ΑΚΟΛΟΥΘΙΑ
ΑΓ. ΑΛΕΞΑΝΔΡΟΥ
ΝΕΒΣΚΙ
ΕΝ ΤΩ ΜΕΓΑΛΩ
ΕΣΠΕΡΙΝΩ
ὁ
Ἱερεὺς
ἐκφωνεῖ·
Благословен Бог наш всегда,
ныне и
присно, и во
веки веков.
ΧΟΡΟΣ: Ἀμήν.
Δεῦτε,
προσκυνήσωμεν
καὶ
προσπέσωμεν
τῷ βασιλεῖ ἡμῶν
Θεῷ.
Δεῦτε,
προσκυνήσωμεν
καὶ
προσπέσωμεν
Χριστῷ, τῷ
βασιλεῖ ἡμῶν
Θεῷ.
Δεῦτε,
προσκυνήσωμεν
καὶ
προσπέσωμεν
αὐτῷ Χριστῷ, τῷ
βασιλεῖ καὶ
Θεῷ ἡμῶν.
Ψαλμὸς
ργ’ (103)
Εὐλόγει
ἡ ψυχή μου, τὸν
Κύριον, Κύριε ὁ
Θεός μου ἐμεγαλύνθης
σφόδρα.
Ἐξομολόγησιν
καὶ
μεγαλοπρέπειαν
ἐνεδύσω,
ἀναβαλλόμενος
φῶς ὡς ἱμάτιον.
Ἐκτείνων τὸν οὐρανὸν
ὡσεὶ δέῤῥιν, ὁ
στεγάζων ἐν
ὕδασιν τὰ ὑπερῷα
αὐτοῦ. Ὁ τιθεὶς
νέφη τὴν
ἐπίβασιν
αὐτοῦ, ὁ περιπατῶν
ἐπὶ πτερύγων
ἀνέμων. Ὁ ποιῶν
τοὺς Ἀγγέλους
αὐτοῦ
πνεύματα, καὶ
τοὺς
λειτουργοὺς
αὐτοῦ πυρὸς
φλόγα. Ὁ θεμελιῶν
τὴν γῆν ἐπὶ
τὴν ἀσφάλειαν
αὐτῆς, οὐ κλιθήσεται
εἰς τὸν αἰῶνα
τοῦ αἰῶνος.
Ἄβυσσος ὡς
ἱμάτιον τὸ
περιβόλαιον
αὐτοῦ, ἐπὶ τῶν
ὀρέων
στήσονται
ὕδατα. Ἀπὸ
ἐπιτιμήσεώς
σου φεύξονται,
ἀπὸ φωνῆς
βροντῆς σου
δειλιάσουσιν.
Ἀναβαίνουσιν
ὄρη, καὶ
καταβαίνουσι
πεδία εἰς
τόπον, ὃν
ἐθεμελίωσας
αὐτά. Ὅριον
ἔθου, ὃ οὐ
παρελεύσονται,
οὐδὲ
ἐπιστρέψουσι
καλύψαι τὴν
γῆν. Ὁ
ἐξαποστέλλων
πηγὰς ἐν
φάραγξιν,
ἀνάμεσον τῶν
ὀρέων
διελεύσονται
ὕδατα.
Ποτιοῦσι
πάντα τὰ θηρία
τοῦ ἀγροῦ,
προσδέξονται
ὄναγροι εἰς
δίψαν αὐτῶν.
Ἐπ' αὐτὰ τὰ
πετεινὰ τοῦ
οὐρανοῦ
κατασκηνώσει
ἐκ μέσου τῶν
πετρῶν
δώσουσι φωνήν.
Ποτίζων ὄρη ἐκ
τῶν ὑπερῴων
αὐτοῦ ἀπὸ
καρποῦ τῶν
ἔργων σου
χορτασθήσεται
ἡ γῆ. Ὁ
ἐξανατέλλων
χόρτον τοῖς
κτήνεσι, καὶ χλόην
τῇ δουλείᾳ τῶν
ἀνθρώπων. Τοῦ
ἐξαγαγεῖν
ἄρτον ἐκ τῆς
γῆς καὶ οἶνος
εὐφραίνει
καρδίαν
ἀνθρώπου. Τοῦ
ἱλαρῦναι πρόσωπον
ἐν ἐλαίῳ καὶ
ἄρτος καρδίαν
ἀνθρώπου στηρίζει.
Χορτασθήσεται
τὰ ξύλα τοῦ
πεδίου, αἱ κέδροι
τοῦ Λιβάνου, ἃς
ἐφύτευσας.
Ἐκεῖ στρουθία
ἐννοσσεύσουσι,
τοῦ ἐρωδιοῦ ἡ
κατοικία
ἡγεῖται αὐτῶν.
Ὄρη τὰ ὑψηλὰ
ταῖς ἐλάφοις,
πέτρα
καταφυγὴ τοῖς
λαγῳοῖς.
Ἐποίησε σελήνην
εἰς καιρούς ὁ
ἥλιος ἔγνω τὴν
δύσιν αὐτοῦ. Ἔθου
σκότος, καὶ
ἐγένετο νύξ ἐν
αὐτῇ
διελεύσονται
πάντα τὰ θηρία
τοῦ δρυμοῦ.
Σκύμνοι
ὠρυόμενοι τοῦ
ἁρπάσαι, καὶ
ζητῆσαι παρὰ
τῷ Θεῷ βρῶσιν
αὐτοῖς.
