξε Κοσμᾶς, ὡς λόγος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἀθανασίας τῆς θαυματουργοῦ.
Στίχοι
Ἀθανασίας τῇ κορυφῇ προσφέρω,
Στέφανον ἀθάνατον διὰ τῶν λόγων.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν 19 Απριλίου
Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παφνουτίου.
Στίχοι
Τὸν Παφνούτιον γῆς τάφῳ κεκρυμμένον,
Ἀπεικὸς ἐστι καὶ σιγῆς κρύψαι τάφῳ.
Τῇ δ' ἐνάτῃ δεκάτῃ Παφνούτιον ἔνθεν ἄειραν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδώρου, τοῦ ἐν Πέργῃ τῆς Παμφυλίας.
Στίχοι
Κοινωνὸς ὤφθης, Θεόδωρε, τοῦ πάθους,
Τῷ καὶ παθητῷ, καὶ παθῶν ὑπερτέρῳ.
Τῇ αὐτῇ ἡμέρᾳ. ἡ Ἁγία Μάρτυς Φιλίππα, ἡ μήτηρ τοῦ Ἁγίου Θεοδώρου, ξίφει
τελειοῦται.
Στίχοι
Φιλῶ Φιλίππαν, ὡς ἀθλητοῦ μητέρα,
Φιλῶ Φιλίππαν, ὡς ἀθλοῦσαν ἐκ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Σωκράτης καὶ Διονύσιος, λόγχῃ τρωθέντες τελειοῦνται.
Στίχοι
Ἔνυξε λόγχῃ νεκρὸν Ὑψίστου πάλαι,
Νύττει δὲ καὶ νῦν Μάρτυρας ζῶντας δύο.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήιμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου, Ἐπισκόπου Πισιδίας τοῦ
Ὁμολογητοῦ.
Στίχοι
Ὁ Γεώργιος, ὡς γεώργιον μέγα,
Ἔχων ἀπῆλθεν εἶδος ἀρετῆς ἅπαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Τρύφωνος Ἀρχιεπισκόπου
Κωνσταντινουπόλεως. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῇ Ἁγιωτάτῃ Μεγάλῃ Ἐκκλησίᾳ.
Στίχοι
Θεὸν ποθήσας ὁ τρυφὴν μισῶν Τρύφων,
Θεοῦ παρέστη τῷ κατοικητηρίῳ.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν 20 Απριλίου
Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Τριχινᾶ.
Στίχοι
Θνῄσκεις, ὁ πλήξας τριχίνῃ στολῇ Πάτερ,
Τὸν ἐνδύσαντα τοὺς γενάρχας φυλλίνην.
Εἰκάδι σός, Θεόδωρε, λίπ' ὀστέα θυμὸς ἀγήνωρ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Βίκτωρος, Ζωτικοῦ, Ζήνωνος, Ἀκινδύνου,
Καισαρίου, Σεβηριανοῦ, Χριστοφόρου, Θεωνᾶ καὶ Ἀντωνίνου.
Στίχοι
Σὺν Ἀκινδύνῳ τέσσαρας κτείνει ξίφος,
Τὸν ἐκ πλάνης κίνδυνον ἐκπεφευγότας.
Καμινιαίας αἰθάλης πεπλησμένοι,
Χριστῷ προσῆλθον οἱ περὶ Χριστοφόρον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Παλαιολαυρίτου.
Στίχοι
Νέον τι κέρδος, τὸν Παλαιολαυρίτην,
Ἰωάννην, χαίρουσιν εὑρόντες νόες.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀναστασίου Ἀντιοχείας.
Στίχοι
Ἀναστάσιε, σοῦ δὲ τί γράψω χάριν,
Χριστοῦ χάριν σπεύδοντος ἐκθανεῖν ξίφει;
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ζακχαίου.
Στίχοι
Οὐχὶ κατάβα, ἀλλ' ἀνάβα σοι λέγει,
Ζακχαῖε, Χριστὸς προσκαλῶν σε εἰς πόλον.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν 21 Απριλίου
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἰανουαρίου Ἐπισκόπου,
Προκούλου, Σώσσου καὶ Φαύστου Διακόνων, Δισιδερίου Ἀναγνώστου, Εὐτυχίου καὶ
Ἀκουτίωνος.
Στίχοι
Τὸν Ἰανουάριον ἄνδρα γεννάδαν
Ἀπρίλιος μὴν εἶδεν ἐκτετμημένον.
Σὺν τῷ Προκούλῳ Σῶσσον, ἀλλὰ καὶ Φαῦστον,
Πρὸ κουλεοῦ κύψαντας ἔκτεινε ξίφος.
Δισιδέριος τὴν δέριν δοὺς τῷ ξίφει,
Τομὴν ὑπέστη, καὶ παρέστη Κυρίῳ.
