ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ

 

1843: Η ακολουθία της Σαμαρείτιδος ψάλλεται τη Πέμπτη, τη Παρασκευή και τω Σαββάτω, ΌΤΕ ΚΑΙ ΑΠΟΔΊΔΕΤΑΙ Η ΕΟΡΤΉ. δΙΆ ΤΗΝ ΤΆΞΙΝ ΤΩΝ ΑΚΟΛΟΥΘΙΏΝ ΤΩΝ ΗΜΕΡΏΝ ΤΟΎΤΩΝ ΒΛ. ΤΗΝ ΔΙΆΤΑΞΙΝ ΤΗς εβδομάδος του Θωμά 1814, 1815, 1816 και 1818, 1819 . Απολυτίκιον Το φαιδρόν της αναστάσεως και θεοτοκίον Το απ'αιώνος απόκρυφον. Εάν δε έχη ο Άγιος απολυτίκιον, μετά το αναστάσιμον το του αγίου και θεοτοκίον ομόηχον αναστάσιμον ( 1356 ). Εν τη Λειτουργία κοντάκιον του Πάσχα. Απόστολος, Ευαγγέλιον και κοινωνικόν της ημέρας. Εις το Εξαιρέτως το Αξιόν εστιν. Μετά την θ. κοινωνίαν Χριστός ανέστη.

 

1844:  Ιδιόμελα καί καθίσματα της εορτής της Σαμαρείτιδος.

α΄.  Ιδιόμελα.

    Ἦχος α'

Ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν θαυµάτων, ἐν τῇ ἕκτῃ ὥρᾳ τῆς Εὔας ζωγρῆσαι καρπόν· ἡ γὰρ Εὔα ἐν ταύτῃ ἐξελήλυθεν ἐκ τοῦ Παραδείσου, ἀπάτῃ τοῦ ὄφεως· Ἤγγικεν οὖν ἡ Σαµαρεῖτις ἀντλῆσαι ὕδωρ, ἣν ἰδὼν ἔφη ὁ Σωτήρ· ∆ός µοι ὕδωρ πιεῖν κἀγὼ ὕδατος ἁλλοµένου ἐµπλήσω σε, καὶ εἰς τὴν πόλιν δραµοῦσα ἡ σώφρων, τοῖς ὄχλοις ἀνήγγειλεν εὐθύς· ∆εῦτε, ἴδετε Χριστὸν τὸν Κύριον, τὸν Σωτῆρα τῶν ψυχῶν ἡµῶν.

Ἦχος β'

Ἐπὶ τὸ φρέαρ ὡς ἦλθεν ὁ Κύριος, ἡ Σαµαρεῖτις ἠρώτα τὸν εὔσπλαγχνον· Παράσχου µοι τὸ ὕδωρ τῆς πίστεως, καὶ λήψοµαι τῆς κολυµβήθρας τὰ νάµατα, ἀγαλλίασιν καὶ λύτρωσιν, Ζωοδότα Κύριε, δόξα σοι.

Ἦχος β'

 Ὁ συνάναρχος καὶ συναΐδιος Υἱὸς καὶ Λόγος τοῦ Πατρός, ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν ἰαµάτων, καὶ γυνὴ ἐκ τῆς Σαµαρείας ἀντλῆσαι ὕδωρ παραγέγονεν, ἥν ἰδὼν ἔφη ὁ Σωτήρ· ∆ός µοι ὕδωρ πιεῖν, καὶ ἀπελθοῦσα φώνησόν σου τὸν ἄνδρα. Ἡ δέ, ὡς ἀνθρώπῳ διαλεγοµένη, καὶ οὐ Θεῷ, λαθεῖν σπουδάζουσα ἔλεγεν· οὐκ ἔχω ἄνδρα. Καὶ ὁ ∆ιδάσκαλος πρὸς αὐτήν· Ἀληθῶς εἶπας· Οὐκ ἔχω ἄνδρα· πέντε γὰρ ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ. Ἡ δέ, ἐπὶ τῷ ῥήµατι ἐκπλαγεῖσα, καὶ εἰς τὴν πόλιν δραµοῦσα, τοῖς ὄχλοις ἐπεβόα λέγουσα· ∆εῦτε ἴδετε Χριστόν, ὃς δωρεῖται τῷ κόσµῳ τὸ µέγα ἔλεος.