Ἀνέτειλεν ὁ ἥλιος,
καὶ
συνήχθησαν,
καὶ εἰς τὰς
μάνδρας αὐτῶν κοιτασθήσονται.
Ἐξελεύσεται
ἄνθρωπος ἐπὶ
τὸ ἔργον αὐτοῦ,
καὶ ἐπὶ τὴν
ἐργασίαν
αὐτοῦ ἕως
ἑσπέρας. Ὡς
ἐμεγαλύνθη τὰ
ἔργα σου, Κύριε,
πάντα ἐν σοφίᾳ
ἐποίησας,
ἐπληρώθη ἡ γῆ
τῆς κτίσεώς
σου. Αὕτη ἡ
θάλασσα ἡ μεγάλη
καὶ εὐρύχωρος,
ἐκεῖ ἑρπετὰ ὧν
οὐκ ἔστιν ἀριθμός,
ζῷα μικρὰ μετὰ
μεγάλων. Ἐκεῖ
πλοῖα διαπορεύονται,
δράκων οὗτος,
ὃν ἔπλασας
ἐμπαίζειν
αὐτῇ. Πάντα
πρὸς σὲ
προσδοκῶσι,
δοῦναι τὴν
τροφὴν αὐτῶν
εἰς εὔκαιρον
δόντος σου
αὐτοῖς
συλλέξουσιν. Ἀνοίξαντός
σου τὴν χεῖρα,
τὰ σύμπαντα
πλησθήσονται
χρηστότητος,
ἀποστρέψαντος
δέ σου τὸ
πρόσωπον,
ταραχθήσονται.
Ἀντανελεῖς τὸ
πνεῦμα αὐτῶν,
καὶ
ἐκλείψουσι,
καὶ εἰς τὸν
χοῦν αὐτῶν
ἐπιστρέψουσιν.
Ἐξαποστελεῖς τὸ
πνεῦμά σου, καὶ
κτισθήσονται,
καὶ
ἀνακαινιεῖς
τὸ πρόσωπον
τῆς γῆς. Ἤτω ἡ
δόξα Κυρίου
εἰς τοὺς
αἰῶνας,
εὐφρανθήσεται
Κύριος ἐπὶ
τοῖς ἔργοις
αὐτοῦ. Ὁ
ἐπιβλέπων ἐπὶ
τὴν γῆν, καὶ
ποιῶν αὐτὴν
τρέμειν, ὁ
ἁπτόμενος τῶν
ὀρέων, καὶ
καπνίζονται.
Ἄσω τῷ Κυρίῳ
ἐν τῇ ζωῇ μου,
ψαλῶ τῷ Θεῷ μου
ἕως ὑπάρχω.
Ἡδυνθείη αὐτῷ
ἡ διαλογή μου,
ἐγὼ δὲ
εὐφρανθήσομαι
ἐπὶ τῷ Κυρίῳ.
Ἐκλείποιεν ἁμαρτωλοὶ
ἀπὸ τῆς γῆς,
καὶ ἄνομοι,
ὥστε μὴ ὑπάρχειν
αὐτούς.
Εὐλόγει, ἡ ψυχή
μου, τὸν Κύριον.
Καὶ
πάλιν
Ὁ ἥλιος
ἔγνω τὴν δύσιν
αὐτοῦ ἔθου
σκότος, καὶ ἐγένετο
νύξ. Ὡς
ἐμεγαλύνθη τὰ
ἔργα σου, Κύριε
πάντα ἐν σοφίᾳ
ἐποίησας.
Δόξα
Πατρὶ... Καὶ νῦν...
Ἀλληλούϊα,
Ἀλληλούϊα,
Ἀλληλούϊα.
Δόξα σοι ὁ
Θεός (ἐκ γ').
Ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα σοι.
Диакон: В
мире Господу
помолимся.
Хор
[на каждое
прошение]: Господи,
помилуй. ΧΟΡΟΣ: Κύριε,
ἐλέησον.
О мире
свыше и о
спасении душ
наших
Господу
помолимся.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον.
О мире
всего мiра,
благоденствии
святых
Божиих
Церквей и о
соединении
всех Господу
помолимся.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον.
О святом
храме сем и о всех, с
верою,
благоговением
и страхом
Божиим входящих
в него, Господу
помолимся.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον.
О Великом
Господине и
отце нашем
митрополите
архиепископе
ΣΕΡΑΦΕΙΜ ,
почтенном
пресвитерстве,
во Христе
диаконстве, о
всём клире и
народе Божием Господу
помолимся.
ΧΟΡΟΣ: Κύριε,
ἐλέησον.
О Богохранимой
стране нашей,
властях и
воинстве её
Господу
помолимся.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον.
О граде
сем о селении
сем, всяком
граде и
стране и о
верою
живущих в них
Господу
помолимся.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον.
О благоприятной
погоде, об
изобилии
плодов земли
и о временах
мирных Господу
помолимся.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον.
О плавающих,
путешествующих,
болящих,
страждущих,
пленённых и о
спасении их
Господу помолимся.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον.
Об
избавлении
нас от всякой
скорби,
гнева, [опасности]
и нужды
Господу
помолимся.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον.
Защити,
спаси,
помилуй и
сохрани нас,
Боже, Твоею
благодатию.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον.
