Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ

ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

 

Ὁ Ἱερεύς ποιῶν μετά τοῦ Εὐαγγέλιου τύπον σταυροῦ ἐκφωνεῖ :

Ελογημένη  βασιλεία τοῦ Πατρὸς κα το Υο κα το γίου Πνεύματος, νν κα ε κα ες τος αἰῶνας τν αώνων.

ΧΟΡΟΣ: μήν.

ΔΙΑΚΟΝΟΣ

ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

πέρ τῆς ἄνωθεν εἰρήνης...

πέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου...

 πέρ τοῦ ἁγίου οἴκου τούτου...

πέρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)...

πέρ τῆς πόλεως (Μονής Κώμης) ταύτης...

 πὲρ εὐκρασίας ἀέρων...

πὲρ πλεόντων, ὁδοιπορούντων...

πέρ τοῦ ῥυσθῆναι ἡμᾶς...

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς Παναγίας, ἀχράντου...

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

τι πρέπει σοι, πᾶσα δόξα...

ΧΟΡΟΣ:  μήν.  

Α΄ ΑΝΤΙΦΩΝΟΝ

Εἰ μέν ἐστι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτὴ ἢ μεθέορτα ἢ ἀπόδοσις αὐτῶν, ψάλλεται τό Α΄ Ἀντίφωνο τῆς ἑορτῆς.

Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 

Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 

Δόξα... Κα νν...

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς

ΔΙΑΚΟΝΟΣ

τι καὶ ἔτι...

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς  Παναγίας, ἀχράντου...

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ  

τι σὸν τὸ κράτος...

ΧΟΡΟΣ:  μήν.  

Β΄ ΑΝΤΙΦΩΝΟΝ

Εἰ μέν ἐστι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτὴ ἢ μεθέορτα ἢ ἀπόδοσις αὐτῶν, ψάλλεται τό Β΄ Ἀντίφωνο τῆς ἑορτῆς.

Αἴνει ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

ΕΝ ΚΥΡΙΑΚΥ

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν (ὁ ἐν Ἁγίοις θαυμαστός) ψάλλοντάς σοι, Ἀλληλούϊα.

ΕΝ ΚΑΘΗΜΕΡΙΝΗ

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός ψάλλοντάς σοι, Ἀλληλούϊα.

Μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ,

Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ,

Δόξα... Κα νν...

 Μονογενς Υἱὸς κα Λγος το  Θεο, θνατος πρχων κα καταδεξμενος δι τν μετραν σωτηραν σαρκωθναι κ τς  γας Θεοτκου κα ειπαρθνου Μαρας, τρπτως νανθρωπσας, σταυρωθες τε, Χριστ  Θες, θαντ θνατον πατσας, ες ν τς  γας Τριδος, συνδοξαζμενος τ Πατρ κα τ γίῳ Πνεματι, σσον μς.

ΔΙΑΚΟΝΟΣ

τι καὶ ἔτι...

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς  Παναγίας, ἀχράντου...

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

τι ἀγαθὸς καὶ φιλάνθρωπος...

ΧΟΡΟΣ:  μήν.  

Γ΄ ΑΝΤΙΦΩΝΟΝ

Τό Ἀπολυτίκιον τῆς ἡμέρας.

Εἰ μέν ἐστι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτὴ ἢ μεθέορτα ἢ ἀπόδοσις αὐτῶν, ψάλλεται τό Γ΄ Ἀντίφωνο τῆς ἑορτῆς.

Ψαλλομένου τοῦ τρίτου ἀντιφώνου γίνεται ἡ μικρὰ Εἴσοδος τοῦ Εὐαγγελίου. Λαβὼν ὁ Ἱερεὺς τὸ Εὐαγγέλιον, δίδωσι τῷ Διακόνῳ, καὶ οὕτως ἐξελθόντες ἀμφότεροι διὰ τοῦ βορείου μέρους, προπορευομένων αὐτῶν λαμπάδων, ποιοῦσι τὴν μικρὰν εἴσοδον, καὶ στάντες ἐν τῷ μέσῳ τοῦ ναοῦ:

ΔΙΑΚΟΝΟΣ

Σοφία· Ὀρθοί.

Ὁ χορὸς ψάλλει τὸ εἰσοδικόν.

Ἐάν δέ γίνεται συλλείτουργον, τό Εἰσοδικόν ψάλλεται ἀπό τούς Ἱερείς καί εἰσερχόμενοι εἰς τό Ἱερόν Βῆμα ψάλλουν ἐπίσης τό πρῶτον Ἀπολιτίκιον καί τό Κοντάκιον.

ΕΝ ΚΥΡΙΑΚΥ

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι· Ἀλληλούϊα.

ΕΝ ΚΑΘΗΜΕΡΙΝΗ

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι· Ἀλληλούϊα.

ΧΟΡΟΣ

Τα Ἀπολυτίκια και τὸ Κοντάκιον τῆς Ἐκκλησιαστικῆς περιόδου.

 

Ἐὰν δε τελῆται μνημόσυνον, πρὸ τοῦ ἀπολυτικίου τοῦ ναοῦ ψάλλεται ἀπὸ τοῦ Βήματος καὶ τὸ ἀπολυτίκιον τῶν κεκοιμημένων εἰς ἤχου β΄.

Μνήσθητι, Κύριε,· ὡς ἀγαθὸς τοῦ δούλου σου ( ἤ τῆς δοήλης σου ἤ τῶν δούλων σου )· καὶ ὅσα ἐν βίω ἥμαρτε ( ἤ ἥμαρτον ) συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος,· εἰ μὴ σὺ ὁ δυνάμενος· καὶ τῶ μεταστάντι ( ἤ τῆ μεταστάση ἤ τοῖς μεταστᾶσι ) δοῦναι τὴν ἀνάπαυσιν.

 

Ἀπολυτίκιον Ναοῦ Ἦχος δ'

ς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Μετά τό Κοντάκιον

Η ΓΕΝΝΗΣΙΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ 8 Σεπτεμβρίου

 

ΤΡΟΠΑΡΙΟΝ

Ἦχος δ’

 γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

 

ΚΟΝΤΑΚΙΟΝ

Ἦχος δ’  Αὐτόμελον.

ωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

 

Η ΥΨΩΣΗΣ ΤΟΥ ΣΤΑΥΡΟΥ 14 Σεπτεμβρίου

 

ΤΡΟΠΑΡΙΟΝ

Ἦχος α’

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

 

ΚΟΝΤΑΚΙΟΝ

Ἦχος δ’ Αὐτόμελον. 

  ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός. Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

 

ΤΑ ΕΙΣΟΔΙΑ  ΤΗΣ ΘΕΟΤΟΚΟΥ 21 Νοεμβρίου

 

ΤΡΟΠΑΡΙΟΝ

Ἦχος δ’

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις· Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

 

ΚΟΝΤΑΚΙΟΝ

Ἦχος δ’ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

 καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνευματι Θείῳ· ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.

 

ΠΡΟΕΟΡΤΙΩΝ ΤΗΣ ΓΕΝΕΣΕΩΣ ΤΟΥ ΧΡΙΣΤΟΥ 20 Δεκεμβρίου

 

ΤΡΟΠΑΡΙΟΝ

Ἦχος δ'  Κατεπλάγη Ἰωσὴφ.

τοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ  Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου. Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ  τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

 

ΚΟΝΤΑΚΙΟΝ

Ἦχος γ’

 Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.

 

Η ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΧΡΙΣΤΟΥ 25 Δεκεμβρίου

 

ΤΡΟΠΑΡΙΟΝ

Ἦχος δ’

 γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς  ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο· σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

 

ΚΟΝΤΑΚΙΟΝ

Ἦχος γ’ Αὐτόμελον.

 Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

 

Η ΒΑΠΤΙΣΙΣ ΤΟΥ ΧΡΙΣΤΟΥ 6 Ἰανουαρίου

 

ΤΡΟΠΑΡΙΟΝ

Ἦχος α΄

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

 

ΚΟΝΤΑΚΙΟΝ

Ἦχος δ'

πεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε·  Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.

 

ΣΥΝΑΞΙΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ 7 Ἰανουαρίου

 

ΤΡΟΠΑΡΙΟΝ

 Ἦχος δ'

Μνήμη δικαίου μετ᾽ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾄδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

 

Η ΥΠΑΠΑΝΤΗ ΤΟΥ ΚΥΡΙΟΥ 2 Φεβρουαρίου

 

ΤΡΟΠΑΡΙΟΝ

Ἦχος α'

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

 

ΚΟΝΤΑΚΙΟΝ 17 Ιανουαρίου

Ἦχος α'

 μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.

 

Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ 25 Μαρτίου

 

ΤΡΟΠΑΡΙΟΝ

Ἦχος δ’

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ' αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

 

ΚΟΝΤΑΚΙΟΝ

Ἦχος πλ. δ’

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε· Ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε νύμφη ἀνύμφευτε.

 

Η ΜΕΤΑΜΟΡΦΩΣΗΣ 6 Αὐγούστου

 

ΤΡΟΠΑΡΙΟΝ

Ἦχος βαρὺς

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

 

ΚΟΝΤΑΚΙΟΝ

Αὐτόμελον Ἦχος βαρὺς

πὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.

 

Η ΚΟΙΜΗΣΗΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ 15 Αὐγούστου

 

ΤΡΟΠΑΡΙΟΝ

Ἦχος α'

ν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

ΚΟΝΤΑΚΙΟΝ

Αὐτόμελον Ἦχος πλ. β'

Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν· ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

 

Η ΑΝΑΣΤΑΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ

 

ΤΡΟΠΑΡΙΟΝ

Ἦχος πλ. α'

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

 

ΚΟΝΤΑΚΙΟΝ

Ἦχος πλ. δ'

Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ Ἄδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοὶς σοὶς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοὶς πεσοῦσι παρέχων ἀνάστασιν.

 

Η ΑΝΑΛΗΨΗΣ

 

ΤΡΟΠΑΡΙΟΝ

Ἦχος δ'

νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.

 

ΚΟΝΤΑΚΙΟΝ

Αὐτόμελον Ἦχος πλ. β'

Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστε ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε· Ἐγώ εἰμι μεθ' ὑμῶν, καὶ οὐδεὶς καθ' ὑμῶν.

 

Η ΠΕΝΤΗΚΟΣΤΗ

 

ΤΡΟΠΑΡΙΟΝ

Ἦχος πλ. δ'

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

 

ΚΟΝΤΑΚΙΟΝ

Ἦχος πλ. δ'

τε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.

 

 

 

ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΙΕΡΕΥΣ

τι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν...

ΔΙΑΚΟΝΟΣ: Καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

γιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.   

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.

γιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

ΔΙΑΚΟΝΟΣ: Δύναμις.

ΧΟΡΟΣ: γιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

Καί ὅταν συμπληρωθεῖ τό Τρισάγιον ὓμνον ὁ Διάκονος ἔρχεται ἔμπροθεν τῆς Ὡραίας Πύλης καί ὅταν ὁ Ἀναγνώστης ἐκφωνήσει τό Προκείμενον, λέγει ὁ Διάκονος:

Πρόσχωμεν.

Καί ὅταν ὁ Ἀναγνώστης ἐκφωνήσει τόν Στίχον, λέγει ὁ  Διάκονος:

Σοφία.

Καί ὅταν ἐκφωνήσει τήν ἐπιγραφήν τῆς  Ἀποστολικῆς περικοπῆς, λέγει ὁ Διάκονος:

Πρόσχωμεν.

Πληρωθέντος δέ τοῦ Αποστόλου, ὁ Ιερεύς, λέγει:

Εἰρήνη σοι.

ΧΟΡΟΣ:  λληλούϊα. (γ΄) Μετά τῶν στίχων.

Ψαλλομένων τῶν Ἀλληλουαρίων και τῶν στίχων, ὁ Διάκονος θυμιᾷ κατά τόν συνήθη τρόπον.

ΙΕΡΕΥΣ

Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

ΔΙΑΚΟΝΟΣ: κ τοῦ κατὰ (δεῖνα) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

ΙΕΡΕΥΣ Πρόσχωμεν.

ΧΟΡΟΣ Δόξα Σοι, Κύριε, δόξα Σοι.

Καὶ ἀναγινώσκει ὁ Διάκονος τὴν τεταγμένην περικοπὴν τοῦ ἁγίου Εὐαγγελίου.  

Μετὰ τὴν ἀνάγνωσιν, ὁ Ἱερεὺς λέγει:

Εἰρήνη σοι ῷ εὐαγγελιζομένῳ).

ΧΟΡΟΣ Δόξα Σοι, Κύριε, δόξα Σοι.

ΔΙΑΚΟΝΟΣ:

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς...

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄) [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

Κύριε, Παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν...

λέησον ἡμᾶς, ὁ Θεός...

τι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν...

τι δεόμεθα ὑπὲρ τοῦ Πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης...

τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης...

τι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων...

τι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων...

ΙΕΡΕΥΣ

τι ἐλεήμων καὶ φιλάνθρωπος...

ΧΟΡΟΣ: μήν.

ΔΙΑΚΟΝΟΣ

Εὔξασθε οἱ Κατηχούμενοι τῷ Κυρίῳ.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

Οἱ πιστοί, ὑπὲρ τῶν Κατηχουμένων δεηθῶμεν.

να ὁ Κύριος...

Κατηχήσῃ αὺτοὺς...

ποκαλύψῃ αὐτοῖς...

νώσῃ αὐτοὺς τῇ ἁγίᾳ...

Σῶσον, ἐλέησον, ἀντιλαβοῦ...

Οἱ κατηχούμενοι τὰς κεφαλὰς...

ΙΕΡΕΥΣ

να καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι...

ΧΟΡΟΣ: μήν.

ΔΙΑΚΟΝΟΣ

σοι Κατηχούμενοι, προέλθετε...

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΔΙΑΚΟΝΟΣ

ντιλαβοῦ, σῶσον, ἐλέησον...

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΔΙΑΚΟΝΟΣ

Σοφία.

ΙΕΡΕΥΣ

Α΄ ΕΥΧΗΝ ΤΩΝ ΠΙΣΤΩΝ

Εὐχαριστοῦμέν Σοι, Κύριε, ὁ Θεὸς τῶν Δυνάμεων...

τι πρέπει Σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

ΔΙΑΚΟΝΟΣ:

τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΔΙΑΚΟΝΟΣ

ντιλαβοῦ, σῶσον, ἐλέησον...

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΔΙΑΚΟΝΟΣ

Σοφία.

ΙΕΡΕΥΣ

Β΄ ΕΥΧΗΝ ΤΩΝ ΠΙΣΤΩΝ

Πάλιν καὶ πολλάκις Σοὶ προσπίπτομεν...

πως, ὑπὸ τοῦ κράτους Σου πάντοτε φυλαττόμενοι...

ΧΟΡΟΣ: μήν.

Καὶ ψάλλει τὸν Χερουβικὸν ὕμνον ἀργῶς καὶ μετὰ μέλους, εἰς τὸν κύριον ἦχον τῆς ἡμέρας:

Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν νῦν βιοτικὴν ἀποθώμεθα μέριμναν.

ς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι, ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα.

Ὅταν δὲ ὁ Χορός εἴπῃ τὸ «Ὡς τὸν Βασιλέα...» ὁ Διάκονος μετὰ τοῦ Ἱερέως ἐξέρχονται ἐκ τῆς βορείας πύλης προπορευομένων θυμιατηρίου, λαμπάδων καὶ εξαπτερύγων  καὶ διέρχονται τὸ ἀριστερὸν κλῖτος καὶ τὸ μέσον τοῦ Ναοῦ ποιοῦντες τὴν Μεγάλην Εἴσοδον, τοῦ Διακόνου ἐκφωνοῦντος μεγαλοφώνως:

Πάντων ὑμῶν, μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ· πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

ΔΙΑΚΟΝΟΣ

Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

πὲρ τῶν προτεθέντων τιμίων Δώρων...

