ΟΡΘΡΟΣ

ΚΑΘΗΜΕΡΙΝΟΣ

§13. Έναρξις. Μετά τήν άπόλυσιν του μεσονυκτικοΰ ό ίερεύς (έντός τού βήματος) έκφωνεΐ* «Εύλογητός ό Θεός ημών». [’Άν δέν προηγηθή τό μεσονυκτικόν, ό ίερεύς μετά τό «Εύλογητός» λέγει καί τό «Βασιλεύ ουράνιε».} Ό άναγνώστης τό τρισάγιον κ.λπ. Ό ίερεύς «Ότι σου έστιν».

[Έν ταΐς Ιεραΐς μοναΐς μετά τό «Ότι σου έστι» λέγεται τό «Κύριε, έλέησον» (12κάκις), Δόξα, Καί νυν, «Δεύτε προσκυνήσω μεν...»,

άναγινώσκονται οί δύο ψαλμοί ιθ' καί κ', καί τά λοιπά ώς έν τω Ώρολογίω. (Ενίοτε ή τάξις αύτη τηρείται ΐδία κατά τήν μεγάλην Τεσσαρακοστήν καί έν ταΐς ένορίαις.)].

 

Μετὰ τὴν ἀπόλυσιν τοῦ Μεσονυκτικοῦ ὁ Ἱερεὺς ἐκφωνεῖ· 

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΑΝΑΓΝΩΣΤΗΣ

μήν.

ΙΕΡΕΥΣ

Δόξα σοὶ ὁ Θεός, δόξα σοί.

Βασιλεῦ Οὐράνιε, Παράκλητε…

ΑΝΑΓΝΩΣΤΗΣ:  γιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ’).

Δόξα... Καὶ νῦν...

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.

Κύριε ἐλέησον (γ’)

Δόξα... Καὶ νῦν...

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ΙΕΡΕΥΣ τι σοῦ ἐστὶν ἡ βασιλεία...   

§14. Εΐτα ό άναγνώστης τά τροπάρια «Σώσον, Κύριε», Δόξα, «Ό ύψωθείς», Και νύν, «Προστασία φοβερά». Ό ίερεύς τήν δέησιν «Έλέησον ημάς, ό Θεός» (ό άναγνώστης εις έκάστην αϊτησιν τό «Κύριε, έλέησον» τρίς, άνευ μέλους), «Έτι δεόμεθα ύπέρ των εύσεβών», «...ύπέρ τού άρχιεπισκόπου» καί τήν έκφώνησιν «Ότι έλεήμων». Ό άναγνώστης· «Αμήν. Έν όνόματι Κυρίου εύλόγησον, πάτερ». Ό ίερεύς* «Δόξα τή άγια και όμοουσίω...».

 

ΑΝΑΓΝΩΣΤΗΣ

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοὶς βασιλεύσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Δόξα...

 ὑψωθεὶς ἐν τῷ Σταυρῶ ἑκουσίως, τὴ ἐπωνύμω σου καινὴ πολιτεία, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Καὶ νύν...

Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδης, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῶζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην, διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.

ΙΕΡΕΥΣ

λέησον ἡμᾶς ὁ Θεὸς…

ΧΟΡΟΣ: Κύριε, ἐλέησον (γ').

τι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν…

τι δεόμεθα ὑπὲρ τοῦ πατρὸς καὶ Ἀρχιεπισκόπου ἡμῶν…

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις…

ΑΝΑΓΝΩΣΤΗΣ

μήν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.

ΙΕΡΕΥΣ

Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ…

§15. Έν συνεχεία άναγινώσκεται ό έξάψαλμος, άκροωμένου τού λαού έν όρθια στάσει καί έν πάση σιωπή καί κατανύξει. Εΐτα ό ίερεύς τήν μεγάλην συναπτήν, ή τοι τά ειρηνικά, μέ έκφώνησιν

«Ότι πρέπει σοι πάσα δόξα».

 

ΑΝΑΓΝΩΣΤΗΣ: μήν.

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. (ἐκ γ')

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. ίς)

ΨΑΛΜΟΣ 3

Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ· πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

γὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι κύριος ἀντιλήμψεταί μου.

ΨΑΛΜΟΣ 37

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου· οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου· ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν· καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰκακούσῃ, Κύριε ὁ Θεός μου. Ὅτι εἶπα· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν. Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως· οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. Μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ· πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.

Μὴ ἐγκαταλίπης μὲ κύριε ὁ Θεός μου μὴ ἀποστὴς ἀπ' ἐμοῦ

Πρόσχες εἰς τὴν βοήθειάν μου κύριε τῆς σωτηρίας μου

ΨΑΛΜΟΣ 62

 Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε. Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου. Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ· ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται. Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.

ν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπη τῶν πτερύγων σου ἀγαλλιάσομαι.

κολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου.

Δόξα... Καὶ νύν...

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοὶ ὁ Θεὸς

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Δόξα... Καὶ νύν...