Пресвятую,
пречистую,
преблагословенную,
славную
Владычицу
нашу
Богородицу и
Приснодеву
Марию со
всеми
святыми
помянув, сами
себя и друг
друга, и всю
жизнь нашу
Христу Богу
предадим.
Хор: Тебе,
Господи. ΧΟΡΟΣ: Σοὶ Κύριε.
Священник
возглашает: Ибо
подобает
Тебе вся
слава, честь
и поклонение,
Отцу и Сыну
и Святому
Духу, ныне и
всегда, и во
веки веков.
ΧΟΡΟΣ: Ἀμήν.
Εἶτα ὁ
χορός ψάλλει
τὸ Κύριε
ἐκέκραξα τοῦ
τυχόντος ήχου
ἢ τά τῆς
ἑορτῆς.
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν
στίχους στ’ καί
ψάλλομεν
Στιχηρά
Προσόμοια.
Ἦχος πλ. α’.
Χαῖροις ἀσκητικῶν.
Ψαλμὸς
ρμ’ (140)
Κύριε
ἐκέκραξα πρὸς
σέ, εἰσάκουσόν
μου, εἰσάκουσόν
μου, Κύριε.
Κύριε,
ἐκέκραξα πρὸς
σέ, εἰσάκουσόν
μου πρόσχες τῇ
φωνῇ τῆς
δεήσεώς μου, ἐν
τῷ κεκραγέναι με
πρὸς σὲ
εἰσάκουσόν
μου, Κύριε.
Κατευθυνθήτω
ἡ προσευχή μου,
ὡς θυμίαμα
ἐνώπιόν σου,
ἔπαρσις τῶν
χειρῶν μου
θυσία
ἑσπερινὴ εἰσάκουσόν
μου, Κύριε.
Ἐὰν
ἀνομίας
παρατηρήσῃς,
Κύριε, Κύριε
τὶς ὑποστήσεται;
ὅτι παρὰ σοὶ ὁ
ἱλασμὸς ἐστιν.
Εἶδες βαρβάρων ὕβριν ποτέ, τῶν φοβερῶς ἐπιμανέντων τῆ ποίμνῃ σου. Ἐπαίγνως
Τατάρων
λύσσαν, οἵ κατά Ῥώσων πιστῶν μετά τῶν
Τευτόνων ἐβακχεύσαντο.
Τάς πόλεις
κατέκαυσαν,
τούς λαούς σου
κατέσφαξαν,
τήν γῆν σου
πᾶσαν ῥείθροις
αἱμάτων ἐφοίνιξαν
καί κατέῤῥαξαν
τά τεμένη τῆς Πίστεως. Ἴδε καί νῦν, Ἀλέξανδρε,
φρικτά καί ἐξάγιστα κατά
τῆς σῆς Ἐκκλησίας Ἰσμαηλίτας
φρυάττοντας.
Καί τούτους, ὡς τότε τούς ἐχθρούς σου,
σπεῦσον, Ἄναξ, καί
κατατρόπωσον.
Ἕνεκεν
τοῦ ὀνόματός
σου ὑπέμεινά
σε, Κύριε,
ὑπέμεινεν ἡ
ψυχή μου εἰς
τὸν λόγον σου,
ἤλπισεν ἡ ψυχή
μου ἐπὶ τὸν
Κύριον.
Δεῦρο
κλέος Ἀνάκτων
πιστῶν, τοῖς σοῖς ἱκέταις εὐμενής ἐπιφάνηθι
καί ῥῦσαι
συμπεπλεγμένους
θυμομαχοῦντι
θηρί καί
φονοκτονοῦντι γῆν ἐν αἵμασιν,
ὑφ’ οὗ
κρεουργούμεθα
καί γυμνοί διωκόμεθα,
τόπον ἐκ
τόπου συνεχῶς
διαμείβοντες
καί τρεφόμενοι
στεναγμοῖς τε
καί δάκρυσι.
Πρόφθασον οὗν, Πανεύφημε,
καί πρόμαχος
πρόστηθι. Παῦσον τήν ζάλην
καί σβέσον ἐχθρῶν ἀπίστων τό
φρύαγμα,
Χριστοῦ τῆ δυνάμει, τοῦ παρέχοντος τῶ κόσμῳ τό
μέγα ἔλεος.
Ἀπὸ φυλακῆς
πρωΐας μέχρι
νυκτός, ἀπὸ
φυλακῆς
πρωΐας, ἐλπισάτω
Ἰσραὴλ ἐπὶ τὸν
Κύριον.
Πύργος ὠχυρωμένος
πιστοῖς, τάς ἑλεπόλεις τῶν ἐχθρῶν μή
πτοούμενος, ἐδόθης, τῆς ἀσεβείας τάς
προσβολάς
καταργῶν καί
τῆς Ἐκκλησίας
προϊστάμενος.
Κρηπίς εἷ
στερέμνιος καί
θεμέλιος ἄῤῥηκτος
καί πολιοῦχος τῆς Ῥωσσίας
ἀκοίμητος. Ἄγε δή καί τοῖς Ἕλλησι
συμμάχησον,
Κράτιστε, καί τῶν υἱῶν τῶν τῆς Ἄγαρ θραῦσον ὀφρύν τήν ἀντίθεον, εἰς θρίαμβον,
Μάκαρ, τοῦ
Σταυροῦ καί
σωτηρίαν τῶν εὐφημούντων
σε.
