ΚΥΡΙΑΚΗ ΗΧΟΣ Α΄

TΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου

 

Ἠχος α'

Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι Ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας ἐν κόσμῳ τὴν Ἀνάστασιν. ίς)

Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ, τῶ Ἀναστάντι ἐκ νεκρῶν, ὅτι αὐτὸς ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς ἐκ τῶν ἀνομιῶν ἡμῶν.

Δεῦτε λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν ἀνάστασιν. Ὅτι αὐτὸς ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ τόν κόσμον λυτρωσάμενος.

Δόξα... Καὶ νύν...

Παρθενικὴ πανήγυρις σήμερον, ἀδελφοί, σκιρτάτω ἡ κτίσις, χορευέτω ἡ ἀνθρωπότης, συνεκάλεσε γὰρ ἡμᾶς ἡ Ἁγία Θεοτόκος, τὸ ἀμόλυντον κειμήλιον τῆς Παρθενίας, ὁ λογικὸς τοῦ δευτέρου Ἀδὰμ Παράδεισος, τὸ ἐργαστήριον τῆς ἑνώσεως τῶν δύο φύσεων, ἡ πανήγυρις τοῦ σωτηρίου συναλλάγματος, ἡ παστάς, ἐν ἢ ὁ Λόγος ἐνυμφεύσατο τὴν σάρκα, ἡ ὄντως κούφη νεφέλη, ἡ τὸν ἐπὶ τῶν Χερουβεὶμ μετὰ σώματος βαστάσασα. Ταὶς αὐτῆς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Εἶτα οἱ χοροὶ ψάλλουσιν ἐναλλὰξ τὰ οἰκεία Ἀπόστιχα, ἐνταῦθα τὰ τοῦ Σαββάτου ἑσπέρας.

Τὸ α' Ἀπόστιχον τοῦ Μέγ. Ἑσπερινοῦ. 

Ἦχος α'

Τῶ πάθει σου, Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τὴ Ἀναστάσει σου ἐκ φθορᾶς ἐλυτρώθημεν, Κύριε, δόξα σοί.

Καὶ τὰ παρόντα προσόμοια τῆς Θεοτόκου:

Τῶν οὐρανίων Ταγμάτων

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεὰ καὶ γενεά.

Δεδοξασμένη ὑπάρχεις ἐν γενεαῖς γενεῶν, Παρθενομῆτορ Κόρη, Θεοτόκε Μαρία, τοῦ κόσμου προστασία, τεκοῦσα σαρκί, τὸν Υἵόν τοῦ Ἀνάρχου Πατρός, καὶ συναϊδιον Πνεύματι ἀληθῶς, ὃν ἱκέτευε σωθῆναι ἡμᾶς.

Στιχ. κουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ Πατρός σου.

Οἱ συνεχόμενοι θλίψεσιν ἀδοκήτοις, Ἁγνή, σὲ προστασίαν μόνην, κεκτημένοι Παρθένε, βοῶμεν εὐχαρίστως, σῶσον ἡμᾶς, Παναγία Θεόνυμφε, σὺ γὰρ ὑπάρχεις τοῦ κόσμου καταφυγή, καὶ ἀντίληψις τοῦ γένους ἡμῶν.

Στιχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

νεκαινίσθη ὁ κόσμος ἐν τῇ κυήσει σου, Θεοκυῆτορ Κόρη, τῶν πιστῶν σωτηρία, καὶ ἄγρυπνος προστάτις τῶν εὐσεβῶς αἰτουμένων σὲ ἄχραντε, μὴ διαλείπης πρεσβεύουσα ἐκτενῶς, ὑπὲρ πάντων τῶν ὑμνούντων σε.

Δόξα... Καὶ νύν... Δογματικὸν

Νεφέλην σὲ φωτὸς ἀϊδίου, Παρθένε, ὁ Προφήτης ὠνόμασεν, ἐν σοὶ γὰρ ὡς ὑετὸς ἐπὶ πόκον, καταβὰς ὁ Λόγος τοῦ Πατρός, καὶ ἐκ σοῦ ἀνατείλας, τὸν κόσμον ἐφώτισε, τὴν πλάνην κατήργησε, Χριστὸς ὁ Θεὸς ἡμῶν, αὐτὸν ἱκετεύουσα ἐκτενῶς, Παναγία δεόμεθα, μὴ παύση ὑπὲρ ἡμῶν, τῶν ἀληθῆ Θεοτόκον ὁμολογούντων σε.

Ἀπολυτίκιον  Ἦχος α'

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῶ κόσμω τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν, ἐβόων σοὶ Ζωοδότα. Δόξα τὴ Ἀναστάσει σου, Χριστέ, δόξα τὴ βασιλεία σου, δόξα τὴ οἰκονομία σου, μόνε Φιλάνθρωπε.

Θεοτοκίον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοὶ Παρθένε τὸ Χαῖρε, σὺν τὴ φωνὴ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τὴ ἁγία κιβωτῶ, ὡς ἔφη ὁ δίκαιος Δαυϊδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῶ ἐνοικήσαντι ἐν σοί, δόξα τῶ προελθόντι ἐκ σοῦ, δόξα τῶ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

 

Ἦχος α'

Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι Ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας ἐν κόσμῳ τὴν ἀνάστασιν.

Κυκλώσατε Λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ τῶ ἀναστάντι ἐκ νεκρῶν, ὅτι αὐτὸς ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς ἐκ τῶν ἀνομιῶν ἡμῶν.

Δεῦτε Λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν Ἀνάστασιν, ὅτι αὐτὸς ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ τὸν κόσμον λυτρωσάμενος.

Εὐφράνθητε οὐρανοί, σαλπίσατε τὰ θεμέλια τῆς γῆς, βοήσατε τὰ ὄρη εὐφροσύνην, ἰδοὺ γὰρ ὁ Ἐμμανουὴλ τὰς ἁμαρτίας ἡμῶν, τῶ σταυρῶ προσήλωσε, καὶ ζωὴν ὁ διδούς, θάνατον ἐνέκρωσε, τὸν Ἀδὰμ ἀναστήσας, ὡς φιλάνθρωπος.

Τὸν σαρκὶ ἑκουσίως σταυρωθέντα δι' ἡμᾶς, παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν, ὑμνήσωμεν λέγοντες, Στήριξον ὀρθοδοξία τὴν Ἐκκλησίαν σου Χριστέ, καὶ εἰρήνευσον τὴν ζωὴν ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Τῶ ζωοδόχω σου τάφω, παρεστῶτες οἱ ἀνάξιοι, δοξολογίαν προσφέρομεν τὴ ἀφάτω σου εὐσπλαγχνία, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι σταυρὸν κατεδέξω, καὶ θάνατον ἀναμάρτητε, ἵνα τῷ κόσμω δωρήση τὴν Ἀνάστασιν, ὡς φιλάνθρωπος.

Τὸν τῶ Πατρὶ συνάναρχον, καὶ συναϊδιον Λόγον, τὸν ἐκ παρθενικῆς νηδύος προελθόντα ἀφράστως καὶ Σταυρὸν καὶ θάνατον δι' ἡμᾶς ἑκουσίως καταδεξάμενον, καὶ ἀναστάντα ἐν δόξῃ, ὑμνήσωμεν λέγοντες, ζωοδότα Κύριε δόξα σοί, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον

Τὴν παγκόσμιον δόξαν τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ἄσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα, αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς θεότητος, αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέωξε, Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω Λαὸς τοῦ Θεοῦ, καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθροὺς ὡς παντοδύναμος.

 

ΕΝ ΤΩ ΜΕΣΟΝΥΚΤΙΚΩ 

Ἦχος α'

Ὠδὴ α'  Σοῦ ἡ τροπαιοῦχος

Μίαν τρισυπόστατον ἀρχήν, τὰ Σεραφὶμ ἀσιγήτως δοξάζουσιν, ἄναρχον, ἀϊδιον, ποιητικὴν ἁπάντων, ἀκατάληπτον, ἣν καὶ πᾶσα γλῶσσα, πιστῶς γεραίρει τοὶς ἄσμασιν.  

να τοὶς ἀνθρώποις ἑνικήν, τὴν τριλαμπή σου δηλώσης θεότητα, πλάσας πρὶν τὸν ἄνθρωπον, κατὰ τὴν σὴν εἰκόνα διεμόρφωσας, νοῦν αὐτῷ, καὶ λόγον καὶ πνεῦμα δούς, ὡς φιλάνθρωπος.

νωθεν δεικνὺς μοναδικόν, θεαρχικαὶς ἐν τρισὶν ὑποστάσεσι, κράτος, Πάτερ ἔφησας, τῶ ἰσουργῶ Υἱῶ σου, καὶ τῶ Πνεύματι, Δεῦτε καταβάντες, αὐτῶν τὰς γλῶσσας συγχέωμεν.

Θεοτοκίον

Νοὺς μὲν ὁ ἀγέννητος Πατήρ, εἰκονικῶς τοὶς σοφοὶς προηγόρευται, Λόγος δὲ συνάναρχος, ὁ συμφυὴς Υἱός, καὶ Πνεῦμα ἅγιον, τὸ ἐν τῇ Παρθένω, τοῦ Λόγου κτίσαν τὴν σάρκωσιν.

Ὠδὴ γ'  Ὁ μόνος εἰδὼς

Σὺ πάλαι σαφῶς τῶ Ἀβραάμ, ὡς ὤφθης τρισυπόστατος, μοναδικόςτε φύσει θεότητος, θεολογίας τὸ ἀκραιφνέστατον, τυπικῶς ἐνέφηνας, Kαὶ πιστῶς ὑμνούμέν σε, τόν μονάρχην Θεόν, καὶ τρισήλιον.

κ σοῦ γεννηθεὶς θεοπρεπῶς, ἀρρεύστως Πάτερ ἔλαμψε, φῶς ἐκ φωτός, Υἱὸς ἀπαράλλακτος, καὶ Πνεῦμα θεῖον, φῶς ἐκπεπόρευται, καὶ μιᾶς θεότητος, αἴγλην τρισυπόστατον, προσκυνοῦμεν πιστῶς καὶ δοξάζομεν.

Μονὰς ἡ Τριὰς ὑπερφυῶς, ἀρρήτως ὑπὲρ ἔννοιαν, ταὶς νοεραῖς οὐσίαις δοξάζεται, ταὶς τρισαγίαις φωναίς, ἀσίγητον, ἐκβοώσαις αἴνεσιν, αἲς συμφώνως ὑμνεῖται, καὶ ἡμῖν τρισυπόστατος Κύριος.

Θεοτοκίον

κ σοῦ χρονικῶς ἄνευ σπορᾶς, προῆλθεν ὁ ὑπέρχρονος, ὁμοιωθεὶς ἡμῖν ὁ ἀνείδεος, καὶ μίαν φύσιν καὶ κυριότητα, τοῦ Πατρὸς ἐδίδαξε, καὶ Υἱοῦ, καὶ Πνεύματος, Θεοτόκε, διὸ σὲ δοξάζομεν.

Καθίσματα  Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ

Πατέρα καὶ Υἱόν, προσκυνήσωμεν πάντες, καὶ Πνεῦμα τὸ εὐθές, καὶ ἰσότιμον δόξη, Τριάδα τὴν ἄκτιστον, καὶ ὑπέρθεον δύναμιν, ἣν δοξάζουσι, τῶν ἀσωμάτων αἱ τάξεις, ταύτην σήμερον, καὶ γηγενεῖς μετὰ φόβου, πιστῶς εὐφημήσωμεν.

Δόξα... Καὶ νύν... Θεοτοκίον

δήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον, ἀπεγνωσμένων ἀνθρώπων Θεοῦ ἐνδιαίτημα.

Ὠδὴ δ'  Ὄρος σὲ τὴ χάριτι

Λάμψον μοὶ θεαρχία τρισήλιε λάμψεσι, σῶν θεουργῶν μαρμαρυγῶν, τοὶς τῆς καρδίας ὀφθαλμοίς, τὸ κάλλος φαντάζεσθαι, τῆς ὑπὲρ νοῦν θεαρχικῆς σου λαμπρότητος, καὶ φωτουργοῦ, καὶ γλυκείας μεθέξεως.

Πρότερον οὐρανοὺς ἐστερέωσας Κύριε, καὶ πᾶσαν δύναμιν αὐτῶν, τῶ Λόγῳ σου τῶ παντουργῶ, καὶ Πνεύματι στόματος τῶ συμφυεῖ, μεθ' ὧν δεσπόζεις τοῦ σύμπαντος, ἐν τριλαμπεῖ μοναρχία θεότητος.

ς ἔπλασας κατ' εἰκόνα μὲ σὴν καὶ Ὁμοίωσιν, θεαρχικὴ παντουργική, Τριὰς ἀσύγχυτε μονάς, συνέτισον, φώτισον, πρὸς τὸ ποιεῖν τὸ θέλημά σου τὸ ἅγιον, τὸ ἀγαθόν ἐν ἰσχὺϊ καὶ τέλειον.

Θεοτοκίον

Τέτοκας τῆς Τριάδος τὸν ἕνα Πανάχραντε, θεαρχικώτατον Υἱόν, σωματωθέντα δι' ἡμᾶς, ἐκ σοῦ, καὶ αὐγάζοντα τοὺς γηγενεῖς, τῆς τρισηλίου θεότητος, τῶ ἀνεσπέρω φωτί, καὶ ταὶς λάμψεσιν.

Ὠδὴ ε'  Ὁ φωτίσας τὴ ἑλλάμψει

 τὸν πρῶτον τῶν Ἀγγέλων ἀμέσως διάκοσμον, ἀπροσίτοις τοῦ σοῦ κάλλους ἀκτίσιν ἑλλάμπουσα, ταὶς σαὶς αἴγλαις φώτισον, Τριὰς ἡ μοναρχικωτάτη, τοὺς ὀρθοδόξως σὲ μέλποντας.

Νὺν ἡ φύσις, ἑνικὴ θεαρχία τρισήλιε, ἀνυμνεῖ σε, ἣν οὐσίωσας δι' ἀγαθότητα, τῶν πταισμάτων λύτρωσιν, καὶ πειρασμῶν ἐξαιτουμένη; καὶ τῶν δεινῶν καὶ τῶν θλίψεων.

Τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, μίαν φύσιν καὶ θεότητα, πίστει δοξάζομεν, μεριστὴν ἀμέριστον, ἐνα Θεὸν τῆς ἀοράτου, καὶ Ὀρωμένης τε κτίσεως.

Θεοτοκίον

ήσεις πᾶσαι Προφητῶν, προδιέγραψαν Ἄχραντε τὸν σὸν τόκον, τὸν ἀπόρρητον καὶ ἀνερμήνευτον, ὃν ἡμεῖς ἐγνώκαμεν, μυσταγωγὸν τῆς ἑνιαίας καὶ τρισηλίου θεότητος.

Ὠδὴ ς'  Ἐκύκλωσεν ἡμᾶς

σόρροπον τὴν δύναμιν ὡς ἔχουσα, Τριὰς ἢ ὑπερούσιος, ἐν ταυτότητι βουλήσεως μονὰς πέφυκας, ἁπλὴ καὶ ἀδιαίρετος, Σὺ οὖν ἡμᾶς, ἐν τῇ δυνάμει σου περιφρούρησον. (Δίς)

Σὺ πάντας τοὺς αἰῶνας τὴ βουλήσει σου ὡς ἀγαθὴ ὑπέστησας, ἐξ οὐκ ὄντων, ἀκατάληπτε Τριάς, εἶτα καὶ τὸν ἄνθρωπον διέπλασας, Ἀλλὰ καὶ νύν, ἐκ πάσης ῥύσαί με περιστάσεως.

Θεοτοκίον

λίου τοῦ ἀδύτου οἶκος γέγονας, τοῦ κτίσαντος καὶ τάξαντος, τοὺς φωστήρας τοὺς μεγάλους πανσθενῶς, ἄρχαντε Παρθένε Θεονύμφευτε, Ἀλλὰ καὶ νὺν τῆς τῶν παθῶν μὲ ῥύσαι ζοφώσεως.

Καθίσματα  Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ

Τριάδα τὴν σεπτήν, καὶ ἀμέριστον φύσιν, Προσώποις ἐν τρισί, τεμνομένην ἀτμήτως, καὶ μένουσαν ἀμέριστον, κατ' οὐσίαν θεότητος, προσκυνήσωμεν, οἱ γηγενεῖς μετὰ φόβου, καὶ δοξάσωμεν, ὡς ποιητὴν καὶ Δεσπότην, Θεὸν ὑπεράγαθον.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῶ ὀλισθαίνουσαν, ἀπωλείας πανάμωμε, καὶ ἐν ὥρα με, τῇ φοβερὰ τοῦ θανάτου, σὺ ἐξάρπασον, κατηγορούντων Δαιμόνων, καὶ πάσης κολάσεως.

Ὠδὴ ζ'  Σὲ νοητὴν Θεοτόκε

Λόγε Θεοῦ, συμφυὲς ἀπαύγασμα, τοῦ παντοκράτορος Θεοῦ, ὡς ὑπέσχου τὴν παρὰ σοῦ θεουργὸν ἐνοίκησιν, ποίησον ὡς εὔσπλαγχνος, σὺν τῶ Πατρί σου καὶ τῶ Πνεύματι, καὶ φοβερόν, τοὶς Δαίμοσί με δεῖξον καὶ πάθεσιν. (Δίς)

να τῆς σῆς, εὐσπλαγχνίας Δέσποτα, δείξης τὸ πέλαγος ἡμῖν, τὸν Yιόν σου πρὸς τὴν ἡμῶν, πέμψας ταπεινότητα αὖθις ἀνεμόρφωσας πρὸς τὴν ἀρχαίαν λαμπρότητα, Ἀλλὰ καὶ νύν, τῶ θείω μὲ συνέτισον Πνεύματι.

Θεοτοκίον

 Χερουβὶμ θρόνω ἐποχούμενος καὶ τῶν ἁπάντων Βασιλεύς, ἐν γαστρί σου παρθενική, ὤκησε Πανάχραντε πάντας ἐκλυτρούμενος ἐκ τῆς φθορᾶς, ὡς φιλάνθρωπος, Ἀλλὰ καὶ νὺν ταὶς σαὶς πρεσβείαις μὲ περιφρούρησον.

Ὠδὴ η'  Θαύματος ὑπερφυοῦς

Νεύματι θεουργικῶ Κύριε πάντων, τρισυπόστατε καὶ παντοκράτορ, οὐρανοὺς ἐξέτει νας ὡσεὶ δέρριν εἶτα καὶ γής, ἀπηώρησας τὸ βάθος, πανσθενεῖ σου δρακί, Διὸ καὶ τοὺς δούλους σου κραταίωσον, τὴ ἀγάπη καὶ πίστει τὴ σὴ φιλάνθρωπε, ἵνα σὲ δοξάζωμεν πόθω εἰς αἰῶνας. (Δίς)

Φώτισον θεαρχικὸν φῶς τοὺς ὑμνοῦντας, τὸ τρισήλιον φῶς τοὶς προσώποις, ἑνιαῖον αὖθις δὲ τὴ οὐσία καὶ πρὸς τὰς σᾶς, φωτοδότιδας ἀκτῖνας ἐπιβλέπειν ἀεί, δι' ὧν χορτασθήσομαι τὴν δόξαν σου τὴν γλυκεῖαν, καὶ φωτουργὸν καὶ πανόλβιον, καὶ ὑπερυψῶ σὲ πιστῶς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

ψωσεν εἰς οὐρανοὺς τὴν τῶν ἀνθρώπων, προσλαβόμενος φύσιν ἀτρέπτως, ὁ Υἱός σου πάναγνε Θεοτόκε, ὑπερβολὴ ἀγαθότητος, ῥυσάμενος τῆς πάλαι φθορᾶς, ὧ καὶ εὐχαρίστως ἀναμέλπωμεν, Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'  Τύπον τῆς ἁγνῆς

Σῶσον ὁ Σωτὴρ τῆς κτίσεως, τῆς αἰσθητῆς καὶ νοουμένης τοὺς δούλους σου, τῆς τῶν δυσμενῶν ἐπιβουλῆς καὶ κακώσεως, παναγία Τριὰς ὁμοούσιε, καὶ φρούρει τήν σὴν ποίμνην, διὰ παντὸς ἀνεπιβούλευτον. (Δίς)

να τὸν βυθὸν τὸν ἄπειρον, τῆς οὐσιώδους δείξης σου ἀγαθότητος δέδωκας ἡμῖν ἐπαγγελίας τρισήλιε, καὶ μονάρχα Θεὲ παντοδύναμε, σωστικὰς τοὶς σοὶς δούλοις, ἃς ἐκπληρῶσαι καταξίωσον.

Θεοτοκίον

Νεῦσον ταὶς ἡμῶν δεήσεσιν ὁ ἐν τρισὶ θεαρχικαὶς ὑποστάσεσι μόνος εἰς Θεὸς ἀληθινὸς πιστευόμενος, καὶ παράσχου σοὶς δούλοις παράκλησιν πρεσβείαις τῆς ἀχράντου, καὶ πανυμνήτου Θεομήτορος.

Ἡ Ὑπακοὴ  Ἦχος α'

 τοῦ Ληστοῦ μετάνοια, τὸν παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῶ κόσμω τὸ μέγα ἔλεος.

 

ΕΝ ΤΩ ΟΡΘΡΩ

Ἀπολυτίκιον  Ἦχος α'

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῶ κόσμω τὴν ζωήν, διὰ τοῦτο αἱ Δυνάμεις των οὐρανῶν ἐβόων σοὶ ζωοδότα. Δόξα τὴ Ἀναστάσει σου Χριστέ, δόξα τὴ βασιλεία σου, δόξα τὴ οἰκονομία σου, μόνε φιλάνθρωπε.

Θεοτοκίον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοὶ Παρθένε τὸ Χαῖρε, σὺν τὴ φωνὴ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τὴ ἁγία κιβωτῶ, ὡς ἔφη ὁ δίκαιος Δαυϊδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῶ ἐνοικήσαντι ἐν σοί, δόξα τῶ προελθόντι ἐκ σοῦ, δόξα τῶ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Καθίσματα  Ἦχος α'

Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τὴ ἀστραπή, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, Γυναιξὶ τὴν Ἀνάστασιν, σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῶ ἀναστάντι ἐκ τάφου, καὶ μόνω Θεῷ ἡμῶν.

Δόξα...

Σταυρῶ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῶ θανάτω σου, σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ Ἄδου, σὺ συνήγειρας, τοὺς ἀπ' αἰῶνος θανέντας, ὡς μόνος φιλάνθρωπος.

Καὶ νύν... Θεοτοκίον

Μητέρα σὲ Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθω καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν τὴν μόνην Πανάμωμον.

Τοῦ λίθου σφραγισθέντος

Γυναῖκες πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔτρεμον, ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς, διὰ τοῦτο ἀπελθοῦσαι, τοὶς μαθηταῖς ἐκήρυττον τὴν Ἔγερσιν. Τὸν Ἅδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυνάμει Σταυροῦ.

Δόξα...

ν τῷ σταυρῶ προσηλωθεὶς ἡ Ζωὴ τῶν ἁπάντων, καὶ ἐν νεκροῖς λογισθεὶς ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, καὶ ἥγειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς, διὰ τοῦτο αἳ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοὶ ζωοδότα. Δόξα τοὶς σοὶς παθήμασι Χριστέ, δόξα τὴ Ἀναστάσει σου, δόξα τὴ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.

Καὶ νύν...Θεοτοκίον

Τὸν τάφον σου Σωτὴρ

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους σου.

Ἡ Ὑπακοὴ  Ἦχος α'

 τοῦ Ληστοῦ μετάνοια, τὸν παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῶ κόσμω τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ

Ἀντίφωνον Α'

ν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀδυνῶν, Κύριε σοὶ κράζω.

Τοὶς ἐρημικοίς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσμου οὔσι τοῦ ματαίου ἐκτός.

Δόξα... καὶ νύν...

γίω Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῶ, διὰ τοῦτο ἄσωμεν τὴ Τριάδι Μονοκρατορία.

Ἀντίφωνον Β'

Εἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς με νόμων, ἀρεταὶς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῷ σε.

Δεξιά σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πὺρ μὲ φλέξη τῆς ἁμαρτίας.

Δόξα... καὶ νύν ...

γίω Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον, Ἰσοσθενὲς γὰρ ἐστι Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Γ'

πὶ τοῖς εἰρηκόσι μοὶ ὁδεύσωμεν εἷς τὰς αὐλὰς τοῦ Κυρίου, εὐφράνθη μου τὸ Πνεῦμα, συγχαίρει ἡ καρδία.

πὶ οἶκον Δαυϊδ, φόβος μέγας, ἐκεῖ γὰρ θρόνων ἐκτεθέντων, κριθήσονται ἅπασαι, αἱ φυλαὶ τῆς γῆς καὶ γλῶσσαι.

Δόξα... καὶ νύν...

γίω Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῶ Υἱῶ δεῖ προσφέρειν. Μονὰς γὰρ ἐστιν ἡ Τρίας τῇ φύσει, ἀλλ' οὐ προσώποις.

Προκείμενον

Νὺν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ παρρησιάσομαι ἐν αὐτῷ.

Στίχ. Τὰ λόγια Κυρίου λόγια ἁγνά.

Κανὼν Ἀναστάσιμος

Ὠδὴ α'  Ἦχος α'  Ὁ Εἱρμὸς

Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται, αὕτη γάρ, Ἀθάνατε ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοὶς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.

 χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ ἀρχὰς διαπλάσας με, χείρας διεπέτασας ἐν τῷ Σταυρῶ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθαρέν μου σῶμα, ὁ ἐκ Παρθένου προσείληφας.

Νέκρωσιν ὑπέστη δι' ἐμέ, καὶ τὴν ψυχὴν τῶ θανάτω προδίδωσιν, ὁ ἐμπνεύσει θεία ψυχὴν μοὶ ἐνθείς, καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας, τὴ ἀφθαρσία ἐδόξασε.

Θεοτοκίον

Χαῖρε ἡ τῆς χάριτος πηγή, χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος, χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσή, καὶ ὄρος ἁλατόμητον, ἡ τὸν τῶ κόσμω ζωοδότην Χριστόν, κυήσασα.

Κανὼν Σταυροαναστάσιμος

Χριστὸς γεννᾶται

Χριστὸς θεοὶ μὲ σαρκούμενος, Χριστὸς μὲ ἀνυψοῖ ταπεινούμενος, Χριστὸς ἀπαθῆ ἐργάζεται, πάσχων ὁ ζωοδότης φύσει σαρκός, ὅθεν ἀναμέλπω, χαριστήριον ὠδήν, ὅτι δεδόξασται.

Χριστὸς ὑψοῖ μὲ σταυρούμενος, Χριστὸς συνανιστὰ μὲ νεκρούμενος, Χριστὸς μοὶ ζωὴν χαρίζεται, ὅθεν ἄδω ἐν εὐφροσύνῃ χείρας κροτῶν, τῶ Σωτήρι, ἐπινίκιον ὠδήν, ὅτι δεδόξασται.