Φωνῆς ἀκουτίσθητι τῆς, Ἀκουτίου,
Λέγοντος· Εὐτύχιε, συντμήθητί μοι,
Ἰανουαρίοιο κάρην τάμον εἰκάδι πρώτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀλεξάνδρας τῆς βασιλίσσης.
Στίχοι
ᾜδει μενούσης πρόξενον λαμπηδόνος,
Τὴν ἐν ζόφῳ κάθειρξιν ἡ Ἀλεξάνδρα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀπολλώ, Ἰσαακίου, καὶ Κορδάτου, λιμῷ καὶ
ξίφει τελειωθέντων.
Στίχοι
Λιμαγχόνην οἴσαντες Ἀθληταὶ δύο,
Ψυχοκτόνων φεύγουσι δαιμοναγχόνην.
Ζωμοὺς χύτρας σῆς, τοὺς ἱδρῶτας Κορδᾶτε,
Ἅλατι τμηθεὶς αἱμάτων παραρτύεις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαξιμιανοῦ, Πατριάρχου
Κωνσταντινουπόλεως.
Στίχοι
Μαξιμιανός, οὐχ ὁ παμφάγος λύκος,
Ἀλλ' ὁ τροφεὺς τέθνηκε τῆς Ἐκκλησίας.
Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀναστασίου τοῦ Σιναΐτου.
Στίχοι
Ἀναστάσιος ἐν Σινᾷ Μωσῆς νέος,
Καὶ πρὶν τελευτῆς τὸν Θεὸν βλέπειν ἔχει.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν 22 Απριλίου
Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Συκεώτου,
Ἐπισκόπου Ἀναστασιουπόλεως.
Στίχοι
Καὶ Θεοδώρῳ, καὶ νεκρῷ Θεοδώρου,
Τὸ θαυματουργεῖν δῶρον ἐκ Θεοῦ μέγα.
Εἰκάδι δευτερίῃ Συκεώτην τύμβος ἔκρυψεν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Νέαρχος πυρὶ τελειοῦται.
Στίχοι
Τοῦ πρὸς σέ, Σῶτερ, ἐμπύρου θείου πόθου,
Νέαρχος εἶπεν, οὐδὲ πῦρ με χωρίσει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ναθαναήλ, ὃς ἐστι Σίμων ὁ Ζηλωτής, ἤτοι
ἡ ἀνάμνησις τῆς πρὸς τὸν Χριστὸν αὐτοῦ γνωρίσεως.
Στίχοι
Τὸν Ναζαρηνὸν γνοὺς Ναθαναὴλ μέγαν,
Τὴν Ναζαρὲτ σίγησον ἄχρηστον λέγειν.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν 23 Απριλίου
Τῇ ΚΓ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου τοῦ
Τροπαιοφόρου.
Στίχοι
Ἐχθροὺς ὁ τέμνων Γεώργιος ἐν μάχαις,
Ἑκὼν παρ' ἐχθρῶν τέμνεται διὰ ξίφους.
Ἦρε Γεωργίου τρίτῃ εἰκάδι αὐχένα χαλκός.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐαλερίου.
Στίχοι
Θείαν κεφαλὴν ἦρεν Οὐαλερίου
Κακὴ κεφαλὴ δήμιος διὰ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνατολίου καὶ Πρωτολέοντος, Στρατηλατῶν.
Στίχοι
Δύσας Ἀνατόλιος ἐκτομῇ κάρας,
Ἑῷον εἶδε φῶς νοητὸν Κυρίου.
Ὁ χριστομάρτυς τέμνεται Πρωτολέων,
Χριστῷ πεποιθώς, ὥσπερ ἀλκαίᾳ λέων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀθανασίου τοῦ ἀπὸ Μάγων.
Στίχοι
Ἀθανάσιος φαρμακὸς τομὴν κάρας
Ψυχῆς νοσούσης εὗρε φάρμακον ξένον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γλυκερίου τοῦ γεωργοῦ.
Στίχοι
Λαιμὸν σὸν ὡς γῆν, ὡς ὕννιν δὲ τὴν σπάθην.
Γεωργὲ Γλυκέριε, προσφόρως κρίνω.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δονᾶτος καὶ Θερινὸς ξίφει τελειοῦνται.
Στίχοι
Ξίφει, Θερινέ, συνθερισθεὶς Δονάτῳ,
Ἄμφω Θεοῦ γίνεσθε δράγματα ξένα.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν 24 Απριλίου
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Ἐλισάβετ, τῆς θαυματουργοῦ.
Στίχοι
Ἐλισάβετ, λιποῦσα γῆν, Θεοῦ Λόγε,
Καλὴ καλὸν βλέπει σε νύμφη νυμφίον.