Ὅτι παρὰ
τῷ Κυρίῳ τὸ
ἔλεος καὶ
πολλὴ παρ' αὐτῷ
λύτρωσις· καὶ
αὐτὸς
λυτρώσεται
τὸν Ἰσραὴλ ἐκ
πασῶν τῶν
ἀνομιῶν αὐτοῦ.
Στιχηρά
ἕτερα. Ἦχος
πλ. δ’.
Ὤ τοῦ παραδόξου
θαύματος.
Ὤ τοῦ
παραδόξου
θαύματος, ὁ οὐρανός
καί ἡ γῆ
συναγάλλονται
σήμερον, εἰς φαιδράν
πανήγυριν τοῖς πιστοῖς
συναπτόμενοι.
Χοροί Ἁγίων
νῦν
συνεφραίνονται,
Γραικοί καί Ῥῶσσοι
συνεορτάζουσι,
σύμφωνα
ψάλλοντες, ἅγιε Ἀλέξανδρε,
σκέπε ἡμᾶς, σοῦ τήν ἀεισέβαστον
μνήμην
γεραίροντες.
Αἰνεῖτε
τὸν Κύριον
πάντα τὰ ἔθνη,
ἐπαινέσατε
αὐτὸν πάντες
οἱ λαοί.
Δεῦρο
Κωνσταντίνου
σύγγενες τω
Κωνσταντίνῳ νυνί κραταιῶς
συμπολέμησον,
τούς ἐχθρούς
τροπούμενος τῆς ἁγίας
σου Πίστεως. Υἱός εἶ,
Μάκαρ, τῆς Ἐκκλησίας
Χριστοῦ, ῥίζης ἁγίας
βλαστός ἀμάραντος.
Μνήσθητι, Ἅγιε, παλαιῶν πατέρων σου,
δι’ ὧν τό φῶς εἶδε τό τῆς
Πίστεως πᾶσα τῶν Ῥώσσων
ἡ γῆ.
Ὅτι
ἐκραταιώθη τὸ
ἔλεος αὐτοῦ ἐφ'
ἡμᾶς, καὶ ἡ
ἀλήθεια τοῦ
Κυρίου μένει
εἰς τὸν αἰῶνα.
Τίνες ὡς
νεφέλαι
πέτανται,
περιστεραί ὡς καλαί, ἐκ βοῤῥᾶ πρός τούς Ἕλληνας δι’ αἰθέρος ἄνωθεν
τηλαυγῶς
χρυσαυγίζουσαι;
Στρατός Ἁγίων
οὗτος
προσέρχεται, τῆς Ἐκκλησίας
ὑπερασπίσων
Χριστοῦ.
Τούτοις ἐμπρέπει
δέ ὁ τοῦ
Νόβγκοροντ
πρόμαχος. Χαῖρε Ἑλλάς,
πέπτωκεν ὁ
τύραννος,
Χριστοῦ
νικήσαντος.
Δόξα. Ἦχος πλ. α’.
Σαλπίσωμεν ἐν σάλπιγγι ἀσμάτων,
χορεύσωμεν ἑόρτια καί
σκιρτήσωμεν ἀγαλλόμενοι, ἐν τῆ
πανδήμῳ
πανηγύρει τοῦ Νέβσκι Ἀλεξάνδρου.
Βασιλεῖς καί Ἄρχοντες
συντρεχέτωσαν
καί τόν
τροπαιοῦχον
κροτείτωσαν ἐν ὕμνοις,
τοῦ Σταυροῦ τά
τρόπαια κατά
βαρβάρων καί
κακοδόξων ἐνδόξως
φυτεύσαντα.
Ποιμένες καί
διδάσκαλοι τόν
τῆς Σεπτῆς
Τριάδος ὁμολογητήν
καί τῆς Ὀρθοδόξου Ἐκκλησίας ὑπέρμαχον
συνελθόντες εὐφημήσωμεν. Οἱ φιλόσοφοι
τόν σοφόν, οἱ Ἱερεῖς τόν
προστάτην, οἱ στρατιῶται
τόν στρατηγόν,
οἱ ἐν θλίψεσι τήν
παραμυθίαν,
τόν συνοδίτην
οἱ ὁδοιπόροι, οἱ ἐν θαλάσσῃ τόν
κυβερνήτην, οἱ πάντες τόν
πανταχοῦ θερμῶς
προφθάνοντα,
Τρισόλβιον Ἄνακτα ἐγκωμιάζοντες.
Οὕτως εἴπωμεν,
πανάγιε Ἀλέξανδρε,
σπεῦσον, ἐξελοῦ τούς
πιστούς τῶν τοῦ πολέμου
κινδύνων καί ῥῦσαι κολάσεων
τῶν αἰωνίων
ἡμᾶς.
Καί νῦν. Τοῦ
Προδρόμου.
Ἦχος πλ. β’.
Πάλιν Ἡρωδιάς
μαίνεται,
πάλιν
ταράσσεται. Ὦ ὄρχισμα
δόλιον καί
πότος μετά
δόλου. Ὁ
Βαπτιστής ἀπετέμνετο
καί Ἡρώδης
ἐταράττετο.
