Εν καθημερινή από Δευτέρα έως Σάββατω όταν είναι 16 Δεκεμβρίου εις το εξοκκλισάκι του Αγόυ Μοδέστου. ώραν 16:00 Μεγάλος Εσπερινός και 7:30 το πρωϊ.
ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ
ΜΟΔΕΣΤΟΥ
ΠΑΤΡΙΑΡΧΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ.
ΣΥΓΓΡΑΦΕΙΣΑ ΜΕΝ
ΠΑΡΑ ΑΓΑΠΙΟΥ ΜΟΝΑΧΟΥ ΤΟΥ ΚΡΗΤΟΣ, ΚΑΙ ΕΚΔΟΘΕΙΣΑ ΤΟ ΠΡΩΤΟΝ ΔΙ’ ΑΔΕΙΑΣ ΤΟΥ ΗΑΝΑΓΙΩΤΑΤΟΥ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΟΥ
ΚΥΡΙΟΥ ΚΥΡΙΟΥ
ΝΥΝ ΔΕ ΤΟ ΔΕΥΤΕΡΟΝ
1871
Μετὰ τὴν ἀπόλυσιν τῆς Θ’ Ὥρας, ὁ Ἱερεὺς ἐκφωνεῖ·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς ργ’ (103)
Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς. Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. Ἄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα Πατρὶ... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
ΔΙΑΚΟΝΟΣ
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς ἄνωθεν εἰρήνης...
Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου...
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου...
Ὑπέρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)...
Ὑπέρ τῆς πόλεως ταύτης...
Ὑπὲρ εὐκρασίας ἀέρων...
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων...
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς...
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον...
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης...
ΧΟΡΟΣ: Σοὶ Κύριε.
ΙΕΡΕΥΣ
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις...
ΧΟΡΟΣ: Ἀμήν.
Εἶτα ὁ χορός ψάλλει τὸ Κύριε ἐκέκραξα τοῦ τυχόντος ήχου ἢ τά τῆς ἑορτῆς.
Ψαλμὸς ρμ’ (140)
Ἱστώμεν Στίχ. η΄. Ἠχος δ'. Ώς γενναϊον έν μάρτυσιν.
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
Ἠχος δ'
Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Ἐν φωναῖς άλαλάξομεν, έν ώδαῖς εύφημησωμεν, τό σεπτόν κειμήλιον τοῦ Θεού ήλῶν, Πατριαρχῶν τό θησαύρισμά, μαρτύρων τό καύχημα, καί παθῶν έκμειωτὴν, τῶν δαιμόνων αντίπαλον, κάί συνόμιλον, τῶν ἁγίων Αγγέλων, τῆς τε ἄνω καί τῆς κάτω Σιών δόξαν, τόν θεῖον Μόδεστσν σήμερδν.
Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ἐν φωναῖς άλαλάξομεν, έν ώδαῖς εύφημησωμεν, τό σεπτόν κειμήλιον τοῦ Θεού ήλῶν, Πατριαρχῶν τό θησαύρισμά, μαρτύρων τό καύχημα, καί παθῶν έκμειωτὴν, τῶν δαιμόνων αντίπαλον, κάί συνόμιλον, τῶν ἁγίων Αγγέλων, τῆς τε ἄνω καί τῆς κάτω Σιών δόξαν, τόν θεῖον Μόδεστσν σήμερδν.
Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.
Ἱερέων ό συλλογος, μοναζόντων τό σύστημα δευτέ εύφημήσωμεν θείοις ἂσμασι, τόν 'Ιερόαθλον Μόδεστον, τό άνθος τῆς φύσεως, τῶν πιστῶν την καλλονήν, καί τόν στύλον τῆς πίστεως τόν ἀκράδαντον, τόν φυλάττοντα πάντας ἐκ παντίων νοσημάτων και ποικίλων, βροτοῖς και κτήνη ὲκθλίψεων.
Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἱερέων ό συλλογος, μοναζόντων τό σύστημα δευτέ εύφημήσωμεν θείοις ἂσμασι, τόν 'Ιερόαθλον Μόδεστον, τό άνθος τῆς φύσεως, τῶν πιστῶν την καλλονήν, καί τόν στύλον τῆς πίστεως τόν ἀκράδαντον, τόν φυλάττοντα πάντας ἐκ παντίων νοσημάτων και ποικίλων, βροτοῖς και κτήνη ὲκθλίψεων.
Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Τὸν ποιμένα τὸν ἂριστον, Ἐκκλησίας ἑδραίωμα, τὸν Ἱερομάρτυρα θεῖον Μόδεστον, ἀσματικῶς ἀνυμνήσωμεν, βοῶντες γηθόμενοι, ἡμῶν σκέπη κραταιὰ, μὴ παρίδης τοὺς δούλους σου, ἀλλὰ πρόφθασον, ἐξελέσθαι κινδύνων τοὺς ἱκέτας, καὶ παντοίας ἀλγηδόνος, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου.
Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Τὸν ποιμένα τὸν ἂριστον, Ἐκκλησίας ἑδραίωμα, τὸν Ἱερομάρτυρα θεῖον Μόδεστον, ἀσματικῶς ἀνυμνήσωμεν, βοῶντες γηθόμενοι, ἡμῶν σκέπη κραταιὰ, μὴ παρίδης τοὺς δούλους σου, ἀλλὰ πρόφθασον, ἐξελέσθαι κινδύνων τοὺς ἱκέτας, καὶ παντοίας ἀλγηδόνος, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου.
Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
Ἱερέων ἐν χρίσματι, και μαρτύρων ἐν αἳματι τῶ Θεῶ προσήγαγες τελεώτατα, σαυτὸν ὡς θῦμα εὐπρόσδεκτον, ἀοίδιμε Μόδεστε, ἱερέων ἡ κρηπίς, καὶ ἡμῶν τό προσφύτιον τῶν τελούντων σου τὴν πανσέβαστον μνήμην ἐτησίως, και τιμώντων θείοις σου ὕμνοις, τὴν φωταυγῆ καὶ πανσέβαστον.
Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἱερέων ἐν χρίσματι, και μαρτύρων ἐν αἳματι τῶ Θεῶ προσήγαγες τελεώτατα, σαυτὸν ὡς θῦμα εὐπρόσδεκτον, ἀοίδιμε Μόδεστε, ἱερέων ἡ κρηπίς, καὶ ἡμῶν τό προσφύτιον τῶν τελούντων σου τὴν πανσέβαστον μνήμην ἐτησίως, και τιμώντων θείοις σου ὕμνοις, τὴν φωταυγῆ καὶ πανσέβαστον.
Δοξαστικὸν Ἦχος β΄.
Δόξα...
Δεῦτε φιλομάρτυρες πάντες τόν Χριστοῦ ἱερομάρτυρα Μόδεστον ὕμνοις τιμήσωμεν τῶν τυράννων τὰς ἀπειλὰς ὡς οὑδὲν λογισάμενος, καρτερία τόν στέφανον παρά Χριστοῦ ἐκομίσατο ᾧ καὶ νῦν παριστάμενος, πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν πίστει καὶ πόθω τελούντων τὴν ἱερὰν αὑτοῦ, καὶ πανσέβαστον ἂθλησιν.
Θεοτοκίον δογματικόν Ἦχος β΄.
Καὶ νῦν...
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνηςἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν. ἔλεος.
Εἴσοδος.
ΔΙΑΚΟΝΟΣ: Σοφία Ὀρθοί !
Καί ὁ χορός ψάλλει τὸ·
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.
ΔΙΑΚΟΝΟΣ: Ἑσπέρας Προκείμενον.