Εἰκάδι καί γε τετάρτῃ ἀπῆρε πόλονδε Ἐλισαβέτεια.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σάββα τοῦ Στρατηλάτου.
Στίχοι
Ἔπνιξε δεινὰ πνεύματα πλάνης Σάββας,
Ποταμόπνικτος Μάρτυς ὀφθεὶς Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτυρων τῶν διὰ τοῦ Ἁγίου Σάββα πιστευσάντων
ἑβδομήκοντα στρατιωτῶν, ξίφει τελειωθέντων.
Στίχοι
Κάρας ἀριθμῶν τῷ ξίφει τετμημένας,
Εὕροις πεσόντας ἄνδρας ἑπτάκις δέκα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πασικράτους καὶ Βαλεντίωνος.
Στίχοι
Ὁ Πασικράτης ἤρατο τμηθεὶς κράτος,
Βαλεντίωνος ἐκβαλὼν φόβον ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐσεβίου, Νέωνος, Λεοντίου, Λογγίνου καὶ
ἑτέρων τεσσάρων.
Στίχοι
Ἀριθμὸν ἰσάμιλλον ὀκτὼ Μαρτύρων,
Τὸν ἰσάκις τέμνουσιν ἴσον ἰσάκις.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν 25 Απριλίου
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου.
Στίχοι
Σύροντες εἰς γὴν Μᾶρκον οἱ μιαιφόνοι,
Πρὸς οὐρανοὺς πέμποντες αὐτὸν ἠγνόουν.
Εἰκάδι πέμπτῃ Μᾶρκον ἑνὶ χθονὶ ἄφρονες εἷλκον.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ σεπτοῦ Ἀποστολείου τοῦ Ἁγίου καὶ
πανευφήμου Κορυφαίου τῶν Ἀποστόλων Πέτρου, τοῦ συγκειμένου ἐν τῇ ἁγιωτάτῃ Μεγάλῃ
Ἐκκλησίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μακεδονίου, Πατριάρχου
Κωνσταντινουπόλεως.
Στίχοι
Ἐκστάς, Μακεδόνιε, τοῦ φθαρτοῦ θρόνου,
Ὑμνεῖς τὸ Θεῖον σὺν Σεραφὶμ καὶ θρόνοις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Νίκης.
Στίχοι
Νίκης βραβεῖα τῇ τετμημένῃ Νίκῃ,
Νίκης βραβεὺς δίδωσιν, ὡς νικηφόρῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ὀκτὼ Ὁσιομαρτύρων καὶ Ἀναχωρητῶν.
Στίχοι
Ὀκτὼ συνεκκόπτουσιν ἀνδρῶν αὐχένας,
Ὑπὸ ζυγὸν τὸν σὸν δαμασθέντων, Λόγε.
Ταῖς τῶν ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν 26 Απριλίου
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλέως, Ἐπισκόπου
Ἀμασείας.
Στίχοι
Τμηθείς, Βασιλεῦ, βασιλεὺς πόλου γίνῃ,
Ἐξ αἱμάτων σῶν βάμμα κόκκινον φέρων.
Εἰκάδα ἀμφ' ἕκτην Βασιλεὺς ξίφει αὐχένα κάρθη.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Γλαφύρα ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Θεὸν Γλαφύρα ψυχικῶν δι' ὀμμάτων,
Οὐ γλαφυρῶς νῦν, ἀλλὰ τηλαυγῶς βλέπει
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Ἰούστα ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Τρόπον σελήνης πλησιφαοῦς, Ἰούσταν,
Λάμψασαν ἔργοις, μνήματος κρύπτει νέφος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νέστωρ, τοὺς γονεῖς καταλιπὼν καὶ μονάσας, ἐν εἰρήνῃ
τελειοῦται.
Στίχοι
Τοὺς οὐρανοὺς ἱδρῶσι Νέστωρ ἐπρίω,
Δι' οὓς φύσιν τύραννον ἠρνήσω θέσει.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμὴν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν 27 Απριλίου
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεών, Ἐπισκόπου
Ἱεροσολύμων, συγγενοῦς τοῦ Κυρίου.
Στίχοι
Ἀδελφὰ πάσχεις, Συμεών, τῷ Κυρίῳ,
Ξύλῳ κρεμασθείς, ὡς ἀδελφὸς Κυρίου.
Ἐν ξύλῳ ἑβδόμη Συμεὼν πάγη εἰκάδι μακρῷ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Ἰωάννου, Ἡγουμένου τῆς
Μονῆς τῶν Καθαρῶν.
Στίχοι
Παθῶν καθαρθείς, ὦ Ἰωάννη Μάκαρ,
Μονῆς προέστης τῶν Καθαρῶν εἰκότως.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ποπλίωνος, μαχαίρᾳ τελειωθέντος.