Πρεσβείαις,
Κύριε, τοῦ Σοῦ Προδρόμου
καί τῆς
Θεοτόκου, τήν εἰρήνην
παράσχου ταῖς ψυχαῖς ἡμῶν.
Εἴσοδος.
ΔΙΑΚΟΝΟΣ: Премудрость!
Станем
благоговейно!
Καί ὁ χορός ψάλλει
τὸ·
Φῶς
ἱλαρὸν ἁγίας
δόξης,
ἀθανάτου
Πατρός,
οὐρανίου, ἁγίου,
μάκαρος, Ἰησοῦ
Χριστέ,
ἐλθόντες ἐπὶ
τὴν ἡλίου δύσιν,
ἰδόντες φῶς
ἑσπερινόν,
ὑμνοῦμεν
Πατέρα, Υἱόν,
καὶ ἅγιον
Πνεῦμα
Θεόν. Ἄξιόν σε
ἐν πᾶσι καιροῖς,
ὑμνεῖσθαι
φωναῖς
αἰσίαις, Υἱὲ
Θεοῦ, ζωὴν ὁ διδούς,
Διὸ ὁ κόσμος σὲ
δοξάζει.
ΔΙΑΚΟΝΟΣ: Премудрость.
Прокимен,
глас.
Καί ὁ χορός ψάλλει
τὸ
Προκείμενον
τῆς ἡμέρας
Τῷ
Σαββάτῳ
ἑσπέρας Ἦχος
πλ. β'
Ὁ Κύριος
ἐβασίλευσεν,
εὐπρέπειαν
ἐνεδύσατο.
Στίχ: Ἐνεδύσατο
Κύριος
δύναμιν, καὶ
περιεζώσατο.
Στίχ: Καὶ
γὰρ ἐστερεωσε
τὴν
οἰκουμένην,
ἥτις οὐ σαλευθήσεται.
Τῇ
Κυριακῇ ἑσπέρας
Ἦχος πλ. δ'
Ἰδοὺ
δὴ εὐλογεῖτε
τὸν Κύριον,
πάντες οἱ
δοῦλοι Κυρίου.
Στίχ. Οἱ ἑστῶτες
ἐν οἴκῳ Κυρίου,
ἐν αὐλαῖς
οἴκου Θεοῦ ἡμῶν.
Τῇ
Δευτέρᾳ
ἑσπέρας Ἦχος
δ'
Κύριος
εἰσακούσεταί
μου ἐν τῷ
κεκραγέναι με
πρὸς αὐτόν.
Στίχ. Ἐν τῷ
ἐπικαλεῖσθαί
με εἰσήκουσάς
μου, ὁ Θεός της
δικαιοσύνης
μου.
Τῇ
Τρίτῃ
ἑσπέρας Ἦχος
α'
Τὸ
ἔλεός σου,
Κύριε,
καταδιώξει με
πάσας τὰς
ἡμέρας της
ζωῆς μου.
Στίχ. Κύριος
ποιμαίνει με
καὶ οὐδέν με
ὑστερήσει.
Τῇ
Τετάρτη
ἑσπέρας Ἦχος
πλ. α'
Ὁ Θεός,
ἐν τῷ ὀνόματι
σου σῶσόν με,
καὶ ἐν τῇ δυνάμει
σου κρινεῖς με.
Στίχ. Ὁ Θεὸς
εἰσάκουσον
τῆς προσευχῆς
μου.
Τῇ
Πέμπτῃ
ἑσπέρας Ἦχος
πλ. β'
Ἡ βοήθειά
μου παρὰ
Κυρίου, τοῦ
ποιήσαντος
τὸν οὐρανὸν
καὶ τὴν γῆν.
Στίχ. Ἦρα τους
ὀφθαλμούς μου
εἰς τὰ ὄρη,
ὅθεν ἥξει ἡ
βοήθειά μου.
Τῇ
Παρασκευῇ
ἑσπέρας Ἦχος
βαρὺς
Ὁ Θεὸς
ἀντιλήπτωρ
μου εἶ, τὸ
ἔλεός σου
προφθάσει με.
Στίχ. Ἐξελοῦ με
ἐκ τῶν ἐχθρῶν
μου, ὁ Θεός.
Ἀναγνώσματα.
Γενέσεως
τό Ἀνάγνωσμα.
ΔΙΑΚΟΝΟΣ: Премудрость!
Станем
благоговейно!
Ἀκούσας Ἄβραμ ὅτι ἠχμαλώτευται Λώτ ὁ ἀδελφιδοῦς αὐτῶ, ἠρίθμησε τούς ἰδίους οἰκογενεῖς αὑτοῦ, τριακοσίους δέκα καί ὀκτώ, καί κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν. Καί ἐπέπεσεν ἐπ’ αὐτούς τήν νύκτα, αὐτός καί οἱ παῖδες αὐτοῦ μετ’ αὐτοῦ καί ἐπάταξεν αὐτούς καί ἐδίωξεν αὐτούς ἕως Χοβάλ, ἥ ἐστιν ἀριστερά Δαμασκοῦ. Καί ἀπέστρεψε πᾶσαν τήν ἵππον Σοδόμων καί Λώτ τόν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε καί πάντα τά ὑπάρχοντα αὐτοῦ καί τάς γυναῖκας καί τόν λαόν. Ἐξῆλθε δέ βασιλεύς Σοδόμων εἰς συνάντησιν αὐτοῦ, μετά τό ὑποστρέψαι αὐτόν ἀπό τῆς κοπῆς τοῦ Χοδολλογόμορ καί τῶν βασιλέων τῶν μετ’ αὐτοῦ εἰς τήν κοιλάδα τοῦ Σαβῆ. Τοῦτο ἧν πεδίον βασιλέως. Καί Μελχισεδέκ βασιλεύς Σαλήμ, ἐξήνεγκεν ἄρτον καί οἶνον. Ἧν δέ Ἱερεύς τοῦ Θεοῦ τοῦ Ὑψίστου. Καί εὐλόγησε τόν Ἄβραμ καί εἶπεν, εὐλογητός Ἄβραμ τῶ Θεῶ τῶ Ὑψίστῳ, Ὅς ἔκτισε τόν οὐρανόν καί τήν γῆν. Καί εὐλογητός ὁ Θεός ὁ Ὕψιστος, Ὅς παρέδωκε τούς ἐχθρούς σου ὑποχειρίους σοι.