Θεοτοκίον

Θεὸν Παρθένε συνέλαβες, Χριστὸν ἐν παρθενίᾳ δὲ τέτοκας, ἐκ σοῦ σαρκωθέντα Πάναγνε, ἕνα τὴ ὑποστάσει μονογενή, ἐν δυσὶν οὐσίαις, γνωριζόμενον Υἱόν, ὅτι δεδόξασται.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου

Σοῦ ἡ τροπαιοῦχος

Ποίαν σοὶ ἐπάξιον ὠδήν, ἡ ἡμετέρα προσοίσει ἀσθένεια; ἐθμὴ τὴν χαρμόσυνον, ἣν Γαβριὴλ ἡμᾶς ἐμυσταγώγησε. Χαῖρε Θεοτόκε, Παρθένε Μήτηρ ἀνύμφευτε.

Τὴ Ἀειπαρθένω καὶ Μητρί, τοῦ Βασιλέως τῶν ἄνω Δυνάμεων, ἐκ καθαρωτάτης καρδίας πιστοί, πνευματικῶς βοήσωμεν, χαῖρε Θεοτόκε, παρθένε Μήτηρ ἀνύμφευτε.

πειρος ἡ ἄβυσσος τῆς σῆς, ἀκαταλήπτου κυήσεως Πάναγνε, πίστει ἀδιστάκτω οὖν, ἐθλικρινῶς προσφέρομέν σοὶ λέγοντες, χαῖρε Θεοτόκε παρθένε, Μήτηρ ἀνύμφευτε.

Ὠδὴ γ'  Ὁ Εἱρμὸς

 μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοί, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης φιλάνθρωπε.

Θεός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατωκτείρησας, καὶ καταβῆναι πρὸς μὲ ηὐδόκησας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν σοί, Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι. 

Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθαρέντα με, ὡς συμπαθὴς Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνητὸν διέρρηξας, καὶ νεκροὺς τριήμερος, ἀναστὰς ἀφθαρσίαν ἠμφίεσας.

Θεοτοκίον 

Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ Παναγίου ἔμεινας ἄφλεκτος, ἐπεὶ σὲ βᾶτος τῶ νομοθέτη Μωσή, φλεγομένη ἄκαυστα, σαφῶς προεμήνυσε, τήν τὸ πὺρ δεξαμένην τὸ ἄστεκτον.

Κανὼν Σταυροαναστάσιμος

Τῶ πρὸ τῶν αἰώνων

Τῶ ἐπὶ τῶν ὤμων, τὸ πλανώμενον πρόβατον ἄραντι, καὶ καθελόντι διὰ ξύλου, τὴν αὐτοῦ ἁμαρτίαν, Χριστῷ τῶ Θεῷ βοήσωμεν, ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

Τῶ ἀναγαγόντι, τὸν ποιμένα τὸν μέγαν ἐξ ἄδου Χριστόν, καὶ τὴ αὐτοῦ ἱεραρχία, διὰ τῶν Ἀποστόλων, σοφῶς τὰ ἔθνη ποιμάναντι, ἐν ἀληθείᾳ, τῶ θείω πιστοί, Πνεύματι λατρεύσωμεν.

Θεοτοκίον

Τῶ ἐκ τῆς Παρθένου, σαρκωθέντι ἀσπόρως βουλήσει Υἱῶ, καὶ τὴν τεκοῦσαν μετὰ τόκον, θεϊκὴ δυναστεία, ἁγνὴν παρθένον φυλάξαντι, τῶ ἐπὶ πάντων βοῶμεν Θεῷ, Ἅγιος εἶ Κύριε.

Κανὼν τῆς Θεοτόκου

Ὁ μόνος εἰδὼς

Νεφέλην σὲ κούφην ἀψευδῶς, Παρθένε, ὀνομάζομεν, προφητικαὶς ἑπόμενοι ῥήσεσιν, ἐλήλυθε γὰρ ἐπὶ σοὶ Κύριος, καθελεῖν Αἰγύπτια, πλάνης χειροποίητα, καὶ φωτίσαι τοὺς ταῦτα λατρεύοντας.

Σὲ ἐσφραγισμένην ἀληθῶς, χορὸς Προφητικός, πηγήν, καὶ κεκλεισμένην πύλην ὠνόμασε, τῆς παρθενίας τῆς σῆς Πανύμνητε, τηλαυγῶς τὰ σύμβολα, ἡμῖν διαγράφοντα, ἣν ἐφύλαξας καὶ μετὰ γέννησιν.

Νοῦν τὸν ὑπερούσιον ἰδεῖν, ὡς θέμις ἀξιούμενος, ὁ Γαβριὴλ Παρθένε πανάμωμε, περιχαρῆ σοὶ φωνὴν ἐκόμισε, τὴν τοῦ Λόγου σύλληψιν, ἐμφανῶς μηνύουσαν, καὶ τόν ἄφραστον τόκον ἠρύττουσαν.

Ὠδὴ δ'  Ὁ Εἱρμὸς

ρος σὲ τὴ χάριτι, τὴ θεία κατάσκιον, προβλεπτικοὶς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοίς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Τὶς οὗτος, Σωτὴ ῥ, ὁ ἐξ Ἐδὼμ ἀφικόμενος, στεφηφορῶν ἐξ ἀκανθῶν, πεφοινιγμένος τὴν στολήν, ἐν ξύλῳ κρεμάμενος; Τοῦ Ἰσραὴλ ὑπάρχει οὗτος ὁ Ἅγιος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

δετε λαὸς τῶν ἀπειθῶν, καὶ αἰσχύνθητε, ὃν ὡς κακοῦργον γὰρ ὑμεῖς, ἀναρτηθῆναι ἐν σταυρῷ, Πιλάτω ἠτήσασθε φρενοβλαβῶς, θανάτου λύσας τὴν δύναμιν, θεοπρεπῶς ἐξανέστη τοῦ μνήματος.

Θεοτοκίον

Ξύλον σὲ Παρθένε τῆς ζωῆς ἐπιστάμεθα, οὐ γὰρ τῆς βρώσεως καρπός, θανατηφόρος τοὶς βροτοίς, ἐκ σοῦ ἀνεβλάστησεν, ἀλλὰ ζωῆς τῆς ἀϊδίου ἀπόλαυσις, εἰς σωτηρίαν ἡμῶν τῶν ὑμνούντων σε.

Κανὼν Σταυροαναστάσιμος

Ῥάβδος ἐκ τῆς ῥίζης

Τὶς οὗτος ὡραῖος ἐξ Ἐδώμ, καὶ τούτου τὸ ἐρύθημα, τῶν ἱματίων ἐξ ἀμπέλου Βοσόρ; Ὡραῖος, ὅτι ὁ Θεός, ὡς βροτὸς δὲ αἵματι, σαρκός, τὴν στολὴν πεφοινιγμένος. Ὧ μελωδοῦμεν πιστοί. Δόξα τὴ δυνάμει σου Κύριε.

Χριστὸς τῶν μελλόντων ἀγαθῶν, φανεῖς ἀρχιερεὺς ἡμῶν, τὴν ἁμαρτίαν διεσκέδασε, καὶ δείξας ξένην ὁδόν, τῶ ἰδίω αἵματι, εἰς κρείττονα καὶ τελειοτέραν, εἰσέδραμε δὲ σκηνήν, πρόδρομος ἡμῶν εἰς τὰ Ἅγια.

Θεοτοκίον

Τῆς Εὔας τὴν πάλαι ὀφειλήν, ἀπέτισας Πανύμνητε, τῶ δι' ἡμᾶς φανέντι νέω Ἀδάμ, ἑνώσας γὰρ ἑαυτῶ, ἐξ ἁγνῆς συλλήψεως, σάρκα νοερὰν ἐμψυχωμένην, ἐκ σοῦ προῆλθε Χριστός, εἰς τὸ συναμφότερον Κύριος.

Κανὼν τῆς Θεοτόκου

Ὄρος σὲ τὴ χάριτι

κουε θαυμάτων οὐρανέ, ἐνωτίζου δὲ ἡ γῆ, ὅτι θυγάτηρ χοϊκοῦ, τοῦ πεπτωκότος μὲν Ἀδάμ, Θεοῦ ἐχρημάτισε, τοῦ ἑαυτῆς Δημιουργοῦ τε λὸχ εὔτρια, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

μνοῦμεν τὸ μέγα καὶ φρικτόν σου μυστὴ ῥιον, ὑπερκοσμίους γὰρ λαθῶν, Ταξιαρχίας ἐπὶ σέ, ὁ Ὧν καταβέβηκεν, ὡς ὑετός, ὁ ἐπὶ πόκον, Πανύμνητε, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

γίων ἁγία Θεοτόκε Πανύμνητε, ἡ προσδοκία τῶν ἐθνῶν, καὶ σωτηρία τῶν πιστῶν, ἐκ σοῦ ἀνατέταλκεν, ὁ λυτρωτὴς καὶ ζωοδότης καὶ Κύριος, ὃν ἐκδυσώπει σωθῆναι τοὺς δούλους σου.

Ὠδὴ ε'  Ὁ Εἱρμὸς

 φωτίσας τὴ ἑλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῶ Σταυρῶ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.

Τὸν ποιμένα τῶν προβάτων, τὸν μέγαν καὶ Κύριον, Ἰουδαῖοι διὰ ξύλου σταυροῦ ἐθανάτωσαν, ἀλλ' αὐτὸς ὡς πρόβατα νεκρούς, ἐν ἅδῃ τεθαμμένους, κράτους θανάτου ἐρρύσατο.

Τῶ Σταυρῶ σου τὴν εἰρήνην, εὐαγγελισάμενος, καὶ κηρύξας αἰχμαλώτοις Σωτήρ μου τὴν ἄφεσιν, τὸν κρατοῦντα ἤσχυνας, Χριστέ, γυμνὸν ἠπορημένον, δείξας τὴ θεία ἐγέρσει σου.

Θεοτοκίον

Τὰς αἰτήσεις τῶν πιστῶς αἰτουμένων, Πανύμνητε, μὴ παρίδης, ἀλλὰ δέχου, καὶ ταύτας προσάγαγε, τῶ Υἱῶ σου Ἄχραντε Θεῷ, τῶ μόνω εὐεργέτη, σὲ γὰρ προστάτιν κεκτήμεθα.

Κανὼν Σταυροαναστάσιμος

Θεὸς ὧν εἰρήνης

 πλοῦτος καὶ βάθος, σοφίας Θεοῦ! τοὺς σοφοὺς ὁ δρασσόμενος Κύριος, τῆς τούτων πανουργίας ἐλυτρώσατο ἡμᾶς, παθῶν γὰρ ἑκουσίως, σαρκὸς ἐξ ἀσθενείας, ἐξ ἰδίας ἰσχύος, ζωοποιὸς νεκρὸς ἐγήγερται.

Θεὸς ὧν ἐνοῦται, σαρκὶ δι' ἡμᾶς, καὶ σταυροῦται καὶ θνήσκει καὶ θάπτεται, καὶ αὖθις ἐξανίσταται, καὶ ἄνεισι φαιδρώς, σαρκὶ σὺν τὴ ἰδία, Χριστὸς πρὸς τόν Πατέρα, μεθ' ἦς ἤξει καὶ σώσει, τοὺς εὐσεβῶς αὐτῷ λατρεύοντας.

Θεοτοκίον

γίων ἁγία, Παρθένε ἁγνή, τῶν Ἅγίων τὸν Ἅγιον τέτοκας, τὸν πάντας ἁγιάζοντα, Χριστὸν τὸν λυτρωτήν, διὸ σὲ Βασιλίδα καὶ Δέσποιναν ἁπάντων, ὡς Μητέρα τοῦ Κτίστου, τῶν ποιημάτων καταγγέλλομεν. 

Κανὼν τῆς Θεοτόκου

Ὁ φωτίσας τὴ ἑλλάμψει

Εὐφραίνονται, οὐρανῶν αἱ Δυνάμεις, ὁρώσαί σε, ἀγάλλονται σὺν αὐταῖς, τῶν βροτῶν τὰ συστήματα, τῶ γὰρ τόκω ἥνωνται τῶ σῶ, Παρθένε Θεοτόκε, ὃν ἐπαξίως δοξάζομεν.

Κνείσθωσαν, πᾶσαι γλῶσσαι βρότειαι καὶ ἔννοιαι, πρὸς ἔπαινον τοῦ βροτῶν, ἀληθῶς καλλωπίσματος, ἡ Παρθένος παρέστη σαφῶς, δοξάζουσα τοὺς πίστει, ταύτης ὑμνοῦντας τὰ θαύματα.

Δοξάζεται, ὕμνος ἅπας σοφῶν καὶ ἐγκώμιον, τὴ Παρθένω καὶ Μητρί, τοῦ Θεοῦ προσφερόμενος, τῆς γὰρ δόξης γέγονεν, αὕτη ναὸς τῆς ὑπερθέου, ἣν ἐπαξίως δοξάζομεν.

Ὠδὴ ς'  Ὁ Εἱρμὸς

κύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν, σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.

Τῶ πταίσματι τοῦ πρωτοπλάστου Κύριε, δεινῶς ἐτραυματισθημεν, τῶ δὲ μώλωπι ἰάθημεν τῶ σῶ, ὧ ὑπὲρ ἡμῶν ἐτραυματίσθης Χριστέ, σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.

νήγαγες ἡμᾶς ἐξ ἄδου Κύριε, τὸ κῆτος χειρωσάμενος, τὸ παμφάγον Παντοδύναμε, τῶ σῶ κράτει καθελῶν αὐτοῦ τὴν δύναμιν, σὺ γὰρ ζωὴ καὶ φῶς ὑπάρχεις, καὶ ἡ ἀνάστασις.

Θεοτοκίον

Εὐφραίνονται ἐν σοί, Παρθένε ἄχραντε, τοῦ γένους οἱ Προπάτορες, Τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν, σὺ γὰρ ἁγνή, καὶ πρὸ τοῦ τόκου καὶ μετὰ γέννησιν.

Κανὼν Σταυροαναστάσιμος

Σπλάγχνων Ἰωνάν

Νoὺς ὧν ἀπαθής, καὶ ἄϋλος μίγνυται, Χριστὸς ὁ Θεός, τῶ ἀνθρωπίνω νοϊ, μεσιτεύοντι, θεία φύσει σαρκός τε παχύτητι, καὶ ὅλω μοί, ἀτρέπτως ὅλος ἤνωται, ἵνα σωτηρίαν ὅλω μοί, τῶ πεσόντι ὀρέξη σταυρούμενος.

Πίπτει πτερνισθείς, Ἀδὰμ καὶ συντρίβεται, ἐλπίδι ψευσθεὶς πάλαι θεώσεως, ἀλλ' ἀνίσταται, τὴ ἑνώσει τοῦ Λόγου θεούμενος, καὶ πάθει τὴν ἀπάθειαν κομίζεται, θρόνω ὡς Υἱὸς δοξάζεται, συνεδρεύων Πατρί τε, καὶ Πνεύματι.

Θεοτοκίον

Κόλπων οὐκ ἐκστάς, ἀνάρχου Γεννήτορος, ἐν κόλποις ἁγνῆς Κόρης αὐλίζεται, καὶ καθίσταται, ὁ ἀμήτωρ ἀπάτωρ σαρκούμενος, ὁ τῆς δικαιοσύνης βασιλεύων Θεός, τούτου ἀγενεαλόγητος, ἡ φρικτὴ γενεὰ καὶ ἀπόρρητος.

Κανὼν τῆς Θεοτόκου

Ἐκύκλωσεν ἡμᾶς

Παρίστανται δουλοπρεπῶς τῶ τόκω σου, αἱ Τάξεις αἱ οὐράνιαι, ἐκπληττόμεναι ἀξίως τὸ τῆς σῆς ἀσπόρου λοχείας Ἀειπάρθενε, σὺ γὰρ ἁγνὴ καὶ πρὸ τοῦ τόκου καὶ μετὰ γέννησιν.

Σεσάρκωται ὁ πρὶν ὑπάρχων ἄσαρκος, ὁ Λόγος ἐκ σοῦ Πάναγνε, ὁ τὰ σύμπαντα βουλήματι ποιῶν, ὁ τῶν ἀσωμάτων τὰ στρατεύματα, παραγαγὼν ἐκ τοῦ μὴ ὄντος, ὡς παντοδύναμος.

Νενέκρωται ἐχθρὸς τῶ ζωηφόρω σου, Καρπῶ θεοχαρίτωτε, καὶ πεπάτηται ὁ ἅδης προφανῶς, καὶ οἱ ἐν δεσμοῖς ἠλευθερώθημεν, διὸ βοῶ. Τὰ πάθη λύσον, τὰ τῆς καρδίας μου.

Κοντάκιον  Ἦχος α'

Ὅταν ἔλθης ὁ Θεὸς

ξανέστης ὡς Θεὸς ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν ὡς Θεὸν σὲ ἀνύμνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει Δέσποτα, καὶ ἡ Εὔα νὺν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα. Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν Ἀνάστασιν.

Ὁ Οἶκος

Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον, καὶ πύλας τοῦ Ἄδου συντρίψαντα, καὶ τοὺς ἀπ' αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις ὀφθέντα καθώς ηὐδόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας, καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζωοδότης. Ὅθεν πίστει αἱ Γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται, καὶ Ἅδης στενάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀγάλλεται, καὶ πάντες συγχαίρουσι, Σὺ γὰρ παρέσχες πᾶσι Χριστὲ τὴν Ἀνάστασιν.

Ὠδὴ ζ'  Ὁ Εἱρμὸς

Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί, ὡς γὰρ Παίδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον μὲ τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».

φριξε γῆ, ἀπεστράφη ἥλιος, καὶ συνεσκότασε τὸ φῶς, διερράγη τὸ τοῦ Ναοῦ θεῖον καταπέτασμα, πέτραι δὲ ἐσχίσθησαν, διὰ σταυροῦ γὰρ ἦρται ὁ δίκαιος, ὁ αἰνετός τῶν Πατέρων Θεὸς καὶ ὑπερένδοξος.

Σὺ γεγονῶς, ὡσεὶ ἀβοήθητος, καὶ τραυματίας ἐν νεκροῖς, ἑκουσίως τὸ καθ' ἡμᾶς, ὁ ὑπερυψούμενος, πάντας ἠλευθέρωσας, καὶ κραταιὰ χειρὶ συνανέστησας, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Θεοτοκίον

Χαῖρε πηγή, ἀειζώου νάματος. Χαῖρε παράδεισε τρυφῆς. Χαῖρε τεῖχος τὸ τῶν πιστῶν. Χαῖρε Ἀπειρόγαμε. Χαῖρε ἡ παγκόσμιος χαρά, δι' ἦς ἡμῖν ἐξανέτειλεν, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Κανὼν Σταυροαναστάσιμος

Οἱ Παῖδες εὐσεβεία

Πάλαι μὲν κατηράθη, τῶ τοῦ Ἄβελ, φοινιχθεῖσα αἵματι, ἀδελφοκτόνω γῆ χειρί, θεορρύτω δέ σου αἵματι, εὐλογεῖται ῥαντισθεῖσα, καὶ σκιρτῶσα βοᾷ. Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Θρηνείτω Ἰουδαίων, ὁ ἀντίθεος λαός, τὸ τόλμημα τῆς ἀναιρέσεως Χριστοῦ τὰ δὲ ἔθνη εὐφραι νέσθωσαν, καὶ κροτείτωσαν τὰς χείρας, καὶ βοάτωσαν, ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

δοὺ ταὶς Μυροφόροις, ἐξαστράπτων, ἀνεβόα Ἄγγελος, τῆς Ἀναστάσεως Χριστοῦ, δεῦτε ἴδετε τὰ σύμβολα, τὰς σινδόνας, καὶ τὸν τάφον, καὶ βοήσατε, ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Κανὼν τῆς Θεοτόκου

Σὲ νοητήν

Σὲ Ἰακώβ, Θεοτόκε κλίμακα, προφητικῶς κατανοεῖ, διὰ σοῦ γὰρ ἐπὶ τῆς γῆς, ὁ ὑπερυψούμενος, ὤφθη τοὶς ἀνθρώποις τε, συνανεστράφη ὡς αἰνετὸς τῶν Πατέρων, ηὐδόκησεν, ὁ Θεὸς καὶ ὑπερένδοξος.

Χαῖρε Σεμνή, τοῦ Ἀδὰμ τὸ κώδιον, ἐκ σοῦ προῆλθεν ὁ Ποιμήν, ἐνδυσάμενος ἀληθῶς, ὁ ὑπερυψούμενος ὅλον μὲ τὸν ἄνθρωπον, δι' εὐσπλαγχνίαν ἀκατάληπτον, ὁ αἰνετός τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

Θέος Ἀδάμ, ἐξ ἀγνῶν αἱμάτων σου, ὁ προαιώνιος Θεός, ἐχρημάτισεν ἀληθῶς, ὃν πὲρ νὺν ἱκέτευε, τὸν παλαιωθέντα με, ἀνακαινίσαι κραυγάζοντα, ὁ αἰνετὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

Ὠδὴ η'  Ὁ Εἱρμὸς

ν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῶ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες. Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 βουλήσει ἅπαντα ποιῶν, ὁ καὶ μετασκευάζων, ἐκτρέπων σκιὰν θανάτου, εἰς αἰώνιον ζωήν, τῶ πάθει σου Λόγε Θεοῦ, σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Σὺ καθεῖλες σύντριμμα Χριστέ, καὶ τὴν ταλαιπωρίαν, ἐν πύλαις καὶ ὀχυρώμασι τοῦ ἄδου, ἀναστὰς ἐκ τάφου τριήμερος. Σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦσι, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Τὴν ἀσπόρως καὶ ὑπερφυῶς, ἐξ ἀστραπῆς τῆς θείας, τεκοῦσαν τὸν μαργαρίτην, τὸν πολύτιμον Χριστόν, ὑμνήσωμεν λέγοντες. Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν Σταυροαναστάσιμος

Θαύματος ὑπερφυοῦς

Δεῦτε Λαοὶ προσκυνήσωμεν τὸν τόπον, ἐν ὧ ἔστησαν ἄχραντοι πόδες, καὶ ἐν ξύλῳ θεῖαι Χριστοῦ παλᾶμαι ζωοποιαί, ἐξετάθησαν εἰς πάντων σωτηρίαν βροτῶν, καὶ τάφον ζωῆς κυκλοῦντες μέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

λεγκται τῶν θεοκτόνων Ἰουδαίων, ἡ παράνομος συκοφαντία, ὃν γὰρ πλάνον ἔφησαν, ἐξηγέρθη ὡς δυνατός, μυκτηρίσας τῶν ἀνόμων τὰ σφραγίσματα. Διὸ γεγηθότες ἀναμέλψωμεν. Εὐλογεῖ τῷ ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Τρισὶν ἐν ἁγιασμοῖς θεολογοῦντες, τῆς μιᾶς κυριότητος δόξαν, Σεραφεὶμ τὰ ἄχραντα, μετὰ δέους δουλοπρεπῶς, τρισυπόστατον δοξάζουσι θεότητα, μεθῶν καὶ ἡμεῖς εὐσεβοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτισις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν τῆς Θεοτόκου

Ἐν καμίνῳ Παῖδες

Τὴν παστάδα τὴν φωτοειδῆ, ἐξ ἦς ὁ τῶν ἁπάντων Δεσπότης, ὥσπερ νυμφίος προελήλυθε Χριστός, ὑμνήσωμεν ἅπαντες, ἐκβοῶντες. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Χαῖρε θρόνε ἔνδοξε Θεοῦ, πιστῶν χαῖρε τὸ τεῖχος, δι' ἦς φῶς τοὶς ἐν σκότει, ἐξανέτειλε Χριστός, τοὶς σὲ μακαρίζουσι, καὶ βοῶσι. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. 

Σωτηρίας αἴτιον ἡμῖν, τὸν Κύριον τεκοῦσα, ἱκέτευε ὑπὲρ πάντων, τῶν βοώντων ἐκτενῶς, Παρθένε πανύμνητε. Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'  Ὁ Εἱρμὸς

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βᾶτος ἔδειξεν ἄφλεκτος, καὶ νὺν καθημῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σὲ Θεοτόκε ἀκαταπαύστως μεγαλύνομεν».

 πῶς ὁ λαὸς ὁ ἄνομος, ὁ ἀπειθὴς καὶ πονηρὰ βουλευσάμενος, τὸν ἀλάστορα καὶ ἀσεβῆ ἐδικαίωσε, τὸν δὲ δίκαιον ξύλω κατέκρινε, τὸν Κύριον τῆς δόξης! Ὃν ἐπαξίως μεγαλύνομεν.

Σῶτερ ὁ Ἀμνὸς ὁ ἄμωμος, ὁ τὴν τοῦ κόσμου ἁμαρτίαν ἀράμενος, σὲ δοξάζομεν τὸν ἀναστάντα τριήμερον, σὺν Πατρὶ καὶ τῶ θείω σου Πνεύματι, καὶ Κύριον τῆς δόξης, θεολογοῦντες μεγαλύνομεν.

Θεοτοκίον

Σῶσον τὸν λαόν σου Κύριε, ὃν πὲρ ἐκτήσω τῶ τιμίω σου αἵματι, κατ' ἐχθρῶν ἰσχὺν τῶ Βασιλεῖ χαριζόμενος, καὶ ταὶς σαὶς Ἐκκλησίαις φιλάνθρωπε, βραβεύων τήν εἰρήνην, τῆς Θεοτόκου ταὶς ἐντεύξεσιν.

Κανὼν Σταυροαναστὰ σιμος

Μυστήριον ξένον

Δεδόξασται τὴ ἀπορρήτω δυνάμει σου, ὁ Σταυρός σου Κύριε, σοῦ γὰρ τὸ ἀσθενές, ὑπὲρ δύναμιν πάσιν ἐδείχθη, δι' οὐ δυνατοὶ μέν, καταβέβληνται εἰς γήν, καὶ πτωχοὶ πρὸς οὐρανὸν ἀνακομίζονται.

Νενέκρωται ὁ ἀμειδὴς ἡμῶν θάνατος, ἐκ νεκρῶν ἀνάστασιν, σὺ γὰρ ἐπιφανεῖς, τοὶς ἐν ἅδῃ Χριστὲ ἐδωρήσω. Διὸ ὡς ζωὴν σὲ καὶ ἀνάστασιν, καὶ φῶς τὸ ἐνυπόστατον, ὑμνοῦντες μεγαλύνομεν.

άναρχος φύσις καὶ ἀπεριόριστος, ἐν τρισὶ γνωρίζεται, μόναις θεαρχικαὶς Ὑποστάσεσι. Μία θεότης Πατρί, Υἱῶ τε καὶ Πνεύματι, ἐφ' ἢ ὁ θεόφρων Βασιλεὺς ἡμῶν, πεποιθὼς σώζεται.