Ἦχος γ'

Ἀγαλλιάσθω σήµερον φαιδρῶς, ὁ οὐρανὸς καὶ ἡ γῆ, ὅτι Χριστὸς πεφανέρωται, σαρκούµενος ὡς ἄνθρωπος, ἵνα τὸν Ἀδὰµ ἐξάρῃ ἐκ κατάρας παγγενῆ, καὶ θαυµαστοῦται θαύµασιν, ἐν Σαµαρείᾳ προσαφικόµενος, γυναικὶ δὲ παρέστη, ὕδωρ ζητῶν, ὁ νεφέλης ὕδασι περιβαλλόµενος· διὸ πάντες οἱ πιστοὶ προσκυνήσωµεν, τὸν δι' ἡµᾶς ἑκουσίως πτωχεύσαντα, εὐσπλάγχνῳ βουλῇ

Ἦχος δ' Ὁ ἐξ ὑψίστου κληθεὶς 

Παρὰ τὸ φρέαρ Χριστὸς τὴν Σαµαρεῖτιν, εὑρὼν ἐξῃτήσατο, ὕδωρ πιεῖν ἐξ αὐτῆς, διψῶν τὴν ταύτης διόρθωσιν, καὶ σωτηρίαν, ὃ καὶ ἐγνώσθη ἔργοις πληρούµενον· ταύτην γὰρ ἀνέλκουσαν πόµα τοῦ ὕδατος, αὐτὸς ἀνέλκει, καὶ πόµατος, πληροῖ τοῦ ζῶντος, τοῖς συµπολίταις διαγορεύουσαν, ἰδοὺ ὁ πάλαι, ἐν τῷ νόµῳ ῥηθεὶς Μεσσίας Χριστός, ἐπεφάνη ὡς ἄνθρωπος, ἐννοιῶν κεκρυµµένων, ἐκκαλύπτων τὰ ἀπόρρητα.

Ἦχος πλ. β'

Τάδε λέγει Κύριος τῇ Σαµαρείτιδι· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι· ∆ός µοι ὕδωρ πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκέ σοι πιεῖν, ἵνα µῄ διψήσῃς εἰς τὸν αἰῶνα, λέγει Κύριος.

Ἦχος πλ. β'

Ἡ πηγὴ τῆς ζωαρχίας, Ἰησοῦς ὁ Σωτὴρ ἡµῶν, ἐπὶ τὴν πηγὴν ἐπιστὰς τοῦ Πατριάρχου Ἰακώβ, πιεῖν ἐζήτει ὕδωρ παρὰ γυναικὸς Σαµαρείτιδος. Τῆς δὲ τὸ ἀκοινώνητον τῶν Ἰουδαίων προσειπούσης, ὁ σοφὸς δηµιουργὸς µετοχετεύει αὐτήν, ταῖς γλυκείαις προσρήσεσι, µᾶλλον πρὸς αἴτησιν τοῦ ἀϊδίου ὕδατος, ὃ καὶ λαβοῦσα, τοῖς πάσιν ἐκήρυξεν εἰποῦσα· ∆εῦτε, ἴδετε τῶν κρυπτῶν γνώστην καὶ Θεόν, παραγενόµενον σαρκί, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον.

Ἦχος πλ. δ'

Ὡς ὤφθης ἐν σαρκί, Χριστὲ ὁ Θεὸς δι' ἄφατον οἰκονοµίαν ἀκούσασα ἡ Σαµαρεῖτις, τοῦ λόγου σου τοῦ φιλανθρώπου, κατέλιπε τὸ ἄντληµα ἐπὶ τὸ φρέαρ, καὶ ἔδραµε λέγουσα τοῖς ἐν τῇ πόλει· ∆εῦτε, ἴδετε καρδιογνώστην, µήτι οὗτος ὑπάρχει ὁ προσδοκώµενος Χριστός, ὁ ἔχων τὸ µέγα ἔλεος

β΄. Καθίσματα.

 Ἦχος δ' Ταχὺ προκατάλαβε

Ἐκ φρέατος νάµατα, τοῦ γεηροῦ καὶ φθαρτοῦ, ἐλθοῦσα ὡς σύνηθες, ἡ Σαµαρεῖτις ἀντλεῖν, τὸ ζῶν ὕδωρ ἤντλησεν, οὕτως ἐφευρηκυῖα, τὴν πηγὴν καθηµένην, ἔνθα πηγὴ καὶ φρέαρ, Ἰακὼβ διωρύχθη, κόσµου τοὺς φλογοτρόφους, δροσίζουσαν καύσωνας.

Ἦχος δ’  Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

γαλλιάσθω οὐρανός, χορευέτω τὰ ἐπὶ γῆς, ὅτι Χριστὸς ἐκ Παρθένου, ἐπιφανεὶς ὡς ἄνθρωπος ἐῤῥύσατο φθορᾶς, ἃπαν τὸ ἀνθρώπινον, τῷ ἰδίῳ θανάτῳ, θαύμασιν ἐκλάμψας δέ, γυναικὶ Σαμαρείτιδι ὕδωρ αἰτῶν παρέχει τὴν πηγήν, τῶν ἰαμάτων, ὡς μόνος ἀθάνατος.

Ἦχος πλ. β'

Ὡς τῇ πιστῇ Σαμαρείτιδι Κύριε, τῆς Θεότητος τῆς σῆς τὴν πηγὴν ἠνέῳξας, καὶ ἔβλυσας θεογνωσίαν ἐπ' αὐτήν, ἀρδεύων πόμα θεόληπτον, καὶ νῦν πᾶσιν ἡμῖν κατάπεμψον, πταισμάτων ἱλασμὸν ὑπεράγαθε.

 

Τέλος του 1844.