Προφητείας
Ἠσαΐου
τό
Ἀνάγνωσμα.
ΔΙΑΚΟΝΟΣ: Премудрость!
Станем
благоговейно!
Ἐξεγείρου, ἐξεγείρου Ἱερουσαλήμ καί ἔνδυσαι τήν ἰσχύν τοῦ βραχιονός σου. Ἐξεγείρου ὡς ἐν ἀρχῆ ἡμέρας, ὡς γενεά αἰῶνος. Οὐ σύ εἶ ἡ λατομήσασα πλάτος, διαῤῥήξασα δράκοντα; Οὐ σύ εἶ ἡ ἐρημοῦσα θάλασσαν, ὕδωρ ἀβύσσου πλῆθος; Ἡ θεῖσα τά βάθη τῆς θαλάσσης ὁδόν ῥυομένοις καί λελυτρωμένοις; Ὑπό γάρ Κυρίου ἀποστραφήσονται καί ἥξουσιν εἰς Σιών μετ’ εὐφροσύνης καί ἀγαλλιάματος αἰωνίου. Ἐπί γάρ τῆς κεφαλῆς αὐτῶν ἀγαλλίαμα καί αἴνεσις καί εὐφροσύνη καταλήψεται αὐτούς. Ἀπέδρα ὀδύνη καί λύπη καί στεναγμός. Ἐγώ εἰμί, ἐγώ εἰμί αὐτός ὁ παρακαλῶν σε. Γνῶθι τίς οὖσα ἐφοβήθης ἀπό ἀνθρώπου θνητοῦ καί ἀπό υἱοῦ ἀνθρώπου,
οἵ ὡσεί χόρτος ἐξηράνθησαν. Καί ἐπελάθου Θεόν τόν ποιήσαντά σε, τόν ποιήσαντα τόν οὐρανόν καί θεμελιώσαντα τήν γῆν καί ἐφοβοῦ ἀεί πάσας τάς ἡμέρας τό πρόσωπον τοῦ θλίβοντός σε. Ὅν τρόπον γάρ ἐβουλεύσατο τοῦ ἆραι σε καί νῦν ποῦ ὁ θυμός τοῦ φλίβοντός σε; Ἐν γάρ τῶ σώζεσθαί σε οὔ στήσεται, οὐδέ χρονιεῖ. Καί οὔ θανατώσει εἰς διαφθοράν καί οὔ μή ὑστερήσει ἄρτος αὐτοῦ. Ὅτι ἐγώ Κύριος ὁ Θεός σου, ὁ ταράσσων τήν θάλασσαν καί ἠχῶν τά κύματα αὐτῆς. Κύριος Σαβαώθ ὄνομά μοι. Θήσω τούς λόγους μου εἰς τό στόμα σου καί ὑπό τήν σκιάν τῆς χειρός μου σκεπάσω σε, ἐν ἧ ἔστησα τόν οὐρανόν καί ἐθεμελίωσα τήν γῆν. Καί ἐρεῖ Σιών, λαός μου εἶ σύ. Ἐξεγείρου, ἐξεγείρου Ἱερουσαλήμ, ἡ πιοῦσα τό ποτήριον τοῦ θυμοῦ αὐτοῦ ἐκ χειρός Κυρίου. Τό ποτήριον γάρ τῆς πτώσεως, τό κόνδυ τοῦ θυμοῦ, ἔπιες καί ἐξεκένωσας καί οὐκ ἦν ὁ παρακαλῶν σε ἀπό πάντων τῶν τέκνων σου, ὧν ἔτεκες καί οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου, οὐδέ ἀπό πάντων τῶν υἱῶν σου, ὧν ὕψωσας. Δύο ταῦτα ἀντικείμενά σοι. Τίς σοι συλλυπηθήσεται; Πτῶμα καί σύντριμμα, λιμός καί
μάχαιρα. Τίς σε
παρακαλέσει; Οἱ υἱοί σου, οἱ ἀπορούμενοι, οἱ καθεύδοντες ἐπ’ ἄκρου πάσης ἐξόδου, ὡς σευτλίον ἡμίεφθον, οἱ πλήρεις θυμοῦ Κυρίου, ἐκλελυμένοι διά Κυρίου τοῦ Θεοῦ σου. Διά τοῦτο ἄκουε τοῦτο τεταπεινωμένη καί μεθύουσα οὐκ ἀπό οἴνου. Οὕτω λέγει
Κύριος ὁ Θεός, ὁ κρίνων τόν λαόν αὐτοῦ. Ἰδού εἴληφα ἐκ τῆς χειρός σου τό ποτήριον τῆς πτώσεως, τό κόνδυ τοῦ θυμοῦ μου καί οὐ προσθήςῃ ἔτι πιεῖν αὐτό. Καί δώσω αὐτό εἰς τάς χεῖρας τῶν ἀδικούντων σε καί τῶν ταπεινωσάντων σε. Ἐξεγείρου, ἐξεγείρου Σιών, ἔνδυσαι
τήν ἰσχύσιν σου Σιών. Ὅτι φωνή τῶν φυλασσόντων σε ὑψώθη καί τῆ φωνῆ ἅμα εὐφρανθήσονται, ὅτι ὀφθαλμοί πρός ὀφθαλμούς ὄψονται, ἡνίκα ἄν ἐλεήσῃ Κύριος τήν Σιών. Ἰδού οὗτοι πόῤῥωθεν ἥξουσιν. Οὗτοι ἀπό Βορρᾶ καί οὗτοι ἀπό θαλάσσης, ἄλλοι δέν ἐκ γῆς Περσῶν. Εὐφραίνεσθε οὐρανοί καί ἀγαλιάσθω ἡ γῆ. Ῥηξάτωσαν τά ὄρη εὐφροσύνην, ὅτι ἠλέησεν ὁ Θεός τόν λαόν αὐτοῦ καί τούς ταπεινούς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσε.