Κανὼν τῆς Θεοτόκου

Τύπον τῆς ἁγνῆς

ίζης ἐκ Δαυϊδ ἐβλάστησας, προφητικῶς Παρθένε τοῦ θεοπάτορος, ἀλλὰ καὶ Δαυϊδ, ὡς ἀληθῶς σὺ ἐδόξασας, ὡς τεκοῦσα τὸν προφητευόμενον, τὸν Κύριον τῆς δόξης, ὃν ἐπαξίως μεγαλύνομεν.

πας ἐγκωμίων Πάναγνε, νόμος ἡττᾶται τῶ μεγέθει τῆς δόξης σου, ἀλλὰ Δέσποινα παρ' ἱκετῶν ἀναξίων μέν, ἐξ εὐνοίας δὲ σοὶ προσφερόμενον, προσδέχου Θεοτόκε, μέτ' εὐμενείας τὸ ἐφύμνιον.

 τῶν ὑπὲρ νοῦν θαυμάτων σου! σὺ γὰρ Παρθένε μόνη ὑπὲρ τὸν ἥλιον, πᾶσι δέδωκας κατανοεῖν τὸ καινότατον θαῦμα, Πάναγνε, τῆς σῆς γεννήσεως, τὸ τῆς ἀκαταλήπτου. Διὸ σὲ πάντες μεγαλύνομεν.

Αἶνοι  Ἦχος α'

μνούμέν σου Χριστὲ τὸ σωτήριον Πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.

 σταυρὸν ὑπομεῖνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος Παντοδύναμος.

 τὸν ἅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τὴ ἀναστάσει σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδία, ὑμνεῖν καὶ δοξάζειν σε.

Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνούμέν σε Χριστέ, ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῶ Πατρί, ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας σταυρόν, ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθῶν, ἵνα σώσης τὸν κόσμον, Κύριε δόξα σοί.

τε προσηλώθης τῶ ξύλω τοῦ σταυροῦ, τότε ἐνεκρώθη τὸ κράτος του ἐχθροῦ, ἡ κτίσις ἐσαλεύθη τῶ φόβω σου, καὶ ὁ Ἅδης ἐσκυλεύθη τῶ κράτει σου, τοὺς νεκρούς ἐκ τῶν τάφων ἀνέστησας, καὶ τῶ Ληστὴ τὸν Παράδεισον ἤνοιξας, Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοί.

δυρόμεναι μετὰ σπουδῆς, τὸ μνήμά σου κατέλαβον αἱ τίμιαι Γυναῖκες, εὑροῦσαι δὲ τὸν τάφον ἀνεωγμένον, καὶ μαθοῦσαι παρὰ τοῦ Ἀγγέλου, τὸ καινὸν καὶ παράδοξον θαῦμα, ἀπήγγειλαν τοὶς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῶ κόσμω τὸ μέγα ἔλεος.

Τὴν τῶν παθῶν θείαν μωλώπωσιν, σοῦ προσκυνοῦμεν, Χριστὲ ὁ Θεός, καὶ τὴν ἐν τῇ Σιὼν δεσποτικὴν ἱερουργίαν, τὴν ἐν τέλει τῶν αἰώνων θεοφανῶς γεγενημένην, τοὺς γὰρ ἐν σκότει καθεύδοντας, Ὁ Ἥλιος ἐφώτισας τῆς δικαιοσύνης, πρὸς ἀνέσπερον χειραγωγῶν ἔλλαμψιν, Κύριε δόξα σοί.

Τὸ φιλοτάραχον γένος τῶν Ἰουδαίων ἐνωτίσασθε, Ποῦ εἰσιν οἱ Πιλάτω προσελθόντες; εἴπωσιν οἱ φυλάσσοντες στρατιῶται, ποῦ εἴσιν αἱ σφραγῖδες τοῦ μνήματος; ποῦ μετετέθη ὁ ταφείς; ποῦ ἐπράθη ὁ ἄπρατος; πῶς ἐσυλήθη ὁ θησαυρός; τὶ συκοφαντεῖτε τὴν ἔγερσιν τοῦ Σταυρωθέντος, παράνομοι Ἰουδαῖοι; Ἀνέστη ὁ ἐν νεκροῖς ἐλεύθερος, καὶ παρέχει τῶ κόσμω τὸ μέγα ἔλεος.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓIΑΝ

 

ΟΙ ΜΑΚΑΡΙΣΜΟΙ

Διὰ βρώσεως ἐξήγαγε, τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ Σταυροῦ δὲ τὸν Ληστήν, ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ. Μνήσθητί μου κράζοντα, ὅταν ἔλθης ἐν τῇ Βασιλεία σου. 

Προσκυνῶ σου τὰ παθήματα, δοξολογῶ καὶ τὴν Ἀνάστασιν, σὺν τῶ Ἀδὰμ καὶ τῶ Ληστή, μετὰ φωνῆς ἀναβοῶ σοὶ λαμπράς, Μνήσθητί μου Κύριε, ὅταν ἔλθης ἐν τῇ Βασιλεία σου.

σταυρώθης ἀναμάρτητε, καὶ ἐν μνημείῳ κατετέθης ἑκών, ἀλλ' ἐξανέστης ὡς Θεός, συνεγείρας ἑαυτῶ τὸν Ἀδάμ. Μνήσθητί μου κράζοντα, ὅταν ἔλθης ἐν τῇ Βασιλεία σου.

Τὸν Ναόν σου τὸν τοῦ σώματος, τὴ τριημέρω ἀναστήσας ταφή, σὺν τῶ Ἀδὰμ καὶ τοὺς ἐξ Ἀδάμ, ἐξανέστησας Χριστὲ ὁ Θεός, Μνήσθητί μου κράζοντας, ὅταν ἔλθης ἐν τῇ Βασιλεία σου.

Μυροφόροι ἦλθον κλαίουσαι, ἐπὶ τὸ μνήμά σου Χριστὲ ὁ Θεός, λίαν καὶ ἐν λευκοῖς, εὗρον Ἄγγελον πρωϊ καθήμενον. Τὶ ζητεῖτε; κράζοντα, ἐξανέστη Χριστός, μὴ θρηνεῖτε λοιπόν.

Οἱ Ἀπόστολοί σου Κύριε, ἐπὶ τὸ ὄρος, οὗ ἐτάξω αὐτοῖς, παραγενόμενοι Σωτήρ, σὲ ἰδόντες προσεκύνησαν, οὓς καὶ ἐξαπέστειλας, εἰς τὰ Ἔθνη διδάσκειν, καὶ βαπτίζειν αὐτούς.

Δόξα...

Τὸν Πατέρα προσκυνήσωμεν, καὶ τὸν Υἱὸν δοξολογήσωμεν, καὶ τὸ Πανάγιον ὁμοῦ, πάντες Πνεῦμα ἀνυμνήσωμεν, κράζοντες καὶ λέγοντες. Παναγία Τριάς, σῶσον πάντας ἡμᾶς.

Καὶ νύν... Θεοτοκίον

Τὴν Μητέρα σου προσάγει σοί, ἱκεσίαν ὁ λαός σου Χριστέ, ταὶς παρακλήσεσιν αὐτῆς, τοὺς οἰκτιρμούς σου δὸς ἡμῖν Ἀγαθέ, ἵνα σέδοξάζωμεν, τὸν ἐκ τάφου ἡμῖν ἀνατείλαντα.

 

ΚΥΡΙΑΚΗ ΗΧΟΣ Β΄

TΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ 

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου

Ἦχος β'

Tὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθένια, τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν, Σταυρὸν γὰρ ὑπομεῖνας, τὴ ταφὴ παρεδόθη, ὡς αὐτός ἡ θέλησε, καὶ ἀναστὰς ἒκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.ἐκ βαθέων ἐκέκραξά σοί, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου. ίς)

Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ' ἡμῶν χειρόγραφον προσηλώσας, τῶ Σταυρῶ ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε, προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον Ἔγερσιν.

Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν, αὐτὸς γὰρ Λυτρωτὴς ἐστι, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερὰ καὶ κραταιὰ δυνάμει, πάλιν ἔρχεται, κρίναι κόσμον ὃν ἔπλασεν.

Δόξα... Καὶ νύν...

Τὸ Θεοτοκίον Δογματικὸν

Ἦχος β'

 τοῦ μεγίστου μυστηρίου! βλέπων τὰ θαύματα, ἀνακηρύττω τὴν θεότητα, οὐκ ἀρνοῦμαι τὴν ἀνθρωπότητα, ὁ γὰρ Ἐμμανουὴλ φύσεως μὲν πύλας ἤνοιξεν, ὡς φιλάνθρωπος, παρθενίας δὲ κλεῖθρα οὐ διέρρηξεν, ὡς Θεός, ἀλλ' οὕτως ἐκ μήτρας προῆλθεν, ὡς δι' ἀκοῆς εἰσῆλθεν, οὕτως ἐσαρκώθη, ὡς συνελήφθη, ἀπαθῶς εἰσῆλθεν, ἀφράστως ἐξῆλθε, κατὰ τὸν Προφήτην τὸν λέγοντα. Αὕτη ἡ πύλη κεκλεισμένη ἔσται, οὐδεὶς οὐ μὴ διέλθη δι' αὐτῆς, εἰμὴ μόνος Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Ἀπόστιχα Ἀναστάσιμα

 Ἀνάστασίς σου Χριστὲ Σωτήρ, ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, παντοδύναμε Κύριε, δόξα σοί.

Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων, σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μήτηρ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, δυσωποῦμεν σώζεσθαι τοὺς δούλους σου.

Πᾶσαν ἀνομίαν ἀφειδῶς, πᾶσαν ἀκρατῶς ἁμαρτίαν, ὁ τάλας ἔπραξα, πάσης κατακρίσεως, ἄξιος πέφυκα, ἀφορμᾷς μετανοίας μοὶ παράσχου Παρθένε, ὅπως ἀκατάκριτος, ἐκεῖ ὀφθήσωμαι, σὲ γὰρ ἐπιγράφομαι, πρέσβυν, σὲ ἐπικαλοῦμαι προστάτιν, μὴ μὲ καταισχύνης θεονύμφευτε.  

λλο καταφύγιον Ἁγνή, πρὸς τὸν ποιητὴν καὶ Δεσπότην, οὐκ εὐποροῦμεν ἡμεῖς, εἰμὴ σὲ Θεόνυμφε, μὴ ἀπορρίψης ἡμᾶς, τῆς θερμῆς προστασίας σου, μηδὲ καταισχύνης, πόθω τοὺς προστρέχοντας, ὑπὸ τὴν σκέπην σου, Μήτηρ τοῦ Θεοῦ ἡμῶν σπεῦσον, δείξόν σου ἐλέους τὸν πλοῦτον, καὶ τῆς νὺν ὀργῆς ἡμᾶς διάσωσον.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὶς σὲ κατ' ἀξίαν ἐπαινέσει, καὶ μακαρίσει Κόρη Θεόνυμφε, ὑπὲρ τῆς διὰ σοῦ γεγονυίας τῶ κόσμω ἀπολυτρώσεως; εὐχαριστουντες οὖν κραυγάζομέν σοὶ λέγοντες. Χαῖρε ἡ τὸν Ἀδὰμ Θεώσασα, καὶ τὰ διεστώτα συνάψασα. Χαῖρε ἡ φωτίσασα τὸ γένος ἡμῶν, τὴ φωτοφόρω Ἀναστάσει, τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν, σὲ γὰρ Χριστιανῶν τὸ γένος, ἀπαύστως μεγαλύνομεν.

Ἀπολυτίκιον  Ἦχος β'

τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν Ἅδην ἐνέκρωσας τὴ ἀστραπὴ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεώτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοί.

Θεοτοκίον

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τὴ ἁγνεία ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

 

Ἦχος β'

Tὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθένια, τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν, Σταυρὸν γὰρ ὑπομεῖνας, τὴ ταφὴ παρεδόθη, ὡς αὐτός ἡ θέλησε, καὶ ἀναστὰς ἒκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.ἐκ βαθέων ἐκέκραξά σοί, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ' ἡμῶν χειρόγραφον προσηλώσας, τῶ Σταυρῶ ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε, προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον Ἔγερσιν.

Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν, αὐτὸς γὰρ Λυτρωτὴς ἐστι, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερὰ καὶ κραταιὰ δυνάμει, πάλιν ἔρχεται, κρίναι κόσμον ὃν ἔπλασεν.

Σὲ τὸν σταυρωθέντα καὶ ταφέντα, Ἄγγελος ἐκήρυξε Δεσπότην, καὶ ἔλεγε ταὶς γυναιξί. Δεῦτε ἴδετε, ὅπου ἔκειτο ὁ Κύριος, Ἀνέστη γὰρ καθὼς εἶπεν, ὡς παντοδύναμος, διὸ σὲ προσκυνοῦμεν τὸν μόνον ἀθάνατον, ζωοδότα Χριστέ, ἐλέησον ἡμᾶς.

ν τῷ Σταυρῶ σου Κατήργησας, τὴν τοῦ ξύλου κατάραν, ἐν τῇ ταφή σου ἐνέκρωσας, τοῦ θανάτου τὸ κράτος, ἐν δὲ τὴ Ἐγέρσει σου, ἐφώτισας τὸ γένος τῶν ἀνθρώπων, διὰ τούτό σοὶ βοῶμεν, Εὐεργέτα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοί.

νοίγησάν σοὶ Κύριε, φόβω πύλαι θανάτου, πυλωροὶ δὲ ἄδου ἰδόντες σε ἔπτηξαν, πύλας γὰρ χαλκᾶς συνέτριψας, καὶ μοχλοῦς σιδηροῦς συνέθλασας, καὶ ἐξήγαγες ἡμᾶς ἐκ σκότους, καὶ σκιὰς θανάτου, καὶ τοὺς δεσμοὺς ἡμῶν διέρρηξας.

Tὸν σωτήριον ὕμνον ἄδοντες, ἐκ στομάτων ἀναμέλψωμεν, δεῦτε πάντες ἐν οἴκῳ Κυρίου, προσπέσωμεν λέγοντες, ὁ ἐπὶ ξύλου σταυρωθείς, καὶ ἐκ νεκρῶν ἀναστάς, καὶ ὧν ἐν κόλποις τοῦ Πατρός, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν.

Θεοτοκίον

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης, ὡς γὰρ ἡ βᾶτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Ἀπολυτίκιον  Ἦχος β'

τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν Ἅδην ἐνέκρωσας τὴ ἀστραπὴ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεώτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοί.

Θεοτοκίον

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τὴ ἁγνεία ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ΕΝ ΤΩ ΜΕΣΟΝΥΚΤΙΚΩ 

Κανὼν Τριαδικός, οὗ ἡ Ἀκροστιχίς.

Τὸ τρισσὸν ὑμνῶ τῆς θεαρχίας σέλας. 

Ὠδὴ α'  Ἦχος β'

Ἐν βυθῷ κατέστρωσε

Τὴν τριττὴν καὶ μίαν ἀρχικήν, φύσιν τῆς θεότητος, ἀσματικῶς ὑμνήσωμεν λέγοντες. Τοῦ ἐλέους πέλαγος ἀνεξάντλητον, οὐσιῶδες ὡς ἔχουσα, σὲ τοὺς προσκυνοῦντας φρούρησον, καὶ σῶσον ὡς φιλάνθρωπος.

 πηγὴ καὶ ῥίζα πεφυκῶς, ὁ Πατὴρ ὡς αἴτιος, τῆς ἐν Υἱῷ καὶ ἁγίω σου Πνεύματι, συμφυοῦς θεότητος, τὸ τρισήλιον τὴ καρδία μου πήγασον σέλας, καὶ μεθέξει λάμπρυνον, σὴς θεουργοῦ ἑλλάμψεως.

Τριφεγγὴς Μονὰς θεαρχική, πᾶσαν διασκέδασον, ἁμαρτιῶν καὶ παθῶν μου τὴν ζόφωσιν, φωτεινῶν ἀκτίνων σου, γλυκυτάταις ἐν μετουσίαις, καὶ ποίησον σοῦ τῆς ἀπροσίτου, δόξης μὲ ναόν, καὶ σκηνὴν ἄχραντον.

Θεοτοκίον

οῦν τὸν πρὶν τῆς φύσεως ἡμῶν, πεπονθυίας ἄτοπον, καὶ πρὸς φθορὰν ὀλισθησάσης Ἄχραντε, σαρκωθεὶς ἐν μήτρᾳ σου, ὁ Θεὸς Λόγος, φιλανθρώπως ἀνέστειλε, καὶ τὴν θεαρχίαν τρίφωτον, ἡμᾶς ἐμυσταγώγησεν.

Ὠδὴ γ'

Ἐν πέτρᾳ μὲ τῆς πίστεως

σότητι τῆς φύσεως θεαρχία, ὁμότιμον δοξάζω σὲ τοὶς προσώποις, καὶ ζωῆς χορηγὸς οὖσα, ἀρζωήγαρ ῥεύστως πέφυκας, εἷς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε.

Σὺ τάξεις τὰς ἀϋλους καὶ οὐρανίους, ὑπέστησας ὡς ἔσοπτρα τοῦ σοῦ κάλλους, Τριὰς ἡ ἀδιαίρετος μοναρχία, ὑμνεῖν ἀπαύστως σε, ἀλλὰ καὶ νὺν ἡμῶν, ἐκ πηλίνου στόματος, δέξαι τὴν αἴνεσιν.

Στερέωσον τῆς Πίστεως ἐν τῇ πέτρα, καὶ πλάτυνον ἀγάπης σου τῶ πελάγει, καρδίαν καὶ διάνοιαν τῶν σῶν δούλων, Μονὰς τρισήλιε, σὺ γὰρ εΙ Θεὸς ἡμῶν, ἐφ' ὦπερ ἐλπίζοντες, μὴ αἰσχυνθείημεν.

Θεοτοκίον

 πᾶσαν πρὶν ὑπόστασιν οὐσιώσας, τῆς κτίσεως ἐν μήτρᾳ σου οὐσιώθη, ἀπείρω ἀγαθότητι, Θεοτόκε, καὶ φῶς τρισήλιον, πάσιν ἀνέτειλε, τῆς μιᾶς θεότητος, καὶ Κυριότητος.

Κάθισμα

τε κατ' ἀρχάς, τὸν Ἀδὰμ διέπλασας Κύριε, τότε τῶ λόγῳ σου τῶ ἐνυποστάτω, ἐβόησας εὔσπλαγχνε. Ποιήσωμεν κατὰ τὴν ἡμετέραν ὁμοίωσιν, τὸ δὲ Πνεῦμα τὸ ἅγιον συμπαρὴν δημιουργόν, διὸ βοώμέν σοί, Ποιητὰ ὁ Θεὸς ἡμῶν, δόξα σοί.

Δόξα... Καὶ νύν... Θεοτοκίον

τε πρὸς ἡμᾶς, ὁ Θεὸς ἐλθεῖν κατηξίωσε, τότε σου Πάναγνε, τὴν καθαρωτάτην νηδὺν ἐγκατώκησε, καὶ ἔσωσε διὰ σοῦ τῶν ἀνθρώπων τὸ φύραμα, χαρισάμενος ἅπασι βασιλείαν οὐρανῶν, διὸ βοώμέν σοί, Θεοτόκε ἁγνή, χαῖρε Δέσποινα.

Ὠδὴ δ'

Ὑμνῶ σε, ἀκοὴ

Νοεῖν σε, οὐδὲ τάξεις ἄϋλοι, ἐξισχύουσι τῶν Ἀγγέλων, τριὰς μονάς, ἄναρχε, ἀλλ' οὖν ἡμεῖς πηλίνη γλώττη, τὴν σὴν οὐσιώδη ἀγαθότητα, καὶ ἀνυμνοῦμεν πίστει καὶ δοξάζομεν.

πάρχων, πλαστουργὸς τῆς φύσεως, Παντοκράτορ, τῆς τῶν ἀνθρώπων, πᾶσαν ἐμὴν βλέπεις νύν, ὡς πανδερκὴς ἀδυναμίαν, διὸ κατοικτείρησον τὸν δούλόν σου, καὶ πρός ζωὴν βελτίστην ἐπανάγαγε.  

Μονάδος, ἀρχικῆς ἀσύγχυτα, τρία πρόσωπα ἀνυμνοῦμεν, ὡς ἰδικῶς ἔχοντα, καὶ μεριστῶς τὰς ὑποστάσεις, ἀλλ' οὖν ἡνωμένα, καὶ ἀμέριστα, ἕν τε βουλή, καὶ δόξη καὶ θεότητι.

Θεοτοκίον

Ναὸν σε, καθαρὸν καὶ ἄχραντον, ἀειπάρθενε Θεοτόκε, ὁ Παντουργὸς εὕρηκε, μόνην σαφῶς ἐκ τοῦ αἰῶνος, ἐν ὧ κατοικήσας ἀνεμόρφωσε, τὴν τῶν ἀνθρώπων φύσιν, ὡς φιλάνθρωπος.

Ὠδὴ ε'

Ὁ φωτισμὸς

ς ὁλικῶς, ἐπὶ πάντα τὰ ὄντα τῆς σῆς προνοίας, τὰς εἰρηνοδώρους ἁπλῶν ἀκτῖνας, καὶ σωτηρίους, Βασιλεῦ τῆς εἰρήνης, φρούρησόν με ἐν τῇ εἰρήνη σου, σὺ γάρ εἶ ζωή, καὶ εἰρήνη τοῦ σύμπαντος.

Τῶ Μωϋσῆ, ἐν τῇ βάτω ὡς ὤφθης πυρὸς ἐν εἴδει, Ἄγγελος ἐκλήθης Πατρὸς ὁ Λόγος, τὴν πρὸς ἡμᾶς σου προδηλῶν παρουσίαν, δι'  ἦς πᾶσι σαφῶς ἀνήγγειλας, κράτος θεαρχίας μιᾶς τρισυπόστατον.

 φυσικήν, συναϊδιον δόξαν προβαλλομένη, μοναρχικωτάτη Τριὰς ἁγία, τοὺς ἀνυμνοῦντας ὀρθοδόξω σὲ πίστει, τῆς σῆς δόξης ἰδεῖν ἀξίωσον, ἄναρχον καὶ μίαν αὐγήν τὴν τρισήλιον.

Θεοτοκίον

Συνεκτικός, κατ' οὐσίαν ὑπάρχων ὁ Θεὸς Λόγος, πάντων τῶν αἰώνων ἐν τῇ γαστρί σου, Παρθενομῆτορ, συνεσχέθη ἀφράστως, τοὺς ἀνθρώπους ἀνακαλούμενος, πρὸς τὸ ἑνικὸν τῆς μιᾶς Κυριότητος.

Ὠδὴ ς'

Ἐν ἀβύσσῳ πταισμάτων

Θελητὰ τοῦ ἐλέους ἐλέησον, τοὺς εἰς σὲ πιστεύοντας, Θεὲ τρισήλιε, καὶ τῶν πταισμάτων λύτρωσαι, καὶ παθῶν καὶ κινδύνων τοὺς δούλους σου. (Δίς)

ν ἀφάτῳ πελάγει χρηστότητος, τὴν ἀπερινόητον τῆς σῆς ἑλλάμψεως, καὶ τριλαμποὺς θεότητος, φωτοδότιδα αἴγλην μοὶ βράβευσον.

Θεοτοκίον

πορρήτως Παρθένε ὁ Ὕψιστος, ἄνθρωπος ἐγένετο ἐκ σοῦ τὸν ἄνθρωπον, ὁλικῶς ἐνδυσάμενος, καὶ φωτὶ τριλαμπεῖ μὲ κατηύγασε.

Κάθισμα

Εὐσπλαγχνίας

Εὐσπλαγχνίας τὸ πέλαγος ἡμῖν ὑφαπλώσας, ὑπόδειξαι ἡμᾶς Ἐλεῆμον, Βλέψον εἰς λαὸν τὸν σὲ δοξάζοντα, δέξαι τὰς ὠδὰς τῶν αἰτουμένων σε, Τριὰς μονὰς ἄναρχε, εἰς σὲ γὰρ ἐλπίζομεν τὸν τῶν ὅλων Θεόν, τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Εὐσπλαγχνίας κυήσασα πηγήν, συμπαθὴς σὺ ὑπάρχεις, ἀγαθὴ Θεοτόκε. Σὺ γὰρ τῶν πιστῶν μόνη ἀντίληψις, σὺ τῶν λυπουμένων ἡ παράκλησις, διὸ σοὶ νὺν ἅπαντες, ἐν πίστει προσπίπτομεν, εὐρεῖν λύσιν δεινῶν, οἱ πλουτοῦντες μόνην σὲ βοήθειαν.

Ὠδὴ ζ'

Εἰκόνος χρυσῆς

υθμίζεις ἀεί, τῶν Ἀγγέλων στρατιὰς πρὸς ἀτρεψίαν, μόνος ὑπάρχων ἀναλλοίωτος, ὁ τρισυπόστατος Κύριος, δεῖξον οὖν καμοῦ τὴν καρδίαν, ἀπερίτρεπτον πάντοτε, πρὸς τὸ δοξάζειν σὲ θερμῶς, καὶ ἀνυμνεῖν εὐσεβῶς. (Δίς)

Χοροὶ νοεροί, τῶν ἀϋλων οὐσιῶν ταὶς σαὶς ἀκτίσι, Θεὲ μονάρχα καὶ τρισήλιε, καταυγαζόμενοι, γίνονται, θέσει δευτερεύοντα φῶτα, ὧν καμὲ ταὶς ἑλλάμψεσι, καὶ μετουσίαις δεῖξον φῶς, ὡς φωτουργὸς τριλαμπής.

Θεοτοκίον

θύνειν ἡμᾶς, καὶ ὑψοῦν πρὸς οὐρανοὺς μὴ διαλείπης, τοὺς σὲ φιλοῦντας, ὁ δι' ἄφατον φιλανθρωπίαν γενόμενος, ἄνθρωπος ἐν μήτρᾳ Παρθένου, καὶ Θεώσας τὸν ἄνθρωπον, καὶ θρόνω δόξης τῶ Πατρὶ συγκαθεζόμενος.

Ὠδὴ η'

Ἰνδάλματος χρυσοῦ

πρόσιτε Τριάς, συναϊδιε συνάναρχε θεαρχία, ἡ ἀπαράλλακτος ἐν πᾶσι, πλὴν τῶν φωσφόρων ἰδιοτήτων, πᾶσαν πονηρὰν κατάργησον, τῶν ἀντικειμένων βουλήν, καὶ ἐνόχλησιν των δαιμόνων, ἀβλαβῆ τηρῶν μὲ ἀεί, Κύριε πάντων. (Δίς)

Σοφῶς καὶ πανσθενῶς, ἀπερίγραπτε τρισήλιε Μοναρχία, ἡ ὑποστήσασα τὸν κόσμον, καὶ συντηροῦσα ἐν ἀλωβήτῳ τάξει παντελεῖ, ἐνοίκησον τὴ ἐμὴ καρδία, ὑμνεῖν καὶ δοξάζειν σὲ ἀσιγήτως, σὺν χοροὶς Ἀγγέλων, εἰς πάντας τοὺς αἰῶνας.