Καί ὁ χορός ψάλλει τὸ Προκείμενον τῆς ἡμέρας
Τῇ Κυριακῇ ἑσπέρας Ἦχος πλ. δ'
Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.
Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Τῇ Δευτέρᾳ ἑσπέρας Ἦχος δ'
Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
Στίχ. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεός της δικαιοσύνης μου.
Τῇ Τρίτῃ ἑσπέρας Ἦχος α'
Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας της ζωῆς μου.
Στίχ. Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.
Τῇ Τετάρτη ἑσπέρας Ἦχος πλ. α'
Ὁ Θεός, ἐν τῷ ὀνόματι σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
Στίχ. Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου.
Τῇ Πέμπτῃ ἑσπέρας Ἦχος πλ. β'
Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
Στίχ. Ἦρα τους ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.
Τῇ Παρασκευῇ ἑσπέρας Ἦχος βαρὺς
Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.
Στίχ. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός.
Τά. ’Αναγνώσματα.
Σοφίας Σολομώντος τό Ἀνάγνωσμα.
Δίκαιος ἐάν φθάση τελευτῆσαι, ἐν ἀναπαύσει ἒσται. Γήρας γάρ τίμιον, ού τό πολυχρόνιον, οὐδέ ἀριθμῶ ἐτών μεμέτρηταί. Πολιά δέ έστι , φρόνησις άνθρώποις, καί ἡλικία γήρως, βίος ἀκηλίδωτος. Ευάρεστος θεώ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξύ ἁμαρτωλών, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξη σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήση ψυχήν αὐτοῦ. Βασκανία γάρ φαυλότητος ἀμαυροῖ τά καλά, καὶ ῥεμβασμός ἐπιθυμίας μεταλλαύει νοῦν ἂκακον. Τελειωθεὶς ἐν όλίγω, έπλήρωσε χρόνους μακρούς· ἀρεστή γάρ ᾖν Κυρίω ἡ ψυχή αὐτοῦ διά τοῦτο έσπευσεν έκ μέσου πονηρίας. Οί δέ λαοί ἰδόντες, καί μὴ νόησαντες, μηδέ θέντες έπὶ διανοία τό τοιοῦτον Ότι χάρις καί ἓλεος ἐν τοῖς όσίοις αυτου, και επισκοπή εν τοις εκλνεκτοῖς αὐτοῦ.
Σοφίας Σολομώντος τό Ἀνάγνωσμα.
Δικαίων ψυχαί ἐν χειρὶ θεοῦ καὶ οὐ μἠ ἅψηται αύτῶν βάσανος, ἒδοξαν έν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καί ἐλογίσθη κάκωσις ἡ ἒξοδος αύτῶν, καί ἡ άφ’ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσὶν έν εἰρήνη. Και γάρ έν ὂψει ἀνθρώπων ἐάν κολασθῶσιν, ή ἐλπίς αὐτῶν ἀθανασίας πλήρης, καί ὀλίγα παδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὃτι ὁ Θεός ἐπείρασεν αὐτούς καί εὖρεν αὐτούς ἀξίους ἑαυτοῦ. Ὡς χρυσόν ἐν χονευτηρίω έδοκίμασεν αύτούς, καί ώς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καί έν καιρῶ ἐπισκοπῆς αύτῶν άναλάμβουσι, καί ὡς σπινθῆρες έν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἒθνη, καί κρατήσουσι λαῶν, καί βασιλεύσει αύτῶν Κύριος εἰς τούς αἱῶνας. Οί πεποιθότες επ’ αὐτόν συνήσουσιν ἀλήθειαν, καί οί πιστοί ἐν ἀγάπη προσμενσῦσιν αύτῶ. Ὃτι χάρις καί ἒλεος ἐν τοῖς ὁσίοις αύτοῦ, καί επισκοπή έν τοῖς έκλεκτοῖς αύτοῦ.
Προφητείας Ἡσαϊου τό Άνάγνωσμα.