πὲρ τοῦ ἁγίου οἴκου τούτου...

πὲρ τοῦ ῥυσθῆναι ἡμᾶς...

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τὴν ἡμέραν πᾶσαν, τελείαν...

ΧΟΡΟΣ: Παράσχου Κύριε. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

γγελον εἰρήνης, πιστὸν ὁδηγόν...

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν...

Τὰ καλὰ καὶ συμφέροντα...

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν...

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν...

Της παναγίας, ἀχράντου...

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ...

ΧΟΡΟΣ:  μήν.  

ΙΕΡΕΥΣ

Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ

Καὶ τῷ πνεύματί σου.

ΔΙΑΚΟΝΟΣ

γαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.

ΧΟΡΟΣ

Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.

ΔΙΑΚΟΝΟΣ

Τὰς θύρας, τὰς θύρας.  Ἐν σοφίᾳ πρόσχωμεν.

ΧΟΡΟΣ

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.

Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο.

Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.

Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.

Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

ΔΙΑΚΟΝΟΣ

Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου...

ΧΟΡΟΣ

λεον εἰρήνης, θυσίαν αἰνέσεως.

 ΙΕΡΕΥΣ

 χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ...

ΧΟΡΟΣ

Καὶ μετὰ τοῦ πνεύματός σου.

ΙΕΡΕΥΣ

νω σχῶμεν τὰς καρδίας.

ΧΟΡΟΣ

χομεν πρὸς τὸν Κύριον.

ΙΕΡΕΥΣ

Εὐχαριστήσωμεν τῷ Κυρίῳ.

ΧΟΡΟΣ

ξιον καὶ δίκαιον.

 

 

Ἐκφώνως:

Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα καὶ λέγοντα·

ΧΟΡΟΣ

γιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ὁ ἐν τοῖς ὑψίστοις.

 

 

ΙΕΡΕΥΣ

Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα...

ΧΟΡΟΣ:  μήν.  

 

 

Καί αὖθις δεικνύων τό ἅγιον Ποτήριον ὁ Ἱερεύς λέγει ἐκφώνως:

Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ αἷμά μου...

ΧΟΡΟΣ:  μήν.  

 

 

Ἐκφώνως:

Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα.

ΧΟΡΟΣ

Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.

ΙΕΡΕΥΣ

ξαιρέτως τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

ΧΟΡΟΣ

ξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Εἰ δέ ἐστι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτὴ ἢ ἀπόδοσις αὐτῆς, ψάλλεται ὁ Εἱρμὸς τῆς θ΄ ᾠδῆς τοῦ Κανόνος τῆς ἑορτῆς.

ΙΕΡΕΥΣ

ν πρώτοις μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν...

Μεγαλυνάρια Αγίων

ΜΗΝ ΣΕΠΤΕΜΒΡΙΟΣ

ΑΡΧΗ

1. Ἀρχὴ τῆς Ἰνδίκτου, ἤτοι τοῦ Νέου Ἔτους, τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ Στυλίτου.

Τῆς Ἰνδίκτου

Ἄναρχε τρσήλιε Βασιλεῦ, ὁ καιρῶν καὶ χρόνων, τὰς ἑλίξεις περισκοπῶν, εὐλόγησον τὸν κύκλον, τῆς νέας περιόδου, τὰς ἀγαθάς σου δόσεις πᾶσι δωρούμενος.

Τοῦ Ὁσίου

Στῦλος ἐναρέτου ὤφθης ζωῆς, ἐν στύλῳ βιώσας, ὑπὲρ ἄνθρωπον Συμεών· ἔνθεν ἀμοιβῶν σου, τὰς ὑπὲρ νοῦν ἐλλάμψεις, ἐκθάμβως ἐξαστράπτεις εἰς κόσμον ἅπαντα.

2. Τοῦ Ἁγίου Μάρτυρος Μάμαντος

Τέθηλας ἐκ ῥίζης θεοφιλοῦς, καὶ τῆς ἀληθείας ἐγεώργησας τοὺς καρπούς·σὺ διὰ πυρὸς γάρ, καὶ ὕδατος διῆλθες, ἐκλάμπων ἐν τοῖς ἄθλοις, Μάμα τοῖς θαύμασι.

4. Ἑρμιόνης μάρτυρος

Χαίροις Ἑρμιόνη ἡ ἰατρός, Μάρτυς και Προφῆτις, Μυροβλύτις τε· ὁ γὰρ σός, τάφος ἰατρεῖον καὶ κρήνη μύρων ὤφθη, ἐξ οὗ Μυρόπη μύρα, πιστοῖς διένειμε.

6. Ἡ ἀνάμνησις τοῦ γεγονότος θαύματος ἐν Κολασσαῖς, ἤτοι ἐν Χώναις, παρὰ τοῦ Ἀρχαγγέλου Μιχαήλ.

Κρήνην ἰαμάτων ἀνελλιπῆ, τὸν σὸν θεῖον Οἶκον, ἀναδείξας ἐν Κολοσσαῖς, ψυχῶν σωτηρίαν, καὶ τῶν σωμάτων ῥῶσιν, ἐν τούτῳ ἀπεργάζῃ, Μιχαὴλ ἔνδοξε.

7. Προεόρτια Γενεθλίου τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τοῦ Ἁγίου Μάρτυρος Σῴζοντος.

Προεόρτιον

Ἐκ λαγόνων ἤδη στειρωτικῶν, τὴν καρποφορίαν, γεωργοῦσα τῶν άγαθῶν, ἡ Ἁγνὴ Παρθένος, προέρχεται τῷ κόσμῳ, λαοὶ μετ’εὐφροσύνης προεορτάσατε.

Τοῦ Ἁγίου

Σῴζων τοῦ Σωτῆρος ὁ ἀριστεύς, ὁ τὰς παρατάξεις διολέσας τῶν δυσμενῶν. σῷζε τοὺς σοὺς δούλους, τῆς τούτων ἐπηρείας, Χριστὸν καθικετεύων σωθῆναι ἅπαντας.

8. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

Σήμερον γεννᾶται περιφανῶς, ἐξ ἐπαγγελίας, ἡ θεόνυμφος Μαριάμ, ἡ προορισθεῖσα τῷ Λόγῳ πρὸ αἰώνων· ὑμνήσωμεν οὖν πάντες ταύτης τὴν γέννησιν.

13. Μνήμη τῶν Ἐγκαινίων τοῦ ναοῦ τῆς ἁγίας τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν Ἀναστάσεως. Προεόρτια τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, Κορνηλίου ἱερομάρτυρος τοῦ Ἑκατοντάρχου.

Τῶν Ἐγκαινίων

Αἵμασί σου Λόγε ζωοποιῷ, ἁγιαζομένη, Ἐκκλησία σου ἡ σεπτή, Οἶκόν σοι καινίζει, τῇ σῇ ἐπισκιάσει, εἰς δόξαν τῆς σῆς θείας μεγαλειότητος.

Προεόρτιον

Ὕδατι νιψώμεθα ἀρετῶν, καρδίας καὶ χείλη, καὶ τὰ πρόσωπα ἀδελφοί, ἵνα τοῦ Σωτῆρος, Σταυρόν τὸν ζωηφόρον, ὅλως κεκαθαρμένοι ὑποδεξώμεθα.

Τοῦ Ἁγίου

Πέτρου ταῖς ἀκτῖσι καταυγασθείς, ὁμότροπος ὤφθης, Ἀποστόλων καὶ μιμιτής· τὸν τῆς ἀληθείας, διέσπειρας γὰρ λόγον, Κορνήλιε θεόφρον ἀξιοθαύμαστε.

14. Ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ.

Σήμερον ἡ κτίσις πᾶσα Σωτήρ, πόθῳ ἀνυψοῦσα, τὸν πανάγιόν σου Σταυρόν, τὴν φωνήν σοι αἴρει, καὶ πίστει ἐκβοᾷ σοι· Δώρησαι τῷ λαῷ σου, Λόγε τὴν χάριν σου.

16. Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας.

Εὔφημόν σοι αἶνον καὶ ἱερόν, πανεύφημε μάρτυς, ἀναμέλπομεν εὐπρεπῶς· σὺ γὰρ Εὐφημία, ἐμπρέψασα εὐφήμως, τῷ Λόγῳ ἐδοξάσθης ὡς καλλιπάρθενος.

17. Σοφίας μάρτυρος και τῶν θυγατέρων αὐτῆς , Πίστεως, Ἐλπίδος καὶ Ἀγάπης.

Μήτηρ ἐπὶ τέκνοις δαυιτικῶς, ὤφθης τερπομένη, ὦ Σοφία παενευκλεής· σὺ γὰρ τῇ Τριάδι, τὰς τρεῖς σου θυγατέρας, ὥσπερ γυνὴ ἀνδρεία ἄθλοις προσήγαγες

20. Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὐσταθίου, καὶ Θεοπίστης, συμβίου αὐτοῦ, καὶ τῶν δύο υἱῶν αὐτῶν, Ἀγαπίου καὶ Θεοπίστου.

Οὐρανόθεν μάκαρ καταυγασθείς, στήλη τῆς ἀνδρείας, άνεδείχθης ἐν πειρασμοῖς, καὶ πανοικεσίᾳ,, Εὐστάθιε ἀθλήσας, τῆς ἄνω βασιλείας ἀξίως ἔτυχες.

23. Ἡ Σύλληψις τοῦ τιμίου ἐνδόξου Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου.

Στεῖρα καὶ πρεσβῦτις θείᾳ βουλῇ, καρπὸν συλλαμβάνει, τὸν ὑπέρτερον Προφητῶν, τὸν τὴν ἀκαρπίαν, ψυχῶν μέλλοντα τέμνειν, ἀξίνῃ μετανοίας· ὃν μεγαλύνομεν.

23 Τῆς Ἁγίας Πολυξένης και Ξανθίππης

Χαίροις αὐταδέλφων ἡ ξυνωρίς, γυναικῶν ὁσίων, ἀποστόλων μαθητριῶν, χαίροις Πολυξένη, καὶ πάνσεμνε Ξανθίππη, αἱ νουνεχῶς τὸν βίον ἐκδαπανήσασαι.

24. Ἀνάμνησις τοῦ ἐν Κυθήροις θαύματος τῆς Ὑπεραγίας Θεοτόκου «Μυρτιδιωτίσσης», καὶ μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Ἰσαποστόλου Θέκλης.

Τῆς Θεοτόκου

Ὤφθης τῶν Κυθήρων καταφυγή, ἐξαιρέτῳ τρόπῳ, ἀναβλύζουσα ἐν αὐτοῖς, ἐκ τῆς σῆς Εἰκόνος, προνοίας σου τὰ ῥεῖθρα, ὦ Κεχαριτωμένη· διὸ ὑμνοῦμέν σε.

Τῆς Ἁγίας

Παύλου λαμπρυνθεῖσα ταῖς ἀστραπαῖς, ὅλη καλὴ ὤφθης, ὅλη ἄμωμος τῷ Χριστῷ, Θέκλα Πρωτομάρτυς, ὑπερφυέσιν ἄθλοις,ὧν φαίδρυνον τῇ δόξῃ τοὺς σὲ γεραίροντας.

26. Ἡ Μετάστασις τοῦ Ἁγίου, ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου.

Ὡς ἠγαπημένος τοῦ Ἰησοῦ, τῆς θεολογίας, ἐμυήθης τὸν θησαυρόν· ὅθεν Ἰωάννη, Ἀπόστολον θεόπτην, καὶ μύστην τῶν ἀρρήτων σὲ μεγαλύνομεν.

ΜΗΝ ΟΚΤΩΒΡΙΟΣ

ΑΡΧΗ

3. Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου τοῦ Ἀρεοπαγίτου.

Τῶν ὑπερκοσμίων θεωριῶν, γεγονὼς ἐπόπτης καὶ ἐκφάντωρ θεοειδής, θεαρχικωτάτων, ἐλλάμψεων τὸ κάλλος, πανσόφως διαγράφεις, ὦ Διονύσιε.

6. Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Θωμᾶ.

Τῇ χειρὶ ἁψάμενος τῆς πλευρᾶς, τοῦ βλύσαντος κόσμῳ, ἀθανάτου ζωῆς κρουνούς, ἐξ αὐτῆς ἐδέξω, δογμάτων θεῖα ῥεῖθρα, δι’ ὧν ψυχὰς ἀρδεύεις, Θωμᾶ Ἀπόστολε.

9. Μνήμη του Ἁγίου Ἀποστόλου Ἰακώβου τοῦ Ἀλφαίου.

Μύστης καὶ Ἀπόστολος πεφηνώς, τοῦ δι’ εὐσπλαγχνίαν, κενωθέντος μέχρι σαρκός, ἔφανας ἀδύτως, Ἰάκωβε θεόπτα, σωτήριον τὸ τούτου πᾶσι τοῖς ἔθνεσι.

Κυριακῇ, τῶν τῆς Οἰκουμενικῆς Ἑβδόμης Συνόδου Τριακοσίων πεντήκοντα ἁγίων Πατέρων

Ἐπὶ τὸ πρωτότυπον ἡ τιμή, τῶν σεπτῶν Εἰκόνων, διαβαίνει ὡς ἀληθῶς, ὥσπερ οἱ Πατέρες, Συνόδου τῆς ἑβδόμης, ἐτράνωσαν πανσόφως· οὓς μεγαλύνομεν.

12. Συμεὼν τοῦ Νέου Θεολόγου

Χαίροις θεοδόξαστε Συμεών, νέε Θεολόγε, Ἐκκλησίας τῆς τοῦ Χριστοῦ· χαῖρε οὐρανίων, ἐπόπτα μυστηρίων, φωτὸς τοῦ τρισηλίου, λύχνε πολύφωτε.

13. Τῆς Ἁγίας Νεομάρτυρος Χρυσῆς

Τὴν παρθενομάρτυρα τοῦ Χριστοῦ, τὴν κεχρυσωμένην, σώματί τε καὶ τῇ ψυχῇ, Χρυσῆν τὴν ἁγίαν, ὑμνήσωμεν βοῶντες· Χαῖρε νύμφη Κυρίου, καὶ Μάρτυς ἔνδοξε.

18. Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ.

Μακαρίζομέν σου τῆν δεξιάν, Λουκᾶ θεηγόρε, δι’ἧς ἔχομεν οἱ πιστοί, τὰς τοῦ Θεοῦ Λόγου, διττὰς ἁγίας πλάκας, καὶ τὴν σεπτὴν Εἰκόνα τῆς Θεομήτορος.

20. Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρτεμίου, τῆς Ὁσίας Ματρώνης τῆς Χιοπολίτιδος καὶ τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Γερασίμου τοῦ ἐν Κεφαλληνίᾳ.

Τοῦ Μεγαλομάρτυρος

Δόξαν ὑπατείας ὑπεριδών, τὸ ὕπατον κλέος, ἐπορίσω τῶν ἀρετῶν, ὡς ἀνδραγαθήσας, Ἀρτέμιε ἐνδόξως· διὸ παντοίας βλάβης ρῦσαι τοὺς δούλους σου.

Τοῦ Ὁσίου

Τῆς ὁμολογίας Χριστιανῶν, ἔθεντό σε στῦλον, ἀδιάσειστον ὁ Θεός, τὸ σεπτόν σου σκῆνος, Γεράσιμε δοὺς πᾶσι, τοῖς ἐναντίοις λίθον δεινοῦ προσκόμματος.

Τῆς Ὁσίας

Ἔβλυσας ἱδρῶτας ἀσκητικούς, ἐν τῇ Χίῳ Μῆτερ, ὡς καλλίκρουνός τις πηγή, ἐξ ὧν ἀπαντλοῦντες, Ματρῶνα μακαρία, παθῶν τῶν ψυχοφθόρων ἐκκαθαιρόμεθα.

23. Τοῦ Ἁγίου Ἱερομάρτυρος καὶ Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου.