Σοφία τοῦ Πατρός, ἀκατάληπτε ἀνέκφραστε Θεοῦ Λόγε, τὴν ἀμετάβλητόν σου φύσιν οὐκ ἀλλοιώσας, τὴν τῶν ἀνθρώπων φύσιν συμπαθῶς ἀνέλαβες, καὶ τὴν ἑνιαίαν Τριάδα, ἐδίδαξας πάντας σέβειν, ὡς κυριαρχίαν, ἁπάντων τῶν αἰώνων.

Ὠδὴ θ'

Ἡ τὸν πρὸ ἠλίου φωστήρα

κ φωτὸς ἀνάρχου, συνάναρχος Υἱὸς φῶς ἐξανέτειλε, καὶ συμφυὲς φῶς πνεῦμα ἐκπορεύεται, ἀπορρήτως θεοπρεπῶς, ἀρρεύστου τῆς γεννήσεως, πιστευομένης ἅμα δέ, καὶ τῆς ἀφράστου ἐκπορεύσεως.

Λάμψον τὰς καρδίας, τρισήλιε θεότης τῶν ὑμνούντων σε, τῶ τριλαμπεῖ φωτί σου, καὶ δὸς σύνεσιν, τοῦ ἐν πᾶσι κατανοεῖν, καὶ πράττειν τὸ σὸν θέλημα, τὸ ἀγαθόν καὶ τέλειον, καὶ μεγαλύνειν καὶ δοξάζειν σε.

πειρος τὴ φύσει, ὑπάρχων ὡς Θεός, ἄπειρον πέλαγος τῶν οἰκτιρμῶν, ὡς ἔχων κατωκτείρησας, Τριὰς πρώην, οὕτω καὶ νύν, οἰκτείρησον τοὺς δούλους σου, καὶ τῶν πταισμάτων λύτρωσαι, καὶ πειρασμῶν καὶ περιστάσεων.

Θεοτοκίον

Σώσόν με Θεέ μου, παντοίας ἐπηρείας καὶ κακώσεως, ὁ ἐν τρισὶ προσώποις ἀνυμνούμενος, ἀνεκφράστως μοναδικός, Θεὸς καὶ παντοδύναμος, καὶ τὴν σὴν ποίμνην φύλαττε, τῆς Θεοτόκου ταὶς ἐντεύξεσιν.

Ὑπακοὴ τοῦ ἤχου χῦμα

Μετὰ τὸ πάθος πορευθεῖσαι ἐν τῷ μνήματι, πρὸς τὸ μυρίσαι τὸ σώμά σου αἱ Γυναῖκες, Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφω καὶ ἐξέστησαν, φωνῆς γὰρ ὅτι ἀνέστη ὁ Κύριος, ἤκουον ἐξ αὐτῶν, δωρούμενος τῶ κόσμω τὸ μέγα ἔλεος.

 

ΕΝ ΤΩ ΟΡΘΡΩ 

Ἀπολυτίκιον  Ἦχος β'

τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν Ἅδην ἐνέκρωσας τὴ ἀστραπὴ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεώτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοί.

Θεοτοκίον

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τὴ ἁγνεία ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Ἀναστάσιμα

Ἦχος β'

 εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελῶν, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρά, εἰλήσας καὶ ἀρώμαμασιν, ἐν μνήματι καινῶ, κηδεύσας ἀπέθετο, ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῶ κόσμω τὸ μέγα ἔλεος.

Δόξα...

Ταὶς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα. Τὰ μύρα τοὶς θνητοὶς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορὰς ἐδείχθη ἀλλότριος, ἀλλὰ κραυγάσατε. Ἀνέστη ὁ Κύριος, παρέχων τῶ κόσμω τὸ μέγα ἔλεος.

Καὶ νύν... Σταυροθεοτοκίον

περδεδοξασμένη ὑπάρχεις, θεοτόκε Παρθένε, ὑμνούμέν σε, διὰ γάρ του Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ἅδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν, διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.

Μετὰ τὴν β' Στιχολογίαν, ἕτερα

Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς παρέσχες πᾶσι, Κύριε δόξα σοί.

Δόξα...

Τῶν Μαθητῶν σου ὁ χορός, σὺν μυροφόροις Γυναιξίν, ἀγάλλεται συμφώνως, κοινὴν γὰρ ἑορτὴν σὺν αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ δι' αὐτῶν, φιλάνθρωπε Κύριε, τῶ λαῶ σου παράσχου τὸ μέγα ἔλεος.

Καὶ νύν... Σταυροθεοτοκίον

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ἅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἠμεις ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοί.

Ἡ Ὑπακοὴ  Ἦχος β'

Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι πρὸς τὸ μυρίσαι τὸ σώμά σου αἱ γυναῖκες Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφω καὶ ἐξέστησαν, φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῶ κόσμω τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ

Ἀντίφωνον Α'

ν τῷ οὐρανῶ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ, σώσόν με σὴ ἐπιλάμψει.

λέησον ἡμᾶς τοὺς πταίοντάς σοὶ πολλὰ καθ' ἑκάστην ὥραν, ὧ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοί.

Δόξα... καὶ νύν...

γίω Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν, Θεὸς γὰρ ἐστιν, ὁμοούσιος Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Β'

Εἰμὴ ὅτι Κύριος ἣν ἐν ἡμῖν, τὶς ἱκανὸς σῶος φυλαχθῆναι, ἐκ τοῦ ἐχθροῦ ἅμα, καὶ ἀνθρωποκτόνου;

Τοὶς ὁδοῦσιν αὐτῶν, μὴ παραδῶς Σωτὴρ τὸν σὸν δοῦλον, λέοντος τρόπον κατ' ἐμοῦ κινοῦνται, καὶ γὰρ οἱ ἐχθροί μου.

Δόξα... καὶ νύν...

γίω Πνεύματι, ζωαρχία καὶ γέρας, πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὧν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι' Υἱοῦ δέ.

Ἀντίφωνον Γ'

Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῶ ἁγίω, οἳ οὐδαμῶς σαλεύονται, προσβολαὶς τοῦ Βελίαρ.

ν ἀνομίαις χείρας αὐτῶν μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες, οὐ γὰρ ἐὰ Χριστός, τὴ ῥάβδω τὸν κλῆρον αὐτοῦ.

Δόξα... καὶ νύν...

γίω Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοὶς ἄθλοις καταστέφονται Μάρτυρες, καὶ Προφῆται ὁρῶσι.

Προκείμενον

ξεγέρθητι, Κύριε Ὁ Θεός μου, ἐν προστάγματι ὧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.

Στίχ. Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα.

Κανὼν Ἀναστάσιμος 

Ὠδὴ α'  Ἦχος β'  Ὁ Εἱρμὸς

ν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιάν, ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος, ἐνδόξως γὰρ δεδόξασται.

 τοῦ κόσμου ἄρχων ἀγαθέ, ὧ ἀπεγραψάμεθα, τὴ ἐντολὴ τὴ σὴ μὴ πειθαρχήσαντες, τῶ Σταυρῶ σου κέκριται, προσβαλῶν γὰρ σοὶ ὡς θνητῶ, περιπέπτωκε τῶ τῆς ἐξουσίας κράτει σου, καὶ ἀσθενὴς διήλεγκται.

Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν, καὶ τῆς ἀκηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλήλυθας, τὴ γὰρ Ἀναστάσει σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν ἅπαντες, ἐνδόξως γὰρ δεδόξασται.

Θεοτοκίον

περτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε, καὶ ὁρατῆς ἀειπάρθενε κτίσεως, τὸν γὰρ κτίστην τέτοκας, ὡς ηὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου, ὧ σὺν παρρησία πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.  

Κανὼν Σταυροαναστάσιμος, οὗ ἡ Ἀκροστιχίς, σὺν τοὶς Εἱρμοίς.

Ἄδω τὸν αἶνον τῶ φερεσβίω λόγῳ.

Ὁ Εἱρμὸς   Ἄτριπτον ἀσυνήθη

Δύναμις ἀσθενοῦσιν, ἀνάστασις πεσοῦσι, καὶ ἀφθαρσία τοὶς τεθνεῶσι, γέγονας Χριστέ, τῆς σαρκὸς τῶ πάθει σου, ὅτι δεδόξασται.

 κτειρε τὴν πεσοῦσαν, εἰκόνα καὶ ἀνέστησε, συντριβεῖσαν ὁ πλαστουργὸς Θεὸς καὶ καινουργός, νεκρωθεὶς ὁ γέγονε, ὅτι δεδόξασται.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς.

Ἄδω τὸν αἶνον τὴ ερεσβίω Κόρη.

Εἱρμὸς ὁ αὐτὸς

ϋλος πάλαι κλῖμαξ, καὶ ξένως χερσωθεῖσα, ὁδὸς θαλάσσης, τὴν σὴν ἐδήλου γέννησιν Ἁγνή, ἣν ὑμνοῦμεν ἅπαντες, ὅτι δεδόξασται.

Δύναμις τοῦ Ὑψίστου, Ὑπόστασις τελεία, Θεοῦ Σοφία, σωματωθεῖσα Ἄχραντε ἐκ σοῦ, τοὶς βροτοίς, ὡμίλησεν, ὅτι δεδόξασται.

δευσε διὰ πύλης, ἀβάτου κεκλεισμένης, τῆς σῆς νηδύος, δικαιοσύνης Ἥλιος Ἁγνή, καὶ τῶ κόσμω ἔλαμψεν, ὅτι δεδόξασται.

Ὠδὴ γ'  Ὁ Εἱρμὸς

ξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τὴ παρουσία σου, ἐν ἢ ἐστερεώθῃ ἡ καρδία μου.

 κτίσις ἐν τῷ πάθει σου, ἡλλοιοῦτο βλέπουσα, ἐν εὐτελεῖ προσχήματι, ὑπ' ἀνόμων, μυκτηριζόμενον, τὸν ἑδράσαντα πάντα θείω νεύματι.

κ χοὸς κατ' εἰκόνα με, τὴ χειρί σου ἔπλασας, καὶ συντριβέντα πάλιν δέ, εἰς χοῦν θανάτου δι' ἁμαρτίαν Χριστέ, συγκαταβὰς εἰς ἅδην συνανέστησας.

Θεοτοκίον

Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῶ τόκω σου, διὸ σὲ Θεοτόκε, πίστει σέβομεν.

Κανὼν Σταυροαναστάσιμος

Τόξον συνετρίβη

 πάντων ἐπέκεινα Χριστός, ἠλάττωται βραχύ, τῶ πάθει τῶ τῆς σαρκός, τῆς Ἀγγέλων φύσεως.

Νεκρὸς μέτ' ἀνόμων λογισθεις, ἐκλάμπων Γυναιξί, στεφάνω δόξης Χριστέ, ὤφθης τῆς Ἐγέρσεως.

Τῆς Θεοτόκου  ὁ αὐτὸς

 χρόνου ἐπέκεινα παντός, ὡς χρόνων Ποιητής, ἐκ σοῦ Παρθένε ἑκών, βρέφος πεπλαστούργηται.

Νηδὺν πλατυτέραν οὐρανῶν, ὑμνήσωμεν πιστοί, δι' Ἧς Ἀδὰμ ἐν τοῖς οὐρανοίς, χαίρων πεπολίτευται.

Ὠδὴ δ'  Ὁ Εἱρμὸς

λήλυθας ἐκ Παρθένου, οὐ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον μὲ τὸν ἄνθρωπον, διὸ κραυγάζω σοί, Δόξα τὴ δυνάμει σου Κύριε.

Παρίστασο ὡς κριτός, ὁ Θεός μου τῶ βήματι, οὐ κραυγάζων Δέσποτα, κρίσιν ἐνάγων τοὶς ἔθνεσιν, ἣν διὰ τοῦ πάθους σου, τὴ οἰκουμένη εἰργάσω, σωτηρίαν Χριστέ.

Τῶ πάθει σου τοῦ ἐχθροῦ, αἱ ῥομφαῖαι ἐξέλιπον, τῶν ὑπεναντίων δέ, ἐν τῇ εἰς ἄδου καθόδω σου, πόλεις καθηρέθησαν, καὶ τοῦ τυράννου τὸ θράσος καταβέβληται.

Θεοτοκίον

Σὲ λιμένα σωτηρίας, καὶ τεῖχος ἀκράδαντον, Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα, σὺ γὰρ ταὶς πρεσβείαις σου, ἐκ τῶν κινδύνων λυτροῦσαι τὰς ψυχὰς ἡμῶν.

Κανὼν Σταυροαναστάσιμος

Ὁ Εἱρμὸς

Ἀκήκοα Κύριε, τὴν ἔνδοξόν σου.

δοῦσα ἐν ξύλῳ σε, Χριστὲ παγέντα Παρθένος, ἡ ἀνωδίνως σὲ κυήσασα, τὰς μητρικὰς ὀδύνας ὑπέμεινε.

Νενίκηται θάνατος, νεκρὸς σκυλεύει ἄδου τὰς πύλας, τοῦ παμφάγου γὰρ ῥαγέντος μοί, τὰ ὑπὲρ φύσιν πάντα δεδώρηται.

Τῆς Θεοτόκου  ὁ αὐτὸς

δοὺ ὑπερύψωται, τὸ θεῖον ὄρος οἴκω Κυρίου, ὑπεράνω τῶν Δυνάμεων, ἡ θεομήτωρ ἐμφανέστατα.

Νομίμων τῆς φύσεως, Παρθένε ἄτερ μόνη τεκοῦσα, τὸν δεσπόζοντα τῆς κτίσεως, κατηξιώθης θείας κλήσεως.

Ὠδὴ ε'  Ὁ Εἱρμὸς

Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός, διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν.

ς κέδρος Χριστέ, τῶν ἐχθρῶν τὸ φρύαγμα συνέτριψας, ἑκουσίως Δέσποτα, ἐν τῇ κυπαρίσσω ὡς ηὐδόκησας, καὶ τὴ πεύκη καὶ κέδρω σαρκὶ συνανυψούμενος.

ν λάκκῳ Χριστέ, κατωτάτω ἔθεντό σε, ἄπνουν νεκρόν, ἀλλ' οἰκείω μώλωπι, ἐπιλελησμένους τραυματίας Σωτήρ, τοὺς ἐν τάφοις ὑπνοῦντας, σεαυτῶ συνεξανέστησας.

Θεοτοκίον

Δυσώπει τὸν σόν, Υἱὸν καὶ Κύριον, Παρθένε ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοὶς ἐξ ἐναντίας περιστάσεως, ἐπὶ σοὶ πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι.

Κανὼν Σταυροαναστάσιμος

Ὁ ἄνθραξ τῶ Ἡσαϊα, προοφθείς

Νηστεύειν ἀπανηνάμενος, Ἀδὰμ γεύεται, θανατηφόρου τοῦ ξύλου ὁ πρότερος, ἀλλὰ τούτου τὴν ἁμαρτίαν ἐξαφανίζει, σταυρωθεὶς ὁ δεύτερος.

Τὴν φύσιν παθητός, καὶ θνητὸς γέγονας, ὁ ἀπαθὴς τὴ ἀϋλω θεότητι, ἀφθαρτίσας νενεκρωμένους Χριστέ, κευθμώνων ἄδου ἐξανέστησας.

Τῆς Θεοτόκου  ὁ αὐτὸς

Νεφέλαι τῆς εὐφροσύνης, γλυκασμὸν ῥάνατε, τοὶς ἐπὶ γῆς, ὅτι παιδίον δέδοται ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, ἐκ τῆς Παρθένου σαρκωθεὶς Θεὸς ἡμῶν.

Τῶ βίω καὶ τῶ σαρκίω μου, τὸ φῶς ἔλαμψε, καὶ τὸ στυγνὸν τῆς ἁμαρτίας ἔλυσεν, ἐπ ἐσχάτων ἐκ τῆς Παρθένου, ἄνευ σπορᾶς σωματωθεῖς ὁ Ὕψιστος.

Ὠδὴ ς'  Ὁ Εἱρμὸς

ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον. Ἐκ φθορᾶς ὁ Θεὸς μὲ ἀνάγαγε.

ς κακοῦργος ὁ δίκαιος κέκριται, καὶ μετὰ ἀνόμων τῶ ξύλω προσήλωται, τοὶς ὑπευθύνοις ἄφεσιν, τῶ οἰκείω δωρούμενος αἵματι.

Δι' ἑνὸς μὲν ἀνθρώπου τοῦ πρώτου Ἀδάμ, πάλαι εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος, καὶ δι' ἑνὸς Ἀνάστασις, τοῦ Υἱοῦ τοῦ Θεοῦ πεφανέρωται.

Θεοτοκίον

πειράνδρως Παρθένε ἐκύησας, Ἀκαὶ διαιωνίζεις παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.

Κανὼν Σταυροαναστάσιμος

Ἤχου ῥημάτων δεήσεως

Φύλακας ἔθου τῶ πταίσαντι, τὰ Χερουβεὶμ τοῦ ξύλου τῆς ζωῆς, ἀλλ' ἰδόντα σὲ τὰς πύλας ἤνοιξαν, ὤφθης γὰρ ὁδοποιῶν τῶ Ληστὴ Παράδεισον.

ρημος ἅδης καὶ ἄπορος, διὰ θανάτου γέγονεν ἑνός, ὃν πολὺν γὰρ πλοῦτον ἐθησαύρισεν, εἰς ὑπὲρ πάντων ἡμῶν, ὁ Χριστὸς ἐκένωσεν.

Τῆς Θεοτόκου  ὁ αὐτὸς

Φύσις ἀνθρώπων δουλεύουσα, τὴ ἁμαρτία Δέσποινααγνή, διὰ σοῦ ἐλευθερίας ἔτυχε, σὸς γὰρ Υἱὸς ὡς ἀμνός, ὑπὲρ πάντων τέθυται.

πιβοώμεθα πάντες, σὲ τὴν ἀληθῆ Μητέρα τοῦ Θεοῦ, Παροργίσαντας οἰκέτας λύτρωσαι, μόνη γὰρ πρὸς Υἱόν, παρρησίαν κέκτησαι.

Κοντάκιον  Ἦχος β'

Τὰ ἄνω ζητῶν Ἀνέστης Σωτήρ, ἐκ τάφου Παντοδύναμε καὶ Ἅδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοί, καὶ ὁ Ἀδάμ συναγάλλεται, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σὲ ἀεί.

Οἶκος

Σὺ εἰ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνάστασις πάντων καὶ ἡ ζωὴ τῶν βροτῶν καὶ πάντας συνανέστησας, τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ Ἄδου τὰς πύλας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα κτίσις συγχαίρει ἐν τῇ σὴ Ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν σὴν συγκατάβασιν, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σὲ ἀεί.

Ὠδὴ ζ'  Ὁ Εἱρμὸς

ντίθεον πρόσταγμα, παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὧν εὐλογημένος καὶ ὑπερένδοξος.

Οὐκ ἔφερες Δέσποτα, δι' εὐσπλαγχνίαν, θανάτω τὸν ἄνθρωπον, καθορᾶν τυραννούμενον, ἀλλ'  Ἦλθες καὶ ἔσωσας ἰδίω Αἵματι, ἄνθρωπος γενόμενος, ὁ ὧν εὐλογημένος καὶ ὑπερένδοξος.

δόντες σὲ ἔπτηξαν, ἠμφιεσμένον, στολὴν ἐκδικήσεως, οἱ πυλωροὶ τοῦ ἄδου Χριστέ, ἀγνώμονα τύραννον, οἰκέτην Δέσποτα, ἦλθες γὰρ χειρώσασθαι, ὁ ὧν εὐλογημένος καὶ ὑπερένδοξος.

Θεοτοκίον

γίων Ἁγίαν σε, κατανοοῦμεν, ὡς μόνην κυήσασαν, Θεὸν τὸν ἀναλλοίωτον, Παρθένε ἀμόλυντε, Μῆτερ ἀνύμφευτε, πᾶσι γὰρ ἐπήγασας πιστοίς, τὴν ἀφθαρσίαν τῶ θείω τόκω σου.

Κανὼν Σταυροαναστάσιμος

Ῥήτορες ἀνεδείχθησαν Παῖδες

κρινε τὸν προπάτορα πάλαι, ἐν τῇ Ἐδὲμ παρακοή, ἀλλ' ἑκουσίως ἐκρίθη, τῶ παραβάντι λύων τὸ ἔγκλημα, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Σέσωκας τὸν τρωθέντα τὴ γλώσση, τὴ ἰοβόλω ἐν Ἐδέμ, τὸ ἐθελούσιον δῆγμα, τῶ ἑκουσίω πάθει ἰάσω γάρ, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.  

Βαίνοντα ἐν σκιᾷ μὲ θανάτου, ἀνεκαλέσω πρὸς τὸ φῶς, τὸν σκοτεινόμορφον ἅδην, τὴ ἀστραπὴ βαλῶν τῆς θεότητος, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Τῆς Θεοτόκου  ὁ αὐτὸς

ώρα ἐν νυκτὶ Ἰακὼβ μέν, ὡς ἐν αἰνίγματι Θεὸν σεσαρκωμένον, ἐκ σοῦ δὲ ἐν φρυκτωρίᾳ ὤφθη τοὶς μέλπουσιν, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Σύμβολα τῆς ἐν σοὶ ἀπορρήτου, προκαταγγέλλων συμπλοκῆς, τῶ Ἰακὼβ προσπαλαίει, δι'  Ἧς ἑκῶν ἡνώθη ἀνθρώποις Ἁγνή, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Βέβηλος ὁ μὴ ἕνα κηρύττων, τὸν τῆς Παρθένου σὲ Υἱόν, τῆς πανυμνήτου Τριάδος, καὶ ἀδιστάκτω γνώμη καὶ γλώσση βοῶν, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ὠδὴ η'  Ὁ Εἱρμὸς

Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλώνι, τὰς ἐνεργείας διεμέριζε, τῶ θείω προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Αἵματι Χριστε, τῶ σῶ πεφοινιγμένην, τὴν τῆς σαρκός σου καθορῶντα στολήν, ἐν τρόμῳ ἐξίσταντο, τὴν πολλὴν μακροθυμίαν, τὰ τῶν Ἀγγέλων Τάγματα, κράζοντα. Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.

Σύ μου τὸ θνητόν, ἐνέδυσας Οἰκτίρμον, ἀθανασίαν τὴ ἐγέρσει σου, διὸ ἀγαλλόμενος, εὐχαρίστως ἀναμέλπει σοί, ὁ ἐκλεκτὸς λαὸς Χριστέ, κράζων σοί. Κατεπόθη, ὄντως εἰς νῖκος ὁ θάνατος.

Θεοτοκίον

Σὺ τὸν τοῦ Πατρός, ἀχώριστον ἐν μήτρᾳ, θεανδρικῶς πολιτευσάμενον, ἀσπόρως συνέλαβες καὶ ἀφράστως ἀπεκύησας, Θεογεννῆτορ Πάναγνε, ὅθεν σὲ σωτηρίαν, πάντων ἡμῶν ἐπιστάμεθα.

Κανὼν Σταυροαναστάσιμος

Ἰνδάλματος χρυσοῦ

ράθης ἐν σταυρῷ, καθηλούμενος ὁ πλούσιος ἐν ἐλέει, ἑκὼν ἐτάφης δέ, καὶ τριήμερος ἐξανέστης, καὶ ἐλυτρώσω πάντας τοὺς βροτοὺς φιλάνθρωπε, πίστει μελωδοῦντας. Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Λυτροῦσαι τῆς φθορᾶς, ὑπελθῶν τὰ καταχθόνια, Θεοῦ Λόγε, ὄνπερ διέπλασας δυνάμει σου, Χριστέ μου θεία, καὶ ἀφθαρτίσας, δόξης ἀϊδίου μέτοχον, τῆς σῆς ἀπειργάσω. Ὑμνείτω κραυγάζοντα πᾶσα κτίσις, καὶ ὑπερυψούτω Χριστὸν εἰς τοὺς αἰῶνας.

Τῆς Θεοτόκου  ὁ αὐτὸς

ράθη ἐπὶ γῆς, διὰ σοῦ, καὶ τοὶς ἀνθρώποις συνανεστράφη, ὁ ἀγαθότητι ἀσύγκριτος, καὶ δυνάμει, ὧ μελωδοῦντες πάντες οἱ πιστοὶ κραυγάζομεν. Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Κυρίως σὲ Ἁγνήν, καταγγέλλοντες δοξάζομεν Θεοτόκε, σὺ γὰρ τὸν ἕνα ἀπεκύησας, τῆς Τριάδος σεσαρκωμένον, ὧ σὺν τῶ Πατρὶ καὶ Πνεύματι πάντες μελωδοῦμεν. Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'  Ὁ Εἱρμὸς

νάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα, διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.

ς ἐν Παραδείσῳ φυτευθέν, ἐν τῷ Κρανίω Σωτήρ, τὸ τρισόλβιον ξύλον τοῦ σοῦ ἀχράντου Σταυροῦ, αἵματι καὶ ὕδατι θείω, ὡς ἐκ πηγῆς τῆς θείας πλευράς σου, Χριστὲ ἀρδευόμενον, τὴν ζωὴν ἡμῖν ἐξήνθησε.

Καθεῖλες δυνάστας, σταυρωθεὶς ὁ παντοδύναμος, καὶ τὴν κάτω κειμένην, ἐν τῇ τοῦ ἄδου φρουρά, φύσιν τῶν ἀνθρώπων ὑψώσας, τῶ πατρικῶ ἐνίδρυσας θρόνω, μεθ'  Ἧς σὲ ἐρχόμενον, προσκυνοῦντες μεγαλύνομεν.

Τριαδικὸν

Μονάδα τρισάριθμον, Τριάδα Ὁμοούσιον, ὀρθοδόξως ὑμνοῦντες, πιστοὶ δοξάσωμεν, ἄτμητον ὑπέρθεον φύσιν, τρισοφεγγὴ ἀνέσπερον αἴγλην, τὴν μόνην ἀκήρατον, τήν τὸ φῶς ἡμῖν ἐκλάμπουσαν.

Κανὼν Σταυροαναστάσιμος

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον

ν μέσῳ τῶν καταδίκων, ὡς ἀμνὸς ἀνηρτήθης, Χριστὲ ἐπὶ Κρανίου τοῦ Σταυροῦ, λόγχη πλευρὰν ἐκκεντούμενος, τὴν ζωὴν ἐδωρήσω, ἡμῖν τοὶς χοϊκοὶς ὡς ἀγαθός, τοίς ἐν πίστει τιμῶσι, τὴν θείαν σου Ἀνάστασιν.

Τὸν τῶ ἰδίω θανάτω, τοῦ θανάτου τὸ κράτος, δυνάμει καταργήσαντα Θεόν, πάντες πιστοὶ προσκυνήσωμεν, ὅτι τοὺς ἀπ' αἰῶνος νεκροὺς συνεξανέστησε, καὶ τοὶς πᾶσι παρέχει, ζωὴν καὶ τὴν ἀνάστασιν.