Τάδε λέγει Κύριος- Πάντα τα ἒθνη συνήχθησαν ἃμα, καί συναχθήσονται Ἂρχοντες έξ αύτῶν. Τις άναγγελεῖ ταῦτα έν αύτοῖς, ἢ τά έξ αρχῆς, τίς άκουστά ποιήσει ὑμῖν; Άγαγέτωσαν τούς Μάρτυρας αύτῶν, καί δικαιωθήτωσαν καί εἰπάτωσαν ἀληθή. Γίνεσθέ μοι Μάρτυρες, καί έγώ Μάρτυς Κύριος ό Θεός, καί ό παῖς, ὃν έξελεξάμην' ἵνα γνώτε καί πιστεύσητέ μοι, καί συνῆτε ὅτι ἐγώ είμί. Ἔμπρεσθέν μου ούκ ἐγένετο ἄλλος Θεός, καί μετ’ έμὲ ούκ ἔσται. Έγώ είμί ὁ Θεός, καί ούκ ἔστι πάρεξ έμοῦ ὀ σώζων. Έγώ ἀνήγγείλα καί έσωσα, ώνείδησα, καί ούκ ἦν έν ύμῖν άλλότριος. 'Υμεῖς έμοί Μάρτυρες, καί ἐγώ Μάρτυς Κύριος ό Θεός ὃτι ἀπ’ αρχῆς έγώ εἰμί, καί ούκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου έξαιρούμενος. Ποιήσω, καί τίς άποστρέψει αύτό; Οὕτω λέγει Κύριος ό Θεός ό λυτρούμενος ἠμάς, ό ἅγιος Ἰσραήλ.
ΔΙΑΚΟΝΟΣ
Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν, εἴπωμεν.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄) [καί μετά ἀπό κάθε αἴτηση]
ΔΙΑΚΟΝΟΣ
Κύριε, Παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν...
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου...
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)...
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας...
Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων...
Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων...
ΙΕΡΕΥΣ
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.
ΔΙΑΚΟΝΟΣ
Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς...
Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν...
ΧΟΡΟΣ: Παράσχου Κύριε. [καί μετά ἀπό κάθε αἴτηση]
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν...
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν...
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν...
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν...
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν...
Της παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου...
ΧΟΡΟΣ: Σοὶ Κύριε.
ΙΕΡΕΥΣ
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...
ΧΟΡΟΣ: Ἀμήν.
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.
ΔΙΑΚΟΝΟΣ: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
ΧΟΡΟΣ: Σοί, Κύριε.
ΙΕΡΕΥΣ
Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον...
ΧΟΡΟΣ: Ἀμήν.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ
Ἦχος α. ’
Ιερομάρτυς Μόδεστε ἔνδοξε, τῆς αγάπης τοῦ Χριστοῦ σέ ού πῦρ, ού μάστιγες, ούδέ ξίφος χωρίσαι ἴσχυσαν άλλ’ άνδρείως έν μέσω του σταδίου τά τῶν ειδώλων σεβάσματα, κατέστρεψας θεόφρων έκτενῶς ούν πρεσβεύων μη παύση ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Ό Ἦχος
αύτός. ...Μαρτυρικοῖς πὀνοις ώραϊσθείς, καὶ Άρχιερατικοῖς χρισθείς, χρίσμασι δοχεῖον τῆς ύπερφώτου έδείχθης τριάδος, υπέρ ἧς καί τό αἷμα σου προθύμως έξέχεας, Μόδεστε πανεύφημε· διό ὡς παρ’ αύτῆς τρίπλοχον άμαράντινον στέφανον λαβών, καί παρρησίαν ἒχων, πρέσβευε ὑπέρ ἡμῶν τῶν τιμώντων, την άεισέβαστον μνήμην σου.