Κλήσει ἀδελφόθεος πεφηνώς, Ἰάκωβε μάκαρ, τῶν ἀρρήτων μυσταγωγός, ἐν Σιών ἐδείχθης, καὶ πάθει σου τιμίῳ, τὸ ζωηφόρον πάθος Χριστοῦ ἐδόξασας.

26. Τοῦ Ἁγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου.

Τὸν μέγαν ὁπλίτην καὶ ἀθλητήν, τὸν στεφανηφόρον καὶ ἐν Μάρτυσι θαυμαστόν, τὸν λόγχῃ τρωθέντα, πλευράν ὡς ὁ Δεσπότης, Δημήτριον τὸν θεῖον ὕμνοις τιμήσωμεν.

27. Τοῦ Ἁγίου Νέστορος

Εὐχαῖς Δημητρίου ὀχυρωθείς, βρέμοντι Λυαίῳ, τῇ μανίᾳ τε καὶ ὀφρεῖ, συμπλακεὶς γενναίως, ἐναπέκτεινας τοῦτον, καὶ ἤθλησας νομίμως Νέστορ πανεύφημε.

28. Τῆς ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ Ἀειπαρθένου Μαρίας

Σκέπης σου τρυγῶντες τὰς δωρεάς, καὶ τὰς καθ’ ἑκάστην θεονύμφευτε παροχάς, ὑμνοῦμεν Παρθένε, τὴν σὴν μεγαλωσύνην, τὴν πρὸς ἡμᾶς σου πρόνοιαν μεγαλύνοντες.

Ἕτερον

Σκέπη Ὀρθοδόξων Χριστιανῶν, ὑπάρχεις Παρθένε, πάντας σκέπουσα τοὺς πιστούς· διὸ τῇ σῇ Σκέπῃ, ὁ σὸς λαὸς προστρέχει, καὶ πίστει μεγαλύνει τὴν προστασίαν σου.

30 Τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Κλεόπα

Μύστης τοῦ Σωτῆρος ἀναδειχθείς, διέπρεψας κόσμῳ, ὡς Ἀπόστολος εὐκλεής, Κλεόπα τρισμάκαρ, καὶ νῦν σὺν Ἀποστόλοις, τὰ ἔπαθλα κομίζῃ, τῶν παλαισμάτων σου.

ΜΗΝ ΝΟΕΜΒΡΙΟΣ

ΑΡΧΗ

1. Τῶν Ἁγίων Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, Δαβὶδ ὁσίου τοῦ ἐν Εὐβοίᾳ.

Ἁγίων

Οἷά περ θεράποντες ἰατροί, ψυχῶν καὶ σωμάτων, ἀσθενείας ὀδυνηράς, ἰάσασθε τάχος, ἀρρήτῳ ἐπισκέψει, ἡμῶν θαυματοβρῦται, σοφοί Ἀνάργυροι.

Ὁσίου

Χαίροις τῆς Μονῆς σου θερμὸς φρουρός, καὶ Λίμνης προστάτης, τῆς τιμώσης σε εὐλαβῶς· χαίροις τῶν ἐν νόσοις, καὶ θλίψεσιν καὶ πόνοις, ὁ μέγας ἀντιλήπτωρ, Δαβὶδ Πατὴρ ἡμῶν.

3. Τῶν Ἁγίων Μαρτύρων, Ἀκεψιμᾶ, Ἰωσήφ, καὶ Ἀειθαλᾶ, καὶ τῶν ἐγκαινίων τοῦ ναοῦ τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου, τοῦ ἐν Λύδδῃ, ἤτοι τῆς καταθέσεως τοῦ τιμίου σώματος αὐτοῦ, Γεωργίου νεομάρτυρος του Νεαπολίτου.

Τῶν μαρτύρων

Χαίροις ἀθλοφόρων τριὰς σεπτή, Ἀκεψιμᾶ πάτερ, Ἰωσὴφ καὶ Ἀειθαλᾶ, οἱ καταβαλόντες, πυρσολατρῶν τὴν πλάνην, καὶ μαρτυρίου δόξαν καρποφορήσαντες.

Τοῦ Ἁγ. Γεωργίου

Πλῆρες εὐωδίας ἁγιασμοῦ, δίκην μυροθήκης, ἐκ λαγόνων ὤφθη τῆς γῆς, τὸ σεπτόν σου σκῆνος, Γεώργιε παμμάκαρ, ἀρωματίζον κόσμῳ, θαυμάτων χάριτας.

Του Νεομάρτυρος

Χαίροις ἱερέων ἡ καλλονή· χαίροις τῶν Ὁσίων, καὶ μαρτύρων ὁ κοινωνός, χαίροις ὁ θεόθεν, φανεὶς δεδοξασμένος, Γεώργιε παμμάκαρ τοῖς σὲ γεραίρουσι.

8. Ἡ σύναξις τῶν Ἀρχιστρατήγων Μιχαὴλ καὶ Γαβριήλ, καὶ τῶν λοιπῶν Ἀσωμάτων Δυνάμεων.

Πρόκριτοι Δυνάμεων νοερῶν, Μιχαὴλ πρωτάρχα, καὶ λαμπρόμορφε Γαβριήλ, σὺν ταῖς οὐρανίαις, αἰτεῖτε στρατηγίαις, ἡμῖν καταπεμφθῆναι τὸ μέγα ἔλεος.

9. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου Μητροπολίτου Πενταπόλεως τοῦ ἐν Αἰγίνῃ.

Χάριτι θαυμάτων παρὰ Χριστοῦ, λαμπρῶς ἐδοξάσθης, μετὰ τέλος σου τὸ σεπτόν· ὅθεν τῶν λειψάνων, ἡ θήκη σου πηγάζει, ἰάματα ποικίλα, πάτερ τοῖς πάσχουσι.

11. Τῶν Ἁγίων Μαρτύρων Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου

Ὕμνοις φιλομάρτυρες ἱεροῖς, Μηνᾶν τὸν γενναῖον, καὶ τὸν Βίκτωρα τὸν στερρόν, σὺν τῷ Βικεντίῳ καὶ Στεφανίδι ἅμα, τοὺς ἀριστεῖς τοῦ λόγου ἐγκωμιάσωμεν.

Τοῦ Ἁγίου Μηνᾶ.

Φύλαξ καὶ θερμότατος ἀρωγός, πέλων Ἀθλοφόρε τῶν καλούντων σε ἐν παντί, πλήρου τὰς αἰτήσεις, Μηνᾶ θαυματοβρῦτα, τῶν πόθῳ ἐκζητούντων τὴν σὴν ἀντίληψιν.

12. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Ἐλεήμονος, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νείλου.

Τοῦ Ἱεράρχου

Ἐλεημοσύνης ὁ ποταμός,ὁ τῆς εὐσπλαγχνίας, διανέμων ἐπιρροάς, καὶ καταπιαίνων, ἀπόρων τὰς καρδίας, ὁ μέγας Ἰωάννης ὑμνολογείσθω μοι.

Τοῦ Ὁσίου

Τῆς φιλοσοφίας τὸν θησαυρόν, ἐκ τῆς πανολβίου, θησαυρίσας διαγωγῆς, λόγους ψυχοτρόφους, πλουτίζεις πάτερ Νεῖλε, ψυχὰς Θεὸν πεινώσας καθάπερ γέγραπται.

13. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου.

Χαίροις ὁ χρυσόρρειθρος ποταμός, ὁ τὴν οἰκουμένην καταρδεύων νᾶμα χρυσοῦν· χαίροις ὁ τὴν γλῶτταν, χρυσοῦς καὶ τὴν καρδίαν, Χρυσόστομε τρισμάκαρ, Πατριαρχῶν ἡ κρηπίς.

14. Τοῦ Ἁγίου καὶ πανευφήμου Ἀποστολου Φιλίππου, Κωνσταντίνου νεομάρτυρος

Τοῦ Ἀποστόλου

Φίλος καὶ Ἀπόστολος εὐκλεής, τοῦ μέχρι καὶ δούλου, κενωθέντος ἀναδειχθείς,Φίλιππε θεόπτα, ἐκήηρυξας ἐν κόσμῳ, τὴν τούτου ὑπὲρ λόγον ἄρρητον κένωσιν.

Τοῦ Μάρτυρος

Χαίροις τῶν Μαρτύρων ὁ μιμητής, μάρτυς Κωνσταντῖνε καὶ ἰσότιμος ἀληθῶς· σὺ γὰρ ἐν ὑστέροις, καιροῖς ἀνδραγαθήσας, λαμπρῶς ἐμεγαλύνθης άπείροις χάρισι.

16. Τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου.

Σύσκηνος τῷ λόγῳ διατελῶν, θείων μυστηρίων, ἐμυήθης τὰς ἀστραπάς· ἔνθεν θεογράφως, Ἀπόστολε Ματθαῖε, ζωῆς διετυπώσω τὸ Εὐαγγέλιον.

20. Προεόρτια τῶν Εἰσοδίων τῆς Θεοτόκου

Ἔργων έναρέτων τὰς ἀστραπάς, ἀνάψωμεν πάντες, ὡς λαμπάδας παρθενικάς, καὶ τῇ Θεοτόκῳ, ἐν τῷ ναῷ Κυρίου, λαμπρῶς προσερχομένη προϋπαντήσωμεν

21. Ἡ ἐν τῷ Ναῷ Εἴσοδος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

Ἔνδον τῶν ἀδύτων ἐν τῷ ναῷ, ἡ τῷ Θείῳ Λόγῳ, ἐκλεχθεῖσα πρὸ γενεῶν, ἀφιερωθεῖσα, τὴν οἴκησιν ποιεῖται, ἡ Πάναγνος Παρθένος ἣν μεγαλύνομεν.

25. Τῆς Ἁγίας Μεγαλομάρτυρος Αἰκατερίνης, καὶ τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου.

Τῆς Ἁγίας

Νύμφη τοῦ Σωτῆρος πανευκλεής, αἴγλῃ παρθενίας,καὶ σοφίας τῇ καλλονῇ, καὶ μαρτύρων ἄθλοις, λαμπρῶς πεποικιλμένη,Αἰκατερίνα ὤφθης ὡς καλλιπάρθενος.

Τοῦ Ἁγίου

Ὤφθης νεανίας πανευπρεπής, οἷα στρατιώτης τοῦ Δεσπότου περιφανής· φύσεως γὰρ ὥρᾳ. τὴν ἄθλησιν ἀνθήσας, Μερκούριε θεόφρον, Χριστῷ δεδόξασαι.

26. Νίκωνος τοῦ «Μετανοεῖτε» καὶ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος.

Τοῦ Ὁσίου Νίκωνος

Νίκην περιφέρων κατὰ παθῶν, τὴν εὔκλειαν ταύτης, διαγράφεις Νίκων σοφέ, τοῖς πᾶσι κηρύττων, τὴν τοῦ Προδρόμου ῥῆσιν· Μετανοείτε ἤγγικεν ἡ ἀπόδοσις.

Τοῦ ὁσίου Στυλιανοῦ

Στήλη θεοχάρακτος καὶ σεπτή, ἀρετῶν ποικίλων, ὁ σὸς βίος πέλει ἡμῖν, Στυλιανὲ πάτερ, θεοπρεπῶς ῥυθμίζων, ἡμῶν τὰς διανοίας τῶν εὐφημούντων σε.

Ἕτερον

Στήλη ἐναρέτου ὤφθης ζωῆς, Στυλιανὲ Πάτερ, τῇ ὀσίᾳ σου βιοτῇ· ἔνθεν τῶν νηπίων, προστάτης ἀνεδείχθης καὶ θεῖος ἀντιλήπτωρ τῶν εὐφημούντων σε.

30. Τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου.

Πρῶτος προσπελάσας τῷ Ἰησοῦ, πρωτόκλητος ὤφθης, καὶ ἀκρότης τῶν Μαθητῶν, Ἀνδρέα θεόπτα, ἐντεῦθεν διανύεις, παθῶν τὰς ἀναβάσεις τῆς Ἀναστάσεως.

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ

ΑΡΧΗ

4. Τῆς Ἁγίας Μεγαλομάρτυρος Βαρβάρας, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Δαμασκηνοῦ καὶ Σεραφεὶμ ἐπισκόπου Φαναρίου, τοῦ νέου ἱερομάρτυρος.

Τῆς Ἁγίας

Πατέρα λιποῦσα τὸν δυσσεβῆ, θυγάτηρ ἐδείχθης Βασιλέως τῶν Οὐρανῶν, ὑπὲρ οὗ προθύμως, ἀθλήσασα Βαρβάρα, λυτροῦσαι πάσης νόσου τοὺς προσιόντας σοι.

Τοῦ Ὁσίου

Ὑψηλῶν δογμάτων ἑρμηνευτά, ἱερῶν ᾀσμάτων, θεορρῆμον ὑφηγητά, Χαίροις Ἰωάννη, ὁ πάντας διεγείρων, τοῖς μελιχροῖς σου ὕμνοις, πρὸς θείαν αἴνεσιν.

Τοῦ Ἱερομάρτυρος

Χρίσματι ἁγίῳ τελειωθείς, θερμῶς αναδέχει, τὸ μαρτύριον τῆς ζωῆς· σὺ γὰρ ἐπῃσχύνθης, τὸν εὐαγῆ ἀγῶνα, ὦ Σεραφεὶμ· διό σε, Χριστὸς ἐδόξασε.

5. Τοῦ Ὀσiου καὶ θεοφόρου Πατρὸς ἡμῶν Σάββα τοῦ Ἡγιασμένου

Ὤφθης ὑποτύπωσις καὶ κανών, θεοφόρε Σάββα, ὡς τοῦ Πνεύματος θησαυρός, Ὁσίων Πατέρων, ῥυθμίζων καὶ ἰθύνων, πρὸς κλῆρον ἀφθαρσίας τοὺς πειθομένους σοι.

6. Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικολάου, Ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας, τοῦ θαυματουργοῦ.

Ὀρφανῶν προστάτην σε καὶ χηρῶν, πεινώντων τροφέα, πενομένων τε πλουτιστήν, αἰχμαλώτων ρύστην , πλεόντων τε σωτῆρα, κεκτήμεθα παμμάκαρ, Σοφὲ Νικόλαε.

7. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀμβροσίου, Ἐπισκόπου Μεδιολάνων.

Χαίροις ἱερέων ἡ καλλονή, καὶ τῆς Ἐκκλησίας, στῦλος ὄντως ὁ θεαυγής· χαίροις Ὀρθοδόξων, δογμάτων μυστολέκτα, Ἀμβρόσιε τρισμάκαρ, Τριάδος πρόμαχε.

Ἕτερον

Χαίροις Ἐκκλησίας λαμπρὸς φωστήρ, χαίροις τῆς σοφίας, ἡ κιθάρα ἡ ἐμμελής· χαίροις ὑποφῆτα, δογμάτων ὀρθοδόξων, Ἀμβρόσιε παμμάκαρ, Πατέρων καύχημα.

9. Ἡ σύλληψις τῆς Ἁγίας Ἄννης, τῆς Μητρὸς τῆς Θεοτόκου.

Σήμερον ἡ Ἄννα ἡ εὐκλεής, φύσεως τοῖς νόμοις, συλλαμβάνει θείᾳ βουλῇ, τὴν τὸν Θεὸν Λόγον, ὑπερφυῶς τεκοῦσαν· τὴν σύλληψιν οὖν ταύτης φαιδρῶς αἰνέσωμεν.

Κυριακῇ τῶν ἁγίων Προπατόρων

Χαίρετε Προπάτορες του Χριστοῦ,ἐξ ὑμῶν γὰρ ῥάβδος, ἀνεβλάστησεν εὐθαλής, ἥτις ἐξανθῆσαι, τὸ ζωηφόρον ἄνθος,ἐν Βηθλεὲμ τῇ πόλει ἤδη ἐπείγεται.

12. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σπυρίδωνος, ἐπισκόπου Τριμυθοῦντος τοῦ θαυματουργοῦ.

Χαίροις τῶν θαυμάτων ὁ ποταμός· χαίροις ἀσθενούντων, καὶ πασχόντων ὁ ἰατρός· χαίροις τῶν λογίων, τοῦ Πνεύματος ὁ σπόρος, Σπυρίδων Τριμυθοῦντος, ποιμὴν τρισόλβιε.

15. Τοῦ ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου.

Τῆς ἐλευθερίας τῆς ἐν Χριστῷ, τοῖς δεδουλωμένοις, χρηματίσας μυσταγωγός, κληρονόμος ὤφθης, Σιὼν τῆς ἐλευθέρας, ἀθλήσας Ἐλευθέριε ὡς ἀσώματος.

17. Τοῦ Ἁγίου Προφήτου Δανιήλ, καὶ τῶν Ἁγίων τριῶν Παίδων, Ἀνανίου, Ἀζαρίου, Μισαήλ, καὶ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Διονυσίου τοῦ νέου, Ἀρχιεπισκόπου Αἰγίνης τοῦ θαυματουργοῦ, τοῦ ἐκ τῆς νήσου Ζακύνθου.

Τοῦ Προφήτου

Τόκον τῆς Παρθένου προκατιδών, Δανιὴλ προφῆτα, ὡς τῆς χάριτος ὀφθαλμός, πίστει τῶν λεόντων, ἐνέφραξας τὸ στὀμα· ἔνθεν τὴν ἀρετήν σου πάντες ᾐδέσθησαν.

Τῶν Τριῶν Παίδων

Θάλαμον οἱ Παῖδες πνευματικόν, δρόσῳ τῆς Τριάδος, ἀπειργάσαντο ἐμφανῶς, τὸν ἑπταπλασίως, κάμινον ἐκκαφθεῖσαν· ἐν ᾖ χωροβατοῦντες Θεὸν δοξάζουσι.

Τοῦ Ἱεράρχου

Χαίροις τῆς Ζακύνθου γόνος λαμπρός, πρόεδρος Αἰγίνης καὶ Στροφάδων μέγας φρουρός· χαίροις Ἐκκλησίας, νέος φωστήρ τρισμάκαρ, Ἀρχιερέων δόξα, ὦ Διονύσιε.

18. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μοδέστου, Ἀρχιεπισκόπου Ἱεροσολύμων τοῦ θαυματουργοῦ.

Χαίροις Ἐκκλησίας ἄστρον λαμπρόν, καὶ Σιὼν τῆς θείας, ὁ κοσμήτωρ ὁ ἱερός· χαίροις ἱεράρχα, Μόδεστε θεοφόρε, ἡμῶν πρὸς τὸν Δεσπότην, πρέσβυς θερμότατος.

Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως

Νόμος καὶ Δικαίων πᾶσα πληθύς, ἅμα Πατριάρχαι καὶ Προφῆται σὺν Γυναιξί,ταῖς Θεοτιμήτοις, προβλέποντες σκιρτῶσιν, ἐν Βηθλεὲμ τῇ πόλει Χριστὸν τικτόμενον.

20. Προεόρτια Χριστουγέννων, τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἰγνατίου τοῦ Θεοφόρου

Προεόρτιον

Σώματα ἁγνίσωμεν καὶ ψυχάς, καὶ μετὰ λαμπάδων, ὑπαντήσωμεν φαεινῶν, τῷ ἐν τῷ Σπηλαίῳ, τεχθῆναι ἐρχομένῳ, Αὐτῷ ἀναβοῶντες· Κύριε δόξα σοι.

Τοῦ Ἁγίου

Ὕδωρ τὸ ἁλλόμενον εἰς ζωήν, Ἰγνάτιε Πάτερ,θησαυρίσας ἐν τῇ ψυχῇ, ἔσπευσας τεθνάναι, ὑπὸ θηρῶν ἀγρίων, διὸ τὴν μακαρίαν ζωὴν ἐτρύγησας.

25. Ἡ κατὰ Σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ιησοῦ Χριστοῦ.

Δόξα ἐν ὑψίστοις πάσα πνοή, ἐν χαρᾷ βοάτῳ, τῷ τεχθέντι ἐν Βηθλεέμ· ἐπὶ γῆς γὰρ ὤφθη, δωρούμενος εἰρήνην· τὴν τούτου προσκυνήσωμεν θείαν Γέννησιν.

26. Ἡ Σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

Θρόνος ἐπηρμένος πέλεις Ἁγνή, φέρουσα ὡς βρέφος, τὸν τὰ πάντα ἐν τῇ δρακί, φέροντα ὡς Κτίστην· ὑμνοῦμέν σου παρθένε, τὴν ὄντως ὑπὲρ λόγον μεγαλειότητα.

Κυριακὴ μετὰ τὴν Χριστοῦ Γέννησιν

Μνήστωρ τῆς Παρθένου ὁ Ἰωσήφ, καὶ φύλαξ ἐδείχθη, Θεοπάτωρ δὲ ὁ Δαβίδ, Ἰάκωβος ὁ ὁμαίμων, τοῦ Λόγου ὠνομάσθη· διὸ καὶ τῇ γεννήσει τούτου συγχαίρουσι.

27. Τοῦ Ἁγίου Πρωτομάρτυρος, καὶ Ἀρχιδιακόνου Στεφάνου.

Πρῶτος Διακόνων ἀναδειχθείς, πρῶτος τοῦ Δεσπότου, ἐχρημάτισας μιμητής· ὅθεν Ἀθλοφόρων, πρωτεύων Πρωτομάρτυς, τύπος αύτοῖς ἐγένου, πρώταθλε Στέφανε.

ΜΗΝ ΙΑΝΟΥΑΡΙΟΣ

ΑΡΧΗ

1. Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ καί μνήμη τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Βασιλείου τοῦ Μεγάλου, Ἀρχιεπισκόπου Καισαρείας τῆς Καππαδοκίας

Τῆς Ἑορτῆς

Σάρκα ὀκταήμερος ὡς βροτός, ὁ τῶν ὅλων Κτίστης, περιτέμνεται νομικῶς, τὴν ἐξ ἀκρασίας, ἡμῶν κακίαν τέμνων· Αὐτοῦ τὴν ἀγαθότητα μεγαλύνωμεν.

Τοῦ Ἱεράρχου

Τὸν οὐρανοφάντορα τοῦ Χριστοῦ, μύστην τοῦ Δεσπότου, τὸν φωστῆρα τὸν φαεινόν, τὸν ἐκ Καισαρείας, καὶ Καππαδόκων χώρας, Βασίλειον τὸν μέγαν πάντες τιμήσωμεν.

6. ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

Ἄφεσιν πηγάζων τοῖς ἐξ Ἀδάμ, ὁ τῆς ἀφθαρσίας. ἀνεξάντλητος ποταμός, ἐν τῷ Ἰορδάνῃ, βαπτίζεται θελήσει· άντλήσωμεν οὖν πάντες ὕδωρ σωτήριον.

7. Τοῦ τιμίου ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ ᾿Ιωάννου

Χειρί σου βαπτίσας, ὦ Βαπτιστά, τὸν διὰ θαλάσσης, ἀγαγόντα τὸν Ἰσραήλ, Προφητῶν ἁπάντων, ὑπέρτερος ἐδείχθης· διὸ ἀνευφημοῦμεν τὴν θείαν χάριν σου.

8. Παρθένας παρθενομάρτυρος τῆς Ἐδεσσαίας

Χαίροις Ἐδεσσαίων ἡ καλλονή, Παρθένα θεόφρον, νύμφη ἄφθορε τοῦ Χριστοῦ· Χαίροις Ὀρθοδόξων, Ἑλλήνων θυμηδία, σεμνὴ παρθενομάρτυς ἀξιοθαύμαστε.

11. Τοῦ Ὁσίου πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου

Δόσιν θεοδώρητον εἰληφώς, δόσεσιν ὁσίοις, τὰς χορείας τῶν μοναστῶν, ἱερῶς ῥυθμίσας, δοτοὺς Θεῷ προσῆξας τοὺς σοὶ ἐφεπομένους. ὦ Θεοδόσιε.

17. Τοῦ Ὁσίου Πατρός ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου, Γεωργίου νεομάρτυρος

Τοῦ Ὁσίου

Χαίροις τῶν Ὁσίων ὁ ἀρχηγός, καὶ τῆς ἰσαγγέλου πολιτείας καθηγητής· χαίροις τῆς ἐρήμου, στυλοειδὴς νεφέλη, Ἀντώνιε παμμάκαρ, Πατέρων καύχημα.

Τοῦ Μάρτυρος

Χαίροις τῆς Ἠπείρου θεῖος πυρσός, καὶ Ἰωαννίνων πολιοῦχος καὶ ἀρωγός, χαίροις ὁ πηγάζων, ἰάσεων τὰ ῥεῖθρα, Γεώργιε τρισμάκαρ, τοῖς σοὶ προστρέχουσι.

18. Τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Ἀθανασίου καί Κυρίλλου, Πατριαρχῶν Ἀλεξανδρείας.

Ἄνθραξ Ἀθανάσιος νοητός, ὤφθη καταφλέγων, τὴν Ἀρείου ὕλην σαθράν· κῦρος δὲ δογμάτων, ὁ Κύριλλος παρέχει ἐλέγχων Νεστορίου τὴν ἀθεότητα.

20. Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

Ἐξ ἀκάρπου μήτρας ἀποτεχθείς, κατάκαρπος ὤφθης τοῖς τοῦ Πνεύματος ἀγαθοῖς, δι΄ὧν ἀγαθύνεις, Πατέρων τὰς χορείας, Εὐθύμιε παμμάκαρ, ἀσκήσας ἄριστα.

22. Ἀναστασίου τοῦ Πέρσου

Τὸν Ὁσιομάρτυρα τοῦ Χριστοῦ, τὸν ἐκ τῆς Περσίδος, ἀπαστράψαντα μυστικῶς, ἀρετῶν ἀσκήσει, καὶ ἄθλοις μαρτυρίου, τὸν θεῖον Ἀναστάσιον μακαρίσωμεν.

24. Ξένης ὁσίας

Θάλαμον λιποῦσα τὸν νυμφικόν, ξενοτρόπως Μῆτερ, ἠκολούθησας τῷ Χριστῷ, ᾧ καὶ νυμφευθεῖσα, τῇ ξένῃ βιοτῇ σου, ὦ Ξένη πανολβία, ἡμῶν μνημόνευε.

25. Τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Γρηγορίου τοῦ Θεολόγου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Χαίροις ὁ οὐράνιος θεῖος νοῦς, στόμα τὸ πυρίπνουν, ὁ τῆς χάριτος ὀφθαλμός, σάλπιγξ εὐσεβείας, πηγὴ θεολογίας, ὑπερκοσμίων μύστης , σοφὲ Γρηγόριε.

27. Ἀνακομιδή τοῦ ἱεροῦ λειψάνου τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου

Ἧκεν ἐκ Κομάνων λαμπροφανῶς, τὸ σεπτόν σου σκῆνος, ὡς ἑστία ἁγιασμοῦ, τέρπον καὶ πλουτίζον, χαρίτων χρυσουργίᾳ, τὴν Ἐκκλησίαν πᾶσαν, πάτερ Χρυσόστομε.

30. Τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Μεγάλων Ἱεραρχῶν καί Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου

Ρήτορες σοφίας θεοειδεῖς, στῦλοι Ἐκκλησίας, οὐρανίων μυσταγωγοί, Βασίλειε πάτερ, Γρηγόριε θεόφρον, καὶ θεῖε Ἰωάννη, κόσμῳ ἐδείχθητε.

ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ

ΑΡΧΗ

Προεόρτιον Ὑπαπαντῆς, Τοῦ Ἁγίου Μάρτυρος Τρύφωνος.

Προεόρτιον

Χαίρει ὁ πρεσβύτατος Συμεών, ἐγγίζοντα βλέπων, τὸν Δεσπότην ἐν τῷ Ναῷ· ὅθεν ἐπισπεύδει, αὐτὸν ὑποδεχθῆναι, προεορτίως ᾄδων ὕμνον ἐπάξιον.

Τοῦ Μάρτυρος

Ἴχνεσιν ἑπόμενος ἀκλινῶς, Τρύφων ἀθληφόρε, τοῦ γνωσθέντος ἐπὶ τῆς γῆς, τῶν αὐτοῦ χαρίτων, δοχεῖον ἀνεδείχθης, καὶ ἱεροῖς ἀγῶσι, Μάρτυς διέπρεψας.

Ἡ Ὑπαπαντὴ τοῦ Κυρίου ἡμῶν Ἰ. Χριστοῦ

Σήμερον ἡ πάναγνος Μαριάμ, τῷ ναῷ προσάγει, ὥσπερ βρέφος τὸν Ποιητήν, Ὃν ἐν ταῖς ἀγκάλαις, ὁ Πρέσβυς δεδεγμένος, Θεὸν αὐτὸν κηρύττει κἂν σάρκα εἴληφε.

Τοῦ Ἁγίου καί Δικαίου Συμεών τοῦ Θεοδόχου, καί Ἄννης τῆς Προφήτιδος.

Δίκαοι ἐν νόμῳ καὶ εὐλαβεῖς, Συμεὼν ὁ πρέσβυς, καὶ ἡ Ἄννα ἡ Φανουήλ, ὤφθησαν Κυρίῳ, τῷ σεσωματωμένῳ, καὶ ὕμνησαν τὴν τούτου ἄρρητον κένωσιν.

7. Λουκᾶ ὁσίου τοῦ ἐν τῷ Στειρίῳ

Χαίροις ἡσυχίας λύχνος λαμπρός, καὶ τῆς πομανσίας, ὁ ἀκοίμητος ὀφθαλμός· χαίροις μοναζόντων, ὑπογραμμὸς καὶ τύπος, Λουκᾶ θαυματοφόρε, Ἑλλάδος καύχημα.

10. Τοῦ Ἁγίου Ἱερομάρτυρος Χαραλάμπους τοῦ Θαυματουργοῦ.

Τὸν ἐν ἀθλοφόροις ἱερουργόν, καὶ ἐν ἱερεῦσιν ἱερώτατον ἀθλητήν, τὸν θαυμάτων ῥεῖθρα, πηγάζοντα ἐν κόσμῳ, τὸν μέγαν Χαραλάμπην ὕμνοις τιμήσωμεν.

11. Τοῦ Ἁγίου Ἱερομάρτυρος Βλασίου, Ἀρχιεπισκόπου Σεβαστείας, Θεοδώρας τῆς Αὐγούστης

Τοῦ ἱερομάρτυρος

Λόγον ἀληθείας γεηπονῶν, τῆς δικαοσύνης, ἀνεβλάστησας τοὺς καρπούς, ὧν ἡ Ἐκκλησία, ὁσῶραι γευομένη, Βλάσιε ἱεράρχα, τιμᾷ τοὺς ἄθλους σου.

Τῆς ἁγίας

Χαίροις Θεοδώρα πανευκλεής· χαίροις εὐσεβείας, ἀνακήρυξις ἀληθής· χαίροις παρρησίαν, ἐν Θεῷ κεκτημένη, Αὐγούστα καὶ ὁσία, ἀειμακάριστε.

19. Φιλοθέης ὁσιομάρτυρος τῆς Ἀθηναίας

Χαίροις τεθλιμμένων ἡ ἀρωγή, τῶν κινδυνευόντων προστασία καὶ ἀρωγός· χαίροις νεανίδων, τερπνὴ παραμυθία, ὦ Μῆτερ Φιλοθέη, Ὁσίων σύμμορφε.

23. Πολυκάρπου, Ἐπισκόπου Σμύρνης.

Φοίνιξ ἀνεδείχθης καρποτελής, ὡς καρποφορίαν, περιφέρων θεουργικήν, τὴν τῶν Ἀποστόλων, ἀμέσως κοινωνίαν, δι΄ἧς ἐκτρέφεις κόσμον, πάτερ Πολύκαρπε.

24. Τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου.

Ὥσπερ μυροθήκη πνευματική, ἐκ γῆς ἀνεφάνη, σοῦ ἡ πάντιμος κεφαλή, βαπτιστὰ Κυρίου, καὶ κόσμου κατευφραίνει, τῆς ἡδυπνόου δόξης ταῖς διαδόσεσι.

26. Φωτεινῆς μεγαλομάρτυρος καὶ ἰσαποστόλου (καὶ τῇ Κυριακῇ τῆς Σαμαρείτιδος)

Χαίροις ἰσαπόστολε Φωτεινή, ἡ ζωῆς τὸ ὕδωρ, δεξαμένη παρὰ Χριστοῦ· χαίροις ἡ ἐν Ῥώμῃ, ἀθλήσασα ἀνδρείως, σὺν πᾶσι τοῖς οἰκείοις Χριστὸν δοξάσασα.

ΜΗΝ ΜΑΡΤΙΟΣ

ΑΡΧΗ

2. Νικολάου Πλανᾶ ἐκ τῆς νήσου Νάξου.

Χαίροις ὁ τῆς Νάξου θεῖος βλαστός, καὶ τῶν ἱερέων ὁ ἐν πᾶσιν ὐπογραμμός, ἐλεημοσύναις, νηστείαις, ἀγρυπνίαις καὶ προσευχαῖς σχολάζων, πάτερ Νικόλαε.

9. Τῶν Ἁγίων Τεσσαράκοντα Μαρτύρων τῶν ἐν Σεβαστείᾳ μαρτυρησάντων

Τὸ τετραδεκάριθμον καὶ λαμπρόν, σύνταγμα τοῦ λόγου, εὐφημήσωμεν ἐν ᾠδαῖς· κρύει καὶ πυρὶ γὰρ, στερρῶς δοκιμασθέντες, ἐστέφθησαν ἀξίως οἱ Τεσσαράκοντα.

16. Χριστοδούλου ὁσίου τοῦ ἐν Πάτμῳ

Χαίροις Βιθυνίας γόνος λαμπρός, καὶ τῆς νήσου Πάτμου, ἀντιλήπτωρ καὶ ἀρωγός· χαίροις ἀφθαρσίας, εὐῶδες καλλιστεῖον, Χριστόδουλε θεόφρον, Χριστοῦ συμμέτοχε.

17. Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀλεξίου, ἀνθρώπου τοῦ Θεοῦ.

Ἐπιθυμιῶν τῶν πνευματικῶν, ἀνὴρ χρηματίσας, ἐξενώθης τῶν γεηρῶν, καὶ σεμνῶς βιώσας, Θεοῦ ἄνθρωπος ὤφθης, καὶ κλήσει τε καὶ πράξει, μάκαρ Ἀλέξιε.

25. Ὁ Εὐαγγελισμὸς τῆς ὑπεραγίας δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

Νῦν εὐαγγελίζεται Γαβριήλ, τὸ χαῖρε κραυγάζων, μετὰ δέους τῇ Μαριάμ. Ὢ τοῦ ξένου τρόπου! ἐν μήτρᾳ γὰρ ἀχράντῳ, συνείληπται ὁ Πλάστης σῴζων ὃν ἔπλασε.

30. Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ συγγραφέως τῆς «Κλίμακος». (καὶ τῇ Δ΄ Κυριακῇ τῶν Νηστειῶν)

Τὴν οὺρανοδρόμον, ἣν Ἰακώβ, κλίμακα προεἶδεν, ἐτεχνήσω πνευματικῶς, πάτερ Ἰωάννη, συνθήκῃ τῶν σῶν λόγων· δι΄ἧς πρὸς ἀφθαρσίας βαίνομεν μέθεξιν.

ΜΗΝ ΑΠΡΙΛΙΟΣ

ΑΡΧΗ

1. Τῆς Ὁσίας Μητρὸς ἡμῶν Μαρίας τῆς Αἰγυπτίας. (καὶ τῇ Ε΄Κυριακῇ τῶν Νηστειῶν)

Γύμνωσιν ἐνέγκασα καρτερῶς, αἰσχύνῃ ἐνδύεις, τὸν γυμνώσαντά σε Χριστοῦ· ὅθεν ἀφθαρσίας, στολαῖς κατηγλαΐσθης, Μαρία πανοσία, Αἰγύπτου βλάστημα.

10. Γρηγορίου Ε΄Πατριάρχου Κωνσταντινουπόλεως

Τῆς Πελοποννήσου θεῖος βλαστὸς, καὶ τῆς Ὀρθοδόξου Ἐκκλήσιας ὁ θησαυρὸς, καὶ τοῦ Πανελληνίου, τὸ καύχημα τὸ μέγα, Πατριαρχῶν τὸ κλέος, νέε Γρηγόριε.

15. Λεωνίδου ἐπισκόπου Ἀθηνῶν ἱερομάρτυρος

Χαίροις τῆς Ἑλλάδος θεῖος βλαστός, ἱερομαρτύρων, Λεωνίδα ἡ καλλονή, χαίροις Ἀθηναίων, ὁ θεῖος ποιμενάρχης, καὶ πρὸς Χριστὸν μεσίτης, πάτερ θερμότατος.

23. Τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου

Μέγας ἐν ἀθλήσει ἀναδειχθείς, ὡς τροπαιοφόρος, καὶ ἐν θαύμασιν εὐκλεής, μέγας ἀντιλήπτωρ, τῆς Ἐκκλησίας ὤφθης, Γεώργιε παμμάκαρ, Μαρτύρων καύχημα.

25. Τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου.

Πέτρῳ τῷ θεόπτῃ μαθητευθείς, τῶν ὑπερκοσμίων, ἐχρημάτισας μυητής· ὅθεν τοῦ Σωτῆρος, ἡμῖν εὐηγγελίσω, ὦ Μᾶρκε θεηγόρε, τὴν συγκατάβασιν.

29. Ἰάσονος καὶ Σωσιπάτρου τῶν Ἀποστόλων

Χαίροις Ἀποστόλων ἡ ξυνωρίς, τῆς σεπτῆς Τριάδος, δημηγόροι καὶ ὑπουργοί, σὺν τῷ Σωσιπάτρῳ, Ἰᾶσον θεοφόρε· ὑμεῖς γὰρ ἀληθείας ὤφθητε στόματα.

ΜΗΝ ΜΑΪΟΣ

ΑΡΧΗ

2. Τῆς ἀνακομιδῆς τοῦ ἱεροῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου, Πατριάρχου Ἀλεξανδρείας.

Τῆς Ὀρθοδοξίας σάλπιγξ χρυσῆ, ὤφθης Ἱεράρχα, ὁμοούσιον τῷ Πατρί, τὸν Υἱὸν κηρύττων, καὶ Πνεύματι Ἁγίῳ· διό σε Ἀθανάσιε μεγαλύνομεν.

3. Τιμοθέου καὶ Μαύρας, τῶν μαρτύρων, Πέτρου ἐπισκόπου Ἄργους

Τῶν μαρτύρων

Χαίροις συζυγία ἰσοκλεής, Τιμόθεε μάκαρ, σὺν τῇ Μαύρᾳ τῇ φωταυγεῖ· σύμφρονες γὰρ ὄντες, ἐν βίῳ καὶ ἐν ἄθλοις, καὶ τῶν βραβείων ἅμα κατηξιώθητε.

Τοῦ Ἱεράρχου

Χαίροις Βυζαντίου θεῖος βλαστός, καὶ τῆς Ἀργολίδος, ποιμενάρχης καὶ ἀρωγός· χαίροις Ἐκκλησίας, πνευματοφόρος πέτρα, τῆς χάριτος τὸ ὕδωρ, Πέτρε πηγάζουσα.

5. Εἰρήνης μεγαλομάρτυρος, Εὐθυμίου Μαδύτου, τοῦ θαυματουργοῦ.

Τῆς μάρτυρος

Τῇ εἰρηνωνύμῳ κλήσει σεμνή, κατακολουθοῦσα, εὐηγγέλισαι μυστικῶς, ἄθλοις σου θαυμάτων, ψυχαῖς πολεμουμέναις, σωτήριον εἰρήνην, Εἰρήνη ἔνδοξε.

Τοῦ ἱεράρχου

Χαίροις τῆς Μαδύτου λαμπρὸς βλαστός, θεῖος ποιμενάρχης, καὶ θερμότατος ἀρωγός, χαίροις Ἐκκλησίας, ἀστὴρ ὁ φωτοφόρος, Εὐθύμιε παμμάκαρ, πατέρων σύσκηνε.

6. Σεραφεὶμ ὁσίου τοῦ ἐν τῷ Δομπῷ

Χαίροις Βοιωτίας θεῖος βλαστός, καὶ τῶν μοναζόντων γνώμων ἔμπρακτος ἀληθῶς· χαίροις τῆς Ἑλλάδος, ἀγλάϊσμα καὶ κλέος, Ὁσίων ἡ προσθήκη, Σεραφεὶμ Ὅσιε.

8. Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ, ἐπιστηθίου φίλου, ἠγαπημένου καὶ παρθένου, Ἰωάννου τοῦ Θεολόγου·

Πέτρα ὡς ἡ πάλαι τῷ Ἰσραήλ, ὤφθη θεολόγε ὁ σὸς τάφος ὁ εὐαγής· βρύει γὰρ τῷ κόσμῳ, ὡς μάννα ψυχοτρόφον, τρυφῆς ἐπουρανίου κόνιν θεόσδοτον.

9. Τοῦ Ἁγίου Προφήτου Ἠσαΐου, Χριστοφόρου μάρτυρος

Τοῦ προφήτου

Ἄνθρακι τὰ χείλη σου καθαρθείς, τῆς ὑπερκοσμίου, θεωρίας θεουργικῶς, ὤφθης Ἡσαΐα, Προφήτης θεηγόρος, καὶ τοῦ Χριστοῦ προλέγεις σαφῶς τὴν σάρκωσιν.

Τοῦ μάρτυρος

Μάρτυς ἀκατάπληκτος καὶ στερρός, πέλων τῇ ἰδέᾳ, Χριστοφόρε καὶ τῷ νοΐ, τῶν ἀντικειμένων, κατέπληξας τὰ στίφη, ἀθλήσας ὑπὲρ φύσιν πόθῳ τοῦ Κτίστου σου.

12. Ἐπιφανίου ἐπισκόπου Κύπρου καὶ Γερμανοῦ Πατριάρχου Κωνσταντινουπόλεως

Φῶς ὁ Ἐπιφάνιος νοητόν, λάμψας ἐν τοῖς λόγοις, καταυγάζει τοὺς εὐσεβεῖς· γέρας δ΄ἀληθείας, ὁ Γερμανὸς παρέχει, τῇ Ἐκκλησίᾳ πάσῃ οὓς μεγαλύνομεν.

13. Γλυκερίας παρθενομάρτυρος

Μύρον πολυσύνθετον τῷ Χριστῷ, ἐξ ἁγνείας πόνων, καὶ αἱμάτων τοῖς σταλαγμοῖς, προσενεγκαμένη, θεόφρον Γλυκερία, ἐν μύροις θεοβρύτοις λαμπρῶς δεδόξασαι.

14. Ἰσιδώρου μάρτυρος τοῦ ἐν Χίῳ

Ξίφει ἐκτμηθείς σου τὴν κεφαλήν, ἔτεμες τῆς πλάνης, Ἀθλοφόρε τὰς μηχανάς, καὶ Χριστῷ ἡνώθης, τῇ κεφαλῇ τῶν ὅλων, ὡς κοινωνὸς τοῦ πάθους, τούτου Ἰσίδωρε.

15. Ἀχιλλείου, Ἀρχιεπισκόπου Λαρίσης

Χαίροις τῆς Ἑῴας ἀστὴρ λαμπρός, καὶ τῶν Λαρισαίων, λαμπαδοῦχος καὶ ὁδηγός· χαίροις εὐσεβείας, λειμὼν ὁ ἀνθηφόρος, Ἀχίλλειε παμμάκαρ, Τριάδος σκήνωμα.

21. Τῶν Ἁγίων ἐνδόξων, μεγάλων, θεοστέπτων καὶ ἰσαποστόλων Βασιλέων, Κωνσταντίνου καὶ Ἑλένης.

Τοὺς τῆς εὐσεβείας θείους πυρσούς, καὶ τῶν Ἀποστόλων θιασώτας καὶ μιμητὰς, σὺν τῷ Κωνσταντίνῳ, Ἑλένην τὴν ἁγίαν, ὡς βασιλέων δόξαν ἀνευφημήσωμεν.

25. Ἡ τρίτη εὕρεσις τῆς τιμίας Κεφαλῆς του Ἁγίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.

Τρίτην τῆς παντίμου σου Κεφαλῆς, μνείαν ἐκτελοῦμεν, ἣν ἐδόξασεν ἡ Τριάς, Βαπτιστὰ Κυρίου· ἐκ γῆς γὰρ τρίτως ὤφθη, μετανοεῖτε πᾶσιν ἀνακραυγάζουσα.

27. Ἰωάννου νέου ὁμολογητοῦ τοῦ Ρώσου

Τὸν ἀστέρα πάντες τὸν φαεινόν, τὸν ἐκ Προκοπίου, ἀπαστράψαντα νοητῶς, ὁσίων τὸ κλέος, καὶ Καππαδόκων δόξαν, τὸν θεῖον Ἰωάννην ὕμνοις τιμήσωμεν.

ΜΗΝ ΙΟΥΝΙΟΣ

ΑΡΧΗ

1. Ἰουστίνου μάρτυρος τοῦ φιλοσόφου.

Χάριτι σοφίας καταυγασθείς, ὡς αὐτοσοφίαν, ἐθεράπευσας τὸν Χριστόν, ὑπὲρ οὗ ἐνδόξως, ἀθλήσας Ἰουστῖνε, σὺν τούτῳ εἰς αἰῶνας δοξάζῃ ἔνδοξε.

2. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικηφόρου, Ἀρχιεπισκόπου Κων/πόλεως τοῦ Ὁμολογητοῦ

Χαίροις Ἐκκλησίας ἔμπνους εἰκών, καὶ εικονομάχων, καθαιρέτης ὁ ἰσχυρός· χαίροις θεοσδότων, δογμάτων ὁ προστάτης, θεόφρον Νικηφόρε, πίστεως ἔρεισμα.

Δωροθέου ἐπισκόπου Τύρου, ἱερομάρτυρος.

Χαίροις τῆς σοφίας μυσταγωγός, καὶ τῆς Ἐκκλησίας, λογογράφος ὁ ἱερός· χαίροις ὁ Μαρτύρων, τῆς δωρεᾶς τρυφήσας, ὡς θεῖος Ἱεράρχης, πάτερ Δωρόθεε.

11. Τῶν Ἁγίων Ἀποστόλων Βαρνάβα καὶ Βαρθολομαίου καὶ Λουκᾶ του ἰατροῦ καὶ ὁμολογητοῦ Βαρνάβα

Ὑμνήσωμεν πάντες χαρμονικῶς, τὸν τῆς Ἐκκλησίας, πρωτεργάτην καὶ ἀθλητήν, Βαρνάβαν τὸν θεῖον, ἀπόστολον τὸν μέγαν, χριστιανῶν τὸ κλέος ᾄσμασι στέφοντες.

Βαρθολομαίου

Χαίροις Ἀποστόλων ἡ καλλονή, μύστα τοῦ Κυρίου, καὶ Ἀπόστολε ἱερέ· χαίροις θεηγόρε, σοφὲ Βαρθολομαῖε, ἡμῶν πρὸς τὸν Δεσπότην, μεσίτης ἔνθεος.

