από 8 Μαρτίου ( 7 Μαρτ.Απογευμα) έως 24 Απριλίου ( 23 Απρ.Απόγευμα)

 

ΕΝ ΤΩ ΣΤ΄ ΚΑΤΑΝΥΚΤΙΚΟ ΕΣΠΕΡΙΝΩ

ΜΑΡΙΑΣ ΤΗΣ ΑΙΓΥΠΤΙΑΣ το βράδυ

Μετὰ τὴν ἀπόλυσιν τῆς Θ Ὥρας, ὁ Ἱερεὺς ἐκφωνεῖ·

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς ργ’ (103)

Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς. Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. Ἄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν

Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δόξα Πατρὶ... Καὶ νῦν...

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').

 ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

ΔΙΑΚΟΝΟΣ

ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

πέρ τῆς ἄνωθεν εἰρήνης...

πέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου...

πέρ τοῦ ἁγίου οἴκου τούτου...

πέρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)...

πέρ τῆς πόλεως ταύτης...

πὲρ εὐκρασίας ἀέρων...

πὲρ πλεόντων, ὁδοιπορούντων...

πέρ τοῦ ῥυσθῆναι ἡμᾶς...

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης...

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

τι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις...

ΧΟΡΟΣ: μήν.

Εἶτα ὁ χορός ψάλλει τὸ  Κύριε ἐκέκραξα τοῦ τυχόντος ήχου ἢ τά τῆς ἑορτῆς.

 

Ψαλμὸς ρμ’ (140)

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

τι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

κούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

τι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

κχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

ν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

ν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.

πώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

κέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

ῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

 

 

ΚΑΤ’ ΗΧΟΝ ΨΑΛΛΟΜΕΝΑ ΚΑΘ’ ΟΛΗΝ ΤΗΝ ΑΓΙΑΝ ΚΑΙ ΜΕΓΑΛΗΝ ΤΕΣΣΑΡΑΚΟΣΤΗΝ

ΗΧΟΣ Α'

ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ

Εἰς τὸ Κύριε ἐκέκραξα ψάλλομεν τὰ ἑπόμενα Στιχηρὰ Κατανυκτικά, μετὰ τῶν τοῦ Τριῳδίου καὶ τοῦ Μηναίου.

Στιχηρὰ Κατανυκτικὰ

Ἦχος α’

 

ξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

τι τὸ πέλαγος πολύ, τῶν παραπτωμάτων μου Σωτήρ, καὶ δεινῶς βεβύθισμαι ταῖς πλημμελείαις μου, δός μοι χεῖρα, σῶσόν με, ὡς τῷ Πέτρῳ, ὁ Θεός, καὶ ἐλέησόν με.


μὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

τι ἐννοίαις πονηραῖς, καὶ ἔργοις καταδεδίκασμαι Σωτήρ, λογισμόν μοι δώρησαι, ἐπιστροφῆς ὁ Θεός, ἵνα κράζω· Σῶσόν με Εὐεργέτα ἀγαθέ, καὶ ἐλέησόν με.


κ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

λλος σε κόσμος ψυχὴ ἀναμένει, καὶ Κριτής, τὰ σὰ μέλλων δημοσιεύειν κρυπτὰ καὶ δεινά· μὴ οὖν ἐμμείνῃς τοῖς  ὧδε, ἀλλὰ πρόφθασον βοῶσα τῷ Κριτῇ, ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.


Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Μὴ ἀποδοκιμάσῃς με Σωτήρ μου, τῇ   ῥαθυμίᾳ τῆς ἁμαρτίας συνεχόμενον, διέγειρόν μου τὸν λογισμὸν πρὸς μετάνοιαν, καὶ τοῦ σοῦ ἀμπελῶνος, ἐργάτην δόκιμον ἀνάδειξόν με, δωρούμενός μοι τῆς ἑνδεκάτης, ὥρας τὸν μισθόν, καὶ τὸ μέγα ἔλεος.

Στιχηρὰ Προσόμοια  Τοῦ Ἰωσὴφ

Ἦχος α’  Πανεύφημοι Μάρτυρες.

 

 

ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.

 

Πτωχεύσας ὁ πλούσιος Χριστέ, τοὺς βροτοὺς ἐπλούτισας, ἀθανασίαν καὶ ἔλλαμψιν· διὸ πτωχεύσαντα, ἡδοναῖς τοῦ βίου, ἀρεταῖς με πλούτισον, καὶ πένητι Λαζάρῳ με σύνταξον, τῆς τοῦ Πλουσίου με, τιμωρίας ἐξαιρούμενος, καὶ γεέννης, τῆς ἀποκειμένης μοι.

 

νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Κακίαν ἐπλούτησα δεινῶς, καὶ τρυφὴν ἠγάπησα, καὶ τῶν ἐν βίῳ ἀπήλαυσα, ἡδονῶν Κύριε, καὶ πυρὸς γεέννης, ὑπόδικος γέγονα, λιμώττοντα τὸν νοῦν μου ὡς Λάζαρον, παραβλεψάμενος, πρὸ πυλῶν τῶν θείων πράξεων, ἐρριμμένον, οἴκτειρόν με Δέσποτα.


Ἕτερον Προσόμοιον  Τοῦ Θεοδώρου.

Νεφέλην σε φωτὸς.

 

πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Τὴν ἕκτην τῶν σεπτῶν, Νηστειῶν Ἑβδομάδα, προθύμως ἀπαρχόμενοι, Κυρίῳ, προεόρτιον ὕμνον, τῶν Βαΐων ᾄσωμεν πιστοί, ἐρχομένῳ ἐν δόξῃ, δυνάμει Θεότητος, ἐπὶ τὴν Ἱερουσαλήμ, νεκρῶσαι τὸν θάνατον· διὸ ἑτοιμάσωμεν εὐσεβῶς, τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν ἀρετῶν, τὸ Ὡσαννὰ ἐκβοῆσαι, τῷ Ποιητῇ τοῦ παντός.


Καὶ τοῦ Μηναίου, Προσόμοια γ’

 

 

 

 

 

όταν είναι 8 Μαρτίου

Ἦχος α’  Πανεύφημοι Μάρτυρες. 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Πάτερ Θεοφύλακτε Θεοῦ, φυλακαῖς φρουρούμενος, διεφυλάχθης ἀλώβητος, καὶ πύργος ἄσειστος, Ἐκκλησίας ὤφθης, πειρασμοῖς ἀκλόνητος, τοῖς τῶν αἱρετικῶν μηχανήμασι, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Πάτερ Θεοφύλακτε τῆς γῆς, μεταστὰς ἀνέδραμες, πρὸς οὐρανὸν καὶ οὐράνια, οἰκεῖν σκηνώματα, ἠξιώθης μάκαρ, ἐξορίας ἕνεκεν, ἣν διὰ τὸν Χριστὸν ἐκαρτέρησας, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Πάτερ Θεοφύλακτε Θεόν, νῦν ὁρῶν μακάριε, ὡς ἐφικτὸν καὶ ὁρώμενος, ἑνώσει κρείττονι, ἀπολαύων τούτου, καὶ θετῶς θεούμενος, τὸ μόνον ὀρεκτὸν καὶ μακάριον, χαίρων ἀπέλαβες, Ἱεράρχα παμμακάριστε, τοῖς Ἀγγέλοις νῦν συναυλιζόμενος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Νοσοῦσαν Πανύμνητε δεινῶς, τὴν ψυχήν μου πάθεσι, πονηροτάτοις θεράπευσον, ἡ τὸν ἀκέστορα, καὶ Σωτῆρα πάντων, τὸν Χριστὸν κυήσασα, τὸν πᾶσαν μαλακίαν ἰώμενον, τὸν τραυματίσαντα, διαβόλου τὴν κακόνοιαν, καὶ θανάτου ἡμᾶς ἀπαλλάξαντα.

 

 

όταν είναι 9 Μαρτίου

Ἦχος β’  Ἰωάννου Μοναχοῦ. 


τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Φέροντες τὰ παρόντα γενναίως, χαίροντες τοῖς ἐλπιζομένοις, πρὸς ἀλλήλους ἔλεγον οἱ Ἅγιοι Μάρτυρες· Μὴ γὰρ ἱμάτιον ἀποδυόμεθα; ἀλλὰ τὸν παλαιὸν ἄνθρωπον ἀποτιθέμεθα. Δριμὺς ὁ χειμών, ἀλλὰ γλυκὺς ὁ Παράδεισος, ἀλγεινὴ ἡ πῆξις, ἀλλὰ ἡδεῖα ἡ ἀπόλαυσις. Μὴ οὖν ἐκκλίνωμεν, ὦ συστρατιῶται· μικρὸν ὑπομείνωμεν, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

ίπτοντες περιβόλαια πάντα, βαίνοντες ἀτρόμως εἰς λίμνην, ἀλλήλους ἔλεγον οἱ Ἅγιοι πρὸς Μάρτυρες· Διὰ Παράδεισον, ὃν ἀπωλέσαμεν, ἱμάτιον φθαρτὸν σήμερον μὴ ἀντισχώμεθα, δι' ὄφιν ποτὲ φθοροποιὸν ἐνδυσάμενοι, ἐκδυσώμεθα νῦν διὰ τὴν πάντων ἀνάστασιν, καταφρονήσωμεν κρύους λυομένου, καὶ σάρκα μισήσωμεν, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

Βλέποντες ὡς τρυφὰς τὰς βασάνους, τρέχοντες πρὸς λίμνην κρυώδη, ὡς πρὸς θάλψιν, ἔλεγον οἱ Ἅγιοι Μάρτυρες· Μὴ ὑποπτήξωμεν ὥραν χειμέριον, ἵνα τὴν φοβεράν γέενναν τοῦ πυρὸς φύγωμεν, καυθήτω ὁ ποῦς, ἵνα χορεύῃ αἰώνια· ἡ δὲ χεὶρ ῥυείτω, ἵνα ὑψοῦται πρὸς Κύριον, καὶ μὴ φεισώμεθα φύσεως θνῃσκούσης· ἑλώμεθα θάνατον, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδυσώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Δόξα...

Φέροντες τὰ παρόντα γενναίως, χαίροντες τοῖς ἐλπιζομένοις, πρὸς ἀλλήλους ἔλεγον οἱ Ἅγιοι Μάρτυρες· Μὴ γὰρ ἱμάτιον ἀποδυόμεθα; ἀλλὰ τὸν παλαιὸν ἄνθρωπον ἀποτιθέμεθα. Δριμὺς ὁ χειμών, ἀλλὰ γλυκὺς ὁ Παράδεισος, ἀλγεινὴ ἡ πῆξις, ἀλλὰ ἡδεῖα ἡ ἀπόλαυσις. Μὴ οὖν ἐκκλίνωμεν, ὦ συστρατιῶται, μικρὸν ὑπομείνωμεν, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Ὅτε ἐκ τοῦ ξύλου σε.

 ργοις σκοτεινοῖς συναπαχθείς, ὅλον ἀπημαύρωσα κάλλος, τὸ τοῦ Βαπτίσματος, θέλων ὁ πανάθλιος, καὶ περιβέβλημαι, στολισμὸν κατακρίσεως, καὶ σκότους· διό σου, δέομαι Πανάμωμε· Τῇ δυναστείᾳ σου, ῥῆξον τῶν παθῶν μου τὰ νέφη, καὶ τῆς ἀφθαρσίας με χλαῖναν, ἔνδυσον γυμνώττοντα καὶ σῶσόν με.

 

 

όταν είναι 10 Μαρτίου

Ἦχος α’

Πανεύφημοι Μάρτυρες..

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Κοδρᾶτε πανάριστε ζωῆς, θείας ἐφιέμενος, ζωῆς φθαρτῆς κατεφρόνησας· τῆς τῶν ῥεόντων γάρ, προτιμήσας ὕλης, τὴν ἄυλον ὕπαρξιν, τὴν ἄληκτον ἐκτήσω ἀπόλαυσιν· διὰ θανάτου γάρ, πρὸς ἀθάνατον μετέβης τρυφήν, καὶ πρὸς δόξαν τὴν μὴ διαπίπτουσαν.


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Κοδρᾶτε θεόληπτε ὁδόν, Μαρτυρίου ἕδραμες, ἀνεπιστρόφῳ φρονήματι τὰ διαβήματα· ἐπλατύνθη γάρ σου, τῆς ψυχῆς καὶ ἴχνη σου, οὐδόλως τῆς ἀνδρείας ἠσθένησαν, ἐν οἷς γενόμενος ὁδηγὸς τῶν συναθλούντων σοι, πρὸς τὴν ἄνω Μητρόπολιν ἔφθασας.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Κοδρᾶτε καλλίνικε στρατόν, εἰς Θεοῦ παράταξιν, νεανικῶς ἀριθμούμενον, συνεπαγόμενος, τῶν σῶν συμμαρτύρων, στρατηγὸς ὡς ἄριστος, κατὰ τῶν ἀντιθέων ἠρίστευσας, καὶ νίκης τρόπαια, εἰληφῶς ἐν μυριάσι Χριστῷ, στεφηφόρος σὺν αὐτοῖς παρέστηκας.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Χαῖρε ξένον ἄκουσμα Ἁγνή, χαῖρε ξύλον ἅγιον, τοῦ Παραδείσου Θεόφυτον, χαῖρε ἐξάλειψις, πονηρῶν δαιμόνων, χαῖρε ξίφος δίστομον, ἐχθροῦ τὴν κεφαλὴν ἀποτέμνουσα, τῷ ξένῳ τόκῳ σου, Παναγία ὑπεράμωμε, ξενωθέντας ἡμᾶς ἀνακάλεσαι.

 

 

όταν είναι 11 Μαρτίου

Ἦχος δ’

Ὡς γενναῖον ἐν Μάρτυσιν.

 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Σωφροσύνης ἐπώνυμος, ἐξ ἐνθέου προγνώσεως, προκληθεὶς Σωφρόνιος, σώφρων γέγονας, ἐπὶ τῶν ἔργων καὶ δίκαιος, ἀνδρεῖος καὶ φρόνιμος, ἀρεταῖς ταῖς γενικαῖς, γενικῶς στεφανούμενος, καὶ διένειμας, προσφυῶς ἑκατέρῳ τῇ ψυχῇ τε, καὶ τῷ  σώματι, καθάπερ, διαιτητὴς ἀκριβέστατος.


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Θεολόγου ἐκ στόματος, θεολόγους ἑβρόντησας, διδαχὰς Σωφρόνιε, παμμακάριστε, θεολογήσας τρανότατα, Πατέρα τὸν ἄναρχον, καὶ συνάναρχον Υἱόν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, συναΐδιον, ἐν μονάδι Τριάδα καὶ Μονάδα, ἐν Τριάδι Θεὸν ἕνα, τῇ οὐσιώδει ταυτότητι.


 


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Τῇ σαρκὶ καθ' ὑπόστασιν, ἑνωθέντα τὸν ἄσαρκον, καὶ Πατρὶ συνάναρχον, Λόγον Πάνσοφε, δίχα τροπῆς καὶ συγχύσεως, σοφῶς ἐδογμάτισας, ἐνεργοῦντα δὲ διττῶς, καταλλήλως ταῖς φύσεσιν, ἐξ ὧν σύγκειται, καὶ ἐν αἷς θεωρεῖται εἷς ὑπάρχων, ἀδιαίρετος τῷ  ὄντι, τοῦτο κἀκεῖνο νοούμενος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Κατακρίσεως λύτρωσαι, Παναγία Θεόνυμφε, καὶ δεινῶν πταισμάτων, τὴν ταπεινήν μου ψυχήν, καὶ τοῦ θανάτου ἀπάλλαξον, εὐχαῖς σου, καὶ δώρησαι, δικαιώσεως τυχεῖν, ἐν ἡμέρᾳ ἐτάσεως, ἧς ἐπέτυχον, τῶν Ἁγίων οἱ δῆμοι, μετανοίᾳ, καθαρθέντα με πρὸ τέλους, καὶ τῶν δακρύων ταῖς χύσεσιν.

 

 

όταν είναι 12 Μαρτίου

Ἦχος πλ. δ’

Ὢ τοῦ παραδόξου θαύματος.

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Πάτερ θεόφρον Θεόφανες, θεοφανείας Χριστοῦ, κεκλημένος ἐπώνυμος, ζωηφόροις ἴχνεσι, τοῖς αὐτοῦ ἠκολούθησας, καὶ τὰ τερπνὰ τοῦ βίου κατέλιπες, ἐνατενίζων τῷ ποθουμένῳ σοι κάλλει πανάριστε, καὶ ταῖς  θείαις νεύσεσι ταῖς  πρὸς αὐτόν, ἄριστα θεούμενος, καὶ τελεώτατα.


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Πάτερ θεόφρον Θεόφανες, ὑπερορίας πικράς, ἀσθενῶς διακείμενος, καρτερῶς ὑπήνεγκας, ἀφειδήσας τοῦ σώματος, ὑπὲρ σεπτῶν εἰκόνων πανεύφημε, θυμῷ λεόντων ἐξοριζόμενος, ὧν κατορχούμενος, τὰς βουλὰς ἐμώρανας, καὶ λογισμούς, ὄντας ματαιόφρονας, καὶ νοῦν ἀλάστορα.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

ντως ἀμοιβὰς τῶν πόνων σου, τῶν ἀγαθῶν ὁ δοτήρ, δαψιλῶς σοι δεδώρηται, ἀπελαύνειν δαίμονας, θεραπεύειν νοσήματα, παρεσχηκὼς Τρισμάκαρ τὴν δύναμιν, καὶ ἀξιώσας σε τῆς ἀφράστου χαρᾶς, ἔνθα χορεύουσι, τῶν Ἀγγέλων τάγματα, διὰ παντός, πρόσωπον θεώμενον, τοῦ Παντοκράτορος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Δεῦρο ψυχή μου στενάζουσα, καὶ τῶν δακρύων πηγάς, ἐκ καρδίας προσφέρουσα, τῇ Παρθένῳ βόησον, καὶ Μητρὶ τοῦ Θεοῦ ἡμῶν. Διὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου Ἁγνή, τῆς φοβερᾶς με ῥῦσαι κολάσεως, καὶ κατασκήνωσον, ἔνθα ἡ ἀνάπαυσις καὶ ἡ χαρά, ἡ διαιωνίζουσα, καὶ ἡ ἀπόλαυσις.

 

 

όταν είναι 13 Μαρτίου

Ἦχος πλ. δ’

Ὢ τοῦ παραδόξου. 

 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Λόγῳ τὰ πάθη Πανόλβιε, καθυποτάξας σαφῶς, τὴν ψυχὴν κατελάμπρυνας, ἀρετῶν ἐν χρώμασι, καὶ δογμάτων ὀρθότητι, τὸν τῆς σοφίας πλοῦτον δρεψάμενος, καὶ διανείμας τοῖς σοὶ προστρέχουσι, λύχνος πολύφωτος, γεγονὼς τῇ χάριτι, θεοπρεπῶς, ὤφθης ἐγκαλλώπισμα, τῇ Ἐκκλησίᾳ Χριστοῦ.