Ἦχος δ. ’
Αγγελικόν βίον έν γῆ έπιδειξάμενος Ἱερομάρτυς Μόδεστε ψήφω Θεοῦ τήν ποιμαντικήν ράβδον ένεχειρίσθης, καί έν Καθέδρα Άρχιερέων καθίσας, τόν κύριον τοῖς ένθέοις ἒργοις σου έδόξασας· διόπερ καταντήσας εἰς μάνδραν ουράνιον, ἒνθα ὁ πρῶτος ποιμήν, καί μέγας Άρχιερεύς, άπαύστως τήν υμνωδίαν αύτῶ άναπέμπων, ειρήνην τε καί κινδύνων άπαλλαγήν τοῖς ύμνηταῖς σου βραβεύεις ταῖς πρεσβείαις σου.
Ἧχος πλ. β'.
Τώ ίστῶ τοῦ ἁγίου Πνεύματος, ιερομάρτυς Μόδεστε, ή ψυχή σου πτερωθεῖσα, τῶν αίκισμῶν διέπλευσεν άβρόχως τό χαλεπόν κλυδώνιον, καί περιχαρῶς κατέλαβε λιμένας τούς έπουρανίους ὅθεν παριστάμενος τώ θρόνω τώ Δεσποτικώ, πρέσβευε ύπέρ ήμῶν τῶν έκ πόθου τελούντων τήν άεισέβαστον μνήμην σου, τῶν σωματικῶν άλγηδόνων ρυσθήναι, καί τυχεῖν τῆς ἂνω δόξης, εύπροσδέκτοις πρεσβείαις σου.
Δόξα, Ήχος πλ. ά.
Η παμφαής σου σήμερον άνέτειλε μνήμη Μόδεστε, ὡς ἥλιος τοῖς πέρασι, καί άπαύστως δαδουχεῖ τά ιάματα, νόσους αποσοβούσα άνθρώπων, καί πάθη κτηνῶν θεραπεύουσα· ικέτευε ούν άεί ώς ιατρός, παρεστηκώς τώ θρόνω Χριστού τοῦ θεοῦ ήμῶν, δωρηθῆναι ήμῖν τό μέγα ἔλεος.
Εἰς τὴν λιτήν. Καὶ νῦν. Θεοτοκίον.
Ήχος πλ. ά.
Μακαρίζομέν σε, Θεοτόκε παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.
ΑΡΤΟΚΛΑΣΙΑ
Ἐὰν ὑπάρχη λιτή, καὶ ἀρτοκλασία, μετά τὰ πληρωτικὰ καὶ τὴν ἐκφώνησιν «Εἴη τὸ κράτος τῆς βασιλείας σου...» γίνεται πέριξ τοῦ ναοῦ, ψαλλομένων τῶν ἰδιομέλων τῆς λιτῆς. Ἐπανερχομένη αὕτη εἰς τὸν ναὸν (ἤ εἴς τινας κοινότητας πρὸ τῆς δυτικῆς εἰσόδου τοῦ ναοῦ), ὁ διάκονος (ἤ ἐλλείψει αὐτοῦ ὁ ἱερεὺς) ἐκφωνεῖ τὸ «Σῶσον, ὁ Θεός, τὸν λαόν σου...» καὶ τὰς λοιμὰς δεήσεις.
ΔΙΑΚΟΝΟΣ
Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου: ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοίς: ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ᾽ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας: δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας: Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος τῶν θαυματουργῶν. τῶν ἁγίων, ἐνδόξων καὶ καλλινίκων μαρτύρων, τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας [οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν]), καὶ πάντων σου τῶν Ἁγίων: ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον (γ')[καί μετά ἀπό κάθε αἴτηση]
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων χριστιανῶν.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (δεινά) τῶν ἐπιτελούντων τὴν ἁγίαν ἑορτήν ταύτην.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν ἐκκλησίανταύτην, τὴν πόλιν (ἢ κώμην) ταύτην, (τὴν νῆσον ταύτην), καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθῶν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσει πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ' ἡμῶν κινουμένην καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς καὶ ἐλεήσαι ἡμᾶς.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεήσαι ἡμᾶς.