Λουκᾶ τοῦ ἰατροῦ

Χαίροις Ἐπισκόπων ὁ κοινωνός, τῆς Ρωσίας πάσης, ὁ θεόσοφος ἰατρός, χαίροις τῆς Κριμαίας, ὁ θεῖος Ποιμενάρχης, Λουκᾶ τῶν Ορθοδόξων ὁ νέος Ἅγιος.

15. Ἱερωνύμου ὁσίου

Χαίροις ἐνάρετου βίου εἰκών, καὶ τοῦ Παρακλήτου, ἐνδιαίτημα ἱερὸν χαίροις συνωνύμων, τῶν σῶν προστάτης θεῖος, καὶ πρέσβυς πρὸς τὸν Κτίστην, ὦ Ἱερώνυμε.

24. Τὸ Γενέθλιον τοῦ τιμίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.

Ἄνθος τὸ θεόσδοτον ἐκφυέν, σήμερον ἐκ στείρας, εὐωδίας ἁγιασμοῦ, ἔπλησε τὰ πάντα, τὴν ἔρημον τὰ ὄρη, τὸν ποταμὸν τὰ ῥεῖθρα, Χριστοῦ ὁ Πρόδρομος

26. Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δαυΐδ τοῦ ἐν Θεσσαλονίκῃ

Ἤνεγκας ὡς κλῆμα ἐν τῇ Ἐδέμ, ἑστὼς ὑπὲρ φύσιν, ἐπὶ δένδρου πάτερ Δαβίδ, βότρυας ἡδίστους, ἠθῶν δικαιοσύνης, δι΄ὧν ἀεὶ εὐφραίνεις τοὺς σὲ γεραίροντας.

29. Τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων καὶ Πρωτοκορυφαίων Πέτρου καὶ Παύλου

Πέτρε θεῖον ἅρμα Χερουβικόν, οὐράνιε Παῦλε, ὄχημά τε Σεραφεικόν, ἡ πύρινος γλώσσα, τοῦ θεανθρώπου Λόγου, πυρός με τῆς γεέννης ἀπολυτρώσασθε.

 30. Ἡ Σύναξις τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ΙΒ´

Πέτρον Παῦλον Μᾶρκον σὺν τῷ Λουκᾶ, Φίλιππον, Ἀνδρέαν, Ἰωάννην τε καὶ Θωμᾶν, Σίμωνα Ματθαῖον, καὶ τὸν Βαρθολομαῖον, σὺν θείῳ Ἰακώβῳ ὕμνοις τιμήσωμεν.

ΜΗΝ ΙΟΥΛΙΟΣ

ΑΡΧΗ

Τῶν Ἁγίων καί Θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καί Δαμιανοῦ τῶν ἐν Ρώμῃ μαρτυρησάντων

Ἴασιν σωμάτων ῥῶσιν ψυχῶν, Κοσμᾶ θεοφόρε, σὺν τῷ θείῳ Δαμιανῷ, νείματε ὑψόθεν, ἀῧλῳ χειρουργίᾳ, τοῖς κατατρυχομένοις ποικίλοις πάθεσι.

Τῆς ἐν τῇ ἁγίᾳ σορῷ καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς Ὑπεραγίας Θεοτόκου, ἐν Βλαχέρναις

Τῆς ἀθανασίας τὸν χορηγόν, τέξασα Παρθένε, ἠθανάτισας τὸν Ἀδάμ· τοῦτο γοῦν δηλοῦσα, ἡ ἄφθαρτος Ἐσθής σου, φθορᾶς παθῶν λυτροῦται, τοὺς προσπελάζοντας.

3. Γερασίμου ὁσιομάρτυρος τοῦ νέου

Δεῦτε φιλομάρτυρες ἐν ᾠδαῖς, καὶ ὕμνοις ἐνθέοις, εὐφημήσωμεν εὐσεβῶς, τὸν νέον ὁπλίτην, Χριστοῦ τὸν καθελόντα, ὀφρὺν τῆς ἀσεβείας θεῖον Γεράσιμον.

4. Ἀνδρέου ἐπῖσκόπου Κρήτης τοῦ Ἱεροσολυμίτου

Χαίροις εὐσεβείας θεῖος αὐλός, καὶ τῆς Ἐκκλησίας, τὸ ψαλτήτιον τὸ τερπνόν· σὺ γὰρ τὰς ὑψώσεις, τὰς θείας μεγαλύνεις, Ἀνδρέα θεηγόρε, λόγων λαμπρότητι.

Ἀθανασίου ὁσίου τοῦ ἐν Ἄθῳ.

Τὸν τὴς ἡσυχίας θεῖον πυρσόν, καὶ τῶν ἐν τῷ Ἄθῳ, μοναζόντων καθηγητήν, τὸν τὰς πανουργίας, ἐχθροῦ νενικηκότα, ὑμνήσωμεν συμφώνως νῦν Ἀθανάσιον.

7 . Κυριακῆς μεγαλομάρτυρος

Κύριον ποθοῦσα Κυριακή, τὸν ὡραῖον κάλλει, παρὰ πάντας τοὺς γηγενεῖς, τούτῳ ἐνυμφεύθης, ἀθλητικοῖς ἀγῶσιν, ὡς Μάρτυς ἀθληφόρος ὡς καλλιπάρθενος.

8. Προκοπίου μεγαλομάρτυρος

Κλήσει οὐρανίῳ ἀκολουθῶν, φερωνύμως μάρτυς, καὶ προκόπτων ἀθλητικώς, σύμμορφος ἐδείχθης, τοῦ σοὶ καθοραθέντος, Προκόπιε θεόφρον, ἀθλήσας ἄριστα.

11. Εὐφημίας μεγαλομάρτυρος καὶ Ὄλγας ἰσαποστόλου, βασιλίσσης Ρωσίας.

Μεγαλομάρτυρος

Πίστιν βεβαιοῦσα τὴν ἀληθῆ, δι΄ἣν Εὐφημία, σφαγιάζει ἀθλητικῶς, ἐν ἀγκάλαις φέρεις, τὸν τόμον τῶν Πατέρων, ποσὶ δὲ ἀπορρίπτεις τὸν τῆς αἱρέσεως.

Ἰσαποστόλου

 Χαίροις τῆς Ρωσίας ἡ χαρμονή, χαίροις Ὀρθοδόξων, ὄντως Ὀλγα ἡ καλλονή, χαίροις Ἐκκλησίας, τὸ καύχημα τὸ μέγα, Βασιλισσῶν τὸ κλέος, Αὐγούστα ἔνδοξε.

Τῶν Ἁγίων Πατέρων

Βάσεις Ἐκκλησίας θεοπαγεῖς, καὶ τῆς εὐσεβείας, ἑδραιώματα ἀρραγῆ, αἱ τῶν ἑπταρίθμων, Συνόδων συνελεύσεις, ἐδείχθησαν τῷ κόσμῳ· ἃς μεγαλύνομεν.

14. Ἰωσὴφ Θεσσαλονίκης ὁμολογητοῦ,Νικοδήμου τοῦ Ἁγιορείτου ὁσίου καὶ Διδασκάλου.

Τοῦ Ἱεράρχου

Χαίροις Ἐκκλησίας ἡ λαμπηδών, καὶ Θεσσαλονίκης ποιμενάρχης καὶ ἀρωγός· χαίροις ὁ ποικίλας, τῇ σῇ ὁμολογίᾳ, ὦ Ἰωσὴφ θεόφρον, στολὴν τὴν ἔνθεον.

Τοῦ ὁσίου Νικοδήμου

Χαίροις Ἐκκλησίας νέος φωστήρ, καὶ Ἁγίου Ὄρους, ἐγκαλλώπισμα ἱερόν· χαίροις μοναζόντων, ὁ φωτοφόρος λύχνος, Νικόδημε παμμάκαρ, τῆς Ναξου καύχημα.

15. Κηρύκου καὶ Ἰουλίττης τῶν μαρτύρων

Φέρουσα ὡς ἄμπελος νοητή, Κήρυκον τὸν θεῖον, Ἰουλίττα ἐν ταῖς χερσίν, οἶνον εὐφροσύνης, ληνοῖς τοῦ μαρτυρίου, βλυστάνετε τῷ κόσμῳ ἐν θείῳ Πνεύματι.

17. Μαρίνης μεγαλομάρτυρος

Τὴν λαμπάδα πάντες τὴν φαεινήν, καὶ τῆς παρθενίας τὸν ἀσύλητον θησαυρόν, τὴν νύμφην Κυρίου, καὶ ἄσπιλον ἀμνάδα, Μαρίναν τὴν ἁγίαν, ὕμνοις τιμήσωμεν.

Ἕτερον

Χαίροις τῶν παρθένων ἠ καλλονή, καὶ Μαρτύρων δόξα, ὦ Μαρίνα νύμφη Χριστοῦ, χαίροις προστασία, ἡμῶν καὶ θυμηδία, τῶν καυχωμένων μάρτυς τοῖς θαυμασίοις σου.

18. Αἰμιλιανοῦ μάρτυρος

Ἴαμα ὡς δρόσος ἑωθινή, εὐσεβέσιν ὤφθη, ἡ σὴ ἄθλησις ἐν πυρί· δι΄αὐτῆς γὰρ μάρτυς, τῷ κόσμῳ διαπνέεις, ὦ Αιμιλιανέ, τὰς θείας χάριτας.

20. Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου

Ζήλῳ οὐρανίῳ πυρποληθείς, φλέγεις τὴν ἀπάτην, ὡς πυρίπνους καὶ ζηλωτής· ὅθεν ἀνυψώθης ἐν ἅρματι πυρίνῳ, ὦ Ἠλιοὺ Προφῆτα, πρὸς βίον ἄφθαρτον.

22. Μαρίας τῆς Μαγδαληνῆς Μυροφόρου καὶ ἰσαποστόλου, Μαρκέλλης παρθενομάρτυρος της Χιοπολίτιδος.

Μυροφόρου

Τάφῳ προσελθοῦσα τῷ Ἰησοῦ, τοῦτον ἐθεάσω. ἀναστάντα ἐκ τῶν νεκρῶν· ὅθεν Ἀποστόλοις, Μαγδαληνὴ Μαρία, χαρᾶς εἠγγελίσω τὰ εὐαγγέλια.

Μάρτυρος

Χλαῖναν παρθενίας πορφυραυγῆ, αἵμασιν οικείοις, βεβαμμένην ἀθλητικῶς, φέρουσα Μαρκέλλα, τῷ λόγῳ ἐνυμφεύθης, τμηθεῖσα τῇ πατρῴᾳ χειρὶ ὡς πάνσεμνος.

23. Φωκᾶ ἱερομάρτυρος, Ἰεζεκιὴλ τοῦ προφήτου Ἱερομάρτυρος

Βρύει τοῖς ἐν κόσμῳ ποταμηδόν, ἐκ πηγῶν αΰλων, σωτηρίους ἐπιρροάς, ἡ σεπτή σου θήκη, Φωκᾶ ἱερομάρτυς, ἐξ ὧν ἀεὶ ἀντλοῦντες σὲ μεγαλύνομεν.

Προφήτου

Ἔσοπτρον ἐδείχθης εἰλικρινές, Τρισηλίου δόξης, ὦ Προφῆτα Ἰεζεκιήλ, καὶ τῶν ἐσομένων, ἐδέξω τὰς ἐμφάσεις, Χριστοῦ προαγορεύσας τὴν ἐνανθρώπησιν.

24. Χριστίνης μεγαλομάρτυρος

Κάλλει διαπρέπουσα τῆς σαρκός, τῆς ψυχῆς τὸ κάλλος, καθιέρωσας τῷ Χριστῷ· σὺ γὰρ ὦ Χριστίνα, τὴν πλάνην εβδελύξω, καὶ ὑπὲρ φύσιν ἄθλων ἤγειρας τρόπαια.

25. Ἡ Κοίμησις τῆς Ἁγίας Ἄννης, μητρός τῆς Ὑπεραγίας Θεοτόκου

Χαίρουσα μετέστης πρὸς τὴν ζωήν, Ἄννα ὥσπερ μήτηρ, τῆς τεκούσης τὸν Ποιητήν. Ὅθεν τοὺς τιμῶντας, τὴν θείαν κοίμησίν σου, χαρᾶς τῆς ἀθανάτου μετόχους ποίησον.

26. Παρασκευῆς ὁσιομάρτυρος

Χαίροις Ἐκκλησίας ἡ λαμπηδών, καὶ τῶν ἰαμάτων πολυχεύμων ὄντως κρουνός, χαίροις προστασία, καὶ σκέπη οὐρανία, Παρασκευὴ θεόφρον, τῶν εὐφημούντων σε.

27. Τοῦ Ἁγίου Μεγαλομάρτυρος καί ἰαματικοῦ Παντελεήμονος

 Ῥεῖθρα ἰαμάτων ὡς ἐκ πηγῆς, χάριτι θαυμάτων, βρύει χρῄζουσι δωρεάν, ὁ Παντελεήμων, ὁ πάνσοφος ἀκέστωρ· οἱ ῥώσεως διψῶντες δεῦτε ἀρύσασθε σε.

28. Ἁγίας Εἰρήνης Χρυσοβαλάντου

Δεῦτε εὐφημήσωμεν οἱ πιστοὶ, Ὁσίαν Εἰρήνην τῶν ἀτέκνων καταφυγή, τῶν δὲ ὀρθοδόξων προστάτιδα καὶ κλέος καὶ πάντων τῶν ἐν θλίψει τὸ παραμύθιον.

ΜΗΝ ΑΥΓΟΥΣΤΟΣ

ΑΡΧΗ

1 Ἡ πρόοδος τοῦ Τιμίου Σταυροῦ,τῶν Ἁγίων ἑπτά Παίδων τῶν Μακκαβαίων, τῆς μητρός αὐτῶν Σολομονῆς καί τοῦ διδασκάλου αὐτῶν Ἐλεαζάρου.

Τοῦ Σταυροῦ

Δεῦτε ἀρυσώμεθα δαψιλῶς, ἰαμάτων ῥεῖθρα, ἐκ τῆς χάριτος τοῦ Σταυροῦ, ἵνα πολυτρόπων, παθῶν καὶ νοσημάτων, ψυχῶν τε καὶ σωμάτων τὴν φλόγα σβήσωμεν.

Τῶν Ἁγίων

Χαίροις ἡ ἑπτάκλωνος συνδρομή, ὄρπηκες ὡραῖοι, Μακκαβαίων τῆς πατριᾶς, σὺν μητρὶ τῇ θείᾳ, ἅμα καὶ διδασκάλῳ, οἱ εὐκλεεῖς τοῦ νόμου καὶ θεῖοι φύλακες.

2. Ἡ ἀνακομιδή τοῦ ἱεροῦ Λειψάνου τοῦ Ἁγίου Πρωτομάρτυρος καί Ἀρχιδιακόνου Στεφάνου

Ὅλον διαλάμπον ὑπερφυῶς, αἴγλῃ ἀφθαρσίας, ὡς πολύαθλος θησαυρός, ἀπὸ γῆς ἐφάνη, Χριστοῦ τῇ Ἐκκλησίᾳ, Στέφανε πρωτομάρτυς, τὸ θεῖον σκῆνος σου.

4. Τῶν ἐν Ἐφέσῳ ἑπτὰ παίδων

Δόγμα ἀκυροῦται νεκροποιόν· οἱ γὰρ θεῖοι Παῖδες, ἀναστάντες ἐκ τῶν νεκρῶν, ἐδήλωσαν πᾶσι, τὴν μέλλουσαν γενέσθαι, ἐν τῇ ἐσχάτῃ ὥρᾳ βροτῶν ἀνάστασιν.

5. Προεόρτια τῆς Μεταμορφώσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Δεῦτε ἐν τῷ ὄρει τῶν ἀρετῶν, ἀνέλθωμεν πάντες, καὶ ὀψώμεθα μυστικῶς, τὸν ἐν Θαβωρίῳ, καὶ λάμψας ὡς Δεσπότης, τούτους ἐφώτισας.