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Νίκην κατ' ἐχθρῶν ἀράμενος, δικαιοσύνης λαμπρῷ, νῦν στεφάνῳ κεκόσμησαι, Νικηφόρε πάνσοφε, τῆς ἁγνείας διδάσκαλε, τῆς εὐσεβείας στῦλος ἀκράδαντος, τῆς Ἐκκλησίας ἀκαταμάχητος, πύργος γενόμενος, τῶν ἀφρόνων ἅπασαν, αἱρετικῶν, φάλαγγα κατέστρεψας, θεόφρον Ὅσιε.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

νδον τῶν ἀδύτων πέφηνας, εἰς οὐρανοὺς ἀναβάς, ἀρετῶν ἐποχούμενος, Θεορρῆμον ἅρμασι, διφρηλάτης αἰθέριος, ὡς ὁ Θεσβίτης νῦν ἀνυψούμενος, οὗ καὶ τὸν ζῆλον ἐκμιμησάμενος, ξίφει τοῦ Πνεύματος, τῆς αἰσχύνης ἅπαντας, τοὺς ἱερεῖς, ἄριστα κατέσφαξας, μακαριώτατε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Χαίροις οἰκουμένης καύχημα, χαῖρε Κυρίου ναέ, χαῖρε ὄρος κατάσκιον, χαῖρε καταφύγιον, χαῖρε λυχνία χρυσῆ, χαῖρε τὸ κλέος τῶν ὀρθοδόξων σεμνή, χαῖρε Μαρία, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, χαῖρε Παράδεισε, χαῖρε θεία τράπεζα, χαῖρε σκηνή, χαῖρε στάμνε πάγχρυσε, χαῖρε ἡ πάντων ἐλπίς.

 

 

όταν είναι 14 Μαρτίου

Ἦχος β’

Ὅτε ἐκ τοῦ ξύλου σε.

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Νεύσει καὶ ἀγάπῃ, ἀληθεῖ, κόσμον ἀρνησάμενος Πάτερ, ἐκ βρέφους Ὅσιε, χαίρων ἠκολούθησας, τῷ σταυρωθέντι Χριστῷ, καὶ πολλοῖς ἀγωνίσμασι, τὴν σάρκα νεκρώσας, χάριν τῶν ἰάσεων, πλουσίως ἔλαβες, παύειν ἀσθενείας ποικίλας, καὶ τῆς πονηρίας διώκειν, πνεύματα μεγάλως θαυμαζόμενος.


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Κόσμος γεγονὼς τῶν Μοναστῶν, ἤθροισας ἀνείκαστον πλῆθος, ὑμνεῖν τὸν Κύριον, Ὅσιε Πατὴρ ἡμῶν, καὶ πρὸς οὐράνιον, πάντας τρίβον ὡδήγησας, καλῶς ἑπομένους, θείοις σου διδάγμασι, καὶ μιμουμένους σου, βίον τὸν ἐνάρετον μάκαρ, οὓς καὶ πάλιν ἅμα συνῆξας, ἐν τῇ μεταστάσει σου Βενέδικτε.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Πάλαι ὡς Ἠλίας ὑετούς, Πάτερ οὐρανόθεν ἐντεύξει, θείᾳ κατήγαγες· βλύζειν δὲ τὸ ἔλαιον, ἄγγος ἐποίησας, καὶ νεκρὸν ἐξανέστησας, καὶ ἄλλα μυρία, θαύματα ἐτέλεσας, εἰς δόξαν Ὅσιε, πάντως τοῦ Θεοῦ καὶ Σωτῆρος· ὅθεν σου τὴν ἔνθεον μνήμην, πόθῳ ἑορτάζομεν Βενέδικτε.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον.

Στῆσον τοῦ νοός μου ἐκτροπάς, καὶ τὰς τῶν αἰσθήσεων πλάνας, καὶ τὰ ἰνδάλματα, τέλεον ἐξάλειψον, τῶν ψυχοψθόρων παθῶν, καὶ ψυχῆς μου τὸν τάραχον, κατεύνασον Κόρη, ἵνα μεγαλύνω σου, τὴν ἀγαθότητα· σὲ γὰρ τῆς ζωῆς μου ἁπάσης, κέκτημαι προστάτιν Παρθένε, καὶ τῆς ἀσθενείας μου βοήθειαν.

 

 

όταν είναι 15 Μαρτίου

Ἦχος πλ. δ’

Ὢ τοῦ παραδόξου θαύματος.

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Μάρτυρες Χριστοῦ ἑπτάριθμοι, τῶν διωκτῶν τὰς ὁρμάς, καὶ τὸν βίαιον θάνατον, εἰς οὐδὲν ἡγήσασθε, ἀλλ' ἑτοίμως ἐσπεύσατε, ἀνδρειοφρόνως πρὸς τὰ παλαίσματα, καὶ νίκης στέφος ἀναδησάμενοι, συνηριθμήθητε, τοῖς δικαίοις ἅπασι, μεθ' ὧν ὑμᾶς, πάντοτε γεραίρομεν καὶ μακαρίζομεν.


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Μάρτυς ἀθλητὰ Ἀγάπιε, τῶν ἀγαθῶν τὴν πηγήν, ὀρεκτῶν τὸ ἀκρότατον, ἀγαπήσας ἔσπευσας, τοῦ πιεῖν τὸ ποτήριον, τοῦ μαρτυρίου ἐπικαλούμενος, Θεοῦ τοῦ ζῶντος τὸ θεῖον ὄνομα, Ὢ τῆς ἀνδρείας σου! ὢ τῆς καρτερίας σου! δι' ἧς τυχεῖν, δόξης καὶ λαμπρότητος, σαφῶς ἠξίωσαι.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Μάρτυρες ἀξιοθαύμαστοι, ἐθελουσίῳ σφαγῇ, ἑαυτοὺς ἐξεδώκατε, καὶ τὴν γῆν τοῖς αἵμασι, τοῖς ἡμῶν ἡγιάσατε, καὶ τὸν αἰθέρα κατελαμπρύνατε, τῇ διαβάσει, καὶ νῦν  οἰκίζεσθε, εἰς τὰ οὐράνια, πρὸς φῶς τὸ ἀνέσπερον, ὑπὲρ ἡμῶν, πάντοτε δεόμενοι, θεοειδέστατοι.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον.

Χαῖρε φωτὸς θεῖον ὄχημα, χαῖρε Κυρίου ναέ, καὶ σκηνὴ ἁγιάσματος, φῶς ἡμῖν ἀνέτειλας, ἐξ ἀχράντου νηδύος σου, καταφωτίζον κόσμου τὰ πέρατα, καὶ ἁγιάζον ἡμᾶς χρηστότητι, χαῖρε κεφάλαιον, σωτηρίας Ἄχραντε, χαῖρε φρικτόν, ἄκουσμα καὶ λάλημα, τῶν πεποιθότων εἰς σέ.

 

 

όταν είναι 16 Μαρτίου

Ἦχος πλ. δ’

Κύριε, εἰ καὶ κριτηρίῳ.

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Κύριε, σὺ τὸ ἀσθενὲς τῆς ἀνθρώπων, ὡς ἐπιστάμενος φύσεως, ζῶσον ἐν καιρῷ τῆς νηστείας, ἰσχὺν ἡμᾶς καὶ κραταίωσον, κατὰ παθῶν καὶ ἐχθρῶν, νοουμένων ὡς εὔσπλαγχνος, ἀπαθείᾳ ψυχῆς τειχίσας, τοῦ δοξάζειν σου τὸ ἔλεος.


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Κύριε σὺ τὸν Ἀθλοφόρον ἐκ σκότους, πρὸς φῶς τῆς θείας σκηνώσεως τῇ τοῦ Παρακλήτου ἐμπνεύσει, ὡς ἀγαθὸς μετεποίησας, καὶ κραταιὸν κατ' ἐχθρῶν, ἀνέδειξας ὁπλίτην σου· διὰ τοῦτο ἀριστεύων, ἐδόξασέ σε φιλάνθρωπε.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Κύριε, σὺ ταῖς τῶν Μαρτύρων πρεσβείαις, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, φύλαξον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν νοουμένων πτερύγων σου, καὶ καθαρῶς καὶ ἁγνῶς, ἀξίωσον θεάσασθαι, τὴν τριήμερόν σου Λόγε, ἐξανάστασιν ὡς εὔσπλαγχνος.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον.

Κύριε, δέξαι σῆς Μητρὸς ἱκεσίας, καὶ σπλαγχνισθεὶς ἐπικάμφθητι, σῶσον ἅπαν γένος ἀνθρώπων, τῶν δοξαζόντων τὸ κράτος σου, καὶ ἐκλύτρωσαι ἡμᾶς, τῆς πλάνης τοῦ ἀλάστορος, καὶ ἐλέησον ἐλεῆμον, καὶ σφαλμάτων δίδου ἄφεσιν.

 

 

όταν είναι 17 Μαρτίου

Ἦχος α’

Πανεύφημοι Μάρτυρες.

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

νθρωπόν σε ἔγνωμεν Θεοῦ, κλήσει τε καὶ πράγματι· ταῖς ἀρεταῖς γὰρ διέλαμψας, πτωχείαν ἄμετρον, καὶ στενοχωρίαν, ἐπὶ γῆς κτησάμενος, καὶ θαύμασι πιστούς πιστωσάμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

ρωτι δροσίζοντι σαρκός, ἔρωτας φλογίζοντας, ἐναποσβέσας Ἀλέξιε, θαλάμου θάλαμον, εὐσεβῶς ἠλλάξω, ἡδονῆς τε σώματος, τὴν θείαν τῶν Ἀγγέλων ὁμοίωσιν, μεθ' ὧν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Μένεις ἀγνοούμενος Σοφέ, πρὸ πυλῶν θλιβόμενος, τῶν εὐγενῶν γεννητόρων σου, ἐμπαροινούντων σοι, τῶν οἰκείων παίδων, ἐπὶ χρόνον μήκιστον, θανὼν δὲ φανεροῦσαι  τοῖς  θαύμασιν, οἷς ἐπετέλεσας, θεραπεύων τὰ νοσήματα, καὶ διώκων ἀκάθαρτα πνεύματα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Χαῖρε ξένον ἄκουσμα Ἁγνή, χαῖρε ξύλον ἅγιον, τοῦ Παραδείσου θεόφυτον, χαῖρε ἐξάλειψις, πονηρῶν δαιμόνων, χαῖρε ξίφος δίστομον, ἐχθροῦ τὴν κεφαλήν, ἀποτέμνουσα, τῷ ξένῳ τόκῳ σου, Παναγία ὑπεράμωμε, ξενωθέντας ἡμᾶς ἀνεκάλεσας.

 

 

όταν είναι 18 Μαρτίου

Ἦχος δ’

Ὡς γενναῖον ἐν Μάρτυσιν.

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

ς ἀστὴρ ἀνατέταλκας, καὶ πιστοὺς κατεφώτισας, ἱεραῖς λαμπρότησι τῶν δογμάτων σου, καὶ τὰς αἱρέσεις ἐσκότασας, καὶ τέλεον ἔτρεψας, καὶ ὡς δοῦλος τὸ δοθέν, πλεονάσας σου τάλαντον, εὐηρέστησας, τῷ  Δεσπότῃ θεόφρον, οὗ εἰς χεῖρας ἐναπέθου σου τὸ πνεῦμα, τὸ ἱερώτατον Κύριλλε.


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Τῇ σοφίᾳ τῶν λόγων σου, καὶ τῷ  φέγγει τοῦ βίου σου, ὡς ἀστὴρ πολύφωτος ἀξιάγαστε, μέσον Συνόδου διέλαμψας, Πατέρων τὸν ἄθεον, Μακεδόνιον νευραῖς, ἀποπνίξας τῆς χάριτος, εἰς τὸ Ἅγιον, καὶ ζωῶσαν τὰ πάντα θεῖον Πνεῦμα, βλασφημήσαντα ἀφρόνως, καὶ προφανῶς ἀνομήσαντα.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Νοῦν ἀλάστορα ᾔσχυνας, τοῦ παράφρονος Μάνεντος, στηλιτεύσας κάλλιστα καὶ σοφώτατα, τὰ βορβορώδη, διδάγματα, τῆς τούτου σκαιότητος, Διδασκάλων ἀρχηγέ, ἱερέων εὐπρέπεια, θεῖε πρόμαχε, τῆς Χριστοῦ Ἐκκλησίας· διὰ τοῦτο, τὴν ἁγίαν γεγηθότες, ἐπιτελοῦμέν σου κοίμησιν.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον.

Φωτοφόρον παλάτιον, τοῦ Δεσπότου ὑπάρχουσα, καὶ φωτὸς νεφέλη Θεοχαρίτωτε, τοῦ νοητοῦ ἀνατείλαντος, τῷ  κόσμῳ πανάμωμε, φωταγώγησον ἡμῶν, καὶ ψυχὴν καὶ διάνοιαν, καὶ τὰ σκάνδαλα, ἀφανίσασα πάντα τοῦ δολίου, τῇ  πρεσβείᾳ σου Παρθένε, τὸν λογισμὸν ἡμῶν στήριξον.

 

 

όταν είναι 19 Μαρτίου

Ἦχος δ’

Ἔδωκας σημείωσιν.

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Θείας ἐπιγνώσεως, εἰσδεδεγμένος τὴν ἔλλαμψιν, ἐφωτίσθης τὰ ὄμματα, Σοφὲ τῆς καρδίας σου, καὶ τῆς πλάνης ζόφον, ἔλιπες ἐμφρόνως, καὶ ὡμολόγησας Χριστόν, σάρκα λαβόντα τὸν πάντων Κύριον, ἐντεῦθεν δυναμούμενος, δυνάμει Πνεύματος Χρύσανθε, τῶν βασάνων ἀνώτερος, ἀνεδείχθης πανεύφημε.


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

χθροῦ δελεάσματα, καὶ ἡδονῆς ὑπεκκαύματα, ὡς ἀράχνην λελόγισαι, ζοφώδη δὲ κάθειρξιν, ὑποστὰς ἐνθέῳ, φέγγει κατηυγάσθης, καὶ εὐωδίας νοητῆς, ἀπεπληρώθης μέσον ἱστάμενος, βορβόρου καὶ προσήγαγες, ὡς νυμφοστόλος πανάριστος, τῷ  Χριστῷ νύμφην ἄμωμον, τὴν μωμῆσαί σε σπεύσασαν.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

τρώθης τῷ  ἔρωτι, τῷ  γλυκυτάτῳ τοῦ κτίσαντος, καὶ τῆς πλάνης τὸ ἄθεον, τέλεον ἐξέκλινας, καὶ νυμφῶνος θείου, ἐχώρησας ἔνδον, νενυμφευμένη τῷ  Χριστῷ, διὰ βασάνων πολλῶν τοῦ σώματος, Δαρεία μεγαλώνυμε, θεῖον δοχεῖον τοῦ Πνεύματος, Ἀθλητῶν ἐγκαλλώπισμα, καὶ Παρθένων ἀγλάϊσμα.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον.

ν κλίνῃ κατάκειμαι, τῆς ἀμελείας Πανάμωμε, καὶ ῥαθύμως διέρχομαι, τὸν βίον καὶ δέδοικα, τὸν τῆς τελευτῆς μου, καιρὸν Θεοτόκε, μὴ ὥσπερ λέων ἀφειδῶς, διασπαράξῃ τὴν ταπεινήν μου ψυχήν, ὁ ὄφις ὁ παμπόνηρος· διὸ τῇ  σῇ ἀγαθότητι, πρὸ τοῦ τέλους προφθάσασα, πρὸς μετάνοιαν ἔγειρον.

 

 

όταν είναι 20 Μαρτίου

Ἦχος δ’

Ὡς γενναῖον ἐν Μάρτυσιν.

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

φετῶν τὸ ἀκρότατον, ὁλικῶς ἀγαπήσαντες, τὰ τοῦ βίου Ὅσιοι, ὥσπερ σκύβαλα, τερπνὰ ἡγήσασθε ἅπαντα, καὶ μόνα τὰ μένοντα, ἀγρυπνίᾳ καὶ εὐχῇ, νιφετῷ τε καὶ καύσωνι, ἐποθήσατε, σπηλοδίαιτοι ἅμα γεγονότες, συμπολῖται τῶν Ἀγγέλων, ἀναδειχθέντες ἐν χάριτι.


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Καὶ ῥοπάλοις τυπτόμενοι, καὶ τοῖς λίθοις βαλλόμενοι, καὶ πυγμαῖς κοπτόμενοι τὴν ὁμόνοιαν, οὐ διελύσατε Μάρτυρες, ἀγάπῃ συνδούμενοι, καὶ στοργῇ ἀδελφικῇ, ἀλλ' ὑφ' ἓν θανατούμενοι, καὶ τεμνόμενοι, μεληδὸν Ἀθλοφόροι τῇ τραπέζῃ, προσηνέχθητε τῇ θείᾳ, ὡς ἱερεῖα ἀμώμητα.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Καὶ πνιγμῷ συγκλειόμενοι, καὶ πυρὶ δαπανώμενοι, τὰς ψυχὰς παρέθεσθε ὡς ἀμώμητα, Μάρτυρες ἔνδοξοι θύματα, χειρὶ τοῦ Παντάνακτος, καὶ συνήφθητε χοροῖς, ἀσωμάτων Δυνάμεων, αἰωνίζουσαν, κληρωσάμενοι δόξαν, ἧς μεθέξειν, τοὺς ἡμᾶς ἀνευφημοῦντας, ἀδιαλείπτως πρεσβεύσατε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Μετανοίας τὸ ἄριστον, καὶ σωτήριον φάρμακον, ἡ Θεὸν κυήσασα τὸν Σωτῆρά μου, καὶ τῶν δακρύων τὰ ῥεύματα, καὶ ὥρας τὴν ἔννοιαν, τῆς φρικτῆς καὶ φοβερᾶς, ἀδεκάστου τε κρίσεως, σὺ μοι δώρησαι, καὶ φυγεῖν ταῖς εὐχαῖς σου, ὦ Παρθένε, τῶν κολάσεων τὸν τρόμον καὶ θείας τεύξασθαι χάριτος.

 

 

όταν είναι 21 Μαρτίου

Ἦχος β’

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν.

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Κόσμου τοὺς θορύβους ἐκφυγών, ἐν ἀταραξίᾳ παμμάκαρ τὸν νοῦν ἐφύλαξας, μὴ περιπλανώμενον, μηδὲ ῥεμβόμενον, ταῖς τοῦ βίου συγχύσεσι, καὶ ταῖς τρικυμίαις, ἀλλ' ἀνατεινόμενον, καὶ ἄνω βλέποντα, πόθῳ πρὸς τὸν ἄνω Δεσπότην, πρὸς τὸν εὐεργέτην τῶν ὅλων, ἀξιομακάριστε Ἰάκωβε.