ΙΕΡΕΥΣ
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐλεήσαι ἡμᾶς.
Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
Καί εὐλογῶν τὸν λαόν, ὁ Ἱερεὺς λέγει:
ΙΕΡΕΥΣ
Εἰρήνη πᾶσι.
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.
ΔΙΑΚΟΝΟΣ Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
ΧΟΡΟΣ: Σοί, Κύριε.
ΙΕΡΕΥΣ
Δέσποτα πολυέλεε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας: δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων, τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας: Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος τῶν θαυματουργῶν. τῶν ἁγίων, ἐνδόξων καὶ καλλινίκων μαρτύρων, τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας [οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν]), καὶ πάντων σου τῶν Ἁγίων: εὐπρόσδεκτον ποίησον τὴν δέησιν ἡμῶν· δώρησαι ἡμίν τὴν ἄφεσιν τῶν παραπτωμάτων ἡμῶν· σκέπασον ἡμᾶς ἐν τῇ σκέπη τῶν πτερύγων σου· ἀποδίωξον ἀφ' ἡμῶν πάντα ἐχθρόν και πολέμιον· εἰρήνευσον ἡμῶν τὴν ζωήν· Κύριε, ἐλέησον ἡμάς καὶ τὸν κόσμον σου, και σῶσον τὰς ψυχάς ἡμῶν, ὡς ἀγαθός καὶ φιλάνθρωπος.
ΧΟΡΟΣ: Ἀμήν.
Μετὰ τὴν εὐχὴν, «Δέσποτα πολυέλεε...» τοῦ κλήρου καὶ τοῦ λαοῦ ἀσπαζομένου τὴν ἱερὰν εἰκόνα τῆς ἑορτῆς ἤ τοῦ ἑορταζομένου ἁγίου, οἱ χοροὶ ψάλλουν τὰ τροπάρια:
Ἦχος β΄
Πρόσδεξαι, Κύριε, τὴν δέησιν ἡμῶν τῶν αμαρτωλῶν, ὡς προσεδέξω Ἄβελ τὰ δῶρα, Ἀβραάμ τὴν θυσίαν καὶ Πέτρου τὴν μετάνοιαν, τοῦ τελώνου τὸν στεναγμὸν καὶ τῆς πόρνης τὰ δάκρυα, τῶν μυροφόρων γυναικῶν τὰ θυμιάματα, τοῦ ληστοῦ τὴν ὁμολογίαν, τὴν ἐπί τοῦ Σταυροῦ καὶ ἐπάκουσον ἡμῶν δεομένων σου.
Τῆς ὀργής σου τῆν ἀγανάκτησιν εἰς εἰρήνην μετάβαλε καὶ σῶσον τὸν κόσμον σου, μόνε ἀγαθέ καὶ φιλάνθρωπε.
Χαίρε, Μαρία Θεοτόκε, ὁ ναὸς ὁ ἀκατάλυτος, μᾶλλον δὲ ὁ ἅγιος· καθὼς βοᾷ ὁ προφήτης, ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνη.
Τὴν πάσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ, τοῦ Θεοῦ, φύλαξὸν με ὑπό τὴν σκέπην σου.
Ἀκολούθως ψάλλονται τὰ ἀπόστιχα τοῦ Ἐσπερινοῦ.
Εἶτα τὴν ὡδήν Συμεῶν τοῦ θεοδόχου (Λουκ. β' 29).
ΙΕΡΕΥΣ
Νῦν ἀπολύεις τον δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
ΧΟΡΟΣ
ΤΡΙΣΑΓΙΟΝ
Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς ουρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ΙΕΡΕΥΣ
Ὅτι
σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ
Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
Μετὰ τὰ ὰπολυτίκια ἐξέρχονται ὁ ἱερεὺς καὶ ὁ διάκονος τοῦ ἱεροῦ βήματος καὶ, κρατῶν ὁ ἱερεὺς τὸν θυμιατὸν, ψάλλει το τροπάριον «Θεοτόκε Παρθένε...» κύκλῳ τοῦ τετραποδίου ὅπου οἱ ἄρτοι.
Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου...
ΧΟΡΟΣ: ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.
Ἀκολούθως λέγει τὴν εὐχὴν τῶν ἄρτων
ΙΕΡΕΥΣ / ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε ἐλέησον.
ΙΕΡΕΥΣ
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ εὐλογήσας τοὺς πέντε ἄρτους ἐν τῇ ἐρήμῳ, καὶ ἐξ αὐτῶν πεντακισχιλίους ἄνδρας χορτάσας, Αὐτός εὐλόγησον καὶ τοὺς ἄρτους τούτους, τὸν σίτον, τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ πλήθυνον αὐτὰ ἐν τῇ ἁγία Ἐκκλησία, τῇ πόλει (Μονῇ, Κώμῃ) και τῇ νήσῳ ταύτῃ, ἐν τοῖς οἴκοις τῶν ἑορταζόντων καὶ εἰς τὸν κόσμον σου ἄπαντα· καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας πιστοὺς δούλους σου ἁγίασον.
Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπατα, Χριστέ ὁ Θεός ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρί καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
Καὶ ὑψῶνει ὁ Ἱερεύς, ἑνὶ τῶν ἄρτων, καὶ τυπώσας ἐν αὐτῷ Σταυρόν, ψάλλει:
Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.
Αὐτό ἐπαναλαμβάνεται ὑπὸ τῶν χορῶν δίς και εὐθύς τὸ:
ΑΠΟΣΤΙΧΑ
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ.
ΣΉχό; β'. Ότε έκ τοϋ ξύλου <κ νεκρόν.,
κεϋος εκλογής σέ προϊδών μάκαρ δ έτάζων καρδίας, καί βλέπων κρύφια, άξιον καθέστηκε ποιμένα θείας Σιών, ήν παν ■ σοφως κατάρδευσας διδάγμασι θείοις, καί καρπόν σωτήριον ®ύτών έξήνεγκας, Μόδεστε, τής πίστεως όντως, καί τώ α?- ματί σου προθύμως, τέλος άπεσφράγισας θεόσοφε.
1 2τίχ· Αίκαιο; ώ; φοίνςξ άνθιίσει.
ίΐεύτε Ιερέων ή πληθύς, καί Αρχιερέων οί δήμοι, Πατρ’αρ- χών|ή^κρηπίς, άσματι τιμήσωμεν τόν Ήράχην Χρ·στού, τον τήν πλάνην πατήσαντα, καί νίκης λαβόντα, στέφανον άκή- ρατον, παρά Χριστού τού Θεού, ούπερ παρεστώς νυν τώ Ορβ- νω, νέμει δαψιλώς τάς ίάσεις πάσι, καί πταισμάτων άπολύ τήώσίν.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (γ΄)
ΔΙΑΚΟΝΟΣ
Τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε ἐλέησον.
Ὁ δέ Ἱερεύς, ἐπί τῆς ὡραίας πύλης ἱστάμενος εὐλογεῖ τόν λαόν λέγων:
Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ' ὑμᾶς, τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
ΙΕΡΕΥΣ
Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.
ΧΟΡΟΣ:
Δόξα Πατρί. Καὶ νῦν. Κύριε ἐλέησον (γ). Πάτερ ἅγιε, εὐλόγησον.
ΙΕΡΕΥΣ
Καὶ ὁ Ἱερεύς, ποιεῖ τήν ἀπόλυσιν·
(Ὁ ἀναστὰς ἐκ νεκρῶν) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου (τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
ΙΕΡΕΥΣ
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ΧΟΡΟΣ: Ἀμήν.