Σοφίας
Σολομῶντος τό Ἀνάγνωσμα.
ΔΙΑΚΟΝΟΣ: Премудрость!
Станем
благоговейно!
Δίκαιοι
εἰς τόν αἰῶνα ζῶσι καί ἐν Κυρίῳ ὁ μισθός αὐτῶν καί ἡ φροντίς αὐτῶν παρά Ὑψίστῳ. Διά τοῦτο λήψονται τό βασίλειον τῆς εὐπρεπείας καί τό διάδημα τοῦ κάλλους ἐκ χειρός Κυρίου. Ὅτι τῆ δεξιᾶ αὐτοῦ σκεπάσει αὐτούς καί τῶ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τόν ζῆλον αὐτοῦ καί ὁπλοποιήσει τήν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται
θώρακα
δικαιοσύνην
καί
περιθήσεται κόρυθα
κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δέ ἀπότομον ὀργήν εἰς ρομφαίαν. Συνεκπολεμήσει αὐτῶ ὁ κόσμος ἐπί τούς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καί ὡς ἀπό εὐκύκλου
τόξου τῶν νεφῶν, ἐπί σκοπόν ἁλοῦνται καί ἐκ πετροβόλου θυμοῦ πλήρεις ριφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοί δέ συγκλήσουσιν ἀποτόμως, ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καί ὡς λαίλαψ ἐκλιμήσει αὐτούς καί ἐρημώσει πᾶσαν τήν γῆν ἀνομία
καί ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὗν Βασιλεῖς καί σύνετε, μάθετε δικασταί περάτων γῆς, ἐνωτίσασθαι οἱ κρατοῦντες πλήθους καί οἱ γεγαυρωμένοι ἐπί ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρά Κυρίου ἡ κράτησις ὑμῖν καί ἡ δυναστεία παρά Ὑψίστου.
Ἐκτενής Δέησις
ΔΙΑΚΟΝΟΣ
Диакон: Возгласим
все от всей
души и от
всего помышления
нашего
возгласим.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄) [καί
μετά ἀπό κάθε αἴτηση] Господи, помилуй.
Господи
Вседержитель,
Боже отцов
наших, молимся
Тебе, услышь и помилуй.
Помилуй
нас Боже по
великой
милости
Твоей,
молимся Тебе,
услышь и
помилуй.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄) [καί μετά ἀπό κάθε αἴτηση]
Господи,
помилуй.
Ещё
молимся о
Великом
Господине и
отце нашем
митрополите и
архиепископе
ΣΕΡΑΦΕΙΜ,
и о всём во
Христе
братстве
нашем.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄) [καί μετά ἀπό κάθε αἴτηση]
Господи,
помилуй.
Ещё
молимся о
Богохранимой
стране нашей,
властях и
воинстве её,
да тихую и
безмятежную жизнь
проведём во
всяком
благочестии
и чистоте.
Ещё
молимся о
блаженных и
всегда
поминаемых
создателях
святого храма
сего, и о всех
прежде
почивших
отцах и братьях
наших, здесь
и повсюду
лежащих,
православных.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄) [καί μετά ἀπό κάθε αἴτηση] Господи,
помилуй.
Ещё
молимся о
милости,
жизни, мире,
здравии, спасении,
посещении,
прощении и
оставлении
грехов рабов
Божиих,
братии (и
прихожан)
святого
храма сего.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄) [καί μετά ἀπό κάθε αἴτηση] Господи,
помилуй.
Ещё
молимся о
приносящих
пожертвования
и творящих
доброе во
святом и
всесвященном
храме сем, о в
нем
трудящихся,
поющих и предстоящих
людях,
ожидающих от
Тебя великой
и богатой
милости.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. Господи,
помилуй.