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

ξω τῆς τοῦ κόσμου ταραχῆς, Πάτερ διεξάγων τὸν βίον, παθῶν ἐλεύθερος, γέγονας τῇ χάριτι περιφρουρούμενος, καὶ δαιμόνων τὰς φάλαγγας, ἀσκήσει συντόνῳ, καὶ θείαις ἀστράψεσι, καταστεψάμενος, χαίρων σὺν Ἀγγέλοις χορεύεις, ὧν τὴν πολιτείαν ἐκτήσω, περὶ τὸν Παντάνακτα καὶ Κύριον.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

ζης ἔξω κόσμου καὶ σαρκός, ὑπὲρ τὰ ὁρώμενα πάντα, ὡς τὴν ἀόρατον, δόξαν ἐνθυμούμενος, καὶ φανταζόμενος, τῆς σκηνῆς τὴν εὐπρέπειαν, τῆς ἐπουρανίου, καὶ τὴν ὡραιότητα τὴν ἀκατάληπτον, ἧς νῦν  ἐμφορούμενος σῶσαι, τοὺς πιστῶς τιμῶντάς σε Πάτερ, τὸν Χριστὸν δυσώπησον Ἰάκωβε.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον.

Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, χειμαζομένων λιμήν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων, σκέπη καὶ ἀντίληψις, καὶ βακτηρία τυφλῶν, Μήτηρ τοῦ Θεοῦ τοῦ ὑψίστου, σὺ ὑπάρχεις ἄχραντε, σπεῦσον, δυσωποῦμεν ῥύσασθαι τοὺς δούλους σου.

 

όταν είναι 22 Μαρτίου

Ἦχος δ’

Ὁ ἐξ ὑψίστου κληθεὶς.

 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

ερωσύνης στολαῖς ἠγλαϊσμένος, Θεῷ ἐλειτούργησας, καθάπερ Ἄγγελος, τῷ δι' ἡμᾶς ὕλῃ σώματος, ἐπιφανέντι, θύων Βασίλειε μεγαλώνυμε, ἐντεῦθεν ὡς τέλειον πρόβατον τέθυσαι, καὶ καθαρὸν θῦμα γέγονας, καὶ προσηνέχθης, νῦν εἰς τὸ ἄνω θυσιαστήριον· ὅθεν φωναῖς σε μακαρίζομεν, χαρμονικῶς καὶ βοῶμέν σοι· ἱκετεύων μὴ παύσῃ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

φαιρεθεὶς τὴν δορὰν κρίσει ἀδίκῳ, τοὺς πόνους ὑπήνεγκας ἀποσκοπούμενος, λῆξιν τὴν ἄπονον Ἔνδοξε, καὶ τὰ βραβεῖα, τὰ τοῖς ἀθλήσασιν ἀποκείμενα, πυρὶ δὲ στομούμενος, οἷά περ σίδηρος, οὐρανοχάλκευτον γέγονας, παμμάκαρ, ξίφος, πάσας συγκόπτων ἐχθροῦ τὰς φάλαγγας· ὅθεν τιμᾷ σε πᾶσα σήμερον, τῶν εὐσεβῶν γλῶσσα χαίρουσα, καὶ αἰτεῖ δυσωπεῖν σε, τὸν Θεὸν ὑπὲρ τῆς ποίμνης σου.


 


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

ραϊσμένος τοῖς στίγμασι τοῖς θείοις, εἰς πόλιν ἐκ πόλεως δέσμιος ἔτρεχες, καταδεσμεύων τὸν τύραννον, καὶ τὰς πορείας, τῶν σῶν βημάτων κατευθυνόμενος, καὶ δὴ πρὸς Καισάρειαν πόλιν γενόμενος, ἐν ταύτῃ τέλος μακάριον, καθυπεδέξω, καὶ πρὸς τὴν πόλιν τὴν ἐπουράνιον, στεφανηφόρος ἀνελήλυθας, καὶ Θεῷ Βασιλεῖ νῦν παρίστασαι, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

τι εἰς βάθη πολλῶν παραπτωμάτων, ἀθλίως κατήντησα ἐξ ἀμελείας μου, καὶ ῥαθυμίας ὁ δείλαιος, καὶ ἀπορίᾳ, καὶ ἀπογνώσει νυνὶ συνέχομαι, γενοῦ μοι βοήθεια καὶ ἱλαστήριον, καὶ σωτηρία Πανάχραντε, παραθυμίαν, εὐμενεστάτην παρεχομένη μοι, σὲ ἱκετεύω, καὶ σοῦ δέομαι, καὶ προσπίπτω καὶ πίστει κραγάζω σοι· Μὴ δειχθείην εἰς τέλος, τῷ ἀλάστορι ἐπίχαρμα.

 

όταν είναι 23 Μαρτίου

Ἦχος δ’

Ὡς γενναῖον ἐν Μάρτυσι.

 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

δονὰς τὰς τοῦ σώματος, καὶ σαρκὸς τὸ δυσήνιον, τῷ κημῷ μακάριε καθυπέταξας, τὰς ἐγκρατείας ἐν χάριτι, νικήσας ὡς ἄριστος, πανοπλίαν τοῦ ἐχθροῦ, τῇ δυνάμει τοῦ Πνεύματος· ὅθεν γέγονας ποδηγὸς μοναζόντων ἑπομένων, τῷ πανσόφῳ σου καὶ θείῳ Νίκων κηρύγματι πάντοτε.


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

ναλάμψας ὡς ἥλιος, ἐξ Ἑῴας Πανόλβιε, οἰκουμένην ἅπασαν κατεφώτισας, τῇ τῶν θαυμάτων λαμπρότητι, χορὸν ἐπαγόμενος, ὡς ἀστέρων φαεινῶν, ὀπαδῶν, μεθ' ὧν ἤθλησας, καρτερώτατα, διὰ ξίφους τμηθέντες, καὶ εἰς χεῖρας, τοῦ παντάνακτος Δεσπότου, ὑμῶν τὰ πνεύματα θέμενοι.


 


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

Οὐ λιμὸς οὐδὲ κίνδυνος, οὐ γυμνότης οὐ μάστιγες, οὐχ ὁ βιαιότατος ὄντως θάνατος, ὑμᾶς ἀγάπης ἐχώρισε, Χριστοῦ ἀξιάγαστοι, ἀλλ' ὡς ἄρνες εἰς σφαγήν, τῷ ποιμένι ἑπόμενοι, ἐκ τῆς δύσεως, πρὸς ἀνέσπερον λῆξιν οὐρανίου, Βασιλείας, Ἀθλοφόροι, στεφανηφόροι ἐφθάσατε.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον.

Μετανοίας τὸ ἄριστον, καὶ σωτήριον φάρμακον, ἡ Θεὸν κυήσασα τὸν Σωτῆρά μου, καὶ τῶν δακρύων τὰ ῥεύματα, καὶ ὥρας τὴν ἔννοιαν, τῆς φρικτῆς καὶ φοβερᾶς, ἀδεκάστου τε κρίσεως, σὺ μοι δώρησαι, καὶ φυγεῖν ταῖς ��ὐχαῖς σου, ὦ Παρθένε, τῶν κολάσεων τὸν τρόμον, καὶ θείας τεύξασθαι χάριτος.

 

όταν είναι 24 Μαρτίου

Ἦχος δ’

Ὡς γενναῖον ἐν Μάρτυσιν.

 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Κεκρυμμένον μυστήριον, καὶ Ἀγγέλοις ἀγνώριστον, Γαβριὴλ πιστεύεται ὁ Ἀρχάγγελος, καὶ ἐπὶ σὲ νῦν ἐλεύσεται, τὴν μόνην ἀκήρατον, καὶ καλὴν περιστεράν, καὶ τοῦ γένους ἀνάκλησιν, καὶ βοήσει σοι· Παναγία τό, Χαῖρε, ἑτοιμάζου, διὰ λόγου Θεὸν Λόγον, σοῦ ταῖς λαγόσιν εἰσδέξασθαι. 


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Φωτοφόρον Παλάτιον, ἡτοιμάσθη σοι Δέσποτα, ἡ νηδὺς ἡ ἄφθορος τῆς Θεόπαιδος, δεῦρο πρὸς τοῦτο κατάβηθι, οἰκτείρας τὸ πλάσμα σου, φθονερῶς πολεμηθέν, καὶ δουλείᾳ κρατούμενον τοῦ ἀλάστορος, καὶ τὸ κάλλος τὸ πρώην ἀπολέσαν, καὶ τὴν σὴν σωτηριώδη, προσαναμένον κατάβασιν.


 


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

Γαβριὴλ ὁ Ἀρχάγγελος, ἐπὶ σὲ Παναμώμητε, ἐμφανῶς ἐλεύσεται καὶ βοήσει σοι· Χαῖρε κατάρας λυτήριον, πεσόντων ἀνόρθωσις, χαῖρε μόνη ἐκλεκτή, τῷ Θεῷ χρηματίσασα, χαῖρε ἔμψυχε, τοῦ Ἡλίου νεφέλη ὑποδέχου, τὸν ἀσώματον ἐν μήτρᾳ, τῇ σῇ οἰκῆσαι θελήσαντα.

Δόξα... Καὶ νῦν... Ἦχος β’

Εὐαγγελίζεται ὁ Γαβριήλ, τῇ Κεχαριτωμένῃ σήμερον· Χαῖρε ἀνύμφευτε Κόρη καὶ ἀπειρόγαμε, μὴ καταπλαγῇς τῇ ξένῃ μου μορφῇ, μηδὲ δειλιάσῃς· Ἀρχάγγελός εἰμι· ὄφις ἐξηπάτησεν Εὔαν ποτέ, νῦν εὐαγγελίζομαί σοι τὴν χαράν, καὶ μενεῖς ἄφθορος, καὶ τέξῃ τὸν Κύριον Ἄχραντε.

 

όταν είναι 25 Μαρτίου

Ἦχος δ’  Ὁ ἐξ ὑψίστου κληθεὶς.


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Κατοικτειρήσας τὸ ποίημα ὁ Πλάστης, σπλάγχνοις τοῖς οἰκείοις τε κατακαμπτόμενος, Κόρης ἐν μήτρᾳ Θεόπαιδος, οἰκῆσαι σπεύδει, πρὸς ἣν ὁ μέγας ἦλθεν Ἀρχάγγελος. Χαῖρε προσφθεγγόμενος, Θεοχαρίτωτε, νῦν μετὰ σοῦ ὁ Θεὸς ἡμῶν, μὴ πτοηθῇς με, τοῦ Βασιλέως τὸν Ἀρχιστράτηγον· εὗρες γὰρ χάριν, ἣν ἀπώλεσεν, Εὔα τὸ πρὶν ἡ Προμήτωρ σου, καὶ συλλήψῃ καὶ τέξῃ, τοῦ Πατρὸς τὸν ὁμοούσιον.


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Ξένος ἐστί σου ὁ λόγος καὶ ἡ θέα, ξένα σου τὰ ῥήματα καὶ τὰ μηνύματα, ἡ Μαριὰμ πρὸς τὸν Ἄγγελον, μὴ με πλανήσῃς, Κόρη ὑπάρχω γάμου ἀμύητος, λέγεις ὡς συλλήψομαι τὸν ἀπερίληπτον, καὶ πῶς χωρήσει ἡ μήτρα μου, ὃν τὰ μεγέθη, τῶν οὐρανῶν χωρῆσαι οὐ δύνανται; Τοῦ Ἀβραὰμ σε διδαξάτω πρίν, ἡ καλύβη, Θεὸν ἡ χωρήσασα, προτυποῦσα Παρθένε, τὴν Θεόδεκτον γαστέρα σου.


 


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

Εἰς Ναζαρὲτ νῦν τὴν Πόλιν ἐπιφθάσας, Πόλιν σὲ τὴν ἔμψυχον τοῦ Βασιλέως Χριστοῦ, ὁ Γαβριὴλ κατασπάζεται, βοῶν σοι· Χαῖρε, εὐλογημένη Θεοχαρίτωτε, ἕξεις ἐν νηδύϊ σου Θεὸν σαρκούμενον, καὶ διὰ σοῦ τὸ ἀνθρώπινον, πρὸς τὸ ἀρχαῖον, δι' εὐσπλαγχνίαν ἀνακαλούμενον· Εὐλογημένος τῆς κοιλίας σου, θεῖος καρπὸς ὁ ἀθάνατος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος α'

Τῷ ἕκτῳ μηνί, ὁ Ἀρχιστράτηγος ἀπεστάλη πρὸς σὲ τὴν Παρθένον Ἁγνήν, μηνῦσαί σοι τὸν λόγον τῆς σωτηρίας· ἅμα δὲ καὶ καλέσαι σε· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, τέξῃς Υἱόν, τὸν πρὸ αἰώνων ἐκ Πατρός, ὃς σώσει τὸν λαὸν αὐτοῦ, ἐκ τῶν πταισμάτων αὐτῶν.

 

όταν είναι 26 Μαρτίου

Ἦχος α’

Πανεύφημοι Μάρτυρες.

 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Γαβριὴλ ὁ μέγιστος νοῦς, ὁ θεοειδέστατος, ὁ φωταυγὴς καὶ οὐράνιος, φῶς τὸ Τρισήλιον, καθορῶν καὶ βλέπων, σὺν ταῖς ἄνω τάξεσι, τὸ θεῖον καὶ φρικῶδες μυστήριον, εὐηγγελίσατο, τῇ Παρθένῳ ἀφικόμενος, καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Τὸ μέγα μυστήριον τὸ πρίν, τοῖς Ἀγγέλοις ἄγνωστον, καὶ πρὸ αἰώνων ἀπόκρυφον, μόνος πεπίστευσαι, Γαβριὴλ καὶ τοῦτο, τῇ μόνῃ τεθάρρηκας, Ἁγνὴ εἰς Ναζαρέτ ἀφικόμενος, μεθ' ἧς ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.


 


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Φωτὸς ὢν ἀνάπλεως ἀεί, καὶ ποιῶν τὸ θέλημα, καὶ ἐκτελῶν τὰ προστάγματα, τοῦ Παντοκράτορος, Ἀρχηγὲ Ἀγγέλων, Γαβριὴλ πανάριστε, τοὺς πόθῳ σε τιμῶντας περίσῳζε, ἀεὶ αἰτούμενος, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν ... Ἦχος πλ. δ’

Ἰωάννου Μοναχοῦ

πεστάλη ἐξ οὐρανοῦ Γαβριὴλ ὁ Ἀρχάγγελος, εὐαγγελίσασθαι τῇ Παρθένῳ τὴν σύλληψιν, καὶ ἐλθὼν εἰς Ναζαρέτ, ἑλογίζετο ἐν ἑαυτῷ τὸ θαῦμα ἐκπληττόμενος, ὅτι πῶς ὁ ἐν ὑψίστοις ἀκατάληπτος ὢν, ἐκ Παρθένου τίκτεται! ὁ ἔχων θρόνον οὐρανόν, καὶ ὑποπόδιον τὴν γῆν, ἐν μήτρᾳ χωρεῖται γυναικός! ᾧ τὰ Ἑξαπτέρυγα καὶ Πολυόμματα, ἀτενίσαι οὐ δύνανται, λόγῳ μόνῳ ἐκ ταύτης σαρκωθῆναι ηὐδόκησε! Θεοῦ ἐστι Λόγος ὁ παρών. Τὶ οὖν ἵσταμαι, καὶ οὐ λέγω τῇ Κόρῃ; Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, χαῖρε Ἁγνὴ Παρθένε, χαῖρε Νύμφη ἀνύμφευτε, χαῖρε Μήτηρ τῆς ζωῆς, εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.

 

όταν είναι 27 Μαρτίου

Ἦχος δ’

Ὡς γενναῖον ἐν Μάρτυσιν.

 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

ουδαίων φρυάγματι, καὶ θρασείᾳ ὠμότητι, λογισμὸν ἀντέθηκας ἀνδρειόφρονα, τὴν τῶν μελλόντων προσβλέπουσα, θεόφρον ἀπόλαυσιν, διαμένουσαν ἀεί, δι' αἰῶνος ἀσάλευτον, ἧς ἐπέτυχες, ἀπὸ γῆς μεταστᾶσα πρὸς νυμφῶνας, οὐρανίους καὶ χορείαν, τὴν ἀκατάλυτον ἔνδοξε.


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Βασιλείας εὐπρέπειαν, καὶ τερπνὴν ὡραιότητα, κατιδεῖν ἠξίωσαι τοῦ Νυμφίου σου, ὡραϊσμένη τοῖς στίγμασι, στερρᾶς σου ἀθλήσεως, καὶ πηγῇ τῶν ἀγαθῶν, ἐπαξίως προσήγγισας, τῆς ἐπέκεινα, θεϊκῆς εὐφροσύνης μετουσίαν, καρπουμένη Μακαρία, καὶ τὴν ἀθάνατον εὔκλειαν.


 


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

Οὐ ζυγὸς τῆς δουλείας σε, οὐ τὸ χαῦνον τοῦ θήλεως, οὐ λιμὸς οὐ μάστιγες ἐνεπόδισαν, τὴν τῶν Μαρτύρων στερρότητα, μιμεῖσθαι Πανένδοξε· προθυμίᾳ γὰρ ψυχῆς, τὰς βασάνους ὑπέμεινας· ὅθεν ἔτυχες, οὐρανίων θαλάμων, καὶ στεφάνῳ, τῶν χαρίτων ἐκοσμήθης, περισταμένη τῷ Κτίστῃ σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Μετανοίας τὸ ἄριστον, καὶ σωτήριον φάρμακον, ἡ Θεὸν κυήσασα τὸν Σωτῆρά μου, καὶ τῶν δακρύων τὰ ῥεύματα, καὶ ὥρας τὴν ἔννοιαν, τῆς φρικτῆς καὶ φοβερᾶς, ἀδεκάστου τε κρίσεως, σὺ μοι δώρησαι, καὶ φυγεῖν ταῖς εὐχαῖς σου, ὦ Παρθένε, τῶν κολάσεων τὸν τρόμον, καὶ θείας τεύξασθαι χάριτος.

 

όταν είναι 28 Μαρτίου

Ἦχος δ’  Ἔδωκας σημείωσιν.


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Βίον ἀκηλίδωτον, ὑπομονὴν καὶ πραότητα, καὶ ἀγάπην ἀνόθευτον, ἐγκράτειαν ἄμετρον, παννύχιον στάσιν, κατάνυξιν θείαν, πίστιν ἐλπίδα ἀσφαλῆ, ἐν συμπαθείᾳ Πάτερ κτησάμενος, ὡς Ἄγγελος ἐβίωσας, ἐπὶ τῆς γῆς μετὰ σώματος, Ἱλαρίων μακάριε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

πίγειος Ἄγγελος, καὶ ἐπουράνιος ἄνθρωπος, ἐχρημάτισας Ὅσιε, πηγὴ κατανύξεως, συμπαθείας ῥεῖθρον, πέλαγος θαυμάτων, ἁμαρτωλῶν ἐγγυητής, ἐλαία ὄντως Θεοῦ κατάκαρπος, ἐλαίῳ τῶν καμάτων σου, καθιλαρύνων τὰ πρόσωπα, τῶν πιστῶς εὐφημούντων σε, Ἱλαρίων μακάριε.