Στίχοι
Σφαγεὶς Ποπλίων, αἷμα σὸν Χριστῷ χέεις,
'Ὃς ἠγοράσθης αἵματι Χριστοῦ πάλαι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐλογίου τοῦ ξενοδόχου, ἐν εἰρήνῃ τελειωθέντος.
Στίχοι
Τὸν Εὐλόγιον, τὸν ξενιστὴν τῶν ξένων,
Θεοῦ ξενιστὴς Ἀβραὰμ ξενιζέτω.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λολλίωνος τοῦ Νέου, ὃς κατὰ γῆς
συρόμενος τελειοῦται.
Στίχοι
Κονίεται τὸ σῶμα, Μάρτυς Λολλίων,
Κόνιν φύρεσθαι τὴν ἀπ' αὐτοῦ δοὺς κόνιν.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν 28 Απριλίου
Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐννέα Μαρτύρων τῶν ἐν Κυζίκῳ, Θεόγνιδος,
Ῥούφου, Ἀντιπάτρου, Θεοστίχου, Ἀρτεμᾶ, Μάγνου, Θεοδότου, Θαυμασίου καὶ
Φιλήμονος.
Στίχοι
Εἰκὼν ἀΰλων Ταγμάτων τῶν ἐννέα,
Οἱ τὰς κάρας τμηθέντες ἄνδρες ἐννέα.
Εἰκάδι ὀγδοάτῃ βιότου λυγροῦ ἐννὲ᾽ ἀπῆραν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μέμνονος τοῦ θαυματουργοῦ.
Στίχοι
Ὑπνοῖ τι μικρόν, ἁρπαγὴν τὴν ἐσχάτην,
Τὴν εἰς ἀπαντὴν τοῦ Θεοῦ, Μέμνων μένων.
Διήγησις περὶ τοῦ γενομένου θαύματος ἐν Ἀφρικῇ, ἐν τῇ πόλει Καρθαγένῃ.
Στίχοι
Ἔκστηθι λάγνε, ὧδε μοιχείας βλέπων,
Τὴν ἐκδίκησιν, καὶ μακρὰν ταύτης γίνου.
Τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν 29 Απριλίου
Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα Ἰάσονος καὶ
Σωσιπάτρου.
Στίχοι
Ζωῆς Ἰάσων λαμβάνει φθαρτῆς πέρας,
Ἀλλ' εὗρεν ἄλλην μὴ πέρας κεκτημένην.
Θανέντι δόξαν σοῦ προσώπου δεικνύεις
Σῷ Σωσιπάτρῳ, τοῦ Θεοῦ Λόγου, Πάτερ.
Εἰκάδι ἀμφ' ἐνάτῃ Ἰάσων ἀπεβήσατο γαίης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων λῃστῶν, οἱ διὰ τοῦ Ἀποστόλου
Ἰάσονος πιστεύσαντες τῷ Χριστῷ ἐν λέβητι πίσσης κοχλαζούσης βληθέντες
τελειοῦνται.
Στίχοι
Λῃσταί, μαθόντες τὴν Ἐδὲμ λῃστοῦ λάχος,
Πίσσῃ λαχεῖν ἔσπευσαν αὐτὴν ἐμφλόγῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Κερκύρας, θυγατρὸς Κερκυλλίνου τοῦ Βασιλέως, ἥτις
βέλεσι κατατρωθεῖσα τελειοῦται.
Στίχοι
Βελῶν Βασιλὶς ταῖς βολαῖς ἐστιγμένη,
Ἐκ στιγμάτων ἔλαμψεν, ὡς ἐκ μαργάρων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζήνωνος καὶ Βιταλίου, πυρὶ τελειωθέντων.
Στίχοι
Μὴ δειλιάσῃς, Βιτάλιε, πρὸς φλόγα,
Ἡγήσομαι γάρ, καὶ προεισέλθω Ζήνων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐσέβιος πυρὶ τελειοῦται.
Στίχοι
Ἐκ σοῦ τὸ πῦρ ὁποῖον ἐκσμήξει ῥύπον,
Ὄβρυζον, Εὐσέβιε, Χριστοῦ χρυσίον.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν 30 Απριλίου
Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Ἰακώβου, ἀδελφοῦ τοῦ
Ἁγίου Ἰωάννου τοῦ Θεολόγου.
Στίχοι
Ὡς ἀμνὸς Ἰάκωβος ἀχθεὶς ἐσφάγη,
Τῆς εὐσεβείας μηρυκίζων τοὺς λόγους.
Κτεῖνε, μάχαιρα φόνου, Ἰάκωβον ἑνὶ τριακοστῇ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κλήμεντος τοῦ Ποιητοῦ.