Ἡ Μεταμόρφωσις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Θέλων ἐπιδεῖξαι τοῖς Μαθηταῖς, δύναμιν ἐξ ὕψους καὶ σοφίαν παρὰ Πατρός, ἐν ὄρει ἀνῆλθες, Χριστὲ τῷ Θαβωρίῳ, καὶ λἀμψας ὡς Δεσπότης τούτους ἐφώτισας.

Θεοδοσίου ὁσίου τοῦ νέου

Χαίροις θεῖον βλάστημα Ἀθηνῶν, καὶ τῆς Ἀργολίδος ἀντιλήπτωρ καὶ ἀρωγός· χαίροις ὁ βλυστάνων, ἰάματα ποικίλα, τοῖς σὲ ὑμνολογοῦσιν, ὦ Θεοδόσιε.

Αἰμιλιανοῦ Κυζίκου τοῦ ομολογητοῦ, Τριανταφύλλου νεομάρτυρος

Ἁγίου

Χαίροις ὁ Κυζίκου θεῖος ποιμήν, καὶ τῆς Ἐκκλησίας, Ἱεράρχης θεοειδής· χαίροις ὁ προστάτης, τῶν ἱερῶν εἰκόνων, ὦ Αἰμιλιανὲ πιστῶν ἑδραίωμα.

Νεομάρτυρος

Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ, τῶν πάλαι Μαρτύρων, Τριαντάφυλλε μιμητής. Χαίροις ὁ τὴν κλῆσιν, Χριστοῦ ὁμολογήσας, ἐνώπιον τυράννων, στερρῷ φρονήματι.

9. Ματθία τοῦ Ἀποστόλου

Τὸν τῆς εὐσεβείας ὑφηγητήν, καὶ τῆς δωδεκάδος τὸ συμπλήρωμα τῆς κλητῆς, ὕμνοις σε τιμῶμεν, Ἀπόστολε Ματθία, ὡς ἄριστον μεσίτην ἡμῶν πρὸς Κύριον.

10. Ἁγίου Λαυρεντίου

Χαίροις ὁ Διάκονος τοῦ Χριστοῦ, ὁ διακονήσας, ἐν τῇ χάριτι ευσεβῶς χαίροις ὁ τελέσας, διὰ πυρὸς ανδρείως, τὸν ἔνθεον ἀγῶνα, Μάρτυς Λαυρέντιε.

11. Ανάμνησις θαύματος Ἁγίου Σπυρίδωνος ἐν Κερκύρᾳ καὶ Ἁγίου Νήφωνος, Πατριάρχου Κωνσταντινουπόλεως

Τῶν θαυμάτων πέλαγος γεγονώς, πἀσης τρικυμίας ἐν θαλάσσῃ τε καὶ ἐν γῇ, μέγιστε Σπυρίδων, διάσῳζε εὐχαῖς σου, τοὺς ἐπικαλουμένους μέγα σὸν ὄνομα.

Τοῦ Ἁγίου

Χαίροις Βυζαντίου θεῖος ποιμήν· χαίροις ὅρους Ἄθω, καὶ Δακίας λαμπρὸς φωστήρ, καὶ Μονῆς Προδρόμου, ἀγλάϊσμα καὶ γέρας, Πατριαρχῶν ἡ δόξα, Νήφων Πατὴρ ἡμῶν.

14. Προεόρτια τῆς Κοιμήσεως τῆς Θεοτόκου.

Ἄνωθεν χορεῖαι ἀγγελικαί, καὶ ἀπὸ περάτων, Ἀποστόλων θεία πληθύς, σπεύσατε προθύμως, Γεθσημανῆ χωρίῳ, κηδεῦσαι ἐπαξίως τὴν Θεομήτορα.

15. Ἡ Κοίμησις τῆς Ὑπεραγίας Θεοτόκου

Παρέστης Παρθένε ἐκ δεξιῶν, τοῦ Παμβασιλέως, ὡς Βασίλισσα τοῦ παντός, περιβεβλημένη, ἀθανασίας αἴγλην, ἀρθεῖσα μετὰ δόξης, πρὸς τὰ οὐράνια.

16. Ἀνάμνησις τῆς ἐξ Ἐδέσσης τῆς Μεσοποταμίας εἰς Κωνσταντινούπολιν ἀνακομιδῆς τῆς ἀχειροποιήτου Εἰκόνος τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἤτοι τοῦ Ἁγίου Μανδηλίου

Ἧκεν ἐξ Ἐδέσσης ἡ σὴ Εἰκών, ἐν τῇ Βασιλίδι κομισθεῖσα περιφανῶς, καὶ τῆς σῆς προνοίας, ἐκλάμπει τὰς ἀκτῖνας, ἡλιακὸς ὡς δίσκος ἡμῖν φιλάνθρωπε.

 19. Ἀνδρέου μεγαλομάρτυρος τοῦ στρατηλάτου

Τῇ στρατολογίᾳ τῇ ἀληθεῖ, ἐστράτευσας Μάρτυς, δῆμον ἅγιον ἀθλητῶν, μεθ΄ὧν καὶ ἀθλήσας, Ἀνδρέα Στρατηλάτα, ἀγγελικῆς στρατείας, ὤφθης ὁμόσκηνος.

24. Κοσμᾶ ἱερομάρτυρος τοῦ ἰσαποστόλου

Χαίροις Ἀποστόλων ὁ μιμητής, καὶ τῆς Ἐκκλησίας ὁ διδάσκαλος καὶ φωστήρ· χαίροις εὐσεβείας, ὁ θεῖος φυτοκόμος, καὶ κοινωνὸς Μαρτύρων, Κοσμᾶ ἰσάγγελε.

27. Ἁγίου Φανουρίου

Χαίροις τῶν μαρτύρων ἡ καλλονή, χαίροις τῶν θαυμάτων ὀ ακένωτος θησαυρός, χαίροις αἰχμαλώτων ὀ ρύστης καὶ προστάτης, Φανούριε τρισμάκαρ, Ροδίων καύχημα.

29. Ἡ ἀποτομή τῆς τιμίας Κεφαλῆς τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου.

Κἂν ἐτμήθης Κάραν ὦ Βαπτιστά, φθέγγεται ἡ γλῶσσα, τὸν Ἡρῳδην ἐλέγχουσα· Λόγον τὴν φωνήν σε, σιγῆσαι γὰρ οὐκ ἔδεις, ἀλλὰ καὶ τοῖς ἐν ᾍδῃ Χριστὸν κηρύξασθαι.

30. Ἀλεξάνδρου,Ἰωάννου καὶ Παύλου Ἀρχιεπισκόπων Κωνσταντινουπόλεως

Τοῦ Προδρόμου

 Κάραν ἐκτμηθείς σου, ὦ Βαπτιστά, ἔδραμες ἐν ᾍδῃ οἷα Πρόδρομος τοῦ Χριστοῦ, τοῖς ἐκεῖ δεσμώταις, τὴν λύτρωσιν κηρύττων. Ἀλλὰ τοὺς σὲ τιμῶντας, φρούρει καὶ φύλαττε.

Τῶν Ἁγίων

Χαίροις τῶν Πατέρων τριὰς σεπτή, Ἀλέξανδρε μάκαρ σὺ τῷ Παύλῳ τῷ εὐκλεεῖ, καὶ τῷ Ἰωάννῃ, ἡ τρίφωτος λυχνία, ἡ πᾶσαν Ἐκκλησίαν καταπυρσεύουσα.

31. Ἡ κατάθεσις τῆς τιμίας Ζώνης τῆς Ὑπεραγίας Θεοτόκου ἐν τῷ ἐν Κωνσταντινουπόλει σεβασμίῳ οἴκῳ αὐτῆς τῷ ὄντι ἐν τοῖς Χαλκοπρατείοις

Σύνδησον ἀγάπῃ ειλικρινεῖ, Κεχαριτωμένη, παντευλόγητε Μαριάμ, τοὺς τῇ καταθέσει, τῆς σῆς παντίου Ζώνης, ὑμνοῦντας τὰς ἀπείρους εὐεργεσίας σου.

ΤΡΙΩΔΙΟΝ

ΑΡΧΗ

Τῇ Κυριακῇ τοῦ Τελώνου καὶ Φαρισαίου

Φαρισαίου φύγωμεν ἀδελφοί, τὴν ὑψηγορίαν, τὴν πανόλεθρον ἀληθῶς, καὶ Τελώνου πάντες, δεξώμεθα προθύμως, τὴν ταπεινοφροσύνην καὶ τὴν μετάνοιαν.

Τῇ Κυριακῇ τοῦ Ἀσώτου

Ὅλον μου τὸν βίον ἀνηλωκώς, ἐν τῇ ἀσωτείᾳ, ἐβυθίσθην ὁ ῥυπαρός· ὅθεν δυσωπῶ σε, τὸν εὔσπλαγχνον Πατέρα, δέξαι με ὡς εκεῖνον υἱὸν τὸν ἄσωτον.

Τῷ Σαββάτῳ τῆς Ἀπόκρεω

Ταῖς τῶν Ἀποστόλων σου προσευχαῖς, Προφητῶν Μαρτύρων, καὶ ἁγίων Ἱεραρχῶν, καὶ πάντων τῶν Ὁσίων, ψυχὰς ἃς προσελάβου, ἀνάπαυσον Οἰκτίρμον, ὡς ὑπεράγαθος.

Τῇ Κυριακῇ τῆς Ἀπόκρεω

Ὁταν μέλλῃς κρῖναι τὴν πᾶσαν γῆν, ὦ δικαιοκρίτα, Ἰησοῦ μου παμβασιλεῦ, τότε φεῖσαι Σῶτερ, Χριστὲ τοῦ πλάσματός σου, καὶ ρῦσαι τῆς γεέννης ὡς πολυεύσπλαγχνος.

Τῇ Κυριακῇ τῆς Τυροφάγου

Οἴμοι! ἀνεκράυγαζεν ὁ Ἀδάμ, κλαίων σὺν τῇ Εὔᾳ, καὶ στενἀζων ὀδυνηρῶς, ὅτε ἐξεβλήθη, τοῦ θείου Παραδείσου, γυμνὸς ἠπορημένος, διὰ τῆς βρώσεως.

Τῇ Α΄Κυριακῇ τῶν Νηστειῶν(Ὀρθοδοξίας)

Δεῦτε Ὀρθοδόξων αἱ στρατιαί, τὰς σεπτὰς εἰκόνας, τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ τῆς Θεοτόκου καὶ πάντων τῶν Ἁγίων, εὐσεβοφρόνως πάντες κατασπασώμεθα.

Τῇ Β΄Κυριακῇ τῶν Νηστειῶν

Χαίροις ὦ Γρηγόριε γεραρέ, Θεσσαλονικέων, χαίροις καύχημα θαυμαστόν, χαίροις Ὀρθοδόξων, ὁ γρηγορῶν προστάτης, καὶ τῶν αἱρετιζόντων ὁ ἀντικείμενος.

Τῇ Γ΄Κυριακῇ τῶν Νηστειῶν (Σταυροπροσκυνήσεως)

Χαῖρε σκῆπτρον ἅγιον τοῦ Χριστοῦ, Σταυρὲ ζωηφόρε, καύχημα τῶν Χριστιανῶν, Ἀνάκτων τὸ κλέος, καὶ δόξα Ἱερέων, δαιμόνων καθαιρέτα, Σταυρὲ Πανάγιε.

Τῇ Δ΄Κυριακῇ τῶν Νηστειῶν {‘Ιωάννου τῆς Κλίμακος)

Τὴν οὐρανοδρόμον ἣν Ἰακώβ, κλίμακα προεῖδεν, ἐτεχνήσω πνευματικῶς, πάτερ Ἰωάννη, συνθήκῃ τῶν σῶν λόγων· δι΄ἧς πρὸς ἀφθαρσίας βαίνομεν μέθεξιν.

Τῇ Ε΄Κυριακῇ΄τῶν Νηστειῶν (ὁσίας Μαρίας τῆς Αἰγυπτίας)

Γύμνωσιν ἐνέγκασα καρτερῶς, αἰσχύνῃ ἐνδύεις, τὸν γυμνώσαντά σε Χριστοῦ· ὅθεν ἀφθαρσίας στολαῖς κατηγλαΐσθης, Μαρία πανοσία, Αἰγύπτου βλάστημα.

Τῇ Κυριακῇ τῶν Βαΐων

Ἐπὶ πώλου ὄνου εἰς τὴν Σιών, εἰσῆλθες Σωτήρ μου, ὑπὸ παίδων καὶ τῶν βρεφῶν, αἰνούμενος Λόγε, τὸ ὡσαννὰ βοώντων, εὐλογητὸς ὁ ἥκων σῶσαι τὸν ἄνθρωπον.

ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

ΑΡΧΗ

Τῇ Παρασκευῇ τῆς Δαικαινησίμου Ζωοδόχου πηγῆς

Ὕδωρ τὸ ζωήρρυτον τῆς Πηγῆς, μάννα τὸ προχέον, τὸν ἀθάνατον δροσισμόν, τὸ νέκταρ τὸ θεῖον, τὴν ξένην ἀμβροσίαν, τὸ μέλι τὸ ἐκ πέτρας, ὕμνοις τιμήσωμεν.

Τῇ Κυριακῇ τοῦ Ἀντίπασχα. {τῆς ψηλαφήσεως τοῦ Ἁγίου Ἀποστόλου Θωμᾶ)

Θυρῶν κεκλεισμένων τοῖς Μαθηταῖς, ἐπέστης Σωτήρ μου, τὴν εἰρήνη σου δοὺς αὐτοῖς· ὅθεν ὁ Θωμᾶς σε, δακτύλῳ ψηλαφήσας, ἐβόα· Σὺ Θεός μου πέλεις καὶ Κύριος.

Τῇ Γ΄Κυριακῇ τῶν Ἁγίων Μυροφόρων

Μυροφόροι ἦλθον μετὰ σπουδῆς, ἐπὶ τὸ μνημεῖον, τοῦ μυρίσαι πανευλαβῶς, Σῶμα ζωηφόρον, Χριστοῦ τοῦ Ζωοδότου, τὸ ἄφθαρτον καὶ θεῖον καὶ πανακήρατον.

Τῇ Δ΄Κυριακῇ τοῦ Παραλύτου

Λόγῳ Σωτήρ μου ζωοποιῷ, ἤγειρας τῆς κλίνης, τὸν Παράλυτον ὡς Θεός, κείμενο χρονίως, παρὰ τὴν κολυμβήθραν, τοῦ Σιλωὰμ καὶ ἄρας τὴν κλίνην ᾤχετο.

Τῆς Μεσοπεντηκοστῆς

Ἑστηκὼς ἐν μέσῳ τοῦ Ἱεροῦ, ὁ Χριστὸς διδάσκων, μεσαζούσης τῆς ἑορτῆς, τῶν τε Φαρισαίων, μετὰ τῶν Γραμματέων, ἤλεγχε παρρησίᾳ τὴν τούτων ἄνοιαν.

Τῇ Ε΄Κυριακῇ τῆς Σαμαρείτιδος

Ἦλθεν εἰς Σαμάρειαν Ἰησοῦς, καὶ παρὰ τὸ φρέαρ, τὸ ἀρχαῖον τοῦ Ἰακώβ, ζητῶν πιεῖν ὕδωρ, ἀπὸ κοινὴν γυναῖκα, ἡ δὲ Μεσσίαν πᾶσιν αὐτὸν ἐκήρυξεν.

Ἕτερον

Χαίροις ἰσαπόστολε Φωτεινή, ἡ ἐκ Σαμαρείας, ἀνατείλασα ὡς ἀστήρ, χαίροις ἡ τοῖς ῥείθροις, καὶ νάματος τοῦ θείου, καὶ ἄθλοις μαρτυρίου κόσμον εὐφράνασα.

Τῇ Στ΄Κυριακῇ τοῦ Τυφλοῦ.