Τῆς Θεοτόκου

Ὅλος ὑπάρχεις ἔφεσις

άβδος ἰσχύος δέδοται, φύσει τὴ σαθρά, Λόγος Θεοῦ, ἐν μήτρᾳ σου Ἁγνή, καὶ ταύτην ἀνέστησε, πρὸς ἅδην ὀλισθήσασαν, διὸ σὲ πάναγνε, ὡς Θεοτόκον μεγαλύνομεν.

ν ἠρετίσω, Δέσποτα, δέξαι συμπαθῶς, πρέσβιν Μητέρα, σὴν ὑπὲρ ἡμῶν, καὶ σοῦ τῆς χρηστότητος, τὰ σύμπαντα πλησθήσονται, ἵνα σὲ ἅπαντες, ὡς εὐεργέτην μεγαλύνωμεν.

Εἰς τοὺς Αἴνους, Στιχηρὰ Ἀναστάσιμα

Ἦχος β'

Πᾶσα πνοή, καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξης τοὶς λαοίς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.

Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα; διατὶ γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν. Δόξα τῶ πλήθει τῶν οἰκτιρμῶν σου. Σωτὴρ ἡμῶν δόξα σοί.

Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος, αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών, Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.

γγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τὴ Κεχαριτωμένη ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σὴ Ἀναστάσει ἐκύλισεν, Ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοώμέν σοί, Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοί.

ρραναν μύρα μετὰ δακρύων, ἐπὶ τὸ μνῆμα σου αἱ Γυναῖκες, καὶ ἐπλήσθη χαρὰς τὸ στόμα αὐτῶν, ἐν τῷ λέγειν, Ἀνέστη ὁ Κύριος.

Αἰνεσάτωσαν ἔθνη καὶ λαοὶ Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἑκουσίως δι, ἡμᾶς σταυρὸν ὑπομείναντα, καὶ ἐν τῷ ἅδη τριημερεύσαντα, καὶ προσκυνησάτωσαν αὐτοῦ τήν ἐκ νεκρῶν Ἀνάστασιν, δι' ἦς, πεφώτισται πάντα τοῦ κόσμου τὰ πέρατα.

σταυρώθης, ἐτάφης, Χριστέ, ὡς ἠβουλήθης, ἐσκύλευσας τὸν θάνατον, ὡς Θεὸς καὶ Δεσπότης, δωρούμενος τῶ κόσμω ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

ντως παράνομοι σφραγίσαντες τὸν λίθον, μείζονος ἡμᾶς θαύματος ἠξιώσατε, ἔχουσι τὴν γνῶσιν οἱ φύλακες, σήμερον προῆλθε τοῦ μνήματος, καὶ ἔλεγον, Εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἦλθον οἱ Μαθηταί, καὶ ἔκλεψαν αὐτόν. Καὶ τὶς κλέπτει νεκρόν, μάλιστα δὲ καὶ γυμνόν. Αὐτὸς ἀνέστη αὐτεξουσίως ὡς Θεός, καταλιπῶν καὶ ἐν τῷ τάφω τὰ ἐντάφια αὐτοῦ. Δεῦτε ἴδετε Ἰουδαῖοι, πῶς οὐ διέρρηξε τὰς σφραγῖδας, ὁ τὸν θάνατον πατήσας, καὶ ἐν τῷ γένει τῶν ἀνθρώπων, τὴν ἀτελεύτητον ζωήν δωρούμενος, καὶ τὸ μέγα ἔλεος.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓIΑΝ

 

ΟΙ ΜΑΚΑΡΙΣΜΟΙ 

Τὴν φωνὴν σοὶ προσάγομεν, τοῦ Ληστοῦ, καὶ βοώμέν σοί. Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλεία σου.

Τὸν Σταυρὸν σοὶ προσάγομεν, εἰς πταισμάτων συγχώρησιν, ὃν ὑπὲρ ἡμῶν, κατεδέξω φιλάνθρωπε. 

Προσκυνούμέν σου Δέσποτα, τὴν ταφὴν καὶ τὴν ἔγερσιν, δι' ὧν ἐκ φθορᾶς ἐλυτρώσω, τὸν κόσμον φιλάνθρωπε.

Τῶ θανάτω σου Κύριε, κατεπόθη ὁ θάνατος, καὶ τὴ Ἀναστάσει σου Σῶτερ, τὸν κόσμον διέσωσας.

Οἱ ἐν σκότει καθεύδοντες, σὲ τὸ φῶς θεασάμενοι, ἐν τοῖς κατωτάτοις τοῦ ἄδου, Χριστὲ ἐξανέστησαν.

Μυροφόροις ὑπήντησας, ἀναστὰς ἐκ τοῦ μνήματος, καὶ τοὶς μαθηταῖς ἐπηγγείλω, εἰπεῖν σου τὴν ἔγερσιν.

Δόξα...

Τὸν Πατέρα δοξάσωμεν, τὸν Υἱὸν προσκυνήσωμεν πάντες, καὶ τὸ ἅγιον Πνεῦμα, πιστῶς ἀνυμνήσωμεν.

Καὶ νύν... Θεοτοκίον

Χαῖρε θρόνε πυρίμορφε. Χαῖρε νύμφη ἀνύμφευτε. Χαῖρε ἡ Θεὸν τοὶς ἀνθρώποις, Παρθένε κυήσασα.

 

 

 

ΚΥΡΙΑΚΗ ΗΧΟΣ Γ΄

 

 

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Ἦχος γ'

Ἀπολυτίκιον  Ἦχος γ'

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῶ θανάτω τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ἄδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε κόσμω τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τὴ ἐκ σοῦ προσληφθείση, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

ΕΝ ΤΩ ΜΕΣΟΝΥΚΤΙΚΩ 

Ὠδὴ α'  Ἦχος γ'  Ὁ Εἱρμὸς

O τὰ ὕδατα

κατάληπτε μόνη Κυριαρχία, καὶ μία τριαδικὴ θεαρχία, τριλαμποὺς αἴγλης μὲ τῆς σῆς ἀξίωσον νύν, ὅπως ἀνυμνήσω σε, τὴν ὑμνουμένην ἀπαύστως, τρισαγίοις ἄσμασιν, Ἀγγέλων στόμασιν.

ερῶς τῶν Ἀϋλων πᾶσαι, αἱ τάξεις ὑμνοῦσι, ποιητικὴν ὡς αἰτίαν, ἑνικὴν τρίφωτον, ἀρχικωτάτην σαφῶς, αἲς συμφώνως μέλψωμεν, καὶ τῶν ἀνθρώπων τὰ πλήθη, καὶ πιστῶς δοξάσωμεν, πηλίνοις στόμασι.

Νοῦν καὶ Λόγον καὶ Πνεῦμα, οἱ θεολόγοι προσφόρως, συμβολικῶς σὲ καλοῦσιν, ἀπαθῆ γέννησιν, ἐξ ἀγεννήτου Πατρός, τοῦ Υἱοῦ σημαίνοντες, Θεὲ μονάρχα τῶν ὅλων, ἅμα καὶ τοῦ Πνεύματος, θείαν ἐκπόρευσιν.

Θεοτοκίον

ς φιλάνθρωπος φύσει, τὴν τῶν ἀνθρώπων οὐσίαν, προσειληφῶς Θεοῦ Λόγε, τὸ τρισσὸν ἔλαμψας, μοναρχικώτατον φῶς, τῆς μιᾶς θεότητος, δεδοξασμένην τοὶς πᾶσι, δείξας τὴν τεκούσάν σε, Παρθένον ἄχραντον.

Ὠδὴ γ'

Ὁ ἐκ μὴ ὄντων τὰ πάντα

Τρισσεῦσαι πάλαι τὸ ὕδωρ προστεταχῶς, Ἠλίας ταὶς σχίδαξι, τυπικῶς παρενέφηνε, τὴν τριττὴν ὑπόστασιν τῆς ἑνιαίας Θεοῦ Κυριαρχίας.

Ζοώδης φύσις ὑμνεῖ σὲ τῶν γηγενῶν, τὸν ἕνα καὶ τρίφωτον, Πλαστουργόν, ἀναλλοίωτον, καὶ βοᾷ σοί, Δέσποτα, παντοδαπῆς μὲ τροπῆς ῥύσαι, καὶ σώσόν με.

σηγοροῦντες τοὶς Λόγοις τῶν Προφητῶν, κλεινῶν Ἀποστόλων τε, καὶ κηρύκων τῆς Πίστεως, ἰσουργὸν Τριάδα σε, δοξολογοῦμεν Πιστοί, Θεὲ τῶν ὅλων.

Θεοτοκίον

πὸ τοῦ θρόνου κατῆλθε τοῦ ὑψηλοῦ, ὁ Χριστὸς τὸν ἄνθρωπον, ἀνυψῶν ὡς φιλάνθρωπος, διὰ σοῦ Πανάχραντε, καὶ τὸ τρισήλιον φῶς ἔλαμψε πᾶσι.

Κάθισμα

Τὴν ὡραιότητα

Οὐπερούσιος, καὶ μόνος Κύριος, Χριστὸς ἀπαύγασμα, τοῦ προανάρχου Πατρός, καὶ Πνευμα τὸ θειότατον, ἐλέησον τοὺς δούλους σου, πάντες γὰρ ἡμάρτομεν, ἀλλὰ σοῦ οὐκ ἀπέστημεν, ὅθεν δυσωπούμέν σε, Τρισυπόστατε Κύριε, ὡς ἔχων ἐξουσίαν, τὸ πλάσμα σου, σῶσον ἐκ πάσης περιστάσεως.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Οὐπερούσιος, Θεὸς καὶ Κύριος, ἐκ σοῦ σεσάρκωται, δι' ἀγαθότητα, τὸ καθ' ἡμᾶς οὐσιωθείς, καὶ μεῖνας ὅπερ πέφυκεν, ὅθεν καὶ θεάνθρωπον, τοῦτον σέβοντες Πάναγνε, σὲ τὴν Ἀπειρόγαμον, Θεοτόκον κηρύττομεν, δοξάζοντες τὸ μέγιστον θαῦμα, τῆς σῆς ἀσπόρου κυήσεως.

Ὠδὴ δ'

Ἔθου πρὸς ἡμᾶς

Στέλεχος διττόν, ἐκ Πατρὸς ὡς ῥίζης ἐβλάστησεν, ὁ Υἱὸς καὶ Πνεῦμα τὸ εὐθές, οἱ συμφυεῖς βλαστοὶ καὶ θεόφυτοι, καὶ ἄνθη συνάναρχα, ὡς τρία εἶναι φῶτα τῆς θεότητος. (Δίς)

Στίφη νοερῶν, οὐσιῶν ἀπαύστως ὑμνούσί σε, τὸν ἀπερινόητον Θεόν, μεθ' ὧν ἡμεῖς δοξάζομεν λέγοντες. Τριὰς ὑπερούσιε, τοὺς σοὺς οἰκέτας σῶσον ὡς φιλάνθρωπος.

Θεοτοκίον

θελξας ἡμᾶς, εἰς ἀγάπην σήν, πολυέλεε, Λόγε τοῦ Θεοῦ, ὁ δι' ἡμᾶς σωματωθεῖς ἀτρέπτως, καὶ τρίφωτον τὴν μίαν θεότητα, μυσταγωγήσας, ὅθεν σὲ δοξάζομεν.

Ὠδὴ ε'

Ὡς εἶδεν Ἡσαϊας

Τὸν ἕνα Κυριάρχην εἰκονικῶς, ὡς εἶδεν Ἡσαϊας Θεόν, ἐν τρισὶ προσώποις δοξολογούμενον, ἀχράντοις φωναὶς Σεραφείμ, ἀπεστάλη τοῦ κηρύξαι παρευθύς, τρίφωτον οὐσίαν, καὶ Μονάδα τρισήλιον. (Δίς)

πάντων ἀοράτων καὶ ὁρατῶν, τὴν φύσιν ἐξ οὐκ ὄντων τὸ πρίν, ὑποστησαμένη, Μονὰς τρισήλιε, τοὺς ἐνα Θεὸν σὲ πιστῶς, εὐφημοῦντας, ἐκ παντοίων πειρασμῶν, ἐκλυτρωσαμένη, τῆς σῆς δόξης ἀξίωσον.

Θεοτοκίον

Νυμφῶνα φωτοφόρον καὶ καθαρόν, Παρθένε γεγονυίαν Θεοῦ, σὲ ὑμνοῦμεν πόθω καὶ μακαρίζομεν, ἐκ σοῦ γὰρ ἐτέχθη Χριστός, ἐν οὐσίαις καὶ θελήσεσι διτταίς, ὁ εἷς τῆς Τριάδος, καὶ τῆς δόξης ὧν Κύριος.

Ὠδὴ ς'

Ἄβυσσος ἐσχάτη

Μέτοικος ὑπάρχων ὁ Ἀβραάμ, κατηξιώθη τυπικῶς ὑποδέξασθαι, ἑνικὸν μὲν Κύριον, ἐν τρισὶν ὑποστάσεσιν, ὑπερούσιον, ἀνδρικαὶς δὲ μορφώσεσιν. (Δίς)

θυνον καρδίας σῶν οἰκετῶν, πρὸς φῶς τὸ ἀπρόσιτον, ὧ τρισήλιε Κύριε, καὶ σὴς δόξης ἔλλαμψιν, παράσχου ταὶς ψυχαὶς ἡμῶν, τοῦ φαντάζεσθαι, τὸ σὸν κάλλος τὸ ἄρρητον.

Θεοτοκίον

νοιξον τὰς πύλας μοὶ τοῦ φωτός, τοῦ κυηθέντος ἐκ νηδύος σου, Ἄχραντε, ἵνα βλέπω τρίφωτον, ἀκτῖνα τῆς θεότητος, καὶ δοξάζω σε, τὴν ὁλόφωτον Δέσποιναν.

Κάθισμα

Θείας πίστεως

Θείας φύσεως ὁμοουσίου, τὸ τρισήλιον ὑμνοῦμεν κράτος, καὶ τρισαγίαις φωναὶς ἐκβοήσωμεν. Ἅγιος εἶ, ὁ Πατὴρ ὁ προάναρχος, Ἅγιος εἶ, ὁ Υἱὸς ὁ συνάναρχος, Πνεῦμα Ἅγιον, ὁ εἷς ἀμερὴς Θεὸς ἡμῶν, καὶ πάντων ποιητὴς καὶ φιλάνθρωπος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Θαῦμα μέγιστον! πῶς συνεσχέθη, ὁ ἀχώρητος, ἐν τῇ γαστρί σου, καὶ ἐσαρκώθη, καὶ ἐφάνη ὦς ἄνθρωπος, μὴ ὑπομεῖνας φυρμόν, ἢ διαίρεσιν, τῆς θεϊκῆς καὶ ἀτρέπτου θεότητος, Κόρη πάναγνε, διὸ Θεοτόκον σὲ πιστῶς, κηρύττομεν ἀεὶ καὶ δοξάζομεν.

Ὠδὴ ζ'

Ὡς πάλαι τοὺς εὐσεβεῖς

Ναὸν μὲ δεῖξον τῆς σῆς, θεότητος Δέσποτα, τῆς τριλαμπούς, ὅλον φωτεινόν, ἁμαρτητικῆς ἀμαυρώσεως δεινῆς, καὶ παθῶν ἀνώτερον, ταὶς φωτουργαίς σου λάμψεσιν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεότητος τὴν μορφήν, μίαν καταγγέλλομεν, ἐν τρισὶν ὑποστατικαίς, καὶ διαιρεταὶς ἰδιότησι, Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος, Εὐλογητὸς εἶ κράζοντες, ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

φάνη τῶ Ἀβραάμ, Θεὸς τρισυπόστατος, ἐν τῇ δρυϊ πάλαι τὴ Μαμβρή, τῆς φιλοξενίας μισθόν, τὸν Ἰσαὰκ ἀντιδοὺς δι' ἔλεον, ὃν πὲρ νὺν δοξάζομεν, ὡς Θεὸν τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

φάνη ἐπὶ τῆς γῆς, γενόμενος ἄνθρωπος, ὁ Παντουργὸς ἀγαθοπρεπῶς, ἐκ παρθενικῆς καὶ ἀχράντου σου γαστρός, καὶ ἡμᾶς ἐθέωσεν, εὐλογημένη Πάναγνε, Θεοτόκε πανάχραντε.

Ὠδὴ η'

Ἀστέκτω πυρὶ ἑνωθέντες

νάρχου Πατρὸς ὡς ἐκ ῥίζης, Λόγος καὶ τὸ Πνεῦμα συνανάρχως πεφυκότες, ὡς βλαστοὶ τῆς ὑπερουσίου θεαρχίας, ἔδειξαν τῆς Τριάδος, δόξαν μίαν τε καὶ δύναμιν, ἣν ὑμνοῦμεν πάντες, πιστοὶ εἰς τοὺς αἰῶνας. (Δίς)

υθμίζεις ταὶς σαὶς φρυκτωρίαις, Τάξεις οὐρανίους, ἀναμέλπειν ἀσιγήτως, τρισαγίοις, ἄσμασι θείοις, Πάτερ Λόγε σύμμορφε, καὶ τὸ Πνεῦμα τρίφωτον, κράτος καὶ ἰσόρροπον, ὅθεν σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Χρησμοὶ Προφητῶν τὸν σὸν τόκον, πόρρωθεν ἰδόντες, Θεοτόκε ἀνευφήμουν, ὡς ἀσπόρως καὶ ὑπερφυῶς, γεννηθέντα Δέσποινα, καὶ συμφώνως τοῦτον ὑμνοῦμεν, ὡς Κύριον, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'

Καινὸν τὸ θαῦμα

δεῖν τὴν δόξαν τὴν τρισσολαμπή, αἱ θεοειδεῖς τῶν Ἀσωμάτων τάξεις, σαφῶς ἀνιέναι, πτέρυξιν ἐφίενται ἄνω, ἀλλ' εὐλαβοῦνται σφόδρα, τὸ ἀπρόσιτον φῶς, καὶ ὕμνον ἀπαύστως ἐκβοῶσι, ταύταις συμφώνως, μοναδικὴ Τριάς, σὲ δοξάζομεν. (Δίς)

πλέτω πόθω καὶ οἱ ἐπὶ γῆς, νοερὰν ψυχὴν ἐκ σοῦ λαβόντες καὶ λογικήν, σὲ ὑμνοῦμεν Δέσποτα Θεὲ τῶν ἁπάντων, τὴν ἑνιαίαν φύσιν ἀληθῶς, καὶ τριττὴν προσώποις, ἐξ ὅλης τῆς καρδίας, διὸ Οἰκτίρμον, ὡς πολυέλεος ἡμᾶς οἴκτειρον.

Θεοτοκίον

Ναὸν μὲ δεῖξον τῆς μοναρχικῆς, καὶ τριφεγγούς σου θεαρχίας φωτοειδῆ, καθαρῶς λατρεύειν σοὶ τῶ Κτίστη τῶν ὅλων, καὶ τῆς ἀφράστου δόξης νοερὸν θεωρόν, πρεσβείαις τῆς μόνης Θεοτόκου, ἣν ἐπαξίως, ὡς ὑπερένδοξον μεγαλύνομεν.

Ἡ Ὑπακοὴ

κπλήττων τὴ ὁράσει, δροσίζων τοὶς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταὶς μυροφόροις ἔλεγε. Τὸν ζώντα τὶ ζητεῖτε ἐν μνήματι; ἡγέρθη κενώσας τὰ μνήματα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῶ Θεῷ, Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.

ΕΝ ΤΩ ΟΡΘΡΩ

Ἀπολυτίκιον  Ἦχος γ'

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῶ θανάτω τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ἄδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε κόσμω τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τὴ ἐκ σοῦ προσληφθείση, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Καθίσματα  Ἦχος γ'

Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων. Ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ Δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκ ἔτι θάνατε κυριεύεις. Ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.

Δόξα...

Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τὴ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ' αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας τὴν ἥτταν ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοί.

Καὶ νύν... Θεοτοκίον

Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοὶ Θεοτόκε, Ποίόν σοὶ ἐγκώμιον, προσαγάγω ἐπάξιον, τὶ δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι, διὸ ὡς προσετάγην βοῶ σοί. Χαῖρε ἡ Κεχαριτωμένη.

Τὴν ὡραιότητα τῆς παρθενίας σου

Τὸ ἀναλλοίωτον τὸ τῆς θεότητος, καὶ τὸ ἑκούσιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλαγείς, ὁ Ἅδης ἐπωδύρετο. Τρέμω τὴν τοῦ σώματος, μὴ φθαρεῖσαν ὑπόστασιν, βλέπω τὸν ἀόρατον, μυστικῶς πολεμούντά με, διὸ καὶ οὓς κατέχω κραυγάζουσι, Δόξα Χριστὲ τὴ Ἀναστάσει σου.

Δόξα...

Τὸ ἀκατάληπτον τὸ τῆς Σταυρώσεως, καὶ ἀνερμήνευτον τὸ τῆς Ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόρρητον Μυστήριον σήμερον γὰρ θάνατος, καὶ ὁ Ἅδης ἐσκύλευται, γένος δὲ ἀνθρώπινον ἀφθαρσίαν ἐνδέδυται, διὸ καὶ εὐχαρίστως κραυγάζομεν. Δόξα Χριστὲ τὴ Ἀναστάσει σου.

Καὶ νύν... Θεοτοκίον

Τὸν ἀκατάληπτον καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς, ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῶ Τόκω σου, ἐν τῷ κόσμω, δοξάζεσθαι, διὸ καὶ εὐχαρίστως βοώμέν σοί. Χαῖρε ἡ Κεχαριτωμένη.

Ἡ Ὑπακοὴ  Ἦχος γ'

κπλήττων τὴ ὁράσει, δροσίζων τοὶς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταὶς μυροφόροις ἔλεγε. Τὸν ζώντα τὶ ζητεῖτε ἐν μνήματι; ἡγέρθη κενώσας τὰ μνήματα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῶ Θεῷ, Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.

Οἱ Ἀναβαθμοὶ

Ἀντίφωνον Α'

Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος καμὲ ἐκ τῶν παθῶν, πρόςζωήν ἕλκυσον Λόγε.

ν τῷ Νότω οἱ σπείροντες δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωίας.

Δόξα... Καὶ νύν...

γίω Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῶ συναστράπτει, ἐν ὧ τᾷ πάντα ζὴ καὶ κινεῖται.

Ἀντίφωνον Β'

ὰν μὴ Κύριος οἰκοδομήση οἶκον τῶν ἀρετῶν, μάτην κοπιῶμεν, τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.

Τοῦ καρποῦ τῆς γαστρός, τῶ Πνεύματι υἱοποιητῶς σοὶ τῶ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτέ εἰσι.

Δόξα... Καὶ νύν...

γίω Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης σοφία, οὐσιοῖ πᾶσαν γὰρ κτίσιν, αὐτῷ λατρεύσωμεν. Θεὸς γάρ, ὡς Πατρί τε καὶ Λόγῳ.

Ἀντίφωνον Γ'

Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι τρίβους βαδιοῦνται, τῶν ἐντολῶν φάγονται, ζωηρὰν γὰρ παγκαρπίαν.

Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν σου Ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας.

Δόξα... Καὶ νύν...

γίω Πνεύματι, ὁ πᾷς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάση τὴ κτίσει, σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῶ Λόγῳ.

Προκείμενον

Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε, καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Στίχ. σατε τῶ Κυρίω ἄσμα καινόν.

Κανὼν Ἀναστάσιμος

Ὠδὴ α'  Ἦχος γ'

Ὁ Εἱρμὸς

 τὰ ὕδατα πάλαι, νεύματι θείω, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμῶν θάλασσαν Ἰσραηλίτη λαῶ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνω ἄσωμεν, ὅτι δεδόξασται.

 τὴν γὴν κατακρίνας, τῶ παραβάντι, ἱδρῶτος φέρειν καρπὸν τὰς ἀκάνθας, ἀκανθὼν στέφανον ἐκ παρανόμου χειρός, οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος, τήν κατάραν ἔλυσεν, ὅτι δεδόξασται.

Νικητὴς τροπαιοῦχος, κατὰ θανάτου, ὁ θάνατος δεδοικῶς ἀνεδείχθη, παθητὴν σάρκα γάρ, ἐμψυχωμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῶ τυράννω, πάντας συνανέστησεν, ὅτι δεδόξασται.

Θεοτοκίον

ληθῆ Θεοτόκον, πάντα τὰ ἔθνη, δοξάζει σὲ τὴν ἀσπόρως τεκοῦσαν, ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν, οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθ' ἡμᾶς οὐσιώθη, καὶ Θεός καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται.

Κανὼν Σταυροαναστάσιμος οὗ ἡ ἀκροστιχὶς σὺν τοὶς Εἱρμοίς.

Ἄγω τρίτον μέλισμα σοί, Θεοῦ Λόγε.

Ὁ Εἱρμὸς  Ἄσμα καινὸν

Γένος βροτῶν, αἵματι θείω, δεδουλωμένον τυράννω φιλαμαρτήμονι, Χριστὸς ἐξηγόρασε, καὶ θεοποιήσας ἀνεκαίνισεν, ὅτι δεδόξασται.

ς μὲν θνητός, θανάτου θέλων, ὁ τῆς ζωῆς ταμιοῦχος, Χριστὸς ἐγεύσατο, ὡς ὧν δὲ ἀθάνατος φύσει, τοὺς νεκροὺς ἐζωοποίησεν, ὅτι δεδόξασται.

Κανὼν τῆς Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς, σὺν τοὶς Εἱρμοὶς :

Ἄγω τρίτον μέλισμα σοί, Θεοτόκε.

Εἱρμὸς ὁ αὐτὸς

Γόνυ κάμπτει, ἅπασα φύσις, ἐπουρανίων Παρθένε, τῶ σαρκωθέντι ἐκ σοῦ, σὺν τοὶς ἐπιγείοις τε, ἀξιοπρεπῶς τὰ καταχθόνια, ὅτι δεδόξασται.

 συναλλαγμάτων, τῶν ἐν σοί! ἀγαθῶν γὰρ ἀφθόνως, παρεκτικὸς ὧν Θεός, Πνεῦμα θεῖον δοὺς ἡμῖν, σάρκα ἐκ σοῦ Κόρη προσελάβετο, ὅτι δεδόξασται.

Ὠδὴ γ'

Ὁ Εἱρμὸς

 ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῶ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Δέσποτα, ἐν τῇ ἀγάπη τὴ σὴ στερέωσόν με.

Διὰ Σταυροῦ σου ἠσχύνθη ὁ ἀσεβής, εἰργάσατο βόθρον γάρ, ὃν ὀρύξας εἰσπέπτωκε, ταπεινῶν ὑψώθη δὲ Χριστέ, τὸ κέρας ἐν τῇ σὴ Ἀναστάσει.

Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν, ὡς ὕδωρ ἐκάλυψε τὰς θαλάσσας φιλάνθρωπε, ἀναστὰς ἐκ τάφου γάρ, τὸ τῆς Τριάδος ἀπεκάλυψας φέγγος.