Στίχοι
Τέρψας ὁ Κλήμης γηγενεῖς ᾠδαῖς κάτω,
Ἀπῆλθε τέρψων, ὥσπερ οἶμαι, καὶ νόας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαξίμου.
Στίχοι
Μάξιμος εὑρὼν τὴν ξὶ συλλαβὴν μέσην,
Τὸ γαστρὸς ἡμῖν μηνύει μέσον ξίφος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλέως,
Ἐπισκόπου Ἀμασείας.
Στίχοι
Χρὴ μηδὲ νεκρὸν λανθάνειν Βασιλέα,
Βασιλέως θνήξαντα τοῦ ζῶντος χάριν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Δονάτου, Ἐπισκόπου Εὐροίας.
Στίχοι
Τὶς μὴ Δονᾶτον δοξάσει ἐν τοῖς λόγοις,
Ὃν περ τὰ ἔργα πανταχοῦ ἐδόξασαν.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἱερεμίου.
Στίχοι
Ψυχαὶ λιθώδεις καὶ ξέναι θείου φόβου,
Λίθοις ἀνεῖλον θεῖον Ἱερεμίαν.
Πρώτῃ- ἐν Μαΐοιο λίθοις κτάνον Ἱερεμίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Ἱερομάρτυρος Βατᾶ τοῦ Πέρσου.
Στίχοι
Καὶ τῷ Βατᾷ, τμηθέντι τὴν κάραν ξίφει,
Βατὰ πρεπόντως οὐρανοῦ τὰ χωρία.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς
ἡμῶν Ἀθανασίου, Πατριάρχου Ἀλεξανδρείας.
Στίχοι
Ἀθανάσιε, ποῦ κομίζῃ; μὴ πάλιν
Καὶ νεκρὸν ἐξόριστον ἐκπέμπουσί σε;
Δευτερίῃ νέκυς Ἀθανασίου ἐξέδυ τύμβου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων, Ἑσπέρου καὶ Ζωῆς τῆς
συμβίου αὐτοῦ καὶ τῶν τέκνων αὐτῶν, Κυριακοῦ καὶ Θεοδούλου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγ. Μαρτύρων Τιμοθέου καὶ Μαύρας.
Στίχοι
Ἥπλωσε Χριστὸς χεῖρας ἐν Σταυρῷ πάλαι,
Ἥπλωσε καὶ νῦν Μαύρα σὺν Τιμοθέῳ.
Σταυρῷ Τιμόθεος τριτάτῃ τανύθη ἅμα Μαύρᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων, Διοδώρου καὶ Ῥοδοπιανοῦ
διακόνου.
Στίχοι
Ῥοδοπιανῷ καὶ Διοδώρῳ ῥόδα,
Ἤ δῶρα μᾶλλον ἦσαν οἱ πλῆκται λίθοι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Πέτρου τοῦ σημειοφόρου
(θαυματουργοῦ), Ἐπισκόπου Ἄργους.
Οἱ ἅγιοι εἴκοσιν ἑπτὰ μάρτυρες πυρὶ τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Πελαγίας.
Στίχοι
Βοὸς τὸ χαλκούργημα πῦρ φανὲν φλέγον,
Βληθεῖσαν ἔνδον τὴν Πελαγίαν φλέγει.
Ἀμφὶ τετάρτῃ Πελαγίη καύθη βοῒ χαλκῷ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίου τοῦ θαυματουργοῦ.
Στίχοι
Ἔγνων τὸν Ἱλάριον ἱλαρὸν φύσει,
'Ὃς θαυματουργεῖ ἐν τάφῳ τεθειμένος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Εἰρήνης.
Στίχοι
Ξίφει θανοῦσα καὶ βιώσασα ξένως,
Εἰρηνικῶς τέθνηκας αὖθις, Εἰρήνη.
Εἰρήνη τμηθεῖσα ἀνέγρετο καὶ θάνε πέμπτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων Νεοφύτου, Γαΐου καὶ
Γαϊανοῦ.
Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ σεπτῷ καὶ σεβασμίῳ ναῷ τῶν Ἁγίων ἐνδόξων καὶ
θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῷ ὄντι ἐν τοῖς Δαρείου.
Τῇ αὐτῇ ἡμέρᾳ, Ἀνάμνησις τῶν ἐγκαινίων τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τοῖς
Κύρου.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ δικαίου καὶ πολυάθλου Προφήτου Ἰώβ.
Στίχοι
Εἰ καὶ θανών, ἄληστος ἀνδρείας πέτρα,
Καὶ πῶς Ἰὼβ κρύψει σε τῇ λήθης πέτρᾳ;
Ἕκτῃ Ἰὼβ πολύτλαν θανάτου τέλος ἀμφεκάλυψε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Σεραφείμ, ἐν τῷ ὄρει τοῦ
Δομποῦ ἀσκήσαντος.