 


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 νοῦς σου λαμπόμενος, ταῖς θεϊκαῖς ἐπιγνώσεσι, τῶν τοῦ σώματος ὕπερθεν, παθῶν ἐχρημάτισεν, ἀμιγὴς τῶν κάτω, φέρων χαρακτῆρας, καὶ ἐκτυπῶν ἐν ἑαυτῷ, τὸ θεῖον κάλλος, καὶ γνωριζόμενος, ὅλος θεοειδέστατος, τῇ συνεργείᾳ τοῦ Πνεύματος, Ἱλαρίων Πατὴρ ἡμῶν, Μοναζόντων ἀγλάϊσμα.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον.

Τὸ χαῦνον καὶ ἔκλυτον, Παρθενομῆτορ πανάμωμε, τῆς ψυχῆς μου μετάβαλε, εἰς ῥῶσιν καὶ δύναμιν, τοῦ φόβῳ καὶ πόθῳ, ποιεῖν τε καὶ πράττειν, τὰ δικαιώματα Χριστοῦ, ὅπως ἐκφύγω, τὸ πῦρ τὸ ἄστεκτον, καὶ κλῆρον τὸν οὐράνιον, καὶ τὴν ζωὴν τὴν αἰώνιον, διὰ σοῦ ἀπολάβοιμι, εὐφραινόμενος πάντοτε.

όταν είναι 29 Μαρτίου

Ἦχος α’

Σταυρὸς κατεπάγη ἐν Κρανίῳ.

 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

νστάσει γενναίᾳ Ἱεράρχα, κατέβαλες ἐχθροῦ τὰς παρατάξεις, καὶ λαοὺς ἐκ τῆς πλάνης τῶν εἰδώλων ἐρρύσω.

Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

κτάσει χειρῶν σου Ἱεράρχα, κρατύνας τοὺς συνάθλους σου ἐν πόνοις, ὡς ἀνίσχυρον ἐχθροῦ ἀνέδειξας τὸ κράτος.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

ς Μύστης καὶ Μάρτυς τοῦ Δεσπότου, καὶ Διδάσκαλος σοφὸς τῆς Ἐκκλησίας, Ἱεράρχα δυσώπει ὑπὲρ ἡμῶν ἀπαύστως.


 

Δόξα... Καὶ νῦν ... Θεοτοκίον.

μαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς παναγία Παρθένε.

 

όταν είναι 30 Μαρτίου

Ἦχος πλ. δ’

Ὢ τοῦ παραδόξου θαύματος.

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Πάτερ Ἰωάννη Ὅσιε, διὰ παντὸς ἀληθῶς, τοῦ Θεοῦ ἐν τῷ λάρυγγι, τὰς ὑψώσεις ἔφερες, μελετῶν πρακτικώτατα, τὰ θεόπνευστα λόγια πάνσοφε, καὶ τὴν ἐκεῖθεν ἀναπηγάζουσαν, χάριν ἐπλούτησας, γεγονὼς μακάριος, τῶν ἀσεβῶν, πάντων τὰ βουλεύματα, καταστρεψάμενος.


 


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Πάτερ Ἰωάννη ἔνδοξε, ταῖς  τῶν δακρύων πηγαῖς, τὴν ψυχὴν καθαιρόμενος, καὶ παννύχοις στάσεσι, τὸν Θεὸν ἱλασκόμενος, ἀνεπτερώθης πρὸς τὴν ἀγάπησιν, τὴν τούτου μάκαρ καὶ ὡραιότητα, ἧς ἐπαξίως νῦν , ἀπολαύεις ἄληκτα, χαρμονικῶς, μετὰ τῶν συνάθλων σου, θεόφρον Ὅσιε.


 


 


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

Πάτερ, Ἰωάννη ἔνδοξε, ἀναπτερώσας τὸν νοῦν, πρὸς Θεὸν διὰ πίστεως, κοσμικῆς συγχύσεως, ἑβδελύξω τὸ ἄστατον, καὶ τὸν Σταυρόν σου ἀναλαβόμενος, τῷ  παντεπόπτῃ κατηκολούθησας, σῶμα δυσήνιον, ἀγωγαῖς ἀσκήσεως τῷ  λογισμῷ, σθένει δουλωσάμενος, τοῦ θείου Πνεύματος.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον.

Δεῦρο ψυχή μου στενάζουσα, καὶ τῶν δακρύων πηγάς, ἐκ καρδίας προσφέρουσα, τῇ   Παρθένῳ βόησον, καὶ Μητρὶ τοῦ Θεοῦ ἡμῶν, διὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου Ἁγνή, τῆς φοβερᾶς με ῥῦσαι κολάσεως, καὶ κατασκήνωσον, ἔνθα ἡ ἀνάπαυσις, καὶ ἡ χαρά, ἡ διαιωνίζουσα, καὶ ἡ ἀπόλαυσις.

όταν είναι 31 Μαρτίου

Ἦχος πλ. δ’

Ὢ τοῦ παραδόξου θαύματος.

 


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Πάτερ θεόφρον Ὑπάτιε, ἐν ἐγκρατείᾳ καλῶς, ἐκτραφεὶς εἰς περίδοξον, ἀρετῶν ἐπηύξησαι, ὕψος ἀνατεινόμενος, πρὸς θεωρίαν μυστικωτάτην σαφῶς, Χριστοῦ τὸ κάλλος κατοπτριζόμενος, οὗ ταῖς ἐλλάμψεσι, νοῦν τε καὶ διάνοιαν, καταυγασθείς, πᾶσιν ἐναπήστραψας, τὰς τῶν θαυμάτων αὐγάς.


 


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Πάτερ πατέρων Ὑπάτιε, Ὀρθοδοξίας φωτί, ἀπαστράψας κατηύγασας, διανοίας Ὅσιε, τῶν πιστῶς προστρεχόντων σοι, καὶ τὰς Ἀρείου κόρας ἠμαύρωσας, ἀποκηρύξας τῆς Ἐκκλησίας Χριστοῦ· ὅθεν φωστῆρά σε, κεκτημένοι ἅπαντες, τὴν ἱεράν, μνήμην σου γεραίρομεν, καὶ μακαρίζομεν.


 


 


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

Πάτερ Ἱερὲ Ὑπάτιε, τὸν Βασιλέα Χριστόν, ὃν τρανῶς ἀνεκήρυξας, Πατρὶ ὁμοούσιον, ἔχων ἐν τῇ καρδίᾳ σου, τὰς τῶν θαυμάτων ἀκτῖνας ἔλαμψας, φωταγωγήσας πᾶσαν ὑφήλιον· δράκοντα ἔκτεινας, καὶ θερμῶν ἀνάβλυσιν, σαῖς προσευχαῖς, ὑδάτων ἐξέβλυσας εἰς ἰατρείαν παθῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Χαίροις οἰκουμένης καύχημα· χαῖρε Κυρίου Ναέ· χαῖρε Ὄρος κατάσκιον· χαῖρε καταφύγιον· χαῖρε Λυχνία χρυσῆ· χαῖρε τὸ κλέος τῶν Ὀρθοδόξων σεμνή· χαῖρε Μαρία Μήτηρ Χριστοῦ τοῦ Θεοῦ· χαῖρε παράδεισε· χαῖρε θεία Τράπεζα· χαῖρε σκηνή· χαῖρε Στάμνε πάγχρυσε· χαῖρε ἡ πάντων ἐλπίς.

όταν είναι 1 Απριλίου

Ἦχος πλ. β' Ὅλην ἀποθέμενοι


 


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Σὲ μὲν διεκώλυε, τῆς τῶν σεπτῶν ἐποπτείας, μολυσμῶν τῶν πρότερον, τὸ ἐπισυρόμενον μιαντήριον, ἡ δὲ σὴ αἴσθησις, καὶ τῶν σοὶ θεόφρον, πεπραγμένων ἡ συνείδησις, τὴν πρὸς τὰ κρείττονα, σοὶ ἐπιστροφὴν ἐνειργάσατο· εἰκόνι γὰρ προσβλέψασα, τῆς εὐλογημένης Θεόπαιδος, πάντων καταγνοῦσα, πταισμάτων σου πανεύφημε τῶν πρίν, ἐν παρρησίᾳ τὸ τίμιον, Ξύλον προσεκύνησας.


 


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Τόπους προσκυνήσασα, περιχαρῶς τοὺς ἁγίους, ἀρετῆς ἐφόδιον, σωτηριωδέστατον ἔνθεν εἴληφας, καὶ φαιδρῶς ἔδραμες, τὴν καλὴν πορείαν, καὶ τὸ ῥεῖθρον ἐκπεράσασα, τὸ Ἰορδάνειον, τὸ τοῦ Βαπτιστοῦ ἐνδιαίτημα, προθύμως κατεσκήνωσας, καὶ τὴν τῶν παθῶν ἀγριότητα· διὰ πολιτείας, ἡμέρωσας λεπτύνασα σαρκός, δι' ἐγκρατείας ἀείμνηστε, Μῆτερ τὰ οἰδήματα.


 


 


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

ρημον οἰκήσασα, τῶν σῶν παθῶν τὰς εἰκόνας, εὐσεβῶς ἀπειλήψας, τὸ θεοειδέστατον ἐξεικόνισμα, ἐν ψυχῇ γράψασα, ἀρετῶν ἰδέαις, καὶ τοσοῦτον ὑπερέλαμψας, ὡς καὶ τοῖς ὕδασι, κούφως ἐπιβαίνειν τοῖς ἴχνεσι, καὶ γῆθεν ὑπεραίρεσθαι, ἐν ταῖς πρὸς Θεόν σου ἐντεύξεσι, καὶ νῦν παρρησίᾳ, πανένδοξε Μαρία τῷ Χριστῷ, παρισταμένη δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

 γάμος ηὐτρέπισται, τοῦ οὐρανίου Νυμφίου, οἱ κήρυκες κράζουσι, τὶ βραδύνεις μέλαινα, ἑκουσίως ψυχὴ; ῥυπαρὰ πάντα σου, ἀληθῶς ὑπάρχει, ἀσελγείαις τὰ ἱμάτια, καὶ πῶς ταλαίπωρε, μέλλεις εἰσελθεῖν, δεῦρο πρόσπεσον, πρὸ τέλους ἐκ καρδίας σου, τῇ Ἀειπαρθένῳ κραυγάζουσα· Ὑσσώπῳ πρεσβείας ῥαντίσασα καθάρισον Ἁγνή, καὶ τοῦ νυμφῶνος ἀξίωσον, ὅπως μεγαλύνω σε.

όταν είναι 2 Απριλίου

Ἦχος πλ. δ'

Ὢ τοῦ παραδόξου θαύματος

 


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Τίτε θεόφρον Πατὴρ ἡμῶν, τὸν σὸν βαστάσας σταυρόν, τῷ Χριστῷ ἠκολούθησας, καὶ τὰ πάθη ἅπαντα, τῇ ψυχῇ καθυπέταξας, ἐντεῦθεν χάριν ἐξ ὕψους ἔλαβες, ἰᾶσθαι πάθη τῶν προστρεχόντων σοι, παύειν νοσήματα, καὶ διώκειν πνεύματα· ὅθεν τὴν σήν, μνήμην ἑορτάζομεν, πανηγυρίζοντες.


 


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Τίτε παμμάκαρ Πατὴρ ἡμῶν, ἀσκητικαῖς ἀγωγαῖς, ἱερῶς καθαιρόμενος, καὶ τὸν νοῦν μεθέξεσι, θεϊκαῖς φωτιζόμενος, ἱερωσύνης χρῖσμα πανάγιον, τῇ ἐπινεύσει τοῦ θείου Πνεύματος, ὄντως εἰσδέδεξαι, λειτουργήσας ἄριστα, ἐπὶ τῆς γῆς, τῷ Θεῷ καὶ Κτίστῃ σου, καθάπερ, Ἄγγελος.


 


 


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

σιε Τίτε θόπνευστε, Ὀρθοδοξίας φωτί, τὴν ψυχὴν λαμπρυνόμενος, σκοτεινῆς αἱρέσεως, τὴν ἀχλὺν ἀπεμείωσας, καὶ ἀνατείλας ὡς φαεινότατος, ἀστὴρ φωτίζεις κόσμου τὰ πέρατα, θαυματουργίαις σου, σελασφόροις πάντοτε· ὅθεν πιστῶς πάντες σε γεραίρομεν, καὶ μακαρίζομεν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ποίοις ὀφθαλμοῖς θεάσωμαι, ὡραίαν ὄψιν τὴν σήν, ὁ μολύνας τοῖς πάθεσι, τῆς σαρκὸς τὰ ὄμματα; ἢ πῶς πάλιν ἀσπάσωμαι, τὴν σὴν εἰκόνα τὴν θεοτύπωτον, βέβηλα χείλη ἔχων ὁ ἄσωτος; πῶς δὲ ἐκτείνω μου, πρὸς τὴν θείαν χάριν σου, ὁ ἐναγής, χεῖρας ἃς ἠχρείωσα; Δέσποινα σῶσόν με.

όταν είναι 3 Απριλίου

Ἦχος β'

Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν

 


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Λόγῳ, κυβερνώμενος ψυχῶν, θεῖος οἰκονόμος ἐδείχθης, μυσταγωγός τε πιστός, σπέρματα σωτήρια καταβαλλόμενος, καὶ θερίζων τὸν ἄσταχυν, πολύχουν θεόφρον, τοῦτον τῷ Δεσπότῃ σου, φέρεις γηθόμενος, ᾧ νῦν παριστάμενος μάκαρ, μέμνησο τῆς ποίμνης σου ταύτης, τῆς ἀεὶ τιμώσης σε θεόπνευστε.


 


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Πρᾶος, πεφυκὼς καὶ προσηνής, τῆς Ὀρθοδοξίας τῷ ζήλῳ, ὤφθης μαχόμενος· πίστιν γὰρ ὡς θώρακα περιβαλλόμενος, καὶ ὡς δόρυ ἐγκράτειαν, Νικήτα θεόφρον, ἅπασαν τὴν βλάσφημον, αἵρεσιν ἤλεγξας, θείαν, τοῦ Σωτῆρος εἰκόνα, σέβων καὶ τιμῶν θεοφόρε, ὅροις πατρικοῖς σαφῶς ἑπόμενος.


 


 


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

τε, ἐξορίαις σε πικραῖς, καὶ σκοτεινοτάτοις ἐν τόποις, ὁ σκοτεινότατος, τύραννος κατέκλεισε θηρῶν ὠμότητι, Παραδείσου τὴν οἴκησιν, ἐν νῷ περιφέρων, χαίρων τε τῷ πνεύματι, Πάτερ ὑπέμεινας, οὗ νῦν, τὴν εὐπρέπειαν βλέπειν, ὄντως κατηξίωσαι μάκαρ, τὰ τῶν πόνων ἔπαθλα δρεπόμενος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Στένω, ἐκ βαθέων τῆς ψυχῆς, ὅταν ἐννοήσω μου Κόρη, τὰ πλημμελήματα, τύπτω δὲ τὸ στῆθός μου, κράζων τό, Ἥμαρτον, καὶ προσπίπτω σοι Δέσποινα, ζητῶν μεταγνῶναι, πάλιν δὲ ἠλίθιος ὢν, περιπείρομαι· Οἴμοι τῇ κακῇ συνηθείᾳ. Ταύτης οὖν με λύτρωσαι τάχει, καὶ πρὸς σωτηρίαν καθοδήγησον.

όταν είναι 4 Απριλίου

Ἦχος β' Ὅτε ἐκ τοῦ ξύλου σε


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

λος, ἀνακείμενος θερμῶς, ὅλῃ τῇ ψυχῇ συνημμένος, τῷ παντεπόπτῃ Θεῷ, θείους ἐγεώργησας καρποὺς τοῦ Πνεύματος, ἡσυχίαν ἐγκράτειαν, ἀγάπην ἐλπίδα, τὴν μακροθυμίαν τε, καὶ τὴν πραότητα, δρόμον, πρὸς τὴν ἄνω πορείαν, πίστιν καὶ χρηστότητα Πάτερ, μεγαλοπρεπῶς ἐπιδεικνύμενος.


 


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Χάρις, ἡ τοῦ Πνεύματος ἐν σοί, ὡς καθαρωτάτῳ καὶ πράῳ κατασκηνώσασα, πᾶσι κατεκόσμησεν ἀρετῆς εἴδεσι, καὶ ποικίλοις χαρίσμασιν, ἐλάμπρυνε Πάτερ· ὅθεν καὶ γεώργιον, Χριστοῦ φερώνυμον, ὤφθης γεωργήσας ἐμφρόνως, αὔλακας τῆς σῆς διανοίας, ἀξιομακάριστε Γεώργιε.


 


 


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

Χαίρων, τῶν μελλόντων ἀγαθῶν, Πάτερ τῇ ἐλπίδι τοὺς πόνους, ῥᾷον ὑπήνεγκας, πρόθυμος τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος, τῶν ὀπίσω δὲ πάνσοφε, ποιούμενος λήθην, ἕως τὸ μακάριον, τέλος κατέλαβες, πλήρης ἀρετῶν ἐργασίαις, καὶ μακαριότητος θείας, Ὅσιε Γεώργιε τετύχηκας.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Χαίροις, ὄντως θρόνε τοῦ Θεοῦ, καὶ τοῦ Βασιλέως καθέδρα, χαῖρε ζωῆς κιβωτέ, χαῖρε ἁγιάσματος, πηγὴ ἀκένωτε, μυροθήκη τοῦ Πνεύματος, τρυφὴ Παραδείσου, χαῖρε ἡ ἀπόλαυσις, ἡ μυστικὴ τῶν ψυχῶν, χαῖρε, ἡ χαρὰ τῶν Ὁσίων, χαῖρε ἀγαλλίαμα πάντων, τῶν σοὶ προστρεχόντων Θεονύμφευτε.

όταν είναι 5 Απριλίου

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν

 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

φθαλμοὺς ἐκκεντούμενοι, καὶ δακτύλους κοπτόμενοι, καὶ πλευρὰς ξεόμενοι, καὶ κρεμάμενοι, καὶ τὰ ὀστᾶ συντριβόμενοι, καὶ ξίφει τεμνόμενοι, μεληδὸν καὶ κεφαλήν, τοῦ δολίου συντρίψαντες, οὐκ ἠρνήσασθε, τὸν Σωτῆρα τῶν ὅλων, οὐ ξοάνοις, ἐπεθύσατε ἀλόγως, Μεγαλομαρτυρες ἔνδοξοι.