Θεοτοκίον

Δεδοξασμένα λελάληνται περὶ σοῦ, ἡ πόλις ἡ ἔμψυχος, τοῦ ἀεὶ βασιλεύοντος, διὰ σοῦ γὰρ Δέσποινα, τοὶς ἐπὶ γῆς Θεὸς συνανεστράφη.

Κανὼν Σταυροαναστάσιμος

Τόξον ἔθραυσας ἐχθρῶν

ύψις ἄχραντε Σταυρέ, εἰδωλικῶν ἐδείχθης σὺ καθαρμάτων, ὅτι Ἰησοῦς ὁ ὑπέρθεος, ἐν σοὶ χείρας ἐξεπέτασεν.

να πάντες οἱ πιστοί, τὸ ζωοδόχον μνῆμα σὲ προσκυνῶμεν, τέθαπται ἐν σοί, καὶ ἐγήγερται Χριστός, ὄντως ὁ Θεὸς ἡμῶν.

Τῆς Θεοτόκου  ὁ αὐτὸς

άβδος ῥίζης Ἱεσσαί, προφητικῶς βλαστήσασα, ἡ Παρθένος ἄνθος σὲ Χριστέ, ἐξανέτειλεν ἡμῖν, Ἅγιος εἶ Κύριε.

να θείας κοινωνούς, τοὺς γηγενεῖς ἐργάση ἐκ τῆς Παρθένου, σάρκα τὴν ἡμῶν, σὺ ἑπτώχευσας λαβών, Ἅγιος εἶ Κύριε.

Ὠδὴ δ'

Ὁ Εἱρμὸς

θου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε, τὸν μονογενὴ γάρ σου Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας, διὸ σοὶ κραυγάζομεν, εὐχαριστοῦντες. Δόξα τὴ δυνάμει σου Κύριε.

Στίγματα Χριστέ, συμπαθῶς καὶ μώλωπας ἤνεγκας, ὕβριν ῥαπισμάτων καρτερῶν, καὶ μακροθύμως φέρων ἐμπτύσματα, δι' ὧν κατειργάσω μοὶ τὴν σωτηρίαν. Δόξα τὴ δυνάμει σου Κύριε.

Σώματι θνητῶ, ἡ ζωὴ θανάτω ὡμίλησας, τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ στεναγμοῦ πενήτων σου ἕνεκεν, καὶ φθείρας τὸν φθείραντα δεδοξασμένε, πάντας συνανέστησας, μόνε φιλάνθρωπε.

Θεοτοκίον

Μνήσθητι Χριστέ, ἢς ἐκτησω ποίμνης τῶ πάθει σου, τῆς δεδοξασμένης σου Μητρός, τὰς συμπαθεῖς ἐντεύξεις δεξάμενος, καὶ ἐπισκεψάμενος, κεκακωμένην ῥύσαι, τὴ δυνάμει σου Κύριε.

Κανὼν Σταυροαναστάσιμος

Τὸ ξένον καὶ ἀπόρρητον.

 πλάσας κατ' εἰκόνα σου, φιλάνθρωπε τὸν ἄνθρωπον, καὶ νεκρωθέντα τὴ ἁμαρτία, διὰ τῆς παραβάσεως, σταυρωθεὶς ἐν Κρανίῳ διέσωσας.

Νεκροὺς μὲν οὓς κατέπιεν, ὁ θάνατος ἀπέδωκε, κατελύθη δέ, καὶ τὸ τοῦ ἄδου φθοροποιὸν βασίλειον, ἀναστάντος ἐκ τάφου σου Κύριε.

Τῆς Θεοτόκου  ὁ αὐτὸς

 στήσας ὄρη Δέσποτα, ζυγῶ τῆς θείας γνώσεως, λελατόμησαι ἐκ τῆς Παρθένου, λίθος χειρῶν ἄνευθεν. Τὴ δυνάμει σου δόξα φιλάνθρωπε.

Νοσοῦσαν ἐθεράπευσας, ἡμῶν τὴν φύσιν Δέσποτα, δραστικώτατον ἐν τῇ Παρθένω, ταύτη ἑνώσας φάρμακον, τὴν σὴν ἄχραντον Λόγε θεότητα.

Μερίς μου εἶ ὁ Κύριος, καὶ κλῆρος ἐπιπόθητος, ὁ ἑνώσας μὲ ἐκ τῆς Παρθένου, Λόγε τὴ ὑποστάσει σου, τὴ σαρκὶ χρηματίσας ὑπόστασις.

Ὠδὴ ε'

Ὁ Εἱρμὸς

Πρὸς σὲ ὀρθρίζω, τὸν τοῦ παντὸς Δημιουργόν, τὴν ὑπερέχουσαν πάντανούν εἰρήνην, διότι φῶς τὰ προστάγματά σου, ἐν οἷς μὲ καθοδήγησον.

Κριτὴ ἀδίκω, Ἑβραίων φθόνω προδοθεὶς ὁ παντεπόπτης, καὶ ἅπασαν δικαίως, κρίνων τὴν γήν, τὸν Ἀδὰμ τῆς πάλαι, ἐρρύσω κατακρίσεως.

Τὴν σὴν εἰρήνην, ταὶς Ἐκκλησίαις σου Χριστέ, τὴ ἀηττήτω δυνάμει τοῦ Σταυροῦ σου, ὁ ἐκ νεκρῶν ἀναστὰς παράσχου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον

Σκηνὴ ἁγία, καὶ πλατυτέρα οὐρανῶν, ὡς τὸν ἐν πάσῃ ἀχώρητον τὴ κτίσει, Λόγον Θεοῦ δεξαμένη, μόνη ἐδείχθης Ἀειπάρθενος.

Κανὼν Σταυροαναστάσιμος

Ἐπὶ τῆς γῆς

Λόγχη πλευράν, ὧ Χριστέ μου νυγείς σου, τὴν ἐκ πλευρᾶς ἀνθρωπίνης κτισθεῖσαν, ὀλέθρου πᾶσι βροτοίς, γεγονυίαν πρόξενον, τῆς κατάρας ἠλευθέρωσας.

σος Πατρί, κατ' οὐσίαν ὑπάρχων, τὸν ἱερὸν ἐξανέστησας δόμον, τοῦ παναχράντου σου, καὶ πανσέπτου σώματος, ἐκ νεκρῶν, Χριστὲ Σωτὴρ ἡμῶν.

Τῆς Θεοτόκου  ὁ αὐτὸς

Λόγος Θεοῦ, ὁ Υἱός σου Παρθένε, Δημιουργὸς Ἀδὰμ τοῦ πρωτοπλάστου, οὐ δημιούργημα, εἰ καὶ σάρκα ἔμψυχον, ἑαυτῶ ἐκ σοῦ διέπλασεν.

σος Πατρί, ὁ Υἱὸς τῆς Παρθένου, Λόγος Θεοῦ, ὑπόστασις τελεία, ἐν δύῳ φύσεσιν, Ἰησοῦς ὁ Κύριος, Θεὸς τέλειος καὶ ἄνθρωπος.

Ὠδὴ ς'

Ὁ Εἱρμὸς

βυσσος ἐσχάτη ἁμαρτιῶν ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεύμά μου, ἀλλ' ἐκτεῖνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνήτα διάσωσον.

βυσσος ἐλέους καὶ οἰκτιρμῶν, ἐκύκλωσέ με, τὴ εὐσπλάγχνω καθόδω σου, σαρκωθεὶς γὰρ Δέσποτα, καὶ γεγονῶς ἐν δούλου μορφή, ἐΘεούργησας, καὶ σεαυτῶ συνεδόξασας.

Νέκρωσιν ὑπέστη ὁ νεκρωτής, τὸν νεκρωθέντα ζωωθέντα Θεώμενος, τῆς σῆς Ἀναστάσεως, ταῦτα Χριστὲ τὰ σύμβολα, καὶ τοῦ Πάθους σου, τοῦ ἀχράντου τὰ ἔπαθλα.

Θεοτοκίον

Πάναγνε ἡ μόνη τῶ πλαστουργῶ, καὶ τοὶς ἀνθρώποις, ὑπὲρ νοῦν μεσιτεύσασα, τὸν Υἱόν σου ἵλεων, τοὶς ἑπταικόσι δούλοις σου, καὶ ὑπέρμαχον, χρηματίσαι δυσώπησον.

Κανὼν Σταυροαναστάσιμος

Σκηνώσεως Ἰωνάς

Μωλώπων σὺ πειραθείς, ἄδου τραυματίας, πάθει Σταυροῦ συνανέστησας, ὅθεν σοὶ κραυγάζω. Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου φιλάνθρωπε.

νοίγονταί σοὶ Χριστέ, φόβω πύλαι ἄδου, σκεύη ἐχθροῦ δὲ ἁρπάζονται, ὅθεν σοὶ Γυναῖκες ὑπήντησαν, ἀντὶ λύπης χαρὰν κομισάμεναι.

Τῆς Θεοτόκου  ὁ αὐτὸς

Μορφοῦται τὸ καθ' ἡμᾶς, ἐκ τῆς ἀκηράτου Κόρης, ὁ σχήματι ἄμοιρος, σχήματι ὑπάρξας καὶ πράγματι, μὴ τραπεὶς τὴν θεότητα ἄνθρωπος.

βύσσου ἁμαρτιῶν, καὶ τῆς καταιγίδος, Πάναγνε τῶν παθῶν ῥύσαί με, πέφυκας λιμὴν γὰρ καὶ ἄβυσσος, τῶν θαυμάτων τοὶς πίστει σοὶ προστρέχουσι.

Κοντάκιον  Ἦχος γ'

 Παρθένος Ἐξανέστης σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρμον, καὶ ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ θανάτου, σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται, σὺν Πατριάρχαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου.

Ὁ Οἶκος

 οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν, ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐπάξια ἄσματα, τῶ πάντων Κτίστη καὶ Λυτρωτὴ ἡμῶν, ὅτι τοὺς βροτοὺς ἐξ ἄδου σήμερον, ὦ Ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ἄδου διαθλάττει, τῶ θείω κράτει τῆς ἐξουσίας αὐτοῦ.

Ὠδὴ ζ'

Ὁ Εἱρμὸς

ς πάλαι τοὺς εὐσεβεῖς, τρεῖς Παίδας ἑδρόσισας, ἐν τῇ φλογὶ τὴ Χαλδαϊκή, τῶ φωτιστικῶ τῆς θεότητος πυρί, καὶ ἡμᾶς καταύγασον, Εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ρράγη τὸ τοῦ Ναοῦ, φαιδρὸν καταπέτασμα, ἐν τῷ Σταυρῶ τοῦ Δημιουργοῦ, τὴν ἐγκεκρυμμένην τῶ γράμματι δηλοῦν, τοὶς πιστοὶς ἀλήθειαν. Εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Νυγείσης σου τῆς πλευρᾶς, ῥανίδες θεόρρυτοι, ζωοποιοῦ αἵματος Χριστέ, οἰκονομικῶς ἀποστάζουσαι εἰς γήν, τοὺς ἐκ γῆς ἀνέπλασαν. Εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Τριαδικὸν

Τὸ Πνεῦμα τὸ ἀγαθόν, Πατρὶ συνδοξάσωμεν, καὶ τῶ Υἱῶ τῶ μονογενεῖ, μίαν ἐν τρισί, πιστοὶ σέβοντες ἀρχήν, καὶ μίαν θεότητα. Εὐλογητὸς εἶ κράζοντες, ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

Κανὼν Σταυροαναστάσιμος

Σοβαρὸς ὁ τύραννος

Οὐ ψιλὸν ὁ ἥλιος, ἐν Σταυρώκρεμάμενον ἄνθρωπον, ἀλλὰ Θεὸν σκοτίζεται, σεσαρκωμένον ὁρῶν, ὧ καὶ ψάλλομεν. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

σχυρὸν θεότητι, δεδεγμένος ἅδης ὁ δείλαιος, τὸν ἀφθαρσίας πάροχον, ψυχὰς δικαίων βοώσας ἤμεσεν. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Θησαυρὸς πολύτιμος, εὐλογίας Πάναγνε πέφυκας, τοὶς καθαρὰ καρδία, σὲ ὁμολογοῦσι Θεογεννήτριαν, καὶ γὰρ ἐκ σοῦ σεσάρκωται, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Τῆς Θεοτόκου  ὁ αὐτὸς

 τῆς δόξης Κύριος, καὶ κρατῶν τῶν ἄνω Δυνάμεων, ὁ σὺν Πατρὶ καθήμενος, παρθενικαὶς ταὶς χερσὶ φερόμενος, Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ταμὸς ὁ θάνατος, ἀλλὰ τοῦτον σοὶ ὁμιλήσαντα, ἐκ τῆς Παρθένου ὤλεσας, θεοϋπόστατος, σάρξ γενόμενος. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτόκον πάντες σε, τὸν Θεὸν κυήσασαν ἔγνωμεν, τὸν τῆς Τριάδος ἕνα γάρ, σεσαρκωμένον ἁγνὴ γεγέννηκας. Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου.

Ὠδὴ η'

Ὁ Εἱρμὸς

στέκτω πυρὶ ἑνωθέντες, οἱ θεοσεβεία προεστῶτες νεανίαι, τὴ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογείτεπάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ρράγη ναοῦ ἡ φαιδρότης, ὅτε ὁ Σταυρός σου ἐπάγη ἐν Κρανίῳ, καὶ ἡ κτίσις συνεκλονεῖτο, φόβω ἀναμέλπουσα. Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

νέστης Χριστὲ ἐκ τοῦ τάφου, καὶ τὸν πεπτωκότα τὴ ἀπάτη, διὰ ξύλου ἀνωρθώσω θεία δυνάμει, κράζοντα καὶ λέγοντα. Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Ναὸς τοῦ Θεοῦ ἀνεδείχθης, ἔμψυχον χωρίον κιβωτός τε, τὸν Ποιητήν, τοὶς βροτοὶς γὰρ Θεογεννῆτορ, ἄχραντε κατήλλαξας, καὶ ἀξίως πάντα τὰ ἔργα ὑμνούμέν σε, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν Σταυροαναστάσιμος

Ἐνύλου φλόγα πυρός

 Λόγος οὐ παθητός, ἀπαθὴς γὰρ τὴ θεότητι, πάσχει σαρκὶ δὲ Θεός, ὧ καὶ ψάλλομεν. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας.

πνώσας μὲν ὡς θνητός, ἐξ ἡγέρθης ὡς ἀθάνατος Σῶτερ, καὶ σώζεις θανάτου τοὺς μέλποντας. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τριαδικὸν

Λατρεύομεν εὐσεβῶς, τρισυπόστατον θεότητα, ἐνιζομένην ἀπαύστως καὶ ψάλλομεν. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Θεοτόκου  ὁ αὐτὸς

 τάξεις τὰς νοεράς, οἵα Μήτηρ ὑπεράρασα, καὶ πλησίον Θεοῦ χρηματίσασα, εὐλογοῦμεν εὐλογημένη, παρθένε τὸν τόκον σου, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Τὸ κάλλος τὸ φυσικόν, ὡραιότερον ἀνέδειξας, ἐξαστράψασα σάρκα θεότητος. Εὐλογοῦμεν εὐλογημένη, Παρθένε τὸν τόκον σου, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'

Ὁ Εἱρμὸς

Καινὸν τὸ θαῦμα καὶ θεοπρεπές! τῆς Παρθένου γὰρ τὴν κεκλεισμένην πύλην, σαφῶς διοδεύει Κύριος, γυμνὸς ἐν εἰσόδῳ, καὶ σαρκοφόρος ὤφθη ἐν ἐξόδῳ Θεός, καὶ μένει ἡ πύλη κεκλεισμένη, ταύτην ἀφράστως, ὡς Θεομήτορα μεγαλύνομεν.

Φρικτὸν ἰδέσθαι σὲ τὸν ποιητήν, ἐπὶ ξύλου ἀναρτηθέντα Λόγε Θεοῦ, σαρκικῶς δὲ πάσχοντα, Θεὸν ὑπὲρ δούλων, καὶ ἐν μνημείῳ ἄπνουν κατακείμενον, νεκροὺς δὲ τοῦ ἄδου λελυκότα, ὅθεν Χριστὲ σε, ὡς παντοδύναμον μεγαλύνομεν.

Φθορὰς θανάτου ἔσωσας Χριστέ, τοὺς προπάτορας, κατατεθεὶς ἐν τάφῳ νεκρός, καὶ ζωὴν ἐξήνθησας, νεκροὺς ἀναστήσας, χειραγωγήσας φύσιν τὴν βροτείαν πρὸς φῶς, καὶ θείαν ἐνδύσας ἀφθαρσίαν, ὅθεν πηγὴν σε, φωτὸς ἀειζώου μεγαλύνομεν.

Θεοτοκίον

Ναὸς καίθρόνος ὤφθης τοῦ Θεοῦ, ἐν ὧ ὤκησεν ὁ ἐν ὑψίστοις πέλων, τεχθεὶς ἀπειράνδρως Πάναγνε, σαρκὸς μὴ ἀνοίξας ὅλως σου πύλας, ὅθεν ταὶς ἀλήκτοις, σεμνὴ λιταίς σου, τὰ φῦλα τῶν βαρβάρων, θᾶττον εἰς τέλος, τῶ Βασιλεῖ ἡμῶν καθυπόταξον.

Κανὼν Σταυροαναστάσιμος

Οἱ τῶ γλυκεῖ τοῦ Ἀχράντου σου

Γέρας βροτοὶς ἐξ ἀτίμου θανάτου, πάσιν ἐπήγασας, οὗ διὰ σταυρώσεως Σῶτερ γευσάμενος, τὴ οὐσία τὴ θνητή, ἀφθαρσίαν μοί, ἐδωρήσω Χριστὲ ὡς φιλάνθρωπος.

σωσὰς μὲ ἀναστὰς ἐκ τοῦ τάφου, Χριστὲ καὶ ὕψωσας, καὶ Πατρὶ προσήγαγες τῶ σω Γεννήτορι, δεξιά τε τὴ αὐτοῦ συνεκάθισας, διὰ σπλάγχνα ἐλέους σου Κύριε.

Τῆς Θεοτόκου  ὁ αὐτὸς

Κόρος τῶν σῶν ἐφυμνίων Παρθένε, τοὶς εὐαγέσι πιστοίς, ὅλως οὐ προσγίνεται, πόθω γὰρ πόθον ἀεὶ θεῖον, καὶ πνευματικὸν προσλαμβάνοντες, ὡς μητέρα Θεοῦ μεγαλύνουσιν.

θου ἡμῖν ἀκαταίσχυντον πρέσβιν, τὴν σὲ τεκοῦσαν Χριστέ, ταύτης ταὶς ἐντεύξεσιν, ἵλεων νέμοις ἡμῖν, Πνεῦμα μεταδοτικὸν ἀγαθότητος, ἐκ Πατρὸς διὰ σοῦ προερχόμενον.

Αἶνοι  Ἦχος γ'

Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν, Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.

Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρώσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.

Χαρὰς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πείραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοίς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα. Τὶ ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν, οὒκ ἔστιν ὧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαία.

ν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε, ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῶ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σὲ πᾶσα κτίσις δοξολογή, τόν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς.

μνον ἑωθινόν, αἱ Μυροφόροι Γυναῖκες, τὰ δάκρυα προσέφερον Κύριε, εὐωδίας γὰρ ἀρώματα κατέχουσαι, τὸ μνήμά σου κατέλαβον, τὸ ἄχραντόν σου Σῶμα, μυρίσαι σπουδάζουσαι, Ἄγγελος καθήμενος ἐπὶ τὸν λίθον, αὐταῖς εὐηγγελίσατο, Τὶ ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν; τὸν θάνατον γὰρ πατήσας, ἀνέστη ὡς Θεός, παρέχων πᾶσι τὸ μέγα ἔλεος.

ξαστράπτων Ἄγγελος, ἐπὶ τὸ μνήμά σου τὸ ζωοποιόν, ταὶς Μυροφόροις ἔλεγεν, Ἐκένωσε τοὺς τάφους ὁ Λυτρωτής, ἐσκύλευσε τὸν ἅδην, καὶ ἀνέστη τριήμερος, ὡς μόνος Θεὸς καὶ παντοδύναμος.

Εἰς τὸ μνήμά σε ἐπεζήτησεν, ἐλθοῦσα τὴ μιὰ τῶν Σαββάτων, Μαρία ἡ Μαγδαληνὴ μή, εὑροῦσα δὲ ὠλοφύρετο, κλαυθῶ βοῶσα, οἴμοι Σωτήρ μου, πῶς ἐκλάπης πάντων Βασιλεῦ; Ζεῦγος δὲ ζωηφόρων Ἀγγέλων, ἔνδοθεν τοῦ μνημείου ἐβόα. Τὶ κλαίεις ὧ Γύναι; Κλαίω φησίν, ὅτι ἤραν τὸν Κύριόν μου τοῦ τάφου, καὶ οὒκ οἶδα ποῦ ἔθηκαν αὐτόν. Αὐτὴ δὲ στραφεῖσα ὀπίσω, ὡς κατείδέ σε, εὐθέως ἐβόα, ὁ Κύριός μου, καὶ ὁ Θεός μου, δόξα σοί.

βραῖοι συνέκλεισαν, ἐν τῷ τάφω τὴν ζωήν, Ληστὴς δὲ ἀνέωξεν ἐν τῇ γλώσση τὴν τρυφήν, κραυγάζων καὶ λέγων, ὁ μέτ' ἐμοῦ δι' ἐμὲ σταυρωθείς, συνεκρέματό μοὶ ἐπὶ τοῦ ξύλου, καὶ ἐφαίνετό μοὶ ἐπὶ τοῦ θρόνου, τῶ Πατρὶ συγκαθήμενος, αὐτὸς γὰρ ἐστι Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓIΑΝ 

ΟΙ ΜΑΚΑΡΙΣΜΟΙ

θετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ Ληστὴν Οἰκτίρμον, ὁμολογήσαντα σὲ ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσώκισας κράζοντα. Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλεία σου.

μαρτήσαντας ἡμᾶς, τὴ τοῦ θανάτου, κατεδίκασας ἀρά, ὁ Ζωοδότης καὶ Κύριος, ἐν δὲ τῶ σώματί σου, ἀναμαρτήτως Δέσποτα παθῶν, τοὺς θνητοὺς ἐζώωσας κράζοντας. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.

ναστὰς ἐκ τῶν νεκρῶν, συνεξανέστησας, ἡμᾶς ἐκ τῶν παθῶν, τὴ Ἀναστάσει σου Κύριε, τοῦ δὲ θανάτου πᾶσαν, τὴν δυναστείαν ὤλεσας Σωτήρ, διὰ τοῦτο πίστει σοὶ κράζομεν. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.  

Τὴ τριημέρω σου ταφή, τοὺς ἐν τῷ ἅδη νεκρωθέντας ὡς Θεός, ζωοποιήσας συνήγειρας, καὶ ἀφθαρσίαν πάσιν, ὡς ἀγαθὸς ἐπήγασας ἡμῖν, τοῖς ἐν πίστει κράζουσι πάντοτε. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.

Ταὶς Μυροφόροις Γυναιξί, πρώταις ἐφάνης, ἀναστὰς ἐκ τῶν νεκρῶν, Σωτὴρ βοήσας τό, Χαίρετε, καὶ δι' αὐτῶν τοὶς φίλοις, τὴν σὴν μηνύεις ἔγερσιν Χριστέ, διὰ τοῦτο πίστει σοὶ κράζομεν. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.

ν τῷ ὄρει Μωϋσῆς, χείρας ἁπλώσας, προετύπου τὸν Σταυρόν, τὸν Ἀμαλὴκ τροπωσάμενος, ἡμεῖς δὲ πίστει τοῦτον, κατὰ δαιμόνων ὅπλον κραταιόν, εἰληφότες πάντες κραυγάζομεν. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.

Δόξα...

Τὸν Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα ἅγιον, ὑμνήσωμεν πιστοί, ἕνα Θεόν, ἕνα Κύριον, ὡς ἐξ ἑνὸς Ἠλίου, τρισσολαμπὴς γὰρ ἑστινη Τριάς, καὶ φωτίζει πάντας τούς κράζοντας. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.

Καὶ νύν... Θεοτοκίον

Χαῖρε ἡ πύλη τοῦ Θεοῦ, δι'  Ἧς διῆλθε, σαρκωθεὶς ὁ Πλαστουργός, ἐσφραγισμένην φυλάξας σε, Χαῖρε νεφέλη κούφη, τὸν θεῖον ὄμβρον φέρουσα Χριστόν. Χαῖρε κλῖμαξ καὶ θρόνε οὐράνιε. Χαῖρε ὄρος σεπτόν, πῖον ἁλατόμητον.

 

 

 

 

ΚΥΡΙΑΚΗ ΗΧΟΣ Δ΄

 

 

Ἀπολυτίκιον  Ἦχος δ'

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοὶς Ἀποστόλοις καυχώμεναι ἔλεγον, Ἐσκύλευται ὁ θάνατος, ἡγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῶ κόσμω τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διάσού Θεοτόκε τοὶς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

ΕΝ ΤΩ ΜΕΣΟΝΥΚΤΙΚΩ 

Κανὼν Τριαδικός, οὗ ἡ Ἀκροστιχίς:

Τέταρτος ὕμνος τῶ Θεῷ, Μητροφάνους. 

Ὠδὴ α'  Ὁ Εἱρμὸς

Θαλάσσης τὸ ἐρυθραῖον

Τριάδα θεαρχικὴν δοξάσωμεν, ταὶς ὑποστάσεσι, μοναδικὴν δὲ φύσιν τῶν τριῶν, συναϊδιον σύνθρονον, ἣν δυσωποῦντες λέγομεν. Σῶσον τοὺς πίστει σε δοξάζοντας.

χρίσθης ὑπὸ Πατρὸς τῶ Πνεύματι, ἀγαλλιάσεως, θεουργικῶ ἐλαίω ὁ Υἱός, καὶ βροτὸς ἐχρημάτισας, καὶ τῆς μιᾶς θεότητος, τὸ τρισυπόστατον ἐδίδαξας.

Τὸ κάλλος τῆς ἀπροσίτου δόξης σου, Μονὰς τρισήλιε, τὰ Σεραφεὶμ οὐ φέροντα ὁρᾶν, συγκαλύπτονται πτέρυξι, καὶ τρισαγίοις ἄσμασιν, ἀκαταπαύστως σὲ δοξάζουσι.

Θεοτοκίον

φράστως τὸν ποιητὴν γεγέννηκας, τῶν ὅλων Πάναγνε, τῆς παλαιᾶς λυτρούμενον ἀράς, τοὺς βροτοὺς καὶ θανάτου φθοράς, καὶ διὰ σοῦ ἐπέγνωμεν, ἕνα Θεὸν τὸν τρισυπόστατον.

 

Ὠδὴ γ'  Οὐκ ἐν σοφίᾳ

ώμην ἐξ ὕψους, τοὶς ἁγίοις τὸ πρὶν Ἀποστόλοις σου, ὡς ἀπέστειλας Χριστέ, παρὰ Πατρὸς τὸν Παράκλητον, τὴν μίαν ἐνέφηνας, φύσιν τρισήλιον.