Στίχοι
Λιπὼν Σεραφεὶμ τὸν κάτω καὶ τοῖς ἄνω,
Φλογοφόροις σύνεστι Σεραφεὶμ χῶρον.
Ἤλατ' ἄημα ἔνθεν Σεραφεὶμ οὐρανίων ἐς πόλον.
Τῇ αὐτῇ ἡμέρᾳ οἱ ὅσιοι Μάμας, Παχώμιος καὶ Ἰαρίων ἐν εἰρήνῃ τελειοῦνται.
Ὁ ἅγιος μάρτυς Δημητρίων τοξευόμενος τελειοῦται.
Οἱ ἅγιοι μάρτυρες Δάναξ, Μέσιρος καὶ Θερινὸς ξίφει τελειοῦνται.
Ὁ ἅγιος μάρτυς Δονᾶτος τοξευόμενος τελειοῦται.
Ὁ ἅγιος μάρτυς Βάρβαρος ξίφει τελειοῦται.
Τελεῖται δὲ τῶν εἰρημένων ἁγίων ἡ σύναξις ἐν τῷ Μαρτυρείῳ αὐτῶν τῷ ὄντι ἐν τῷ
Δευτέρῳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, τὴν ἀνάμνησιν ἑορτάζομεν τοῦ ἐν οὐρανῷ φανέντος σημείου
τοῦ Τιμίου Σταυροῦ, ἐπὶ Κωνσταντίου Βασιλέως, υἱοῦ τοῦ Μεγάλου Κωνσταντίνου, καὶ
Κυρίλλου Ἀρχιεπισκόπου Ἱεροσολύμων.
Στίχοι
Σταυροῦ παγέντος, ἡγιάσθη γῆ πάλαι.
Καὶ νῦν φανέντος, ἡγιάσθη καὶ πόλος.
Ἑβδομάτῃ Σταυροῖο τύπος πόλῳ ἀμφετανύθη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀκακίου.
Στίχοι
Εἴπερ τις ἄλλος, ἐν χορῷ τῶν Μαρτύρων,
Κάλλιστος Ἀκάκιος ἐκτμηθεὶς ξίφει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Κοδράτου καὶ τῶν σὺν αὐτῷ.
Στίχοι
Ζωμοὺς χύτρας σὴς τοὺς ἱδρῶτας, Κοδρᾶτε,
Ἅλατι τμηθεὶς αἱμάτων παραρτύεις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Ἰωάννου τοῦ Ψυχαΐτου.
Στίχοι
Ψυχῆς μόνης σὺ τὴν σχέσιν φέρων Πάτερ,
Ψυχαΐτης κέκλησαι ἐνδίκως μάκαρ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Μαξίμου.
Στίχοι
Λίθοις ἐπιβὰς Μάξιμος μεγαλόνους,
Ἀνῆλθε χαίρων οὐρανοῦ εἰς τὸ πλάτος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ,
ἐπιστηθίου, φίλου, ἠγαπημένου καὶ παρθένου, Ἰωάννου τοῦ Θεολόγου, ἤτοι, ἡ
σύναξις τῆς Ἁγίας κόνεως, τῆς ἐκπεμπομένης ἐκ τοῦ τάφου αὐτοῦ, ἤγουν τοῦ μάννα.
Στίχοι
Οὐ βρῶσιν, ἀλλὰ ῥῶσιν ἀνθρώποις νέμει
Τὸ τοῦ τάφου σου μάννα, μύστα Κυρίου.
Ὀγδοάτῃ τελέουσι ῥοδισμὸν βροντογόνοιο.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρσενίου τοῦ Μεγάλου.
Στίχοι
Λαθεῖν βιώσας Ἀρσένιος ἠγάπα,
Ὃς οὐδὲ πάντως ἐκβιώσας λανθάνει.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἡσαΐου.
Στίχοι
Ὃς ἄσπορον προεῖδεν υἱομητρίαν,
Πρισθεὶς ἄναρχον εἶδεν υἱοπατρίαν.
Ἡσαΐας δ' ὁρόων μέλλοντ' ἐνάτῃ χερὶ πρίσθη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Χριστοφόρου.
Στίχοι
Τὸν Χριστοφόρον οἶδά σε Χριστοφόρος,
Χριστῷ τυθέντα τῷ Θεῷ διὰ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἐπιμάχου καὶ Γορδιανοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, αἱ ἅγιαι μάρτυρες Καλλινίκη καὶ Ἀκυλῖνα, αἱ διὰ τοῦ ἁγίου
Χριστοφόρου πιστεύσασαι τῷ Χριστῷ, σούβλαις ἀπὸ ποδῶν ἕως ὤμων διαπαρεῖσαι
τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Σίμωνος τοῦ Ζηλωτοῦ.