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Σὺν Κλαυδίῳ τιμήσωμεν, Νικηφόρον τὸν ἔνδοξον, τὸν σεπτὸν Διόδωρον καὶ Οὐΐκτωρα, Οὐϊκτωρῖνον Παππίαν τε, καὶ τὸν Σεραπίωνα, τὸν ἑπτάριθμον χορόν, τὸ πανάγιον ἄθροισμα, τὴν ὁλόκληρον, ἐκκλησίαν, τὸν δῆμον τὸν ἁπάσας, τῶν δαιμόνων μυριάδας, ξίφει ἀνδρείας συγκόψαντα.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

Οἱ τὸ πάθος τὸ ἅγιον, τοῦ Χριστοῦ μιμησάμενοι, καὶ τῇ θείᾳ χάριτι φυγαδεύοντες, πάθη ψυχῆς τε καὶ σώματος, οἱ στῦλοι οἱ ἄσειστοι, οἱ φωστῆρες τῶν πιστῶν, οἱ τὸν δόλιον κτείναντες, οἱ πανεύδιοι, τῶν ἐν ζάλῃ λιμένες, οἱ τὰ ἄνω κατοικοῦντες ἐπαξίως, μεγαλυνέσθωσαν Μάρτυρες.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Τὴν σκηνὴν τὴν ἀμόλυντον, τὴν νεφέλην τὴν ἔμψυχον, τὸν ναὸν τὸν ἅγιον, τοῦ Θεοῦ ἡμῶν, τὴν ἀδιάβατον γέφυραν, τὴν στάμνον, τὴν πάγχρυσον, τὴν ἁγίαν κιβωτόν, τὴν μετάρσιον κλίμακα, τὸ εὐρύχωρον, τοῦ Δεσπότου χωρίον, τὴν Παρθένον, καὶ Μητέρα τοῦ Κυρίου, περιφανῶς μακαρίσωμεν.

 

όταν είναι 6 Απριλίου

Ἦχος πλ. δ'

Κύριε, εἰ καὶ κριτηρίῳ

 


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Κύριε, σὺ ἐν τῷ λειμῶνι τῆς θείας, τρυφῆς Εὐτύχιον ἤνθησας, νάμασι τῆς σῆς τε σοφίας, τοῦτον ἐνθέως κατήρδευσας, καὶ διὰ τοῦτο καρπούς, ἐξήνθησε τῆς γνώσεως, εὐσεβείᾳ κατευφραίνων, τοὺς πιστῶς σε μεγαλύνοντας.


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Κύριε, σὺ ὁ ἐμβατεύων καρδίας, καὶ προγινώσκων τὰ κρύφια, σκεῦος προϊδὼν ἐκλογῆς σου, τὸν Ἱεράρχην Εὐτύχιον, τῆς Ἐκκλησίας τῆς σῆς, ποιμένα ἐγκατέστησας· διὰ τοῦτο εὐσεβείας, ἐπὶ χλόην ταύτην ἴθυνεν.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

Κύριε, σὺ ὁ τὸν σοφὸν Ἱεράρχην κατακοσμήσας τῇ χάριτι, καὶ Ἱεραρχίας ποδήρει, καταφαιδρύνας ὡς εὔσπλαγχνος, ἐν ἀρεταῖς καὶ ἡμᾶς, εὐχαῖς αὐτοῦ καταύγασον, τοῦ ὑμνεῖν σε ὀρθοδόξως, ἐν ἁγνείᾳ καὶ σεμνότητι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

χραντε, ἡ τὸν ἐν Ἁγίοις τεκοῦσα, ἀναπαυόμενον Κύριον, σὺ με μολυνθέντα ἀθλίως, ὑπὸ παθῶν ἀποκάθαρον, καὶ τῆς ἁγνείας ὁδούς, ὁδήγησον πορεύεσθαι· σὺ γάρ πάντων εἶ προστάτις, ἀκαταίσχυντος τῶν δούλων σου.

 

όταν είναι 7 Απριλίου

Τοῦ Μάρτυρος

Ἦχος πλ. δ'

Ὢ τοῦ παραδόξου θαύματος

 


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Μάρτυς ἀθλοφόρε ἔνδοξε, διὰ Χριστὸν τὸν Θεόν, πολυώδυνα βάσανα, καὶ στρεβλώσεις σώματος, ὑπομείνας στερρότατα, τὸν σὸν ἀγῶνα χαίρων διήνυσας, καὶ τῶν στεφάνων τῆς δόξης ἔτυχες, πᾶσιν αἰτούμενος, ἱλασμὸν καὶ ἔλεος, τοῖς εὐσεβῶς, πίστει ἑορτάζουσι, τὴν θείαν μνήμην σου.


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Μάρτυς ἀθλητὰ πανθαύμαστε, ὑπὲρ Χριστοῦ σταυρωθείς, τὸν Σταυρὸν ὑπομείναντος, οὐρανόθεν ἤκουσας, ἐκ Θεοῦ Παντοκράτορος, φωνῆς τιμίας προσκαλουμένης σε, πρὸς τὰς ἐκεῖθεν μονὰς ἀοίδιμε, ἐν αἷς γενόμενος, τῶν βραβείων ἔτυχες, ὡς νικητής· ὅθεν εὐφημοῦμέν σε, καὶ μακαρίζομεν.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

Θείᾳ ἀγάπῃ πυρούμενος, τὸ προσαγόμενον πῦρ, τῷ ἁγίῳ σου σώματι, δροσισμῷ τοῦ Πνεύματος, Ἀθλητὰ ἐκαρτέρησας, ἐντεῦθεν ὤφθης, λαμπὰς πολύφωτος, πιμπρῶσα πᾶσαν, πλάνην πολύθεον. Ὅθεν τὴν μνήμην σου, τὴν ἁγίαν σήμερον, χρεωτικῶς, πάντες ἑορτάζομεν, σὲ μακαρίζοντες.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Φῶς ἡ τεκοῦσα τὸ ἄδυτον, τὸν σκοτισθέντα με νῦν, ὑπὸ πάσης σκαιότητος, ἀπὸ γνώμης Δέσποινα, τῇ σῇ αἴγλῃ καταύγασον, καὶ τῷ φωτὶ με τῷ σῷ σημείωσον, ὅπως τοῖς λύκοις ἀνεπιβούλευτος, ὅλως γενήσωμαι, ὑπὸ σοῦ σκεπόμενος, καὶ ἀσφαλῶς, σεμνὴ ὁδηγούμενος, πρὸς τρίβον ἔνθεον.

 

όταν είναι 8 Απριλίου

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν

 


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

ετοὶ ὡς ὑπόπτεροι, πᾶσαν γῆν διεδράμετε, τὰ σεπτὰ διδάγματα, κατασπείροντες, καὶ τὰ ζιζάνια τέμνοντες, τῆς πλάνης ἐν χάριτι, καὶ πολύχουν τὸν καρπόν, γεωργοῦντες Πανεύφημοι, ὃν κατέχουσι, νοηταὶ ἀποθῆκαι, εἰς αἰῶνας, Γεωργῷ τῷ ἀθανάτῳ, περιφανῶς συντηρούμενον.


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

ρῳδίωνα, Ἄγαβον, καὶ Ἀσύγκριτον, Ῥοῦφόν τε, καὶ Ἑρμῆν καὶ Φλέγοντα, μακαρίσωμεν, τὰ τῆς ἀμπέλου τυγχάνοντα, κατάκαρπα κλήματα, ἀποστάζοντα ἡμῖν, γλυκασμόν τὸν σωτήριον, τὸν εὐφραίνοντα, τὰς διψώσας καρδίας τῶν ἐν πίστει, ἀληθεῖ τούτων τὴν μνήμην, ἐπιτελούντων τὴν εὔσημον.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

Οὐρανοὶ χρηματίσαντες, ὑψηλοὶ τὴν διάνοιαν, δόξαν ἀναγγέλλετε, τοῦ Θεοῦ ἡμῶν, τοῦ σαρκωθέντος θελήματι, θεόπται Ἀπόστολοι, ὁδηγοὶ τῶν εὐσεβῶν, Ἐκκλησίας θεμέλιοι, πύργοι ἄσειστοι, εὐσεβείας λιμένες, ἀπορρήτων, μυστηρίων ὑπηρέται, φωταγωγοὶ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νν... Θεοτοκίον

ς Θεοῦ Μήτηρ ἄφθορος, καὶ ἁγνὴ καὶ πανάμωμος, καὶ ἁγιωσύνῃ πάσῃ ἀσύγκριτος, τὸν ἐναγῆ καὶ ἀκάθαρτον, καὶ πάσης αἰσχρότητος, παρανόμου καὶ δεινῆς, εὑρετήν ἐγχειρήσεως, μὴ ἀπώσῃ με, μὴ ἐάσῃς με ὅλως ἀπολέσθαι, ἀλλὰ ῥῦσαι τῶν παθῶν με, καὶ ἐπιστρέφοντα σῶσόν με.

 

όταν είναι 9 Απριλίου

Ἦχος πλ. δ'

Οἱ Μάρτυρές σου Κύριε

 


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

 πάνσοφος Εὐψύχιος, κατεπαιρόμενον ἀλαζονείᾳ, τὸν ματαιὸφρονα πληγεὶς τῷ ξίφει, αἰσχύνης ἔπλησε πολλῆς, καὶ συνηριθμήθη τοῖς στρατεύμασι, τοῖς ἐπουρανίοις ἀγαλλόμενος. Αὐτοῦ ταὶς ἱκεσίαις, δώρησαι πᾶσι Σῶτερ τὸ μέγα ἔλεος.


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Χάρις, ἡ τοῦ Πνεύματος ἐν σοί, ὡς καθαρωτάτῳ καὶ πράῳ κατασκηνώσασα, πᾶσι κατεκόσμησεν ἀρετῆς εἴδεσι, καὶ ποικίλοις χαρίσμασιν, ἐλάμπρυνε Πάτερ· ὅθεν καὶ γεώργιον, Χριστοῦ φερώνυμον, ὤφθης γεωργήσας ἐμφρόνως, αὔλακας τῆς σῆς διανοίας, ἀξιομακάριστε Γεώργιε.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

ς κρίνον εὐωδίασας, πᾶσαν διάνοιαν ταῖς ἡδυπνόοις, ὀσμαῖς τῶν ἄθλων σου, γενναῖε Μάρτυς, καὶ ἀπεμείωσας σοφέ, πλάνης τὸ δυσῶδες καὶ ἀνέλαμψας, ἥλιος καθάπερ ἐν τοῖς πέρασι, πρεσβεύων δωρηθῆναι, ἅπασι σωτηρίαν καὶ μέγα ἔλεος.

Δόξα... Καὶ νν... Θεοτοκίον

γνὴ Θεογεννήτρια, ἡ τὸν σωτήριον τεκοῦσα Λόγον, ῥῦσαι τοὺς δούλους σου πειρατηρίων, τοῦ πολεμήτορος ἐχθροῦ, φώτισον ἡμῶν τὰ αἰσθητήρια, ἴθυνον ἡμῶν τὰ διαβήματα, πρὸς τρίβους σωτηρίας, ὅπως σε πίστει Κόρη πάντες δοξάζωμεν.

 

όταν είναι 10 Απριλίου

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν

 


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Πολυώνυμον σύνταγμα, πολυποίκιλα βάσανα, Ἀθλητῶν ὑπέμεινε, καρτερώτατα, καὶ πρὸς τὸν μόνον Θεὸν ἡμῶν, μετέστη γηθόμενον, μυριάσιν Ἱερῶν, Ἀσωμάτων ἀγάλλεσθαι, ὡς τοῦ δράκοντος, τὰς πολλὰς μυριάδας ἐκνικῆσαν, τῇ ἐνστάσει τῇ γενναίᾳ, καὶ τῇ τοῦ Πνεύματος χάριτι.


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

 περίδοξος Μάξιμος, καὶ ὁ μέγας Τερέντιος, ὁ κλεινὸς Πομπήϊος, καὶ Μακάριος, Ἀφρικανὸς ὁ θειότατος, τιμάσθωσαν ᾄσμασι, σὺν αὐτοῖς καὶ ὁ λοιπός, τῶν Μαρτύρων κατάλογος, οἱ τῷ αἵματι τῷ οἰκείῳ τὴν ἄνω βασιλείαν, ὠνησάμενοι καὶ δόξης, ἀδιαδόχου πληρούμενοι.



τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

Οὐ λιμὸς οὐδὲ κίνδυνος, οὐ ζωὴ οὐδὲ θάνατος, τῆς ἀγάπης Ἔνδοξοι τοῦ ποιήσαντος, ὑμᾶς χωρίσαι κατίσχυσαν· διὸ ἐκληρώσασθε, βασιλείαν οὐρανῶν, καὶ τρυφήν ἀδαπάνητον, καὶ μὴ λήγουσαν, μηδαμῶς εὐφροσύνην. Ἀλλ' αἰτεῖσθε, καὶ ἡμῖν ἀγαθοδότως, τὸν ἱλασμὸν καὶ τὸ ἔλεος.

Δόξα... Καὶ νν... Θεοτοκίον

ς πηγὴν ἁγιάσματος, κιβωτὸν σε ὡς πάγχρυσον, ἐν Ἁγίῳ Πνεύματι, ἀπαστράπτουσαν, καθικετεύω καὶ δέομαι, τὴν πάθεσιν ἔκδοτον, καὶ ἀθλίαν μου ψυχήν, φωταγώγησον Δέσποινα, ῥυομένη με, τῆς πικρᾶς τυραννίδος τῶν δαιμόνων, καὶ ὁδὸν μοι σωτηρίας, παρεχομένη πρεσβείαις σου.

 

όταν είναι 11 Απριλίου

Ἦχος β'

Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν

 

 


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Χάριν, ἀπαντλήσας δαψιλῶς, γνώσεως Χριστοῦ Ἱεράρχα, ἐξ ἀκενώτου πηγῆς, τοῦ Ἐπιστηθίου τε καὶ θείου Κήρυκος, ταύτης πᾶσι μετέδωκας, ἀνθρώποις ἀφθόνως, δρόμον ἰσαπόστολον ἀνύων Ὅσιε· ὅθεν, σὺν αὐτῷ παρρησίαν, ἔχων πρὸς Θεὸν ὑπὲρ πάντων, τῶν σὲ εὐφημούντων καθικέτευε.


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Βίον, διανύσας εὐκλεῆ, καὶ τῶν ἀρετῶν συναθροίσας, τὸν πλοῦτον Ὅσιε, πλήρης δι' ἀθλήσεως, καλῶν πρὸς Κύριον, ὡς ὁ πρὶν ἐξεδήμησας, Ἀβραὰμ Ἀντίπα· ὅθεν καὶ τῆς κρείττονος δόξης ἠξίωσαι, χαίρων, τοῦ Χριστοῦ σὺν τοῖς μύσταις, καὶ ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν πιστῶς τιμώντων σου τὴν ἄθλησιν.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

χων, ἐξ ἀφθόνων δωρεῶν, σὺ τοῦ Παρακλήτου τὴν χάριν, τὴν τῶν ἰάσεων, πάθη τὰ τοῦ σώματος, καὶ τῶν ψυχῶν ἡμῶν, ἐπισκέψει σου ἴασαι, ὀδύνας κοιμίζων, πόνους παύων ἅπαντας, καὶ ἐκλυτρούμενος, πάντας συμφορῶν καὶ κινδύνων, τοὺς τὴν σὴν Ἀντίπα τιμῶντας μνήμην, καὶ δοξάζοντας τὸν Κύριον.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

χεις, συμπαθείας οἰκτιρμούς, ἔχεις εὐσπλαγχνίας ἀβύσσους, θεοχαρίτωτε, τούτοις μου συγκάλυψον τὰ ἁμαρτήματα, καὶ ἀπόπλυνον ἅπαντα, τὸν ῥύπον Παρθένε, ἐξ ἀπροσεξίας μου τὸν προσγινόμενον, ὅπως, ἀπὸ βλάβης παντοίας, Δέσποινα σωθεὶς μεγαλύνω, τὸ σὸν εἰς αἰῶνας θεῖον ὄνομα.

 

 

όταν είναι 12 Απριλίου

Ἦχος δ' Ἔδωκας σημείωσιν


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

λίου φαιδρότερον, λελαμπρυσμένη ἡ μνήμη σου, τοῖς πιστοῖς ἐξανέτειλε, τὴν κτίσιν φωτίζουσα, θείαις φρυκτωρίαις, Βασίλειε μάκαρ, καὶ παθημάτων τὴν ἀχλύν, καὶ τῶν δαιμόνων σκότος διώκουσα· διὸ σε μακαρίζομεν, καὶ ἐτησίως γεραίρομεν, τὴν ἁγίαν σου κοίμησιν, τὸν Σωτῆρα δοξάζοντες.

Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Βέλει τῷ τῶν λόγων σου, παρανομούντων συστήματα, παμμακάριστε ἔτρωσας· φωνὴν ὅθεν ἔδωκαν, οὐρανῶν νεφέλαι, χοροὶ Ἀσωμάτων, συνεπεκρότησαν χαρᾷ, τῶν σῶν ἀγώνων τὴν καρτερότητα· διὸ ἐπαγαλλόμενοι, πίστει σὺν τούτοις τιμῶμέν σε, ὡς φωστῆρα παγκόσμιον, πρεσβευτὴν ὡς θερμότατον.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

Σοφῶς ἀντικτώμενος, τῶν ἐπὶ γῆς τὰ οὐράνια, καὶ ῥεόντων τὰ ἄρρευστα, φθαρτῆς τε τὴν ἄφθαρτον, ἀντηλλάξω δόξαν, καὶ ἀντ᾽ ἐξορίας, καὶ πολυτρόπων πειρασμῶν, τὰ ὑπὲρ λόγον Θεοῦ βασίλεια, ἐν οἷς καὶ ἀγαλλόμενος, σὺν Ἀσωμάτοις Βασίλειε, ὑπὲρ πάντων ἱκέτευε, τῶν πιστῶς εὐφημούντων σε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

νθρακα κυήσασα, ὃν Ἡσαΐας τεθέαται, τῇ λαβίδι τὸ πρότερον, φρικτῶς ὑπεδέξατο, χρόνων δ' ἐπ' ἐσχάτων, ἐκ σοῦ Θεοτόκε, σάρκα ὀφθέντα καὶ βροτῶν, τὰ πάθη πάντα ἀποκαθαίροντα, πυρὶ τῷ τῆς Θεότητος, τὰς ἁμαρτίας κατάφλεξον, τὰς ἐμὰς Θεονύμφευτε, καὶ παν��ὸς ῥύπου πλῦνόν με.