Τῶ Πατριάρχη, Ἀβραὰμ ὅτε ὤφθης, ἐν σχήματι, ἀνδρικῶ, τριττὴ μονάς, τὸ ἀπαράλλακτον ἔδειξας, τῆς σῆς ἀγαθότητος, καὶ κυριότητος.

 χαρακτήρσιν, ἐν τρισὶν εἷς Θεὸς πιστευόμενος, ἀπερίγραπτος σαφῶς, ἀπερινόητος ἅπασι, ῥύσαι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης θλίψεως.

Θεοτοκίον

Στοιχειωθέντες, τοῦ Υἱοῦ σου σοφαὶς εἰσηγήσεσιν, ἑνικὴν καὶ τριλαμπή, τὴν θεαρχίαν δοξάζομεν, καὶ σὲ μακαρίζομεν, τὴν Ἀειπάρθενον.

Κάθισμα

Ταχὺ προκατάλαβε

Τρισήλιε ἄκτιστε, καὶ ὁμοούσιε, Μονὰς τρισυπόστατε, καὶ ἀκατάληπτε, τοὺς δούλους σου οἴκτειρον, τῶν κινδύνων σῶσον ἐκ, ὡς Θεὸς ἐλεήμων, σὲ γὰρ Κύριε μόνον, λυτρωτὴν καὶ δεσπότην, κεκτήμεθα βοῶντες. Γενοῦ ἡμῖν ἵλεως.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Πολλαὶς περιστάσεσι, καὶ συμφοραὶς τῶν δεινῶν, Παρθένε κυκλούμενοι, καὶ πρὸς ἀπόγνωσιν, ἀεὶ περιπίπτοντες, μόνην σὲ σωτηρίαν, καὶ ἐλπίδα καὶ τεῖχος, ἔχομεν Θεοτόκε, καὶ πρὸς σὲ καταχρέως, ἐν πίστει καὶ νὺν προστρέχομεν. Σῶσον τοὺς δούλους σου.

Ὠδὴ δ'  Ὁ καθήμενος ἓν δόξη

περούσιον Τριάδα, ἐν μονάδι θεότητος, καὶ κυριαρχίαν, σὺν τοὶς Σεραφεὶμ σὲ δοξάζομεν, ὡς ἀδιαίρετον φύσιν, ὡς ἀσύγχυτον, ὡς ἰσόρροπον, δόξη Θεὲ ἀκατάληπτε.

Μεριστὴν οὔσαν ἀφράστως, τοὶς προσώποις θεότητα, καὶ ταυτιζομένην, ἅμα τὴ μιὰ κυριότητι, ἀπεριόριστον, μόνην, ἀπερίγραπτον, ἀνυμνούμέν σε, τὸν ποιητὴν πάσης κτίσεως.  

Τοὺς ὁ ἄναρχος τὸν Λόγον, ἀπορρήτως γεγέννηκε, καὶ τὸ θεῖον Πνεῦμα, τὸ ἰσοσθενὲς ἐκπεπόρευκε, καὶ διὰ τοῦτο Τριάδα ὁμοούσιον, τὸν Δεσπότην τῶν ὅλων, Θεόν καταγγέλλομεν.

Θεοτοκίον

πτανόμενος τοὶς πάλαι, τυπικῶς προκατήγγειλε, τὴν ἐκ σοῦ Παρθένε, σάρκωσιν ὁ Λόγος, ἀλλ' ὕστερον, ἐπιφανεῖς τοὶς ἀνθρώποις κατ' ἀλήθειαν, τρισυπόστατον, μίαν ἀρχὴν ἐφανέρωσε.

Ὠδὴ ε'  Ἐξέστη τὰ σύμπαντα

Συνέντες ἐκ πίστεως, τῆς παντουργοῦ θεότητος, μίαν μὲν ἀπρόσιτον οὐσίαν, τρεῖς δ' ὑποστάσεις, ζωαρχικὰς συμφυεῖς, σέβομεν Πατέρα, καὶ Υἱόν, καὶ Πνεῦμα τὸ Ἅγιον, συναϊδιον ὕπαρξιν.

Τὸ σέλας τρισήλιον, τῆς οὐσιώδους αἴγλης σου, λάμψον ἑνιαία μοὶ θεότης, ἄκτιστε φύσις, καὶ φωτουργαία πηγή, πάσης φωτοδότιδος αὐγῆς, ἵνα κατοπτρίζωμαι, σοῦ τὸ κάλλος τὸ ἄρρητον.

ς μόνον ὑπάρχοντα, δημιουργὸν τοῦ σύμπαντος, καὶ συνεκτικὸν καὶ κυβερνήτην, πάνσοφον ὄντως, καὶ τῆς ζωῆς χορηγόν, γνόντες σὲ βοώμέν σοὶ πιστῶς. Δέσποτα τρισήλιε, τοὺς ὑμνούντάς σε φρούρησον.

Θεοτοκίον

Θεῶσαι βουλόμενος, τὸν πρὶν φθαρέντα ἄνθρωπον, ὁ δι' ἀγαθότητα Παρθένε, πλάσας καὶ δείξας, εἰκόνα θείας μορφῆς, ἄνθρωπος ἐγένετο ἐκ σοῦ, καὶ μίαν τρισάριθμον, θεαρχίαν κατήγγειλεν.

Ὠδὴ ς'  Ἐβόησε, προτυπῶν

νέφηνεν, ὁ Πατὴρ ἐκλαλῶν τὴν υἱότητα, καὶ τὸ Πνεῦμα, τῶ Χριστῷ βαπτισθέντι ὁρώμενον, διὰ τοῦτο μίαν, καὶ τριττὴν θεαρχίαν δοξάζομεν.

ς εἴδέ σε, τρισαγίαις φωναὶς ἀνυμνούμενον, Ἡσαϊας, ὑψηλοῦ ἐπὶ θρόνου καθήμενον, τὴν τριττὴν ἐπέγνω, τῆς μιᾶς θεαρχίας ὑπόστασιν.

Μετάρσιον, ὑψηλὲ Βασιλεῦ τρισυπόστατε, τὴν καρδίαν, καὶ ἡμῶν τῶν σῶν δούλων ἀνάδειξον, ἵνα τῆς σῆς δόξης, θεωρῶμεν λαμπρῶς τὴν φαιδρότητα.

Θεοτοκίον

ξίωσε, μορφωθῆναι σαφῶς τὸ ἡμέτερον, ἐκ Παρθένου, ὁ Υἱὸς τοῦ Θεοῦ ὡς φιλάνθρωπος, καὶ τῆς θείας δόξης, κοινωνοὺς τοὺς ἀνθρώπους ἐποίησε.

Κάθισμα

Ταχὺ προκατάλαβε

Πατέρα ἀγέννητον, τὸν δὲ Υἱὸν γεννητόν, καὶ Πνεῦμα τὸ Ἅγιον, ἐκπορευτὸν ἐκ Πατρός, φρονοῦντες κηρύττομεν, ἄναρχον Βασιλείαν, καὶ θεότητα μίαν, ἣν πὲρ δοξολογοῦντες, ὁμοφρόνως βοῶμεν, τριὰς ὁμοούσιε, σῶσον ἡμᾶς ὁ Θεός.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὸν χρόνων ἐπέκεινα, καὶ πρὸ αἰώνων Θεόν, ἐν χρόνῳ ἐκύησας, ὑπερφυῶς ἐν σαρκί, θεάνθρωπον Ἄχραντε, ὅθεν σὲ Θεοτόκον, ἀληθῶς καὶ κυρίως, πάντες ὁμολογοῦντες, ἐκτενῶς σοὶ βοῶμεν. Τῆς δόξης τῆς αἰωνίου, πάντας ἀξίωσον.

Ὠδὴ ζ'  Ἐν τῇ καμίνω

Τὰς τεταγμένας, ἐπουρανίους φύσεις καὶ νοεράς, τάξεις ὀρθοδόξως πάντες οἱ γηγενεῖς, ἐκμιμούμενοι δοξάζομεν, μίαν θεότητα, ἐν τισουργοῖς ὑποστάσεσι.

ήσεις ἁγίων, Ὑποφητῶν σὲ πάλαι συμβολικῶς, ἕνα τῶν αἰώνων πάντων δημιουργόν, προεδήλωσαν ἀνέκφραστον, Θεὸν καὶ Κύριον, θεαρχικαὶς ἐν τρισὶν ὑποστάσεσιν.

Θεοτοκίον

 κατ' οὐσίαν, ἀθεώρητος Λόγος καὶ Παντουργός, ὤφθης τοὶς ἀνθρώποις ἄνθρωπος, ἐξ ἁγνῆς θεομήτορος, τὸν ἄνθρωπον ἀνακαλούμενος, πρὸς μετουσίαν τῆς θεότητος.

Ὠδὴ η'  Χείρας ἐκπετάσας Δανιὴλ

Φῶς μοναρχικὸν καὶ τριλαμπές, οὐσία, ἄναρχε, κάλλος ἀμήχανον, ἐν τῇ καρδία μου οἴκησον, καὶ ναὸν τῆς σῆς θεότητος, φωτοειδῆ καὶ καθαρόν, δείξόν με κράζοντα. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

πὸ τῶν ποικίλων μὲ παθῶν, Τριὰς ἀμέριστε, Μονὰς ἀσύγχυτε, καὶ τῆς ζοφώσεως λύτρωσαι, τῶν πταισμάτων καὶ καταύγασον, μαρμαρυγαίς σου θεϊκαίς, ἵνα φαντάζωμαι τὴν σήνδόξαν, καὶ ἀνυμνῶ σε τῆς δόξης τὸν Κύριον.

Θεοτοκίον

Νοὺς μὲν ὁ ἀγέννητος Πατήρ, καὶ Λόγος σύμμορφος, καὶ Πνεῦμα σύνθρονον, οὐσία δύναμις ὕπαρξις, ὑπερούσιε ἀνέκφραστε, μεγαλουργὲ Τριὰς Μονάς, φρούρει τήν ποίμνην σου, ταὶς πρεσβείαις, τῆς Θεοτόκου, ὡς φύσει φιλάνθρωπος.

Ὠδὴ θ'   Ἅπας γηγενὴς

λην νὺν πρὸς σέ, κινῶ τὴν καρδίαν μου καὶ τὴν διάνοιαν, καὶ τὰς διαθέσεις δέ, ψυχῆς ἀπάσας, καὶ τὰς τοῦ σώματος, τὸν πλαστουργὸν καὶ ῥύστην μου, Μονάρχα τρίφωτε, καὶ βοῶ σοί. Σώσόν με τὸν δούλόν σου, πειρασμῶν ἐκ παντοίων καὶ θλίψεων. (Δίς)

ψωσον ἡμῶν, καὶ νοῦν καὶ διάνοιαν, πρὸς σὲ τὸν Ὕψιστον, φώτισον ταὶς λάμψεσιν, ἀχράντοις, Πάτερ, Λόγε, Παράκλητε, ὁ φῶς οἴκων ἀπρόσιτον, τῆς δόξης Ἤλιε, φωτοκράτορ, πάντοτε δοξάζειν σε, τὸν μονάρχην Θεὸν τρισυπόστατον.

Θεοτοκίον

Σῶσον τοὺς εἰς σέ, πιστεύοντας Κύριε, καὶ καταγγέλλοντας, ἄναρχον ἀϊδιον, οὐσίαν μίαν, τρία δὲ Πρόσωπα, θεαρχικὰ καὶ σύμμορφα, τῆς κυριότητος, καὶ τῆς θείας, δόξης σου ἀξίωσον, ταὶς λιταὶς τῆς ἁγνῆς Θεομήτορος.

Ἡ Ὑπακοὴ  Ἦχος δ'

Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοὶς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῶ κόσμω τὸ μέγα ἔλεος.

 

ΕΝ ΤΩ ΟΡΘΡΩ

Ἀπολυτίκιον  Ἦχος δ'

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοὶς Ἀποστόλοις καυχώμεναι ἔλεγον, Ἐσκύλευται ὁ θάνατος, ἡγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῶ κόσμω τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διάσού Θεοτόκε τοὶς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καθίσματα  Ἦχος δ'

ναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμω ἐξίσταντο λέγουσαι, Ἄρα ἐκλάπη, ὁ τῶ Ληστὴ ἀνοίξας Παράδεισον, ἄρα ἡγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν, ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοὶς ἐν ἅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.

Δόξα... Κατεπλάγη Ἰωσήφ.

κουσία σου βουλή, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῶ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον, ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἓν ἅδη ἅπαντες ἐκραύγαζον, τὴ ζωηφόρω Ἐγέρσει σου, Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας.

Καὶ νύν... Θεοτοκίον

Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν ἐν τῇ ἀσπόρω συλλήψει σου Θεοτόκε, βᾶτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρῶν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοὶς Ἱερεύσιν ἐκραύγαζε, Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.

Ταχὺ προκατάλαβε Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ἄδου Σωτήρ, συνήγειρας τὸν κόσμον σου, τὴ Ἀναστάσει τὴ σή, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔθραυσας ἓν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος, ἔδειξας Ἐλεῆμον, τὴν Ἀνάστασιν πᾶσι, διὸ σὲ καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε.

Δόξα... Κατεπλάγη Ἰωσὴφ

κ τῶν ἄνω κατελθῶν, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τὴ πέτρα προσελθῶν, ἔνθα ἡ πέτρα τῆς ζωῆς, λευχειμονῶν ἀνεκραύγαζε ταὶς κλαιούσαις, Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεί, τὸ εὐσυμπάθητον, ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται, διὸ βοᾶτε, τοὶς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος.

Καὶ νύν... Θεοτοκίον, ὅμοιον

Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνω, ἀγκάλαις ὡς βροτός, ταὶς σαίς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτω χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

Ἡ Ὑπακοὴ  Ἦχος δ'

Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοὶς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῶ κόσμω τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ

Ἀντίφωνον Α'

κ νεότητός μου πολλὰ πολεμεῖ μὲ πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

Δόξα... Καὶ νύν...

γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τὴ τριαδικὴ Μονάδι ἱεροκρυφίως.

Ἀντίφωνον Β'

κέκραξά σοὶ Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου, καμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θείά σου ὦτα.

πὶ τὸν Κύριον ἐλπίδα πᾷς τὶς κεκτημένος, ὑψηλότερος ἐστί, πάντων τῶν λυπούντων.

Δόξα... Καὶ νύν...

γίω Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Ἀντίφωνον Γ'

 καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν.

πὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τὶς στοργήν, ἐπὶ τῶ Κυρίω θερμότερον φίλτρον χρεωστοῦμεν.

Δόξα... Καὶ νύν...

γίω Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας, πάντα γὰρ ἐν τούτῳ τὰ πατρώα δόγματα, ὁ Λόγος ἐκκαλύπτει.

Προκείμενον

νάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.

Στίχ.  Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.

Κανὼν Ἀναστάσιμος.

Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ. 

Ὠδὴ α'  Ἦχος δ'

Ὁ Εἱρμὸς

Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμω ἐτροπώσατο.

ψώθης, τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος, ἐν τῷ ἀχράντω ξύλω τοῦ Σταυροῦ, τὴν ἐν ξύλῳ ἰώμενος, πανωλεθρίαν Δέσποτα, ὡς ἀγαθὸς καὶ παντοδύναμος.

ν τάφῳ, σωματικῶς, ἐν ἅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δὲ μετὰ Ληστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.

Θεοτοκίον

σπόρως, τῶ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

Κανὼν Σταυροαναστάσιμος, οὗ ἡ Ἀκροστιχίς:

"Αἶνον Ἰωάννης μελιηδέα τέταρτον ἄδει". 

Ὁ Εἱρμὸς  Ἀνοίξω τὸ στόμα μου

άσω τὸ σύντριμμα, τῆς ἀνθρωποτητος Κύριε, τῶ θείω σου αἵματι, ἀνασκευάσας αὐτήν, καὶ συνέτριψας, δυνάστην ἐν ἰσχύϊ, τὸν πάλαι συντρίψαντα, σοῦ τὸ πλαστούργημα.

Νεκρῶν ἐξανάστασις, διὰ νεκρώσεως γέγονας, ἰσχὺς γὰρ ἀφήρηται τῆς θανατώσεως, ὁμιλήσασα, ζωὴ τὴ αἰωνίω, τῶ πάντων δεσπόζοντι, σεσαρκωμένω Θεῷ.

Θεοτοκίον

ραῖος ὑπέρτερος, τῶν οὐρανίων Δυνάμεων, ὁ θείός σου γέγονεν, οἶκος ὁ ἔμψυχος, ἡ ἐν μήτρασε, βαστάσασα Παρθένος, τὸ ὄρος τὸ ἅγιον σοῦ τοῦ Θεοῦ ἡμῶν.

Κανὼν τῆς Θεοτόκου, οὗ ἡ Ἀκροστιχὶς σὺν τοὶς Εἱρμοίς:

"Τέταρτος ὕμνος τὴ πανευκλεεῖ Κόρη." 

Ὁ Εἱρμὸς  Τριστάτας κραταιούς

σείσθησαν λαοί, ἐταράχθησαν ἔθνη, βασιλεῖαι κραταιαὶ δέ, ἔκλιναν Ἁγνή, ἐκ τοῦ φόβου τοῦ τόκου σου, ἦλθε γὰρ ὁ Βασιλεύς μου, καὶ καθεῖλε τὸν τύραννον, καὶ τὸν κόσμον φθορὰς ἐλυτρώσατο.

Τὸ σκήνωμα αὐτοῦ, ὁ οἰκὼν ἐν ὑψίστοις, τοὶς βροτοὶς συγκαταβάς, ἡγίασε Χριστός, καὶ ἀσάλευτον ἔδειξε, μόνη γὰρ μετὰ τὸν τόκον, παρθενίας κειμήλιον, ἡ τόν Κτίστην τεκοῦσα διέμεινεν.

Ὠδὴ γ'

Ὁ Εἱρμὸς

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα. Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

Τὸ ξύλον τὸ τῆς ζωῆς, ἠνοητὴ καὶ ἀληθὴς ἄμπελος, ἐπὶ Σταυροῦ κρέμαται, πάσιν ἀμβροσίαν πηγάζουσα.

ς μέγας, ὡς φοβερός, ὡς τὸ τοῦ ἄδου καθελῶν φρύαγμα, καὶ ὡς Θεὸς ἄφθαρτος, νὺν σωματικῶς ἐξεγήγερται.

Θεοτοκίον

Σὺ μόνη τοὶς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας, ὅθεν σοὶ τὸ Χαῖρε, προσάγομεν.

Κανὼν Σταυροαναστάσιμος

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε

οῦ ἀναμέστους μοὶ ὁ ὄφις, ὀδόντας ἐνέπειρε Σωτήρ, οὓς Παντοκράτορ Δέσποτα, ἤλοις χειρῶν σου ἔθλασας, ὅτι οὐκ ἔστιν Ἅγιος, Ἁγίων πλήν σου φιλάνθρωπε.

ράθης φιλάνθρωπε βουλήσει, ἐν τάφῳ νεκρὸς ζωοποιός, καὶ πύλας ἀνεπέτασας, ἄδου ταὶς ἀπ' αἰώνων ψυχαίς, ὅτι οὐκ ἔστιν Ἅγιος, Ἁγίων πλήν σου φιλάνθρωπε.

Θεοτοκίον

νήροτος ἄρουρα ὠράθης, τὸν στάχυν τεκοῦσα τῆς ζωῆς, τὸν πᾶσι τοὶς μετέχουσιν, ἀθανασίας πρόξενον, τὸν ἐν Ἅγίοις Ἅγιον, ἁγίως ἀναπαυόμενον.

Τῆς Θεοτόκου

Ἀφ' ὕψους κατῆλθες

ύπτεται βροτῶν ἡ οὐσία, διὰ σοῦ ὁμιλήσασα, ἀστέκτω θείω πυρί, ὡς ἐγκρυφίας Πάναγνε Παρθένε, ἐν σοὶ ἄρτος ἐξοπτηθεῖσα, τῶ καὶ σὲ ἀλώβητον, διαφυλάξαντι.

Τὶς αὕτη ἡ ὄντως πλησίον τοῦ Θεοῦ, ὡς ὑπερβάσα ἅπαντα, τὰ τῶν Ἀγγέλων τάγματα; Ἡ μόνη ἐν τῷ κάλλει τῆς παρθενίας, οἵα Μήτηρ λάμπουσα, τοῦ Παντοκράτορος.

Ὠδὴ δ'

Ὁ Εἱρμὸς

παρθέντα σὲ ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα. Δόξα τὴ δυνάμει σου Κύριε.

νελήλυθας τὰ πάθη μου θεραπεύσων, ἐπὶ Σταυροῦ τῶ πάθει τῆς ἀχράντου σαρκός σου, ἣν ἑκὼν ἐφόρεσας, διὸ σοὶ κραυγάζομεν. Δόξα τὴ δυνάμει σου Κύριε.

ναμαρτήτου ὁ θάνατος γεγευμένος, ζωοποιοῦ τε σώματος τοῦ σοῦ ἐπαξίως, Δέσποτα νενέκρωται, ἡμεῖς δὲ βοώμέν σοί. Δόξα τὴ δυνάμει σου Κύριε.

Θεοτοκίον

πειρογάμως ἐκυησας ὧ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν, ὅθεν ἀσιγήτοις φωναίς, τὸ χαίρέ σοὶ Δέσποινα, πίστει ἀδιστάκτω κραυγάζομεν.

Κανὼν Σταυροαναστάσιμος

Τὴν ἀνεξιχνίαστον θείαν

Νενομοθετημένος ὧν Ἰσραήλ, σὲ Χριστὲ τὸν νομοθετήσαντα, Θεὸν οὐκ ἔγνω, ἀλλ' ὡς ἄνομον Σταυρῶ, παρανομῶν προσέπηξεν, ὁ νομοθεσίας ἀνάξιος.

 τεθεωμένη σου Σῶτερ ψυχή, ἄδου θησαυροὺς προνομεύσασα, τὰς ἀπ' αἰῶνος, συνανέστησε ψυχάς, τὸ ζωηφόρον σῶμα δέ, πάσιν ἀφθαρσίαν ἐπήγασε.

Θεοτοκίον

Σὲ τὴν Ἀειπάρθενον καὶ ἀληθῆ, πάντες Θεοτόκον δοξάζομεν, ἣν προετύπου, τῶ θεόπτη Μωϋσῆ, ἀκαταφλέκτως Πάναγνε, βᾶτος τῶ πυρὶ ὁμιλήσασα.

Τῆς Θεοτόκου

Ὁ καθήμενος ἐν δόξῃ

Συνανεστράφη ἀνθρώποις, ὁραθεὶς ὁ ἀόρατος, ἐν μορφῇ ὑπάρχων, τῆς ἀκαταλήπτου θεότητος, καὶ μορφωθεὶς ἐκ σοῦ Κόρη τὸ ἀλλότριον, τοὺς εἰδότας σε, σώζει ἁγνήν Θεομήτορα.

πεδέξατο ἐν ὕλῃ, ἡ Παρθένος τὸν ἄϋλον, ἐν μεθέξει ὕλης, βρέφος ἐξ αὐτῆς χρηματίσαντα, ὅθεν ἐν δύο οὐσίαις εἷς γνωρίζεται, σαρκοφόρος Θεός, καὶ βροτὸς ὑπερούσιος.

Μετὰ τόκον σὲ παρθένον, ὁ παρθένον οἰκήσας σε, καὶ τεχθεὶς ἀσπόρως, Λόγος καὶ Θεὸς διεσώσατο, καὶ ἐν τῷ τίκτειν παρθένον διεφύλαξεν, ὡς Δεσπότης καὶ Δημιουργός πάσης κτίσεως.

Ὠδὴ ε'

Ὁ Εἱρμὸς

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κοσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντας σε.

Σὺ Κύριε πρὸς γήν, συμπαθῶς κατελήλυθας, σὺ ὕψωσας τὴν πεσοῦσαν, τῶν ἀνθρώπων οὐσίαν, ἐν ξύλῳ ἀναρτώμενος.

Σὺ ἤράς μου Χριστέ, τῶν πταισμάτων τὸ ἔγκλημα, σὺ ἔλυσας τὰς ὀδύνας, τοῦ θανάτου Οἰκτίρμον, τὴ θεία Ἀναστάσει σου.

Θεοτοκίον

Σὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

Κανὼν Σταυροαναστάσιμος

Ἐξέστη τὰ σύμπαντα

δέξατο ὅλον σε, ἅδης ὁ ἄφρων στόματι, ξύλω γὰρ παγέντα σὲ ἀθρήσας, λόγχη νυγέντα, ἄπνουν τὸν ζώντα Θεόν, ψιλὸν ἑλογίσατο βροτόν, ἔγνω πειραθεὶς δὲ σοῦ, τὴν ἰσχὺν τῆς θεότητος.

Λυθέντα φιλάνθρωπε, σοῦ τὸν ναὸν τοῦ σώματος, τάφος μερισάμενος καὶ ἅδης, ἄκοντες ἄμφω δίκας εἰσπράττονται, ὁ μὲν τῶν Ἁγίων σου ψυχάς, σώματα δὲ ἕτερος, συνεκπέμπων ἀθάνατε.

Θεοτοκίον

δοὺ νὺν πεπλήρωται, ἡ τοῦ Προφήτου πρόρρησις, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοὶς ὑμνούσί σε, τὴν εἰρήνην βραβεύοντα.

Τῆς Θεοτόκου

Νὺν ἀναστήσομαι

Οἶκον τῆς δόξης σε, ὄρος Θεοῦ, ἅγιον ἁγνή, νύμφην παστάδα, ναὸν ἁγιάσματος, ὁ Υἱὸς ὁ τοῦ Θεοῦ ἐν σοὶ οἰκήσας, καὶ παράδεισον τρυφῆς, ἀϊδίου ἡμῖν εἰργάσατο.

Σάρκα ἐξ αἵματος παρθενικοῦ, εἴληφας Χριστέ, ἄσπορον ἄχραντον, καὶ ἐνυπόστατον, λογικὴν καὶ νοεράν, ἐμψυχωμένην, ἐνεργὴ θελητικήν, αὐτοδέσποτον, καὶ αὐτεξούσιον.

Τύραννον φρόνημα παρθενική, ἤσχυνε γαστήρ, βρέφος ἀσπίδων γάρ, τρώγλην ψυχόλεθρον, ἐξηρεύνησε χειρί, καὶ ἀποστάτην, ἀλαζόνα καθελῶν, τῶν πιστῶν τοὶς ποσίν ὑπέταξεν.

Ὠδὴ ς'

Ὁ Εἱρμὸς

Θύσω σοί, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοί, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῶ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

νῆλθες, ἐν Σταυρῷ δυναστείαν ζωσάμενος, καὶ συμπλακεὶς τῶ τυράννω, ὡς Θεὸς ἐξ ὕψους κατέρραξας, τὸν Ἀδὰμ δέ, ἀηττήτω, παλάμη ἀνέστησας.