Священник
возглашает: Ибо
Ты –
милостивый и
человеколюбивый
Бог, и Тебе
славу
воссылаем,
Отцу и Сыну
и Святому
Духу, ныне и
всегда, и во
веки веков.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.
Диакон: Исполним
вечернюю
молитву нашу
Господу.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. Господи,
помилуй.
Защити,
спаси,
помилуй и
сохрани нас,
Боже, Твоею
благодатию.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. Господи,
помилуй.
Вечера
сего
совершенного,
святого,
мирного и
безгрешного
у Господа
просим.
ΧΟΡΟΣ: Παράσχου Κύριε. Подай,
Господи.
Ангела
мира, верного
наставника,
хранителя
душ и тел
наших у
Господа просим.
ΧΟΡΟΣ: Παράσχου Κύριε. Подай,
Господи.
Прощения
и оставления
грехов и
согрешений наших
у Господа
просим. ΧΟΡΟΣ: Παράσχου Κύριε. Подай,
Господи.
Доброго
и полезного
душам нашим и
мира мiру
у Господа
просим.
ΧΟΡΟΣ: Παράσχου Κύριε. Подай,
Господи.
Прочее
время жизни
нашей в мире
и покаянии окончить
у Господа
просим.
ΧΟΡΟΣ: Παράσχου Κύριε. Подай,
Господи.
Христианской
кончины
жизни нашей
безболезненной,
непостыдной,
мирной, и
доброго ответа
на Страшном
суде Христовом
просим.
ΧΟΡΟΣ: Παράσχου Κύριε. Подай,
Господи.
Пресвятую,
пречистую,
преблагословенную,
славную
Владычицу
нашу
Богородицу и
Приснодеву
Марию со
всеми
святыми
помянув, сами
себя и друг
друга, и всю
жизнь нашу
Христу Богу
предадим.
ΧΟΡΟΣ: Σοὶ Κύριε. Тебе,
Господи.
Священник
возглашает: Ибо
Ты – благой и
человеколюбивый
Бог, и Тебе
славу
воссылаем,
Отцу и Сыну
и Святому
Духу, ныне и
всегда, и во
веки веков.
ΧΟΡΟΣ: Ἀμήν.
Священник: Мир
всем.
ΧΟΡΟΣ: Καὶ
τῷ πνεύματί
σου.
Диакон: Главы
наши пред
Господом преклоним.
ΧΟΡΟΣ: Σοὶ Κύριε. Тебе,
Господи.
Священник
возглашает: Да
будет власть
Царства
Твоего
благословенна
и
прославлена,
Отца, и Сына, и
Святого Духа,
ныне и
всегда, и
вовеки веков.
Εἰς
τόν Στίχον
Στιχηρά
Προσόμοια.
Ἦχος
α’. Τῶν οὐρανίων
ταγμάτων.
Χαίροις
καλλίνικε Ἄρχων τῆς Ἐκκλησίας
Χριστοῦ, Ἀλέξανδρε
τρισμάκαρ, τῆς Ῥωσσίας
ἡ δόξα, Ἑλλάδος
εὐεργέτα, στρατῶν ὁδηγέ,
τῆς Τριάδος ὑπέρμαχε, τῶν εὐσεβῶν Βασιλέων ἡ κορωνίς, τῶν πιστῶν τό ἐγκαλλώπισμα.
Στίχ. Ὕψωσα ἐκλεκτόν ἐκ τοῦ λαοῦ μου.
Σταυρόν ἀκράδαντον ὅπλον ἐν ταῖς χερσί σου κρατῶν, τῆς εὐσεβοῦς Ῥωσίας τούς ἐχθρούς ἐτροπώσω. Καί νῦν, Ἀνάκτων κλέος, θαυμάτων τῶν σῶν τά καλίῤῥοα νάματα, τήν Πέτρου πόλιν εὐφραίνουσι δαψιλῶς, ἥν προείλου εἰς κατοίκησιν.
Στίχ. Διά
τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου.
Ἐλθέ,
τρισόλβιε Ἄναξ, τοῖς σοῖς ἱκέταις ταχύς προστάτης τε καί ῥύστης, τούς ἐχθρούς καταῤῥάσων. Λαοί, φυλαί καί γλῶσσαι ἐξέλθετε νῦν ψαλμικῶς καί θεάσασθε ἐσκορπισμένα πρός Ἅδην τῶν δυσσεβῶν καί λοιμῶν Ἀγαρηνῶν τά ὀστᾶ.
Δόξα.
Ἦχος
πλ.
α’.
Τί ἀναχαιτίζεις σου τά ρεῖθρα, ὦ καλίῤῥοε Νέβα; Τι οὐ πλατύνεις τό νᾶμα, λειοκυμονῶν ἐν γαλήνῃ; Ἄγε δή πελαγίζων, ὡς Ἰορδάνης, τήν εὐλογίαν ἡμῖν τοῦ σοῦ ἀριστέως δαψιλῶς μετοχέτευσον. Ἦρταί σοι ἤδη τοῦ φραγμοῦ τό μεσότοιχον. Πέπτωκε σκῶλα τῆς τυραννίας τῶν ἀσεβῶν καί ἀνέῳγεν ἡ θύρα τῆς Ἐκκλησίας τῆς Μεγάλης. Ποταμοί κροτήσουσι χειρί ψαλμικῶς. Τά ὄρη σκιρτάτωσαν ὡς κριοί καί οἱ βουνοί ὡς