 

 

όταν είναι 13 Απριλίου

Ἦχος πλ. δ'

Τὶ ὑμᾶς καλέσωμεν

 

 


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Τὶ σε νῦν Μαρτῖνε προσφθέγξωμαι; Ὀρθοδόξων διδαχῶν, καθηγητὴν πανευκλεῆ, κορυφαῖον ἱερόν, δογμάτων θείων ἀψευδῶς, τοῦ ψεύδους, ἀληθέστατον κατήγορον, τοῦ λόγου, γενναιότατον συνήγορον, ἱερουργὸν ἱερώτατον, θαυματουργὸν τιμιώτατον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Τὶ σε νῦν Μαρτῖνε καλέσωμεν, ποταμὸν πνευματικῶν, ναμάτων ἔμπλεων ἀεί, καταρδεύοντα ψυχάς, πρὸς εὐκαρπίαν νοητήν, λυχνίαν, εὐσεβείας φῶς ἐκλάμπουσαν, σταλάζον, ὄρος θείαν ἀγαλλίασιν· θείων λογίων ἐκφάντορα, πάσης αἱρέσεως ἔλεγχον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

Τὶ σε νῦν Μαρτῖνε προσείπωμεν, τῆς σκηνῆς τῆς ἀληθοῦς, ἱερουργὸν πανευσεβῆ, μεσιτεύοντα Θεῷ, καὶ πλάσματι θεοπρεπῶς, κρατῆρα, πόμα θεῖον ἀναβλύζοντα· φωστῆρα, ζωῆς λόγον ὡς ἐπέχοντα, Δύσεως μὲν ἐξορμώμενον, Ἀνατολῇ δὲ φαινόμενον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὶ τῶν σῶν καλῶν θαυμαστότερον, θεραπεύεις πάντας Κόρη, καὶ λυτροῦσαι τῶν παθῶν· ἀπελαύνεις πολεμίων, τὰς ἀθέσμους προσβολάς, κινδύνων, ἀπαλλάττεις τούς τιμῶντάς σε, καὶ θλίψεις καταπαύεις Θεονύμφευτε. Χαρᾶς Παρθένε τῆς κρείττονος, πρόξενος γίνου τοῖς δούλοις σου, πρεσβεύουσα, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

όταν είναι 14 Απριλίου

Ἦχος α' Πανεύφημοι Μάρτυρες


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Λόγῳ θείας γνώσεως λαούς, ἀγνωσίας πάνσοφοι, ὁλοτελῶς ἐλυτρώσασθε, καὶ προσηγάγετε, σεσωσμένους τούτους, Λόγῳ τῷ ἐκλάμψαντι, Πατρὸς ἐξ ἀγεννήτου Ἀπόστολοι· Αὐτῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Πούδην καὶ Ἀρίσταρχον σοφὸν καὶ τὸν θεῖον Τρόφιμον, τοὺς ἀληθεῖς χριστοκήρυκας, ἀνευφημήσωμεν· πλάνης γὰρ χειμῶνα, θέρμῃ θείας χάριτος, διέλυσαν, καὶ νῦν πρὸς τὸ ἄδυτον, φέγγος ἐσκήνωσαν, ἀμοιβὰς πόνων δρεψόμενοι, καὶ μεθέξει, ἀρρήτῳ θεούμενοι.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

Παύλῳ ἐφεπόμενοι κλεινῷ, διδασκάλῳ Ἔνδοξοι, πολλοὺς κινδύνους ὑπέστητε, εἱρκτῇ κλειόμενοι, ὁμιλοῦντες πόνοις, ξίφει ἐπὶ τέλει δέ, τμηθέντες κεφαλὰς ἐνηθλήσατε, Χριστῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χωρίον εὐρύχωρον Θεοῦ, οὐρανῶν πλατύτερον, τὸν σμικρυνθέντα τοῖς πάθεσι, καὶ στενωθέντα με, πειρασμῶν ἐφόδοις, ἐν θλίψεσι πλάτυνον, καὶ ἐν στενοχωρίαις μεγάλυνον, προσηρεμοῦσά μοι, τὰ προσπίπτοντα Πανάμωμε, καθ' ἑκάστην, αὔραις τῆς πρεσβείας σου.

 

 

όταν είναι 15 Απριλίου

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν

 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Πρὸς ἐπίπονα σκάμματα, πρὸς πολύπλοκα θήρατρα, πρὸς δεινὰ παλαίσματα, Κρήσκη πάνσοφε, γενναιοφρόνως ἐχώρησας, σαρκὸς μὴ φεισάμενος, ἀλλ' ἑλόμενος θανεῖν, διὰ πόθον τὸν ἔνθεον· ὅθεν πᾶσά σε, ἡ Χριστοῦ Ἐκκλησία μακαρίζει, ἐκτελοῦσά σου τὴν μνήμην, Μεγαλομάρτυς πανένδοξε.

Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

μοτάτως ξεόμενος, καὶ πλευρὰς ὀρυττόμενος, καὶ μαστίγων πλήθεσι, δαπανώμενος, οὐκ ἐξηρνήσω τὸ ὄνομα, Χριστοῦ τὸ σεβάσμιον, Ἀθλοφόρων καλλονή, Ἐκκλησίας εὐπρέπεια· διὰ ταῦτά σε, ἐν αἰνέσει τιμῶμεν τὴν ἁγίαν, ἑορτάζοντές σου μνήμην, καὶ προσκυνοῦντες τὰ λείψανα.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

ερῶς πυρπολούμενος, τῇ ἀγάπῃ τοῦ Κτίσαντος, Κρήσκη παναοίδιμε, μέσον ἵστασο, πυρὸς μηδόλως φλεγόμενος, εἰς χεῖρας δὲ πάνσοφε, ἐναπέθου τοῦ Θεοῦ, τὸ μακάριον πνεῦμά σου· ὅθεν εἴληφας, τοὺς στεφάνους τῆς νίκης, ἱκετεύων, ἱλασμὸν ἁμαρτημάτων, λαβεῖν τοὺς πόθῳ τιμῶντάς σε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

ς Θεοῦ Μήτηρ ἄφθορος, καὶ ἁγνὴ καὶ πανάμωμος, καὶ ἁγιωσύνῃ πάσῃ ἀσύγκριτος, τὸν ἐναγῆ καὶ ἀκάθαρτον, καὶ πάσης αἰσχρότητος, παρανόμου καὶ δεινῆς, εὑρετήν ἐγχειρήσεως, μὴ ἀπώσῃ με, μὴ ἐάσῃς με ὅλως ἀπολέσθαι, ἀλλὰ ῥῦσαι τῶν παθῶν με, καὶ ἐπιστρέφοντα σῶσόν με.

 

 

όταν είναι 16 Απριλίου

Ἦχος α'

Πανεύψημοι Μάρτυρες

 


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Παρθένοι νεάνιδες σεπτῶν, ἀρετῶν ἐπώνυμοι, καὶ ἀρεταῖς ἐκτρεφόμεναι, πρὸς τὸν ἀκρότατον, εὐσεβείας ὅρον, ἀνδρικῶς ἐφθάσατε, καὶ νῦν πρὸς οὐρανὸν ἀνεδράμετε, Χριστῷ πρεσβεύουσαι, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Παρθένοι νεάνιδες σαφῶς, Εὔας τῆς προμήτορος, ἐπιτηδείως κομίζεσθε, πόθον θεώσεως, ἀνενδότῳ νεύσει, πρὸς Θεὸν θεούμεναι, καὶ θείας θεωρίας πληρούμεναι, καὶ νῦν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

Γενναίῳ φρονήματι Χριστόν, ὡς ἐνστερνισάμεναι, τὸν ἰσχυρὸν κατεπάτησαν, αἱ γενναιόφρονες, τὸν τὴν Εὔαν πάλαι, δόλῳ ἀπατήσαντα, καὶ τοῦτον κατὰ κράτος νικήσασαι, Χριστῷ πρεσβεύουσι, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Νοσοῦσαν Πανύμνητε δεινῶς, τὴν ψυχήν μου πάθεσι, πονηροτάτοις θεράπευσον, ἡ τὸν ἀκέστορα, καὶ Σωτῆρα πάντων, τὸν Χριστὸν κυήσασα, τὸν πᾶσαν μαλακίαν ἰώμενον, τὸν τραυματίσαντα, διαβόλου τὴν κακόνοιαν, καὶ θανάτου, ἡμᾶς ἀπαλλάξαντα.

 

 

όταν είναι 17 Απριλίου

Ἦχος α’

Πανεύφημοι Μάρτυρες.

 


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

νθρωπόν σε ἔγνωμεν Θεοῦ, κλήσει τε καὶ πράγματι· ταῖς ἀρεταῖς γὰρ διέλαμψας, πτωχείαν ἄμετρον, καὶ στενοχωρίαν, ἐπὶ γῆς κτησάμενος, καὶ θαύμασι πιστούς πιστωσάμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

ρωτι δροσίζοντι σαρκός, ἔρωτας φλογίζοντας, ἐναποσβέσας Ἀλέξιε, θαλάμου θάλαμον, εὐσεβῶς ἠλλάξω, ἡδονῆς τε σώματος, τὴν θείαν τῶν Ἀγγέλων ὁμοίωσιν, μεθ' ὧν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.


τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

Μένεις ἀγνοούμενος Σοφέ, πρὸ πυλῶν θλιβόμενος, τῶν εὐγενῶν γεννητόρων σου, ἐμπαροινούντων σοι, τῶν οἰκείων παίδων, ἐπὶ χρόνον μήκιστον, θανὼν δὲ φανεροῦσαι  τοῖς  θαύμασιν, οἷς ἐπετέλεσας, θεραπεύων τὰ νοσήματα, καὶ διώκων ἀκάθαρτα πνεύματα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Χαῖρε ξένον ἄκουσμα Ἁγνή, χαῖρε ξύλον ἅγιον, τοῦ Παραδείσου θεόφυτον, χαῖρε ἐξάλειψις, πονηρῶν δαιμόνων, χαῖρε ξίφος δίστομον, ἐχθροῦ τὴν κεφαλήν, ἀποτέμνουσα, τῷ ξένῳ τόκῳ σου, Παναγία ὑπεράμωμε, ξενωθέντας ἡμᾶς ἀνεκάλεσας.

 

 

όταν είναι 18 Απριλίου

Ἦχος πλ. β'

Ὅλην ἀποθέμενοι

 

 


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

ρμάς τὰς τοῦ σώματος, καὶ τὴν πικρὰν τυραννίδα, τῶν παθῶν ἐξέκλινας, θείῳ φόβῳ Ὅσιε, κυβερνώμενος, καὶ Θεὸν εὔφρανας, ἀρετῶν κάλλεσιν, ὡραΐσας τὴν καρδίαν σου, καὶ νῦν ἐσκήνωσας, ἔνθα τῶν Ὁσίων τὰ τάγματα, κατάλληλον τοῦ πόθου σου, Πάτερ εὑρηκὼς τὴν κατάπαυσιν, ἔνθα μνημονεύειν, ἡμῶν μὴ διαλίπῃς τῶν πιστῶς, ἐπιτελούντων τὴν μνήμην σου, Ἰωάννη Ὅσιε.


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Θεὸν ἐξεζήτησας, ἀνεπιστρόφῳ καρδίᾳ, μελέταις πτερούμενος, ἱεραῖς θεόπνευστε, καὶ ταῖς νεύσεσι, πρὸς αὐτὸν πάντοτε, ὁλικῶς κείμενος, πρὸς δὲ τοῦτο ἐπαλείφοντα, καὶ παρορμῶντά σε, ἔσχες τὸν ἐν κλήσει καὶ πράξεσι, Γρηγόριον τὸν θαύμασι, καὶ τερατουργίαις ἐκλάμψαντα, οὗ ταῖς φρυκτωρίαις, λαμπόμενος διῆλθες ἀβλαβῶς, τοῦ ταπεινοῦ τούτου σώματος, μάκαρ τὸ κλυδώνιον.


 



τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

 

σίως ἐβίωσας, μὴ ἐσχηκώς, τὰς φροντίδας, τοῦ βίου ταῖς κρείττοσιν, ἐργασίαις Ὅσιε καλλυνόμενος· ἀλλὰ πῦρ ἄϋλον, ἐν καρδίᾳ φέρων, ἡσυχίαν ἐκαρτέρησας, παννύχοις στάσεσι, καὶ ταῖς ἀγρυπνίαις προσκείμενος, εὐτόνως καθαιρόμενος καὶ θεοειδὴς ἐνδεικνύμενος· ὅθεν μετὰ πόνους, τὴν ἄπονον ἀπείληφας τρυφήν, τοῖς σὲ τιμῶσιν αἰτούμενος, θείαν ἀγαλλίασιν.

Δόξα... Καὶ νν... Θεοτοκίον

σπιλε ἀμόλυντε, Μήτηρ Θεοῦ Παναγία, Κόρη ἀειπάρθενε, Θεοτόκε Δέσποινα, πῶς ὑμνήσω σε, τὸ Θεοῦ σκήνωμα, ὁ μεμολυσμένος, τὴν ψυχὴν καὶ τὴν διάνοιαν, πῶς δὲ τὸ μέγεθος σοῦ τῶν θαυμασίων ἐξείποιμι, τὴν χάριν καὶ τὸ ἔλεος, ὅπερ ἐπιχέεις μοι πάντοτε; Φρίττων οὖν προσπίπτω, καὶ κράζω σοι τό, Χαῖρε εὐλαβῶς, χαῖρε πιστῶν παραμύθιον, τῶν παρακαλούντων σε.

 

όταν είναι 19 Απριλίου

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων

 

 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Τῆς ἀσεβείας καθεῖλες τὰ ὀχυρώματα, ἐν τῇ ὑπομονῇ σου, Ἀθλοφόρε Κυρίου, καὶ νίκην οὐρανόθεν, ἐδέξω σοφέ· μὴ οὖν παύσῃ δεόμενος, ὑπὲρ τῶν πίστει τιμώντων τὴν ἱεράν, καὶ σεβάσμιόν σου ἄθλησιν.


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Τοὺς ἱερούς σου ἀγῶνας πιστῶς γεραίρομεν, ἀθλητικοὺς καμάτους, οὓς διήνυσας χαίρων, Παφνούτιε τρισμάκαρ, ὑπὲρ Χριστοῦ, τοῦ Σταυρὸν ὑπομείναντος, καὶ τήν ἁγίαν σου μνήμην περιχαρῶς, ἑορτάζομεν ἐν ᾄσμασιν.


 



τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

 

 τῶν λειψάνων σου θήκη, Ἱερομάρτυς Χριστοῦ, ὡς ποταμὸς ἐκβλύζει, τῶν ἰάσεων ῥεῖθρα, καὶ πάντων καταρδεύει τῶν εὐσεβῶν, τὰς καρδίας Παφνούτιε, τῶν προσφοιτώντων ἑκάστοτε ἐν αὐτῇ, καὶ ὑμνούντων τοὺς ἀγῶνάς σου.

Δόξα... Καὶ νν... Θεοτοκίον

Τῶν οὐρανίων ταγμάτων τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ προστασία, ἄχραντε Παρθένε, σῶσον ἡμᾶς, τοὺς εἰς σὲ καταφεύγοντας, ὅτι ἐν σοὶ τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα.

 

όταν είναι 20 Απριλίου

Ἦχος πλ. δ'

Ὢ τοῦ παραδόξου θαύματος

 

 


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

σιε Πάτερ Θεόδωρε, δῶρον Θεοῦ ἐκλεκτόν, σεαυτὸν προσενήνοχας, ἀγρυπνίαν πάννυχον, καὶ ἀγάπην στησάμενος, μελέτην θείαν, ἄκραν ταπείνωσιν, ἐλπίδα, πίστιν καὶ καθαρότητα, ἄκραν συμπάθειαν, ἀληθῆ ἐγκράτειαν, καὶ προσευχήν, στῦλον σε δεικνύουσαν, φωτοειδέστατον.


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Πάτερ θεόφρον Θεόδωρε, καταστολὴν ἀληθῆ, καὶ σωτήριον ἔνδυμα, εὐσεβεῖ φρονήματι, ἐκζητῶν ἐπενδύσασθαι, τῷ ἐκ τριχίνων ῥακίῳ πάντοτε, σοῦ τὸ σαρκίον, σκέπειν οὐκ ἔλιπες, καὶ ἀπεγύμνωσας, τοῦ ἡμᾶς γυμνώσαντος, τὰς μηχανάς, σθένει δυναμούμενος, τοῦ θείου Πνεύματος.


 



τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

 

Τῷ σαρκωθέντι Θεῷ ἡμῶν, ἐκ παναμώμου Μητρός, δι' ἡμᾶς τε πτωχεύσαντι, ὡς πτωχὸν τῷ πνεύματι, σεαυτὸν προσενήνοχας, θυσίαν ζῶσαν, καὶ ὁλοκάρπωμα, σεπτόν παμμάκαρ, καὶ δῶρον τίμιον· ὅθεν καὶ ἔλαβες, οὐρανῶν ἀπόλαυσιν, πρὸς ὃν ἀεί, πρέσβευε δεόμεθα, τοῦ ἐλεῆσαι ἡμᾶς.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ποίοις ὀφθαλμοῖς θεάσωμαι, ἁγίαν ὄψιν τὴν σήν, ὁ μολύνας τοῖς πάθεσι, τῆς σαρκὸς τὰ ὄμματα; ἢ πῶς πάλιν ἀσπάσωμαι, τὴν σὴν εἰκόνα, τὴν θεοτύπωτον, βέβηλα χείλη, ἔχων ὁ ἄθλιος; πῶς δὲ ἐκτείνω μου, πρὸς τὴν θείαν χάριν σου, ὁ ἐναγής, χεῖρας ἃς ἠχρείωσα; Δέσποινα σῶσόν με.

 

όταν είναι 21 Απριλίου

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν

 

 


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

ερεὺς ἐννομώτατος, ἀθλητὴς ἱερώτατος, ὦ Ἰανουάριε, ἐχρημάτισας, οὐκ ἀλλοτρίῳ ἐν αἵματι, οἰκείῳ δὲ μάλιστα, εἰς αὐτὸν τὸν οὐρανόν, εἰσελθών, ἔνθα πρόδρομος, πάντων πέφυκεν, Ἰησοῦς ἀενάως, τοῦτον Πάτερ, ὀπτανόμενος καὶ βλέπων, ἅπερ οἱ Ἄγγελοι βλέπουσι.


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Καὶ δορὰν ἀφαιρούμενος, καὶ πυρὶ προσριπτούμενος, καὶ θηρσὶ διδόμενος, Ἀξιάγαστε, καὶ φυλακαῖς συγκλειόμενος, ἡμέραις ἐν πλείοσιν, ἀταπείνωτος τὸν νοῦν, ῥώμῃ θείᾳ διέμεινας, καὶ ἐτέλεσας, τὸν ἀγῶνα νομίμως ἐναθλήσας, ἱερὲ θαυματοφόρε, τῶν Ἀσωμάτων ἐφάμιλλε.


 



τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

 

Δισιδέριον Πρόκουλον, Σῶσσον, Φαῦστον Εὐτύχιον, καὶ Ἰανουάριον τὸν ἀοίδιμον, καὶ τὸν σοφὸν Ἀκουτίωνα, συμφώνως τιμήσωμεν, ὡς σοφοὺς ἱερουργούς, στεφηφόρους ὡς Μάρτυρας, ὡς τῆς Πόλεως, τῆς ἁγίας πολίτας πρεσβευτάς τε, τῶν αὐτοὺς μακαριζόντων, ἀληθεστάτους ὑπάρχοντας.

Δόξα... Καὶ νν... Θεοτοκίον

Τὴν σκηνὴν τὴν ἀμόλυντον, τὴν νεφέλην τὴν ἔμψυχον, τὸν ναὸν τὸν ἅγιον, τοῦ Θεοῦ ἡμῶν, τὴν ἀδιάβατον γέφυραν, τὴν στάμνον τὴν πάγχρυσον, τὴν ἁγίαν κιβωτόν, τὴν μετάρσιον κλίμακα, τὸ εὐρύχωρον, τοῦ Δεσπότου χωρίον, τὴν Παρθένον, καὶ Μητέρα τοῦ Κυρίου, περιφανῶς μακαρίσωμεν.