Στίχοι
Ἔοικε Χριστὲ τοῦτό σοι Σίμων λέγειν.
Ζηλῶν πάθος σόν, καρτερῶ Σταυροῦ πάθος.
Ἐν ξύλῳ ἀμφετάθη Σίμων δεκάτῃ μεγάθυμος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἀλφειοῦ, Φιλαδέλφου, καὶ Κυπρίνου.
Στίχοι
Ὁ Φιλάδελφος φιλαδέλφως τῷ ξίφει,
Σὺν τοῖς ἀδελφοῖς θεῖον εὕρατο στέφος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἡσυχίου τοῦ Ὁμολογητοῦ.
Στίχοι
Τὸν βίον Ἡσύχιος ἄγων ἡσύχως,
Ἐν ἡσυχίᾳ πρὸς Θεὸν διαβαίνει.
Ὁ ὅσιος πατὴρ ἡμῶν Λαυρέντιος ἐν εἰρήνῃ τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, τὴν ἀνάμνησιν πνευματικῶς ἐπιτελοῦμεν τοῦ Γενεθλίου,
ἤτοι τῶν Ἐγκαινίων ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος τῶν πόλεων, τῆς κατ'
ἐξαίρετον ἀνακειμένης τῇ Δεσποίνῃ ἡμῶν, καὶ Ἁγίᾳ Θεοτόκῳ, καὶ ὑπ' αὐτῆς διὰ
παντὸς σῳζομένης.
Στίχοι
Γενεθλίων σῶν δεῖ με τιμᾶν ἡμέραν,
Ἐν σοὶ Πόλις τυχόντα τῶν γενεθλίων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μωκίου.
Στίχοι
Μωκώμενόν σε δεισιδαίμονα πλάνην,
Οἱ δυσσεβεῖς κτείνουσι Μώκιε ξίφει.
Μώκιος ἑνδεκάτῃ κεφαλὴν τμήθη ἀγαθόφρων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Διοσκορίδου ἢ Διοσκόρου.
Στίχοι
Παρ' ἡμέραν ζῆν μῦθος ἦν Διοσκόρους,
Διόσκορος δὲ ζῆν ἀεὶ τμηθεὶς ἔχει.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν 12 Μαϊου
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου, Ἐπισκόπου
Κωνσταντίας τῆς Κύπρου.
Στίχοι
Φανεὶς Ἐπιφάνιος ἐν Κύπρῳ μέγας,
Κλέος παρ᾽ αὐτῇ καὶ θανὼν ἔχει μέγα.
Τῇ δυσκαιδεκάτῃ Ἐπιφάνιον μόρος εἷλε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γερμανοῦ, Ἀρχιεπισκόπου
Κωνσταντινουπόλεως.
Στίχοι
Χαίρων ἀφεὶς γῆν Γερμανὸς καὶ γῆς θρόνον,
Γῆς Δημιουργοῦ τὸν θρόνον χαίρει βλέπων.
Ταῖς αὐτῶν ἁγίαις, πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Γλυκερίας.
Στίχοι
Θηρὸς τὸ πικρὸν δῆγμα τῇ Γλυκερίᾳ
Ὑπὲρ γλυκάζον ὡς ἀληθῶς ἦν μέλι.
Ἐν τριτάτῃ δεκάτῃ δάκε καὶ κτάνε θὴρ Γλυκερίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σεργίου τοῦ Ὁμολογητοῦ.
Στίχοι
Ὁ Σέργιός μοι πῶς τελευτᾷς τὸν βίον,
Κοινῷ τέλει τέθνηκα, καὶ ζῶν εἰμὶ σοι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παυσικάκου, Ἐπισκόπου Συννάδων.
Στίχοι
Ὁ Παυσικάκου προστρέχων τῷ λειψάνῳ,
Παθῶν κακούντων παῦσιν εὑρίσκει ξένην.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Λαοδίκιος ὁ δεσμοφύλαξ, ξίφει τελειοῦται.
Ὁ ἅγιος Ἱερομάρτυς Ἀλέξανδρος, ἐπίσκοπος Τιβεριανῶν, ξίφει τελειοῦται.
Ὁ ὅσιος Εὐθύμιος ὁ νέος, ὁ κτίτωρ τῆς ἐν ᾍθῳ μονῆς τῶν Ἰβήρων καὶ Ἰωάννης ὁ
Ἴβηρ, ὁ πατὴρ τοῦ ῥηθέντος Εὐθυμίου, καὶ Γεώργιος ὁ συγγενὴς αὐτῶν, ἐν εἰρήνῃ
τελειοῦνται.