Εὗρεν ὁ Σωτὴρ παρὰ τὴν ὁδόν, τυφλὸν γεννηθέντα, ἐκ κοιλίας μητρὸς αὐτοῦ, καὶ πηλὸν ποιήσας, ἐκ πτύσματος ὁ Πλάστης, τοὺς ὀφθαλμοὺς δὲ τούτου χρίσας ἐφώτισεν.

Τῇ Πέμπτῃ τῆς Ἀναλήψεως

Μετὰ τὴν Ἀνάστασιν ὁ Σωτήρ, ἐν σαρκὶ ἐπέστη, εἰς τὸ ὄρος τῶν Ἐλαιῶν· ὅθεν μετὰ δόξης, εἰς οὐρανοὺς ἐπήρθη, ἵνα τῷ κόσμῳ πέμψῃ Πνεῦμα τὸ Ἅγιον.

Ἕτερον

Ἀόρατος κόσμος καὶ ὁρατός, ἅπας ἑορτάζει, καὶ οἱ Ἄγγελοι σὺν βροτοῖς, σκιρτῶντες ὑμνοῦσιν, ἐν φωναῖς ἀσιγήτοις, τὴν ἄνοδόν σου Σῶτερ καὶ τὴν Ἀνάστασιν.

Τῇ Κυριακῇ τῶν Ἁγίων Πατέρων τῆς Α΄Οἰκουμενικῆς Συνόδου

Τοὺς ἀνακηρύξαντας τὸν Χριστόν, κτίσμα μὲν οὐκ ὄντα, ὁμοούσιον δὲ Πατρί, τοὺς θείους Πατέρας τῆς ἀρχικῆς Συνόδου, ὁ δῆμος Ὀρθοδόξων ὕμνοις τιμήσωμεν.

Τῷ Σαββάτῳ τῶν ψυχῶν

Ὡς Θεὸς οἰκτίρμων, παμβασιλεῦ, ἐν σκηναῖς Δικαίων, καὶ ἐν κόλποις τοῦ Ἀβραάμ, τὰς ἀπὸ αἰῶνος, ψυχὰς ἃς προσελάβου, ἀνάπαυσον παρέχων αὐταῖς τὴν χάριν σου.

Τῇ Κυριακῇ τῆς Πεντηκοστῆς

Εἰς τὸ ὑπερῷον τοὶς Μαθηταῖς, ἐν πυρίναις γλώσσας, ἐξαπέστειλεν ὁ Θεός, τὸ θεῖον Αὐτοῦ Πνεῦμα, ὅπως αὐτοὺς σοφίσῃ, τοῖς ἔθνεσι κηρῦξαι τὸ Εὐαγγέλιον.

Τῇ Δευτέρᾳ τοῦ Ἁγίου Πνεύματος

Πνεῦμα τὸ πανάγιον καταβάν, ἐν πυρίναις γλώσσαις, Ἀποστόλους σοφοὺς ποιεῖ, φθεγγομένους ξένα, ἐν γλώσσαις ταῖς ἑτέραις, τὰ θεῖα μεγαλεῖα σοῦ τοῦ Θεοῦ ἡμῶν.

Τῇ Κυριακῇ τῶν Ἁγίων Πάντων

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Ἕτερον

Χαίροις Ἀποστόλων δῆμος σεπτός, Προφῆται Κυρίου, καὶ μαρτύρων στερρροὶ χοροί, θεῖοι Ἱεράρχαι, καὶ Ὅσιοι Πατέρες, καὶ Δίκαιοι καὶ Πάντες χαίρετε Ἅγιοι.

 

 

ΔΙΑΚΟΝΟΣ

Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.

ΧΟΡΟΣ

Καὶ πάντων καὶ πασῶν.

ΙΕΡΕΥΣ

Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ...

ΧΟΡΟΣ:  μήν.  

ΙΕΡΕΥΣ

Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ...

ΧΟΡΟΣ

Καὶ μετὰ τοῦ πνεύματός σου.

ΔΙΑΚΟΝΟΣ

Πάντων τῶν ἁγίων μνημονεύσαντες...

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

πὲρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων...

πως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν...

Τὴν ἑνότητα τῆς πίστεως...

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παρρησίας...

ΧΟΡΟΣ

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ΙΕΡΕΥΣ

τι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις...

ΧΟΡΟΣ:  μήν.  

ΙΕΡΕΥΣ

Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ

Καὶ τῷ πνεύματί σου.

ΔΙΑΚΟΝΟΣ

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

ΧΟΡΟΣ

Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν.  

ΙΕΡΕΥΣ

Πρόσχες Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν...

ΔΙΑΚΟΝΟΣ

Πρόσχωμεν.

ΙΕΡΕΥΣ

Τὰ Ἅγια τοῖς ἁγίοις.

ΧΟΡΟΣ

Εἷς Ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

Εἶτα ψάλλει τὸ κοινωνικὸν τῆς ἡμέρας (εἰς τὸν ἦχον, εἰς ὃν ἐψάλη καὶ τὸ Χερουβικόν). Τῇ μὲν Κυριακῇ τό: Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. Εἰ δὲ τύχοι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτὴ ἢ ἀπόδοσις αὐτῆς, ψάλλεται τὸ κοινωνικὸν τῆς ἑορτῆς.

ΔΙΑΚΟΝΟΣ

Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.

ΧΟΡΟΣ:  μήν. Ἀμήν., Ἀμήν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν.

Ἐν δὲ τῷ κοινωνεῖν τοὺς πιστοὺς ὁ χορὸς ψάλλει:

Τοῦ δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ' ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Κύριε ἐν τῇ βασιλείᾳ σου.

ἤ τό:

Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Καί μετά τήν τῶν πιστῶν θείαν κοινωνίαν ὁ Ἱερεύς εὐλογεῖ τόν λαόν ἐπιλέγων ἐκφώνως: 

Σῶσον ὁ Θεὸς τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

ΧΟΡΟΣ

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Εἴ ἐστι Δεσποτικὴ ἑορτὴ ἢ ἀπόδοσις αὐτῆς, ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς, ψάλλεται τὸ Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἀπὸ δὲ τοῦ ἁγίου Πάσχα μέχρι τῆς ἀποδόσεως αὐτοῦ ψάλλεται τὸ Χριστὸς Ἀνέστη

ΙΕΡΕΥΣ

Πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν. Ἀμήν. Ἀμήν. Εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεως Κύριε, ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων μυστηρίων σου · στήρηξον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν  τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.

ΔΙΑΚΟΝΟΣ

ρθοί. Μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων...

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν...

ΧΟΡΟΣ: Σοί Κύριε.

ΙΕΡΕΥΣ

τι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν...

ΧΟΡΟΣ:  μήν.  

ΙΕΡΕΥΣ

ν εἰρήνῃ προέλθωμεν.

ΧΟΡΟΣ:  

ν ὀνόματι Κυρίου.

ΔΙΑΚΟΝΟΣ

Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ:  

Κύριε ἐλέησον. (γ΄) Πάτερ ἅγιε Εὐλόγησον.

ΙΕΡΕΥΣ

 εὐλογῶν τοὺς εὐλογοῦντάς Σε, Κύριε...

ΧΟΡΟΣ:  μήν.  

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (γ΄)

 

Μετά την Θεία Λειτουργία θα ήταν λάθος, από θεολογικής πλευράς, να προσφέρουμε άλλες προσευχές εκτός από της ευχές της Θείας Ευχαριστίας, αλλά γίνετε κατ’ οικονομίας για αυτούς που έχουν προσκομίσουν κόλλυβα για  μνημόσυνον. Στην περίπτωσιν αυτή, μετά την Οπισθάμβωνος Ευχή [Ο ευλογών τους ευλογούντας σε Κύριε] ο Χορός ψάλλει:  

Ευλογητός ει. Κύριε, δίδαξον με τα δικαιώματα σου.

Των Αγίων ο χορός, εύρε  πηγήν της ζωής  και θύραν Παραδείσου, εύρω καγώ, την οδόν δια της μετανοίας, το απολωλός  πρόβατον εγώ ειμί, ανακάλεσαι με, Σωτήρ, και σώσον με.

Ευλογητός ει. Κύριε, δίδαξον με τα δικαιώματα σου.

Ο πάλαι μεν, εκ μη όντων πλάσας με, και εικόνι σου θεία τιμήσας,   παραβάσει   εντολής   δε πάλιν με επιστρέψας,  εις γην εξ ης ελήφθην,  εις το καθ’ ομοίωσιν επανάγαγε, το αρχαίον  κάλλος αναμορφώσασθαι.

Ευλογητός ει. Κύριε, δίδαξον με τα δικαιώματα σου.   

Εικών ειμί, της αρρήτου δόξης σου, ει και στίγματα φέρω πταισμάτων, οικτείρησον το σον πλάσμα Δέσποτα, και καθάρισαν ση ευσπλαγχνία, και την ποθεινήν πατρίδα παράσχου μοι, Παρα­δείσου πάλιν ποιών πολίτην με.

Ευλογητός ει. Κύριε, δίδαξον με τα δικαιώματα σου.

Ανάπαυσον, ο θεός τον δούλον σου, και κατάταξον αυτόν εν Παραδείσω, όπου χοροί των Αγίων Κύριε, και οι Δίκαιοι εκλάμψουσιν ως φω­στήρες, τον κεκοιμημένον δούλον σου ανάπαυσον, παρορών αυτού πάντα τα εγκλήματα.

Δόξα Πατρί, και Υιώ, και Αγίω Πνεύματι.

Το τριλαμπές, της μιάς Θεότητος, ευσεβώς υμνήσωμεν βοώντες, Άγιος ει, ο Πατήρ ο άναρχος, ο συνάναρχος Υιός και το Θείον Πνεύμα, φώτισον ημάς, πίστει σοι λατρεύοντας, και του αιωνίου πυ­ρός εξάρπασον.

Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Χαίρε σεμνή, ή Θεόν σαρκί  τεκούσα, εις  πάντων σωτηρίαν, δι’ ης γένος των  ανθρώπων εύρατο την σωτηρίαν, δια σου εύροιμεν Παράδεισον, Θεο­τόκε, αγνή ευλογημένη.

 

Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα, Δόξα σοι ο Θεός. [3]

Μετά των Αγίων ανάπαυσον, Χριστέ, την ψυχήν του δούλου σου, ένθα ουκ έστι πόνος, ου λύπη, ου στεναγμός, αλλά ζωή   ατελεύτητος.

 

ΙΕΡΕΥΣ

Μετά   πνευμάτων   δικαίων   τετελειωμένων,   την ψυχήν του δούλου  σου,  Σώτερ, ανάπαυσον, φυλάττων αυτήν εις την μακαρίαν ζωήν, την παρά σοι, φιλάνθρωπε.

 

ΧΟΡΟΣ

Εις την κατάπαυσιν σου, Κύριε, όπου πάντες οι Αγίοι σου  αναπαύονται, ανάπαυσον και   την ψυχήν του δούλου σου, ότι μόνος υπάρχεις αθά­νατος.

 

ΙΕΡΕΥΣ

Δόξα Πατρί, και Υιώ, και Αγίω Πνεύματι.

Συ ει ο Θεός ημών, ο καταβάς εις Άδην, και τας οδύνας  λύσας  των  πεπεδημένων,  αυτός   και την ψυχήν του δούλου σου, Σώτερ, ανάπαυσον.

 

ΧΟΡΟΣ

Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Η μόνη αγνή και άχραντος Παρθένος, η  Θεόν αφράστως κυήσασα, πρέσβευε υπέρ του σωθήναι την ψυχήν του δούλου σου.

 

ΙΕΡΕΥΣ

Ελέησον ημάς ο Θεός, κατά το μέγα έλεος σου, δεόμεθα σου, επάκουσον και ελέησον.

ΧΟΡΟΣ: Κύριε ελέησον.

Έτι δεόμεθα υπέρ αναπαύσεως της ψυχής του κεκοιμημένου δούλου του Θεού [.....] και υπέρ του συγχωρηθήναι αυτού παν πλημμέλημα εκούσιον τε και ακούσιον.

Όπως Κύριος ο Θεός τάξη την ψυχήν αυτού ένθα οι Δίκαιοι αναπαύονται, τα ελέη του Θεού, την βασιλείαν των ουρανών, και άφεσιν των αυτού αμαρτιών, παρά Χριστώ τω αθανάτω Βασιλεί και θεώ ημών αιτησώμεθα.

ΧΟΡΟΣ: Παράσχου Κύριε.

ΙΕΡΕΥΣ: Του Κυρίου δεηθώμεν.

ΧΟΡΟΣ: Κύριε ελέησον.

 

ΙΕΡΕΥΣ

Ο Θεός των πνευμάτων και πάσης σαρκός, ο τον θάνατον καταπατήσας, τον δε διάβολον καταργήσας, και ζωήν τω κόσμω σου δωρησάμενος, αυτός, Κύριε, ανάπαυσον την ψυχήν του κεκοιμημένου δούλου σου [.....], εν τόπω φωτεινώ, εν τόπω χλοερώ, εν τόπω αναψύξεως, ένθα απέδρα οδύνη, λύπη και στεναγμός. Παν αμάρτημα το παρ’ αυτού πραχθέν εν λόγω ή έργω ή διανοία, ως αγα­θός και φιλάνθρωπος Θεός, συγχώρησον ότι ουκ έστιν άνθρωπος, ος ζήσεται και ουχ αμαρτήσει, συ γαρ μόνος εκτός αμαρτίας υπάρχεις, η δικαιο­σύνη σου δικαιοσύνη εις τον αιώνα, και ο νόμος σου αλήθεια.

 Ότι συ ει η ανάστασις, η ζωή, και η ανάπαυσις του κεκοιμημένου δούλου σου [.....], Χριστέ ο Θεός ημών, και σοι την δόξαν αναπέμπομεν, συν τω ανάρχω σου Πατρί, και τω παναγίω και αγαθώ και ζωοποιώ σου Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

ΧΟΡΟΣ: Αμήν.

 

ΙΕΡΕΥΣ

Αιωνία σου η μνήμη, αξιομακάριστε και αείμνηστε αδελφέ ημών. [3]

 

ΧΟΡΟΣ

Αιωνία η μνήμη, αιωνία η μνήμη, αιωνία αυτού η μνήμη.

 

ΔΙΑΚΟΝΟΣ

Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΙΕΡΕΥΣ

Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ' ὑμᾶς...

ΧΟΡΟΣ:  μήν.  

ΙΕΡΕΥΣ

Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

ΧΟΡΟΣ:  

Δόξα Πατρί. Καὶ νῦν. Κύριε ἐλέησον (γ). Πάτερ ἅγιε, εὐλόγησον.

ΙΕΡΕΥΣ

(Ὁ ἀναστὰς ἐκ νεκρῶν) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...

ΧΟΡΟΣ:  

Στερεώσαι Κύριος ὁ Θεός την ἁγίαν και ἀμώμητον πίστιν τῶν εὐσεβῶν και ὀρθοδόξων Χριστιανῶν, συν τῇ ἁγίᾳ Ἐκκλησίᾳ, πόλει καί ἐνορίᾳ (κώμῃ) ταύτῃ εἰς αἰώνας αἰώνων. Ἀμήν.

Αἰωνία ἡ μνήμη τῶν μακαρίων καί ἀοιδίμων κτητόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης καί πάντων τῶν ὀρθοδόξων.

Εἶτα ὁ Ἱερεύς, εὐλογῶν τὸν λαὸν, λέγει:

 Ἁγία Τριὰς διαφυλάξοι πάντας ὑμᾶς.

 Ἁγία Τριὰς διαφυλάξοι τόν λαόν Αὐτῆς ἐν εἰρήνη, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν.  

Τὸν εὐλογοῦντα καὶ ἁγιάζοντα ἡμᾶς, Κύριε, φύλαττε εἰς πολλὰ ἔτη.

ΙΕΡΕΥΣ

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν...

ΧΟΡΟΣ:  μήν.