 

όταν είναι 22 Απριλίου

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων

 


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

ερομύστης τοῦ Λόγου Πάτερ γενόμενος, καὶ ἀρεταῖς ἐκλάμψας, τῇ τοῦ Πνεύματος αἴγλῃ, Θεόδωρε τρισμάκαρ, παρέχεις ἡμῖν, ἰαμάτων χαρίσματα, τοῖς ἐν τῇ μνήμῃ σου ταύτῃ τῇ ἱερᾷ, προσιοῦσι καὶ τιμῶσί σε.


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Ταῖς οὐρανίαις ἀκτῖσι περιλαμπόμενος, τῇ τοῦ Χριστοῦ δυνάμει, τὰς ἰάσεις παρέχεις, τοῖς πίστει σε αἰτοῦσι, καὶ εὐσεβῶς, ἐκτελοῦσι τὴν μνήμην σου, θεομακάριστε Πάτερ θαυματουργέ, ἀξιάγαστε Θεόδωρε.


 



τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

 

Τοῦ ἀμπελωνος ἐργάτης, διὰ τῆς πράξεως, τῶν ἐντολῶν ἐδείχθης, τοῦ Χριστοῦ θεοφόρε· διὸ τῆς βασιλείας, τῆς ἄνω λαβών, μυστικῶς τὸ δηνάριον, ἀδιαλείπτως πρεσβεύεις ὑπὲρ ἡμῶν, τῶν τιμώντων σε Θεόδωρε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Θεομακάριστε Κόρη Θεοχαρίτωτε, ἡ των ἁμαρτανόντων, κραταιὰ προστασία, τῶν καταπονουμένων ἡ κραταιά, καὶ βεβαία ἀντίληψις, Θεοκυῆτορ Παρθένε, πάντων πιστῶν, καταφύγιον πανύμνητε.

 

όταν είναι 23 Απριλίου

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων

 

 


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Τῆς ἀληθείας τὸ ἔαρ, λαμπρῶς ἐφέστηκε, καὶ νεουργεῖ τὴν κτίσιν, εὐσεβεῖ ἐπιγνώσει, Χριστοῦ τοῦ ζωοδότου· ὅθεν σαφῶς, φωτισθεὶς τὴν διάνοιαν, ὁ ἀθλητὴς τοῦ Κυρίου, τὴν τῶν ἐχθρῶν, κατεπάτησεν ἀπόνοιαν.


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Τῷ Βασιλεῖ τῶν αἰώνων, σὺ ἐστρατεύσω σοφέ, καὶ παρατάξεις πάσας, καθελὼν τῶν ἀνόμων, Γεώργιε τρισμάκαρ, στερρὸς ἀθλητής, ἀνεδείχθης τῇ χάριτι, τῇ ἐκ Θεοῦ σοι δοθείσῃ θαυματουργέ· διὸ πρέσβευε σωθῆναι ἡμᾶς.


 



τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

εῖθρα ἰάσεων νέμεις, τοῖς σοὶ προστρέχουσι, Γεώργιε τρισμάκαρ, καὶ ψυχῶν καὶ σωμάτων, ἀρωγὸς σὺ ὑπάρχεις, τοῖς πίστει θερμῇ, προσιοῦσι τῇ σκέπῃ σου, ἀξιοθαύμαστε Μάρτυς τοῦ Ἰησοῦ, Ἀθλοφόρων ἐγκαλλώπισμα.

Δόξα... Ἦχος α'

Τοῦ μεγάλου Βασιλέως στρατιῶτα Γεώργιε, χαῖρε καὶ εὐφραίνου· Θεῷ γὰρ εὐηρέστησας, πάντων καταφρονήσας, ζωὴν τὴν αἰώνιον εὗρες ἐν οὐρανοῖς· τὸ γὰρ σῶμά σου πᾶσαν νόσον ἐξ ἀνθρώπων ἀπελαύνει· Χριστὸς γὰρ ὃν ἐπόθησας, αὐτὸς σε δοξάζει μακάριε.

 

όταν είναι 24 Απριλίου

Ἦχος πλ. δ'

Οἱ Μάρτυρές σου Κύριε

 

 


 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Τοῖς πόνοις τοῖς ἀσκήσεως, ἐγκαρτερήσασα, ἐδέξω χάριν, ψυχῶν νοσήματα καὶ τῶν σωμάτων, Μῆτερ σεμνὴ ἀποσοβεῖν, πνεύματα διώκειν θείῳ Πνεύματι, πάντων τῶν ἐν θλίψεσι προΐστασθαι. Διὸ ταῖς, σαῖς πρεσβείαις, αἴτησαι πᾶσι ῥῶσιν, καὶ μέγα ἔλεος.


 


 


Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

 κόνις τῶν λειψάνων σου, τυφλοῖς ἀνάβλεψιν ἀναπηγάζει, καὶ πᾶσιν ἴασιν τοῖς ἀσθενοῦσι, καὶ προσπελάζουσι πιστῶς, καὶ ἐξαιτουμένοις σε βοήθειαν, Μῆτερ Ἐλισάβετ ἀξιάγαστε. Διὸ ταῖς σαῖς πρεσβείαις, αἴτησαι πᾶσι ῥῶσιν, καὶ μέγα ἔλεος.


 



τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

 

 

Συμπάθειαν ἐξήσκησας, Πίστιν Ὀρθόδοξον καὶ τὴν ἀγάπην, τὴν πρὸς τὸν Κύριον καὶ τὸν πλησίον, θεομακάριστε σεμνή· ὅθεν θεία χάρις σοι τοῦ Πνεύματος, Μῆτερ Ἐλισάβετ ἀνεπαύσατο. Διὸ ταῖς σαῖς πρεσβείαις, δίδου ἡμῖν εἰρήνην, ῥῶσιν καὶ ἔλεος.


 

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς

 

 

 

 

 

 

ΗΧΟΣ Β’

ΤΗ KΥΡΙΑΚΗ

ΕΣΠΕΡΑΣ

 Εἰς τὸ Κύριε ἐκέκραξα. Στιχηρὰ Κατανυκτικὰ.

Ἦχος β’

 

ξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

μαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ ἄσωτος Υἱός, δέξαι με Πάτερ μετανοοῦντα, καὶ ἐλέησόν με ὁ Θεός.


 

μὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Κράζω σοι Χριστὲ Σωτήρ, τοῦ Τελώνου τὴν φωνήν· Ἱλάσθητί μοι ὥσπερ ἐκείνῳ, καὶ ἐλέησόν με ὁ Θεός.


 

κ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Τῶν πεπραγμένων μου δεινῶν, ἐννοῶν τὰ ἄτοπα, ἐπὶ τοὺς σοὺς καταφεύγω οἰκτιρμούς, Τελώνην μιμούμενος, καὶ Πόρνην δακρύσασαν, καὶ τὸν Ἄσωτον Υἱόν· διὸ καὶ προσπίπτω σοι Ἐλεῆμον, πρίν με καταδικάσῃς, φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.


 

Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Τὰς ἀνομίας μου πάριδε Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ τὴν καρδίαν μου καθάρισον, ναὸν αὐτὴν ποιῶν τοῦ ἁγίου σου Πνεύματος, μή με ἐξουδενώσῃς ἀπὸ τοῦ σοῦ προσώπου, ὁ ἀμέτρητον ἔχων τὸ μέγα ἔλεος.

Στιχηρὰ Προσόμοια  Τοῦ Ἰωσὴφ

Ἦχος α’  Πανεύφημοι Μάρτυρες.

 

 

ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.

 

Πτωχεύσας ὁ πλούσιος Χριστέ, τοὺς βροτοὺς ἐπλούτισας, ἀθανασίαν καὶ ἔλλαμψιν· διὸ πτωχεύσαντα, ἡδοναῖς τοῦ βίου, ἀρεταῖς με πλούτισον, καὶ πένητι Λαζάρῳ με σύνταξον, τῆς τοῦ Πλουσίου με, τιμωρίας ἐξαιρούμενος, καὶ γεέννης, τῆς ἀποκειμένης μοι.

 

νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Κακίαν ἐπλούτησα δεινῶς, καὶ τρυφὴν ἠγάπησα, καὶ τῶν ἐν βίῳ ἀπήλαυσα, ἡδονῶν Κύριε, καὶ πυρὸς γεέννης, ὑπόδικος γέγονα, λιμώττοντα τὸν νοῦν μου ὡς Λάζαρον, παραβλεψάμενος, πρὸ πυλῶν τῶν θείων πράξεων, ἐρριμμένον, οἴκτειρόν με Δέσποτα.


Ἕτερον Προσόμοιον  Τοῦ Θεοδώρου.

Νεφέλην σε φωτὸς.

 

πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Τὴν ἕκτην τῶν σεπτῶν, Νηστειῶν Ἑβδομάδα, προθύμως ἀπαρχόμενοι, Κυρίῳ, προεόρτιον ὕμνον, τῶν Βαΐων ᾄσωμεν πιστοί, ἐρχομένῳ ἐν δόξῃ, δυνάμει Θεότητος, ἐπὶ τὴν Ἱερουσαλήμ, νεκρῶσαι τὸν θάνατον· διὸ ἑτοιμάσωμεν εὐσεβῶς, τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν ἀρετῶν, τὸ Ὡσαννὰ ἐκβοῆσαι, τῷ Ποιητῇ τοῦ παντός.


 


Καὶ τοῦ Μηναίου, Προσόμοια γ’

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον τοῦ Μηναίου.

 

ΗΧΟΣ Γ'

ΤΗ ΚΥΡΙΑΚΗ

ΕΣΠΕΡΑΣ

Εἰς τὸ Κύριε ἐκέκραξα. Στιχηρὰ Κατανυκτικὰ.

Ἦχος γ’

 

ξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

σπερινὸν ὕμνον, προσφέρομέν σοι Χριστέ, μετὰ θυμιάματος, καὶ ᾠδῶν πνευματικῶν, ἐλέησον Σωτὴρ τὰς ψυχὰς ἡμῶν.


 

 μὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Σῶσόν με Κύριε ὁ Θεός μου· σὺ γὰρ πάντων ἡ σωτηρία, ὁ κλύδων με τῶν παθῶν ἐκταράττει, καὶ τὸ βάρος τῶν ἀνομιῶν με βυθίζει· δός μοι χεῖρα βοηθείας, καὶ πρός φῶς ἀνάγαγέ με κατανύξεως, ὡς μόνος εὔσπλαγχνος, καὶ φιλάνθρωπος.


 

κ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Τὸν διεσπαρμένον μου νοῦν συνάγαγε Κύριε, καὶ τὴν χερσωθεῖσάν μου καρδίαν καθάρισον, ὡς τῷ Πέτρῳ διδούς μοι μετάνοιαν, ὡς τῷ Τελώνῃ στεναγμόν, καὶ ὡς τῇ Πόρνῃ δάκρυα, ἵνα μεγάλῃ τῇ φωνῇ κραυγάζω σοι· ὁ Θεὸς σῶσόν με, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.


 

Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Πολλάκις τὴν ὑμνῳδίαν ἐκτελῶν, εὑρέθην τὴν ἁμαρτίαν ἐκπληρῶν, τῇ μὲν γλώττῃ ᾄσματα φθεγγόμενος, τῇ δὲ ψυχῇ ἄτοπα λογιζόμενος, ἀλλ' ἑκάτερα διόρθωσον Χριστὲ ὁ Θεός, διὰ τῆς μετανοίας, καὶ ἐλέησόν με.

Στιχηρὰ Προσόμοια  Τοῦ Ἰωσὴφ

Ἦχος α’  Πανεύφημοι Μάρτυρες.

 

 

ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.

 

Πτωχεύσας ὁ πλούσιος Χριστέ, τοὺς βροτοὺς ἐπλούτισας, ἀθανασίαν καὶ ἔλλαμψιν· διὸ πτωχεύσα��τα, ἡδοναῖς τοῦ βίου, ἀρεταῖς με πλούτισον, καὶ πένητι Λαζάρῳ με σύνταξον, τῆς τοῦ Πλουσίου με, τιμωρίας ἐξαιρούμενος, καὶ γεέννης, τῆς ἀποκειμένης μοι.

 

νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Κακίαν ἐπλούτησα δεινῶς, καὶ τρυφὴν ἠγάπησα, καὶ τῶν ἐν βίῳ ἀπήλαυσα, ἡδονῶν Κύριε, καὶ πυρὸς γεέννης, ὑπόδικος γέγονα, λιμώττοντα τὸν νοῦν μου ὡς Λάζαρον, παραβλεψάμενος, πρὸ πυλῶν τῶν θείων πράξεων, ἐρριμμένον, οἴκτειρόν με Δέσποτα.


Ἕτερον Προσόμοιον  Τοῦ Θεοδώρου.

Νεφέλην σε φωτὸς.

 

πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Τὴν ἕκτην τῶν σεπτῶν, Νηστειῶν Ἑβδομάδα, προθύμως ἀπαρχόμενοι, Κυρίῳ, προεόρτιον ὕμνον, τῶν Βαΐων ᾄσωμεν πιστοί, ἐρχομένῳ ἐν δόξῃ, δυνάμει Θεότητος, ἐπὶ τὴν Ἱερουσαλήμ, νεκρῶσαι τὸν θάνατον· διὸ ἑτοιμάσωμεν εὐσεβῶς, τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν ἀρετῶν, τὸ Ὡσαννὰ ἐκβοῆσαι, τῷ Ποιητῇ τοῦ παντός.


Καὶ τοῦ Μηναίου, Προσόμοια γ’


τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον τοῦ Μηναίου.

 

ΗΧΟΣ Δ’

ΤΗ ΚΥΡΙΑΚΗ

ΕΣΠΕΡΑΣ

Εἰς τὸ Κύριε ἐκέκραξα. Στιχηρὰ Κατανυκτικὰ.

Ἦχος δ’

 

 

ξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

θελον δάκρυσιν ἐξαλεῖψαι, τῶν ἐμῶν πταισμάτων Κύριε, τὸ χειρόγραφον, καὶ τὸ ὑπόλοιπον τῆς ζωῆς μου, διὰ μετανοίας εὐαρεστῆσαί σοι, ἀλλ' ὁ ἐχθρὸς ἀπατᾷ με, καὶ πολεμεῖ τὴν ψυχήν μου, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με. 


 

μὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Τίς χειμαζόμενος καὶ προστρέχων, τῷ λιμένι τούτῳ οὐ διασῴζεται; ἢ τὶς ὀδυνώμενος καὶ προσπίπτων, τῷ ἰατρείῳ τούτῳ οὐ θεραπεύεται; Δημιουργὲ τῶν ἁπάντων, καὶ ἰατρὲ τῶν νοσούντων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.


 

κ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Πλῦνόν με τοῖς δάκρυσί μου Σωτήρ, ὅτι ῥερύπωμαι ἐν πολλαῖς ἁμαρτίαις· διὸ καὶ προσπίπτω σοι. Ἥμαρτόν· ἐλέησόν με ὁ Θεός.


 

Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Πρόβατόν εἰμι τῆς λογικῆς σου ποίμνης, καὶ πρὸς σὲ καταφεύγω, τὸν ποιμένα τὸν καλόν, ζήτησόν με τὸν πλανηθέντα ὁ Θεός, καὶ ἐλέησόν με.


Στιχηρὰ Προσόμοια  Τοῦ Ἰωσὴφ

Ἦχος α’  Πανεύφημοι Μάρτυρες.

 

 

ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.

 

Πτωχεύσας ὁ πλούσιος Χριστέ, τοὺς βροτοὺς ἐπλούτισας, ἀθανασίαν καὶ ἔλλαμψιν· διὸ πτωχεύσαντα, ἡδοναῖς τοῦ βίου, ἀρεταῖς με πλούτισον, καὶ πένητι Λαζάρῳ με σύνταξον, τῆς τοῦ Πλουσίου με, τιμωρίας ἐξαιρούμενος, καὶ γεέννης, τῆς ἀποκειμένης μοι.

 

νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Κακίαν ἐπλούτησα δεινῶς, καὶ τρυφὴν ἠγάπησα, καὶ τῶν ἐν βίῳ ἀπήλαυσα, ἡδονῶν Κύριε, καὶ πυρὸς γεέννης, ὑπόδικος γέγονα, λιμώττοντα τὸν νοῦν μου ὡς Λάζαρον, παραβλεψάμενος, πρὸ πυλῶν τῶν θείων πράξεων, ἐρριμμένον, οἴκτειρόν με Δέσποτα.


Ἕτερον Προσόμοιον  Τοῦ Θεοδώρου.

Νεφέλην σε φωτὸς.

 

πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Τὴν ἕκτην τῶν σεπτῶν, Νηστειῶν Ἑβδομάδα, προθύμως ἀπαρχόμενοι, Κυρίῳ, προεόρτιον ὕμνον, τῶν Βαΐων ᾄσωμεν πιστοί, ἐρχομένῳ ἐν δόξῃ, δυνάμει Θεότητος, ἐπὶ τὴν Ἱερουσαλήμ, νεκρῶσαι τὸν θάνατον· διὸ ἑτοιμάσωμεν εὐσεβῶς, τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν ἀρετῶν, τὸ Ὡσαννὰ ἐκβοῆσαι, τῷ Ποιητῇ τοῦ παντός.



Καὶ τοῦ Μηναίου, Προσόμοια γ’


τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον τοῦ Μηναίου.

 

 

ΗΧΟΣ ΠΛ. Α’

ΤΗ ΚΥΡΙΑΚΗ

ΕΣΠΕΡΑΣ 

Εἰς τὸ Κύριε ἐκέκραξα. Στιχηρὰ Κατανυκτικὰ.

Ἦχος πλ. α’

 

ξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Κύριε ἁμαρτάνων οὐ παύομαι, φιλανθρωπίας ἀξιούμενος οὐ γινώσκω, νίκησόν μου τὴν πώρωσιν, μόνε Ἀγαθέ, καὶ ἐλέησόν με.


 

μὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Κύριε, καὶ τὸν φόβον σου πτοοῦμαι, καὶ τὸ πονηρὸν ποιεῖν οὐ παύομαι, τίς ἐν δικαστηρίῳ τὸν δικαστὴν οὐ πτοεῖται; ἢ τὶς ἰαθῆναι βουλόμενος, τὸν ἰατρὸν παροργίζει ὡς κᾀγώ; Μακρόθυμε Κύριε, ἐπὶ τῇ ἀσθενείᾳ μου σπλαγχνίσθητι, καὶ ἐλέησόν με.


 

κ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Οἴμοι! τὶ ὁμοιώθην ἐγώ, τῇ ἀκάρπῳ συκῇ, καὶ πτοοῦμαι τὴν κατάραν σὺν τῇ ἐκκοπῇ, ἀλλ' ἐπουράνιε γεωργὲ Χριστὲ ὁ Θεός, τὴν χερσωθεῖσάν μου ψυχήν, καρποφόρον ἀνάδειξον, καὶ ὡς τὸν ἄσωτον Υἱόν, δέξαι με καὶ ἐλέησόν με.


 

Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Τὰ πλήθη τῶν πταισμάτων μου πάριδε Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ πάσας ἐξάλειψον τὰς ἀνομίας μου, λογισμόν μοι παρέχων ἐπιστροφῆς, ὡς μόνος φιλάνθρωπος, δέομαι καὶ ἐλέησόν με.