νέστης, ἐξαστράπτων ὡραῖος ἐκ τάφου Χριστέ, καὶ διεσκέδασας πάντας, τοὺς ἐχθροὺς τὴ θεία σου δυναστεία, καὶ τὰ πάντα, ὡς Θεός, εὐφροσύνης ἐπλήρωσας.

Θεοτοκίον

 θαῦμα, τῶν ἁπάντων θαυμάτων καὶ νότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα, οὐκ ἐστενοχώρησεν.

Κανὼν Σταυροαναστάσιμος

Ἤλθον εἰς τὰ βάθη τῆς θαλάσσης

Διήνοιξε φάρυγγα ὁ ἅδης, καὶ καταπέπωκέ με, καὶ ψυχὴν ἐπλάτυνεν ὁ ἄφρων, ἀλλ' ὁ Χριστός, καταβὰς ἀνήγαγε, τὴν ζωήν μου ὡς φιλάνθρωπος.

άλω ὁ θάνατος θανάτω, ὁ γὰρ θανῶν ἀνέστη, ἀφθαρσίαν μοὶ δεδωρημένος, ἐμφανισθείς, Γυναιξὶ προσφθέγγεται, τὴν χαρὰν δὲ ὁ ἀθάνατος.

Θεοτοκίον

στέκτου θεότητος χωρίον, ἡ καθαρὰ νηδύς σου, ἀναδέδεικται ὧ Θεοτόκε, ἢ ἀδεῶς, οὐρανῶν τὰ Τάγματα, ἀτενίσαι οὐ δεδύνηνται.

Τῆς Θεοτόκου

ὁ αὐτὸς

Πάλαι μὲν ἡπάτησεν ὁ ὄφις, καὶ ἐθανάτωσέ με, διὰ τῆς προμήτορός μου Ἐϋας, νὺν δὲ Ἁγνή, διὰ σοῦ ὁ πλάσας με, ἐκ φθορᾶς ἀνεκαλέσατο.

βυσσὸς σὲ ἄβυσσον ἀρρήτως, τῆς εὐσπλαγχνίας Κόρη, ἐκλεκτὴν ἀνέδειξε θαυμάτων, καὶ γὰρ ἐκ σοῦ, ἀστραπὴ θεότητος, μαργαρίτης Χριστὸς ἔλαμψε.

Κοντάκιον  Ἦχος δ'

Ἐπεφάνης σήμερον

 Σωτὴρ καὶ ῥύστης μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς, καὶ πύλας ἄδου συνέτριψε, καὶ ὡς Δεσπότης ἀνέστη τριήμερος.

Ὁ Οἶκος

Τὸν ἀναοτάντα ἐκ νεκρῶν Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου, καὶ πύλας τοῦ θανάτου σήμερον συνθλάσαντα, τὴ δυνάμει τὴ αὐτοῦ, τὸν ἅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τὴ Εὔα ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς, Αὐτὸς γάρ ὡς μόνος κραταιὸς Θεός, καὶ Δεσπότης ἐνέστη τριήμερος.

Ὠδὴ ζ'

Ὁ Εἱρμὸς

ν τῇ καμίνω, Ἀβραμιαῖοι Παῖδες τὴ Περσική, πόθω εὐσεβείας μᾶλλον, ἢ τὴ φλογί, πυρπολούμενοι ἐκραύγαζον. Εὐλογημένος εἶ, ἐν τῷ Ναῶ τῆς δόξης σου Κύριε.

Πρὸς ἀφθαρσίαν, ἡ ἀνθρωπότης ἀνακέκληται, θείω λουσαμένη αἵματι τοῦ Χριστοῦ, εὐχαρίστως ἀναμέλπουσα. Εὐλογημένος εἶ, ἐν τῷ Ναῶ τῆς δόξης σου Κύριε.

ς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καὶ παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστὲ ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.

Θεοτοκίον

Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, Χαῖρε, διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοὶς κραυγάζουσιν. Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε Δέσποινα.

Κανὼν Σταυροαναστάσιμος

Οὐκ ἐλάτρευσαν τὴ κτίσει

ταπείνωσας, ἐν ξύλῳ ἀναρτώμενος, ὄμμα μετέωρον, καὶ ἐπηρμένην ὀφρύν, εἰς γὴν καταβέβληκας, σώσας τὸν ἄνθρωπον ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.

Τὴ δυνάμει σου, τὸ κέρας ἡμῶν ὕψωσον, τῶν λατρευόντων σοί, ὁ ἀναστὰς ἐκ νεκρῶν, καὶ ἄδου κενώσας πρίν, τὸν πολυάνθρωπον, πλοῦτον Δέσποτα, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Τριαδικὸν

ήσεσι, θείαις ἑπόμενοι, δοξάζομεν μίαν θεότητα, ὡς ἐν λαμπάσι τρισίν, ἀσύγχυτον ἄτμητον, αἴγλην ἀνέσπερον, τὴν φωτίζουσαν, πᾶσαν τὴν κτίσιν ψάλλουσαν, ὁ Θεὸς εὐλογητὸς εἶ.

Τῆς Θεοτόκου

Νέοι τρεῖς ἐν Βαβυλώνι

λκει μὲ πρὸς ὑμνωδίαν, πόθου τοῦ παρθενικοῦ, τὸ πὺρ τὸ ἐγκάρδιον, βοᾶν τὴ Μητρὶ καὶ Παρθένω. Εὐλογημένη Κύριος, μετὰ σοῦ τῶν Δυνάμεων.

περτέρα τῶν κτισμάτων, ὤφθης ὡς τὸν Ποιητήν, τεκοῦσα καὶ Κύριον, διὸ σοὶ βοῶ Θεοτόκε. Εὐλογημένη Κύριος, μετὰ σοῦ τῶν Δυνάμεων.

Τριαδικὸν

Κυριότητά σε μίαν, σέβων ἐν ἁγιασμοῖς, τρισὶν ἀδιαίρετον ὑμνῶ, τρισυπόστατε φύσις, Εὐλογημένη κράζων σοί, ἡ τὸ πᾶν διϊθύνουσα.

Ὠδὴ η'

Ὁ Εἱρμὸς

Χείρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Χείρας ἐκπετάσας ἐν Σταυρῷ, τὰ ἔθνη ἅπαντα ἐπισυνήγαγες, καὶ μίαν ἔδειξας Δέσποτα, Ἐκκλησίαν ἀνυμνούσάν σε, τοὶς ἐπὶ γῆς καὶ οὐρανοῦ, συμφώνως ψάλλουσιν. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Λευχείμων ὠράθη γυναιξί, τῶ ἀπροσίτω φωτὶ τῆς Ἀναστάσεως, καταστραπτόμενος Ἄγγελος. Τὶ τὸν ζώντα ἐν τῷ τάφω βοῶν, ἐπιζητεῖτε ὡς θνητόν, ὄντως ἡγέρθη Χριστός, ὧ βοῶμεν. Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον

Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε Ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς θεότητος γέγονας, ἐνδιαίτημα Πανάμωμε, μὴ φλογισθεῖσα τῶ πυρί, τοῦ ἀπροσίτου φωτός, ὅθεν πάντες σὲ εὐλογοῦμεν, Μαρία Θεόνυμφε.

Κανὼν Σταυροαναστάσιμος

Παίδας εὐαγεῖς ἐν τῇ καμίνω

Τὴν ἄδικον βλέπουσαν σφαγήν σου, ἡ κτίσις κατηφιώσα ἐπωδύρετο, γὴς ταρασσομένης γάρ, ζόφον ὡς ἱμάτιον, μελαμβαφὲς ὁ ἥλιος περιεβάλλετο, ἡμεῖς δὲ σὲ ἀπαύστως ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν Χριστὲ εἰς τοὺς αἰῶνας.

 συγκαταβὰς μοὶ μέχρις ἄδου, καὶ πάσιν ὁδοποιήσας τὴν Ἀνάστασιν, αὖθις ἀναβέβηκας, ἄρας μὲ ἐπ' ὤμων σου, καὶ τῶ Πατρὶ προσήγαγες, ὅθεν κραυγάζω σοί. Τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τριαδικὸν

Νοῦν πρῶτον καὶ αἴτιον ἁπάντων, Πατέρα μόνον ἀναίτιον δοξάζομεν, Λόγον τε τὸν ἄναρχον, Πνεῦμα τὸ Παράκλητον, ἕνα Θεὸν καὶ Κύριον, καὶ ποιητὴν τοῦ παντός, Τριάδα συμφυῆ προσκυνοῦντες, καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Θεοτόκου

Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε

κ πλευρᾶς τοῦ Ἀδὰμ πλαστουργήσας σε, ἐκ τῆς σῆς παρθενίας σεσάρκωται, ὁ τῶν ἁπάντων Κύριος, ὃν ὑμνοῦντες βοῶμεν. Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

ν σκηνῇ Ἀβραὰμ ἐθεάσατο, τὸ ἐν σοὶ Θεοτόκε μυστήριον, τὸν γὰρ Υἱόν σου ἄσαρκον, ὑπεδέξατο μέλπων. Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

σαρίθμους Τριάδος διέσωσε, τὸ τῆς σῆς παρθενίας προχάραγμα, ἐν γὰρ παρθένοις σώμασι, κατεπάτουν τὴν φλόγα, Κόρη βοῶντες. Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Ὠδὴ θ'

Ὁ Εἱρμὸς

Λίθος ἀχειρότμητος ὅρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις, διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

λον μὲ ἀνείληφας ὅλος, ἐν συναφείᾳ ἀσυγχύτω, ὅλω μοὶ διδοὺς ὁ Θεός μου, τὴν σωτηρίαν διὰ τοῦ πάθους σου, ὁ ἐν Σταυρῷ ὑπέμεινας, σωματικῶς δι' εὐσπλαγχνίαν πολλήν.

Οἱ σοὶ μαθηταὶ καθορῶντες, ἀνεωγμένον σου τὸν τάφον, καὶ τὰς θεοφόρους σινδόνας, κεκενωμένας τὴ Ἀναστάσει σου, σὺν τῶ Ἀγγέλω ἔλεγον. Ὄντως ἐγήγερται ὁ Κύριος!

Τριαδικὸν

Μονάδα μὲν θείας οὐσίας, ἀλλ' ὑποστάσεων Τριάδα, πάντες οἱ πιστοὶ προσκυνοῦμεν, ἐν ἀσυγχύτοις ταὶς ὑποστάσεσιν, ἰσοσθενὴ ὁμότιμον, ἣν εὐσεβοῦντες μεγαλύνομεν.

Κανὼν Σταυροαναστάσιμος

Ἅπας γηγενής

Δόλω τῆς Ἐδέμ, ἑρπύσας ὁ ὄφις με, εἶλεν αἰχμάλωτον, πρὸς τὴν τοῦ Κρανίου δέ, κρατίστην πέτραν τοῦτον ἠδάφισεν, ὁ Παντοκράτωρ Κύριος, καθάπερ νήπιον, τῆς τρυφῆς δέ, αὖθις μοὶ τὴν εἴσοδον, διὰ ξύλου Σταυροῦ ἀνεπέτασεν.

θου κραταιά, ἐχθροῦ ὀχυρώματα, νὺν εἰς ἐρήμωσιν, τὴ παναλκεστάτη δέ, χειρὶ τὸν πλοῦτον τούτου δι' ἥρπασας, ἐκ κενεώνων ἄδου με, συναναστήσας Χριστέ, καὶ τὸν πάλαι, ἄμετρα καυχώμενον, ὡς γελοῖον παιζόμενον ἔδειξας.

θι τοῦ πτωχοῦ, λαοῦ σου τὴν κάκωσιν, ἐπισκεψόμενος, τὴ συμπαθεστάτη δέ, καὶ κραταιά σου χειρὶ δυνάμωσον, τὸν σταυροφόρον Ἄνακτα κατὰ βλασφήμων ἐχθρῶν, ἐξελέσθαι, σοῦ τὴν περιούσιον, κληρουχίαν Χριστὲ ὡς φιλάνθρωπος.

Τῆς Θεοτόκου

Κρυπτὸν θεῖον

ρῶμεν ὡς κρίνον σε, τὴ ἁλουργίδι, βεβαμμένην Ἄχραντε, τοῦ θείου Πνεύματος, τῶν ἀκανθῶν ἐν μέσῳ ἐκλάμπουσαν, καὶ εὐωδίας πληροῦσαν, τοὺς σὲ γνησίως μεγαλύνοντας.

ευστὴν προσλαβόμενος, βροτείαν φύσιν, ἐκ τῆς σῆς Πανάμωμε, γαστρὸς ὁ ἄφθαρτος, ἐν ἑαυτῷ ἀνέδειξεν, ἄρρευστον δι' εὐσπλαγχνίαν, διὸ σὲ ὡς Θεοτόκον μεγαλύνομεν.

 πάντων δεσπόζουσα, τῶν ποιημάτων, τῶ λαῶ σου δώρησαι, τῆς νίκης τρόπαια, τὸν δυσμενῆ τεθεῖσα ὑπόσπονδον τὴ Ἐκκλησία, ἵνα σὲ ὡς Θεοτόκον μεγαλύνωμεν.

 

Αἶνοι Ἦχος δ'

 σταυρὸν ὑπομεῖνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν.

ν τῷ σταυρῶ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτω σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας, ἐν δὲ τὴ Ἐγέρσει σου, χαρὰς τὰ πάντα ἐπλήρωσας, διὸ βοώμέν σοί, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοί.

Τῶ σῶ Σταυρῶ Χριστὲ Σωτήρ, Ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥύσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τὴ ἁμαρτία, ἐκτεῖνας τὴν χείρά σου, φιλάνθρωπε Κύριε, τὴ πρεσβεία τῶν Ἁγίων σου.

Τῶν Πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τὴ θεότητι, ἀναστὰς δὲ ἐκ νεκρῶν ἀθανασίαν παρέσχες τῶ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.

Θάνατον κατεδέξω σαρκί, ἡμῖν ἀθανασίαν πραγματευσόμενος Σωτήρ, καὶ ἐν τάφῳ ὤκησας, ἵνα ἡμᾶς τοῦ ἄδου ἐλευθερώσης, συναναστήσας ἑαυτῶ, παθῶν, μὲν ὡς ἄνθρωπος, ἀλλ' ἀναστὰς ὡς Θεός. Διὰ τοῦτο βοῶμεν. Δόξα σοὶ ζωοδότα Κύριε, μόνε Φιλάνθρωπε.

Πέτραι ἐσχίσθησαν Σωτήρ, ὅτε ἐν τῷ Κρανίω ὁ Σταυρός σου ἐπάγη, ἔφριξαν ἄδου πυλωροί, ὅτε ἐν τῷ μνημείω ὡς θνητὸς κατετέθης, καὶ γάρ του θανάτου καταργήσας τὴν ἰσχύν, τοὶς τεθνεῶσι πάσιν ἀφθαρσίαν παρέσχες, τὴ Ἀναστάσει σου Σωτήρ. Ζωοδότα Κύριε δόξα σοί.

πεθύμησαν Γυναῖκες, ἰδεῖν σου τὴν Ἀνάστασιν, Χριστὲ ὁ Θεός, ἦλθε προλαβοῦσα Μαρία ἡ Μαγδαληνή, εὗρε τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, καὶ τὸν Ἄγγελον καθεζόμενον καὶ λέγοντα. Τὶ ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν, ἀνέστη ὡς Θεός, ἵνα σώσῃ τὰ σύμπαντα.

Ποῦ ἐστιν Ἰησοῦς, ὃν ἑλογίσασθε φυλάττειν; εἴπατε Ἰουδαῖοι, ποῦ ἐστιν, ὃν ἐθήκατε ἐν τῷ μνήματι, τὸν λίθον σφραγίσαντες, δότε τὸν νεκρόν, οἱ τὴν ζωήν ἀρνησάμενοι, δότε τὸν ταφέντα, ἢ πιστεύσατε τῶ ἀναστάντι, κὰν ὑμεῖς σιγήσητε τοῦ Κυρίου τὴν Ἔγερσιν, οἱ λίθοι κεκράξονται, μάλιστα ὁ ἀποκυλισθεὶς ἐκ τοῦ μνήματος. Μέγα σου τὸ ἔλεος! Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! Σωτὴρ ἡμῶν δόξα σοί.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΟΙ ΜΑΚΑΡΙΣΜΟΙ

Διὰ ξύλου ὁ Ἀδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ ξύλου δὲ Σταυροῦ, ὁ Ληστὴς Παράδεισον ὤκησεν, ὁ μὲν γὰρ γευσάμενος, ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος, ὁ δὲ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον, Μνήσθητί μου βοῶν, ἐν τῇ Βασιλεία σου.

 ὑψωθεὶς ἐν τῷ Σταυρῶ, καὶ τοῦ θανάτου λύσας τὴν δύναμιν, καὶ ἐξαλείψας ὡς Θεός, τὸ καθημῶν χειρόγραφον Κύριε, Ληστοῦ τὴν μετάνοιαν, καὶ ἡμῖν παράσχου μόνε φιλάνθρωπε, τοὶς πίστει λατρεύουσι, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ βοώσί σοί. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.

Τὸ χειρόγραφον ἡμῶν, ἐν τῷ Σταυρῶ τὴ λόγχη διέρρηξας, καὶ λογισθεὶς ἐν τοίςνεκροίς, τὸν ἐκεῖσε τύραννον ἔδησας, ῥυσάμενος ἅπαντας, ἐκ δεσμῶν τοῦ ἄδου τὴ Ἀναστάσει σου, δι' ἦς ἐφωτίσθημεν, φιλάνθρωπε Κύριε, καὶ βοώμέν σοί. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.

 σταυρωθεὶς καὶ ἀναστάς, ὡς δυνατὸς ἐκ τάφου τριήμερος, καὶ τὸν πρωτόπλαστον Ἀδάμ, ἐξαναστήσας μόνε ἀθάνατε, καμὲ εἰς μετάνοιαν, ἐπιστρέψαι Κύριε καταξίωσον, ἐξ ὅλης καρδίας μου, καὶ ἐν θερμῇ τὴ πίστει ἀεὶ κραυγάζειν σοί. Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλεία σου.

Δι' ἡμᾶς ὁ ἀπαθής, παθητὸς ἐγένετο ἄνθρωπος, καὶ ἑκουσίως ἐν Σταυρῷ, προσηλωθεὶς ἡμᾶς συνανέστησε, διὸ καὶ δοξάζομεν, σὺν τῶ σταυρῶ τὸ Πάθος καὶ τὴν Ἀνάστασιν, δι' ὧν ἀνεπλάσθημεν, δι' ὧν καὶ σωζόμεθα ἀνακράζοντες. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.

Τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ τὸ τοῦ ἄδου κράτος σκυλεύσαντα, καὶ ὁραθέντα γυναιξί, Μυροφόροις λέγοντα, Χαίρετε, πιστοὶ δυσωπήσωμεν, ἐκ φθορᾶς λυτρώσασθαι τὰς ψυχὰς ἡμῶν, κραυγάζοντες πάντοτε, Ληστοῦ τοῦ εὐγνώμονος τὴν φωνὴν πρὸς αὐτόν. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.

Δόξα...

Τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα πάντες τὸ Ἅγιον, ὁμοφρόνως οἱ πιστοί, δοξολογεῖν ἀξίως εὐξώμεθα, Μονάδα θεότητος, ἐν τρισὶν ὑπάρχουσαν ὑποστάσεσιν, ἀσύγχυτον μένουσαν, ἁπλὴν ἀδιαίρετον καὶ ἀπρόσιτον, δι' ἦς ἐκλυτρούμεθα, τοῦ πυρὸς τῆς κολάσεως.

Καὶ νύν... Θεοτοκίον

Τὴν Μητέρα σου Χριστέ, τὴν ἐν σαρκὶ ἀσπόρως τεκούσάν σε, καὶ Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον μείνασαν ἄφθορον, αὐτὴν σοὶ προσάγομεν, εἰς πρεσβείαν Δέσποτα πολυέλεε, πταισμάτων συγχώρησιν, δώρησαι πάντοτε τοὶς βοώσί σοί. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.

 

 

 

 

ΚΥΡΙΑΚΗ ΗΧΟΣ ΠΛ.Α΄

 

 

Ἀπολυτίκιον  Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῶ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεώτας, ἐν τῇ ἐνδόξω Ἀναστάσει αὐτοῦ.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

ΕΙΣ ΤΟ ΜΕΣΟΝΥΚΤΙΚΟΝ

Κανὼν Τριαδικός, οὗ ἡ Ἀκροστιχίς:

Κανὼν ὁ πέμπτος Φωτὶ τῶ τρισηλίω. 

Ὠδὴ α'  Ἦχος πλ. α'

Ὁ Εἱρμὸς  Ἵππον καὶ ἀναβάτην

Κράτος τῆς ἑνιαίας, καὶ τρισηλίου μορφῆς, ἀνυμνοῦντες βοῶμεν. Τὸν νοῦν ἡμῶν καταύγασον, Θεὲ παντοδύναμε, καὶ πρὸς τὴν σὴν Δέσποτα, μετεώρισον δόξαν ἄφραστον.

νω σὲ τῶν Ἀγγέλων, διάκοσμοι νοεροί, ἀσιγήτως ὑμνοῦσιν, ἐν τρισαγίοις ἄσμασι, μονάδα τρισάριθμον, καὶ Τριάδα σύμμορφον, ὑπερούσιον παντοδύναμον.

Νέκταρ τῆς σῆς ἀγάπης, γλυκύτατον φωτουργόν, τὴ ψυχή μου παράσχου, Τριὰς Μονὰς ἀρχίφωτε, καὶ θείαν κατάνυξιν, καθαρτικὴν Δέσποτα, πολυέλεε πάσης κτίσεως.

Θεοτοκίον

σπερ ἐπὶ τὸν πόκον, κατῆλθεν ἀψοφητί, οὐρανόθεν Παρθένε, ὁ ὑετὸς ἐν μήτρᾳ σου, ὁ θεῖος καὶ ἔσωσε, ξηρανθεῖσαν ἅπασαν, τῶν ἀνθρώπων τὴν φύσιν Ἄχραντε.

Ὠδὴ γ'  Ὁ πήξας ἐπ' οὐδενὸς

Νοήσας τὰς νοερὰς οὐσίας ὑπέστησας, ὑμνωδοὺς ἀπαύστους τῆς σῆς θεότητος, τρίφωτε Θεὲ καὶ παντουργέ, ἀλλὰ καὶ τῶν πηλίνων, καὶ γηγενῶν δέξαι τὴν δέησιν, καὶ τὴν Ἱκεσίαν ὡς εὔσπλαγχνος.

 πάσης κατὰ φύσιν τροπῆς ἀπαράδεκτος, τοὶς ἀλλοιουμένοις ἡμῖν καὶ μέλπουσι, τὴν ἀνεξιχνίαστον πηγήν, τῆς σῆς ἀγαθωσύνης, πλημμελημάτων δὸς συγχώρησιν, καὶ τὴν σωτηρίαν ὡς εὔσπλαγχνος.

Πατέρα καὶ τὸν Υἱὸν καὶ Πνεῦμα δοξάζομεν, ἐν ἀπαραλλάκτῳ μορφὴ θεότητος, σὲ τὸν ἑνικὸν καὶ τριλαμπή, Κύριον τῶν ἁπάντων, ὡς οἱ Προφῆται καὶ Ἀπόστολοι, παρὰ σοῦ σαφῶς ἐδιδάχθησαν.

Θεοτοκίον

φάνης τῶ Μωϋσῆ ἐν βάτῳ ὡς Ἄγγελος, βουλῆς τῆς μεγάλης τοῦ Παντοκράτορος, σοῦ τὴν ἐκ Παρθένου προδηλῶν, σάρκωσιν Θεοῦ Λόγε, δι' ἦς ἡμᾶς μετεστοιχείωσας, καὶ πρὸς οὐρανοὺς ἀνεβίβασας.

Κάθισμα

Τὸν συνάναρχον Λόγον

Eλεήμων ὑπάρχεις Τριὰς ἀμέριστε, ἐλεεῖς γὰρ τοὺς πάντας ὡς παντοδύναμος, καὶ πανοικτίρμων, συμπαθὴς καὶ πολυέλεος, διὸ προσφεύγομεν πρὸς σέ, οἱ ἁμαρτήμασι πολλοίς, βαρούμενοι κεκραγότες. Ἱλάσθητι τοὶς σοὶς δούλοις, καὶ ῥύσαι πάντας πάσης κολάσεως.

Δόξα... Kαὶ νύν... Θεοτοκίον

Παναγία Παρθένε ἡμᾶς ἐλέησον, τοὺς προσφεύγοντας πίστει εἰς σὲ τὴν εὔσπλαγχνον, καὶ αἰτουμένους, τὴν θερμήν σου νὺν ἀντίληψιν, δύνασαι γὰρ ὡς ἀγαθή, τούς πάντας σώζειν, ὡς οὖσα, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, ταὶς μητρικαίς σου πρεσβείαις, ἀεὶ χρωμένη θεοχαρίτωτε.

Ὠδὴ δ'  Τὴν θείαν ἐννοήσας σου

Μυεῖται τῆς μιᾶς Κυριότητος, τὸ τριφαὲς ὁ Δανιήλ, Χριστὸν κριτὴν θεασάμενος, πρὸς τὸν Πατέρα ἰόντα, καὶ Πνεῦμα τὸ προφαῖνον τὴν ὅρασιν. (Δὶς)

Πηλίνοις τοὺς ὑμνούντάς σε στόμασι, τὸν ὑπερούσιον Θεόν, τριαδικὸν ὑποστάσεσι, μοναδικόν τε τὴ φύσει, τῆς δόξης τῶν Ἀγγέλων ἀξίωσον.

Θεοτοκίον

Τὸ ὄρος δασὺ καὶ κατάσκιον, ὁ εἶδε πρὶν ὁ Ἀββακούμ, ἐξ οὗ προῆλθεν ὁ Ἅγιος, τὸν δυσθεώρητον Τόκον ἐδήλου, σὴς Παρθένε συλλήψεως.

Ὠδὴ ε'  Ὁ ἀναβαλλόμενος

 δι' ἀγαθότητα κτίσας τὸν ἄνθρωπον, καὶ κατ' εἰκόνα τὴν σὴν ποιήσας, ἐν ἐμοὶ κατοίκησον, τρίφωτε Θεέ μου, ὡς ἀγαθὸς καὶ εὔσπλαγχνος.

Σὺ μὲ καθοδήγησον Μονὰς τρισήλιε, πρὸς τρίβους θείας τῆς σωτηρίας, καὶ τῆς σῆς ἑλλάμψεως πλήρωσον, ὡς φύσει Θεὸς ἀπειροδύναμος.

Φῶς τὸ ἀδιαίρετον τῆς μιᾶς φύσεως, μεμερισμένον τοὶς χαρακτήρσι, τριλαμπὲς ἀνέσπερον, τὴν ἐμὴν καρδίαν, καταύγασον ταὶς αἴγλαις σου.

Θεοτοκίον