Ὁ ὅσιος Γαβριὴλ ὁ Ἴβηρ, ὁ θείας φωνῆς ἀκηκοώς, καὶ ἐξαγαγὼν τῆς θαλάσσης τὴν
θαυματουργὸν εἰκόνα τῆς Πορταϊτίσσης, ἐν εἰρήνῃ τελειοῦται.
Οἱ μοναχοὶ ὁσιομάρτυρες ἰβηρῖται, οἱ τοὺς λατινόφρονας ἐλέγξαντες, τὸν βασιλέα,
φημί, Μιχαήλ, καὶ τὸν πατριάρχην Βέκκον, ἐν τῇ θαλάσσῃ βληθέντες τελειοῦνται.
Στίχοι
Ὑπὲρ πατρῴων ἐπνίγητε δογμάτων
Καὶ πρὸς γαληνοὺς ὡρμίσασθε λιμένας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰσιδώρου.
Στίχοι
Ἔσαινεν Ἰσίδωρον ἐλπὶς τοῦ στέφους,
Καὶ πρὸς τομὴν ἤπειγεν, ἐξ ἧς τὸ στέφος.
Ἐν δ' Ἰσίδωρον ἄορ δεκάτῃ τάμεν ἠδὲ τετάρτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεράποντος.
Στίχοι
Ὤφθης Θεράπων, οἷα θύτης τοῦ Λόγου,
Ὤφθης Θεράπων, καὶ δι' αἵματος Πάτερ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀλεξάνδρου τοῦ ἐν Κεντουκέλλαις.
Μνήμη τῶν ἁγίων μαρτύρων Ἀλεξάνδρου, Βαρβάρου καὶ Ἀκολούθου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παχωμίου τοῦ Μεγάλου.
Στίχοι
Ὁ Παχώμιος, λεπτύνων σαρκὸς πάχος,
Ψυχῇ συνῆγε πρὶν μεταστῆναι στέαρ
Πέμπτῃ καὶ δεκάτῃ Παχώμιον ἔνθεν ἄειραν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀχιλλίου Μητροπολίτου Λαρίσσης.
Στίχοι
Λαλεῖ Λάρισσα σὰς ἀριστείας ξένας,
Μνήμην ἔχουσα καὶ θανόντος σου Πάτερ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ, Ὁσίου Πατρὸς ἡμῶν Βαρβάρου τοῦ μυροβλύτου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Ἡγιασμένου.
Στίχοι
Δῶρόν σε θεῖον Θεόδωρε δεικνύει
Ἐν Ἁγίοις Ἅγιος ἡγιασμένε.
Τῇ δέγε ἑνδεκάτῃ Θεόδωρος ἀφίπτατο γαίης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀλεξάνδρου, ἀρχιεπισκόπου
Ἱεροσολύμων.
Μνήμη τῶν ἁγίων μαρτύρων Αὐδᾶ, Αὐδιησοῦ, ἐπισκόπου, καὶ τῶν σὺν αὐτοῖς τριάκοντα
ὀκτώ, πρεσβυτέρων δέκα ἕξ, Διακόνων ἐννέα, μοναχῶν ἕξ, καὶ παρθένων ἑπτά.
Οἱ ἅγιοι μάρτυρες Ἰσαάκιος, Συμεὼν καὶ Δαχθισόης πυρὶ τελειοῦνται.
Οἱ ἅγιοι Ἀββάδες, οἱ ἐν τῇ μονῇ τοῦ ἁγίου Σάββα, ὑπὸ τῶν Βλεμμυῶν ξίφει
τελειοῦνται.
Ὁ ἅγιος μάρτυς Παπηλῖνος ξίφει τελειοῦται.
Ὁ ἅγιος μάρτυς Πέτρος, ὁ ἐν Βλαχέρναις, βουνεύροις τυφθείς, τελειοῦται.
Ὁ ἅγιος Νικόλαος, πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.
Μνήμη τῆς ἁγίας Εὐφημίας πλησίον τοῦ νεωρίου λιμένος εἰς τὴν ἁγίαν Δύναμιν.
Ταῖς αὐτων ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀνδρονίκου καὶ Ἰουνίας.
Στίχοι
Ἔθνη διδάξας Ἀνδρόνικος μυρία,
Πρὸς Χριστὸν ἦλθεν, ὃς καλεῖ πρὸς φῶς ἔθνη.
Ἰουνία τέθνηκε μηνὶ Μαΐῳ,
'Ὃς πρῶτός ἐστιν εἰσιὼν Ἰουνίου,
Ἑβδομάτῃ δεκάτῃ θάν' Ἰουνίη Ἀνδρόνικός τε.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ νέου, Ἐπισκόπου
Χριστιανουπόλεως, τοῦ θαυματουργοῦ.