Στιχηρὰ Προσόμοια  Τοῦ Ἰωσὴφ

Ἦχος α’  Πανεύφημοι Μάρτυρες.

 

 

ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.

 

Πτωχεύσας ὁ πλούσιος Χριστέ, τοὺς βροτοὺς ἐπλούτισας, ἀθανασίαν καὶ ἔλλαμψιν· διὸ πτωχεύσαντα, ἡδοναῖς τοῦ βίου, ἀρεταῖς με πλούτισον, καὶ πένητι Λαζάρῳ με σύνταξον, τῆς τοῦ Πλουσίου με, τιμωρίας ἐξαιρούμενος, καὶ γεέννης, τῆς ἀποκειμένης μοι.

 

νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Κακίαν ἐπλούτησα δεινῶς, καὶ τρυφὴν ἠγάπησα, καὶ τῶν ἐν βίῳ ἀπήλαυσα, ἡδονῶν Κύριε, καὶ πυρὸς γεέννης, ὑπόδικος γέγονα, λιμώττοντα τὸν νοῦν μου ὡς Λάζαρον, παραβλεψάμενος, πρὸ πυλῶν τῶν θείων πράξεων, ἐρριμμένον, οἴκτειρόν με Δέσποτα.


Ἕτερον Προσόμοιον  Τοῦ Θεοδώρου.

Νεφέλην σε φωτὸς.

 

πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Τὴν ἕκτην τῶν σεπτῶν, Νηστειῶν Ἑβδομάδα, προθύμως ἀπαρχόμενοι, Κυρίῳ, προεόρτιον ὕμνον, τῶν Βαΐων ᾄσωμεν πιστοί, ἐρχομένῳ ἐν δόξῃ, δυνάμει Θεότητος, ἐπὶ τὴν Ἱερουσαλήμ, νεκρῶσαι τὸν θάνατον· διὸ ἑτοιμάσωμεν εὐσεβῶς, τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν ἀρετῶν, τὸ Ὡσαννὰ ἐκβοῆσαι, τῷ Ποιητῇ τοῦ παντός.


Καὶ τοῦ Μηναίου, Προσόμοια γ’


τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον τοῦ Μηναίου.

 

 

ΗΧΟΣ ΠΛ. Β’

ΤΗ ΚΥΡΙΑΚΗ

ΕΣΠΕΡΑΣ

Εἰς τὸ Κύριε ἐκέκραξα. Στιχηρὰ Κατανυκτικὰ.

Ἠχος πλ. β’

 

ξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Μετάνοιαν οὐ κέκτημαι, ἀλλ' οὐδὲ πάλιν δάκρυα· διὰ τοῦτο ἱκετεύω σε Σωτήρ, πρὸ τέλους ἐπιστρέψαι, καὶ δοῦναι μοι κατάνυξιν, ὅπως ῥυσθήσωμαι τῆς κολάσεως.


 

μὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

ν τῇ φρικτῇ παρουσίᾳ σου Χριστέ, μὴ ἀκούσωμεν· οὐκ οἶδα ὑμᾶς· τὴν γὰρ ἐλπίδα ἐπὶ σοὶ τῷ Σωτῆρι ἐθέμεθα, εἰ καὶ τὰ σὰ προστάγματα οὐ πράττομεν, διὰ τήν ἀμέλειαν ἡμῶν, ἀλλὰ φεῖσαι τῶν ψυχῶν ἡμῶν δεόμεθα.


 

κ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Τὰ τῆς καρδίας μου τραύματα, ἐκ πολλῶν ἁμαρτημάτων φυέντα μοι, ἰάτρευσον Σωτήρ, ὁ τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἰατρός, ὁ, παρέχων τοῖς αἰτοῦσι, πταισμάτων τὴν συγχώρησιν ἀεί, παράσχου μοι δάκρυα μετανοίας, διδούς μοι τὴν λύσιν τῶν ὀφλημάτων Κύριε, καὶ ἐλέησόν με.


 

Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Γυμνόν με εὑρὼν τῶν ἀρετῶν ὁ ἐχθρός, τῷ βέλει τῆς ἁμαρτίας ἔτρωσεν· ἀλλὰ σὺ ὡς ἰατρὸς ψυχῶν τε καὶ σωμάτων, τὰ τραύματα τῆς ψυχῆς μου θεράπευσον, ὁ Θεός, καὶ ἐλέησόν με.


Στιχηρὰ Προσόμοια  Τοῦ Ἰωσὴφ

Ἦχος α’  Πανεύφημοι Μάρτυρες.

 

 

ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.

 

Πτωχεύσας ὁ πλούσιος Χριστέ, τοὺς βροτοὺς ἐπλούτισας, ἀθανασίαν καὶ ἔλλαμψιν· διὸ πτωχεύσαντα, ἡδοναῖς τοῦ βίου, ἀρεταῖς με πλούτισον, καὶ πένητι Λαζάρῳ με σύνταξον, τῆς τοῦ Πλουσίου με, τιμωρίας ἐξαιρούμενος, καὶ γεέννης, τῆς ἀποκειμένης μοι.

 

νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Κακίαν ἐπλούτησα δεινῶς, καὶ τρυφὴν ἠγάπησα, καὶ τῶν ἐν βίῳ ἀπήλαυσα, ἡδονῶν Κύριε, καὶ πυρὸς γεέννης, ὑπόδικος γέγονα, λιμώττοντα τὸν νοῦν μου ὡς Λάζαρον, παραβλεψάμενος, πρὸ πυλῶν τῶν θείων πράξεων, ἐρριμμένον, οἴκτειρόν με Δέσποτα.


Ἕτερον Προσόμοιον  Τοῦ Θεοδώρου.

Νεφέλην σε φωτὸς.

 

πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Τὴν ἕκτην τῶν σεπτῶν, Νηστειῶν Ἑβδομάδα, προθύμως ἀπαρχόμενοι, Κυρίῳ, προεόρτιον ὕμνον, τῶν Βαΐων ᾄσωμεν πιστοί, ἐρχομένῳ ἐν δόξῃ, δυνάμει Θεότητος, ἐπὶ τὴν Ἱερουσαλήμ, νεκρῶσαι τὸν θάνατον· διὸ ἑτοιμάσωμεν εὐσεβῶς, τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν ἀρετῶν, τὸ Ὡσαννὰ ἐκβοῆσαι, τῷ Ποιητῇ τοῦ παντός.



Καὶ τοῦ Μηναίου, Προσόμοια γ’


τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον τοῦ Μηναίου.

 

 

 

ΗΧΟΣ ΒΑΡΥΣ

ΤΗ ΚΥΡΙΑΚΗ

ΕΣΠΕΡΑΣ 

Εἰς τὸ Κύριε ἐκέκραξα. Στιχηρὰ Κατανυκτικὰ.

Ἦχος βαρὺς.

 

ξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

ς ὁ ἄσωτος Υἱός, ἦλθον κᾀγὼ οἰκτίρμον, δέξαι με προσπίπτοντα, ὡς ἕνα τῶν μισθίων σου, ὁ Θεὸς καὶ ἐλέησόν με.


 

μὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

ς ὁ περιπεσὼν εἰς τοὺς λῃστάς, καὶ τετραυματισμένος, οὕτω κᾀγὼ περιέπεσα, ἐξ ἐμῶν ἁμαρτιῶν, καὶ τετραυματισμένη, ὑπάρχει μου ἡ ψυχή, πρὸς τίνα καταφύγω ὁ ὑπεύθυνος ἐγώ, εἰμὴ πρὸς σὲ τὸν εὔσπλαγχνον, τῶν ψυχῶν τὸν ἰατρόν; ἐπίχεε ἐπ' ἐμὲ ὁ Θεός, τὸ μέγα σου ἔλεος.


 

κ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

ς τὴν συκῆν τὴν ἄκαρπον, μὴ ἐκκόψῃς με Σωτὴρ τὸν ἁμαρτωλόν, ἀλλ' ἐπὶ πολλῷ τῷ ἔτει, συγχώρησίν μοι δώρησαι, ἀρδεύων μου τὴν ψυχήν, τοῖς δάκρυσι τῆς μετανοίας, ἵνα καρπὸν προσενέγκω σοι ἐλεημοσύνης.


 

Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

ς Ἥλιος ὑπάρχων δικαιοσύνης, φωταγώγησον τὰς καρδίας, τῶν σὲ ὑμνούντων, Κύριε δόξα σοι.

Στιχηρὰ Προσόμοια  Τοῦ Ἰωσὴφ

Ἦχος α’  Πανεύφημοι Μάρτυρες.

 

 

ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.

 

Πτωχεύσας ὁ πλούσιος Χριστέ, τοὺς βροτοὺς ἐπλούτισας, ἀθανασίαν καὶ ἔλλαμψιν· διὸ πτωχεύσαντα, ἡδοναῖς τοῦ βίου, ἀρεταῖς με πλούτισον, καὶ πένητι Λαζάρῳ με σύνταξον, τῆς τοῦ Πλουσίου με, τιμωρίας ἐξαιρούμενος, καὶ γεέννης, τῆς ἀποκειμένης μοι.

 

νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Κακίαν ἐπλούτησα δεινῶς, καὶ τρυφὴν ἠγάπησα, καὶ τῶν ἐν βίῳ ἀπήλαυσα, ἡδονῶν Κύριε, καὶ πυρὸς γεέννης, ὑπόδικος γέγονα, λιμώττοντα τὸν νοῦν μου ὡς Λάζαρον, παραβλεψάμενος, πρὸ πυλῶν τῶν θείων πράξεων, ἐρριμμένον, οἴκτειρόν με Δέσποτα.


Ἕτερον Προσόμοιον  Τοῦ Θεοδώρου.

Νεφέλην σε φωτὸς.

 

πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Τὴν ἕκτην τῶν σεπτῶν, Νηστειῶν Ἑβδομάδα, προθύμως ἀπαρχόμενοι, Κυρίῳ, προεόρτιον ὕμνον, τῶν Βαΐων ᾄσωμεν πιστοί, ἐρχομένῳ ἐν δόξῃ, δυνάμει Θεότητος, ἐπὶ τὴν Ἱερουσαλήμ, νεκρῶσαι τὸν θάνατον· διὸ ἑτοιμάσωμεν εὐσεβῶς, τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν ἀρετῶν, τὸ Ὡσαννὰ ἐκβοῆσαι, τῷ Ποιητῇ τοῦ παντός.



Καὶ τοῦ Μηναίου, Προσόμοια γ’


τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον τοῦ Μηναίου.

ΗΧΟΣ ΠΛ. Δ’

ΤΗ ΚΥΡΙΑΚΗ

ΕΣΠΕΡΑΣ 

Εἰς τὸ Κύριε ἐκέκραξα. Στιχηρὰ Κατανυκτικὰ.

Ἦχος πλ. δ’

 

ξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Σὲ τὸν Βασιλέα καὶ Δεσπότην, Ἄγγελοι ἀπαύστως ἀνυμνοῦσιν· ἐγὼ δέ σοι προσπίπτω ὡς ὁ Τελώνης κράζων· ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.


 

μὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

θάνατος ὑπάρχουσα ψυχή μου, τοῖς κύμασι τοῦ βίου μὴ καλύπτου, ἀνάνηψον βοῶσα· πρὸς τὸν σὸν Εὐεργέτην ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.


 

κ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Δάκρυά μοι δὸς ὁ Θεός, ὡς ποτὲ τῇ γυναικὶ τῇ ἁμαρτωλῷ, καὶ ἀξίωσόν με βρέχειν τοὺς πόδας σου, τοὺς ἐμὲ ἐκ τῆς ὁδοῦ τῆς πλάνης ἐλευθερώσαντας, καὶ μύρον εὐωδίας σοι προσφέρειν, βίον καθαρόν, ἐν μετανοίᾳ μοι κτισθέντα, ἵνα ἀκούσω κᾀγὼ τῆς εὐκταίας σου φωνῆς. Ἡ πίστις σου σέσωκέ σε, πορεύου εἰς εἰρήνην.


 

Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

ταν λάβω κατὰ νοῦν, τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, καὶ εἰς ἔννοιαν ἔλθω, τῆς φοβερᾶς ἐκείνης ἐτάσεως, τρόμῳ συνεχόμενος, πρὸς σὲ καταφεύγω, τόν φιλάνθρωπον Θεόν. Διὸ μή με παρίδῃς, ἱκετεύω σε μόνε ἀναμάρτητε, δώρησαι κατάνυξιν, τῇ ταπεινῇ μου ψυχῇ, πρὸ τελευτῆς καὶ σῶσόν σε.

Στιχηρὰ Προσόμοια  Τοῦ Ἰωσὴφ

Ἦχος α’  Πανεύφημοι Μάρτυρες.

 

 

ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.

 

Πτωχεύσας ὁ πλούσιος Χριστέ, τοὺς βροτοὺς ἐπλούτισας, ἀθανασίαν καὶ ἔλλαμψιν· διὸ πτωχεύσαντα, ἡδοναῖς τοῦ βίου, ἀρεταῖς με πλούτισον, καὶ πένητι Λαζάρῳ με σύνταξον, τῆς τοῦ Πλουσίου με, τιμωρίας ἐξαιρούμενος, καὶ γεέννης, τῆς ἀποκειμένης μοι.

 

νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Κακίαν ἐπλούτησα δεινῶς, καὶ τρυφὴν ἠγάπησα, καὶ τῶν ἐν βίῳ ἀπήλαυσα, ἡδονῶν Κύριε, καὶ πυρὸς γεέννης, ὑπόδικος γέγονα, λιμώττοντα τὸν νοῦν μου ὡς Λάζαρον, παραβλεψάμενος, πρὸ πυλῶν τῶν θείων πράξεων, ἐρριμμένον, οἴκτειρόν με Δέσποτα.


Ἕτερον Προσόμοιον  Τοῦ Θεοδώρου.

Νεφέλην σε φωτὸς.

 

πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Τὴν ἕκτην τῶν σεπτῶν, Νηστειῶν Ἑβδομάδα, προθύμως ἀπαρχόμενοι, Κυρίῳ, προεόρτιον ὕμνον, τῶν Βαΐων ᾄσωμεν πιστοί, ἐρχομένῳ ἐν δόξῃ, δυνάμει Θεότητος, ἐπὶ τὴν Ἱερουσαλήμ, νεκρῶσαι τὸν θάνατον· διὸ ἑτοιμάσωμεν εὐσεβῶς, τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν ἀρετῶν, τὸ Ὡσαννὰ ἐκβοῆσαι, τῷ Ποιητῇ τοῦ παντός.



Καὶ τοῦ Μηναίου, Προσόμοια γ’


τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον τοῦ Μηναίου.

 

 

 

 

Εἴσοδος.

ΔΙΑΚΟΝΟΣ: Σοφία Ὀρθοί !

Καί  ὁ χορός ψάλλει τὸ·

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

ΔΙΑΚΟΝΟΣ: σπέρας Προκείμενον.

Προκείμενον  Ἦχος πλ. δ’

δωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου, Κύριε.

Στίχ. πὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.

Στίχ. Σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου.

 

Ἐκτενής Δέησις

ΔΙΑΚΟΝΟΣ

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν, εἴπωμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄) [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

Κύριε, Παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν...

λέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου...

τι δεόμεθα ὑπὲρ τοῦ Πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)...

τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας...

τι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων...

τι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων...

 ΙΕΡΕΥΣ

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...

ΑΝΑΓΝΩΣΤΗΣ: μήν.

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

 

Τα Πληρωτικά.

ΔΙΑΚΟΝΟΣ

Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς...

Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν...

ΧΟΡΟΣ: Παράσχου Κύριε. [καί μετά ἀπό κάθε αἴτηση]

γγελον εἰρήνης, πιστὸν ὁδηγόν...

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν...

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν...

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν...

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν...

Της παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου...

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ 

τι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...

ΧΟΡΟΣ: μήν.

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

ΔΙΑΚΟΝΟΣ: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ 

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον...

ΧΟΡΟΣ: μήν.

Εἰς τὰ Ἀπόστιχα.

Ἰδιόμελον  Ἦχος α’

Θαυμαστὴ τοῦ Σωτῆρος, ἡ δι' ἡμᾶς φιλάνθρωπος γνώμη· τῶν μελλόντων γὰρ τὴν γνῶσιν, ὡς παρόντων κεκτημένος, τοῦ Λαζάρου καὶ τοῦ Πλουσίου, τὸν βίον ἐστηλίτευσε· τῶν ἑκατέρων οὖν τὸ τέλος ἑνοπτριζόμενοι, τοῦ μὲν φύγωμεν, τὸ ἀπηνὲς καὶ μισάνθρωπον, τοῦ δὲ ζηλώσωμεν, τὸ καρτερὲς καὶ μακρόθυμον, πρὸς τὸ σὺν αὐτῷ τοῦ Ἀβραὰμ κόλποις, ἐνθαλπόμενοι βοᾶν· Δικαιοκρῖτα Κύριε, δόξα σοι. 

 

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Θαυμαστὴ τοῦ Σωτῆρος, ἡ δι' ἡμᾶς φιλάνθρωπος γνώμη· τῶν μελλόντων γὰρ τὴν γνῶσιν, ὡς παρόντων κεκτημένος, τοῦ Λαζάρου καὶ τοῦ Πλουσίου, τὸν βίον ἐστηλίτευσε· τῶν ἑκατέρων οὖν τὸ τέλος ἑνοπτριζόμενοι, τοῦ μὲν φύγωμεν, τὸ ἀπηνὲς καὶ μισάνθρωπον, τοῦ δὲ ζηλώσωμεν, τὸ καρτερὲς καὶ μακρόθυμον, πρὸς τὸ σὺν αὐτῷ τοῦ Ἀβραὰμ κόλποις, ἐνθαλπόμενοι βοᾶν· Δικαιοκρῖτα Κύριε, δόξα σοι. 

 

Στίχ. λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν.

Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

 

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Αὐτόμελον.

Τῶν οὐρανίων ταγμάτων, τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ προστασία, ἄχραντε Παρθένε, σῶσον ἡμᾶς, τοὺς εἰς σὲ καταφεύγοντας, ὅτι ἐν σοὶ τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα.

 

ΙΕΡΕΥΣ 

Νῦν ἀπολύεις τον δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

ΑΝΑΓΝΩΣΤΗΣ

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')

Δόξα Πατρὶ... Καὶ νῦν...

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα Πατρὶ... Καὶ νῦν...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ΙΕΡΕΥΣ

τι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.

ΧΟΡΟΣ: μήν.

Μετὰ τὸ Τρισάγιον, ψάλλομεν τὰ Τροπάρια ταῦτα, ποιοῦντες καὶ ἀνὰ μίαν μετάνοιαν εἰς ἕκαστον αὐτῶν, πλὴν τοῦ τελευταίου, ὅπερ λέγεται ἄνευ μέλους.

Ἦχος πλ. α'

Θεοτόκε Παρθένε, Χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.