ΨΑΛΜΟΣ 87

Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου· εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε· προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος, ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. Ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ. Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόθην καὶ οὐκ ἐξεπορευόμην. Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι; Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; Κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε. Ἱνατί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με, ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. Ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.

Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου

Εἰσελθάτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου

ΨΑΛΜΟΣ 102

Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ· τὸν εὐιλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου· τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς· τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος· οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ· οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν, ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν· καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν. Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν. Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ· εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

ν παντὶ τόπω τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν κύριον.

ΨΑΛΜΟΣ 142

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

πάκουσόν μου ἐν τῇ δικαιοσύνη σου καὶ μὴ εἸσέλθης εἰς κρίσιν μετὰ τοῦ δούλου σου. (2)

Τὸ πνεύμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῆ εὐθεῖᾳ

Δόξα... Καὶ νύν...

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοὶ ὁ Θεός (ἐκ γ').

 

 ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοί.

ΙΕΡΕΥΣ

ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον. [καὶ μετὰ ἀπό κάθε αἴτηση]

πέρ τῆς ἄνωθεν εἰρήνης...

πέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου…

 πέρ τοῦ ἁγίου οἴκου τούτου…

πέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν…

πέρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)…

 πέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους…

πέρ τῆς πόλεως (Μονῆς κώμης) ταύτης…

πὲρ εὐκρασίας ἀέρων…

πὲρ πλεόντων, ὁδοιπορούντων…

πέρ τοῦ ῥυσθῆναι ἡμᾶς…

ντιλαβοῦ, σῶσον, ἐλέησον…

Τῆς Παναγίας, ἀχράντου…

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

τι πρέπει σοι, πᾶσα δόξα…

ΧΟΡΟΣ:  μήν.  

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ, α'. ξομολογεῖσθε τῶ Κυρίω, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...

Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῶ ὀνόματι Κυρίου ἤμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...

Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...

 

καὶ τά Ἀπολυτίκια καὶ Θεοτοκίον τῆς ἡμέρας.

§16. Απολυτίκια. Εΐτα ψάλλεται κατά τον ήχον τού α' άπολυτικίου της ήμέρας τό «Θεός Κύριος» τετράκις, τό πρώτον άνευ στίχου, τά δέ λοιπά τρία μετά των ώρισμένων στίχων, οΐ τινες άπαραιτήτως προτάσσονται. Ακολούθως ψάλλονται τά έν τω έσπερινω άπολυτίκια (§9)· αν όμως λέγεται μόνον έν άπολυτίκιον μετά θεο τοκίου, έπαναλαμβάνεται αύτό εις τό Δόξα, εις δέ τό Και νύν τό θε-

οτοκίον.

 

ΙΕΡΕΥΣ

τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ  Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ντιλαβοῦ, σῶσον, ἐλέησον…

Τῆς  Παναγίας, ἀχράντου…

τι σὸν τὸ κράτος...

ΧΟΡΟΣ:  μήν.  

Εἶτα ὁ χορός ψάλλει τά Καθίσματα τοῦ τυχόντος ήχου ἢ τά τῆς ἑορτῆς..

§17. Καθίσματα. [Άναγινώσκονται τά ένδιάτακτα καθίσματα του Ψαλτηρίου, καθ’ δν τρόπον άνεγνώσθησαν έν τω έσπερινώ.] Μετά ταΰτα αϊτησις καί έκφώνησις «Ότι σόν τό κράτος». Οί χοροί έναλλάξ ψάλλουν [εις τάς στιχολογίας τού Ψαλτηρίου] τά ύμνολογικά καθίσματα τής Παρακλητικής, κατόπιν δέ ό ν' ψαλμός χύμα.

ΔΕΥΤΕΡΑ ΗΧΟΣ Α΄

Μετὰ τὴν α' Στιχολογίαν τοῦ ψαλτηρίου

Καθίσματα Κατανυκτικὰ Ἦχος α'

ν ἀνομίαις συλληφθεὶς ἐγὼ ὁ ἄσωτος, οὐ τολμῶ ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, ἀλλὰ θαρρῶν εἰς τὴν φιλανθρωπίαν σου, κράζω, ὁ Θεὸς ἱλάσθητί μοί, καὶ σώσόν με.

Εἰ ὁ δίκαιος μόλις σώζεται, ἐγὼ ποῦ φανοῦμαι ὁ ἁμαρτωλός; τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οὐκ ἐβάστασα, τοὶς περὶ τὴν ἑνδεκάτην ὥραν, συναρίθμησόν με, ὁ Θεός, καὶ σώσόν με.

Δόξα... Καὶ νύν... Θεοτοκίον

χραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη, καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε Νύμφη ἀνύμφευτε.

Μετὰ τὴν β' Στιχολογίαν ἕτερα Καθίσματα

Τὸν τάφον σου Σωτὴρ

γκάλας πατρικάς, διανοίξαί μοὶ σπεῦσον, ἀσώτως τὸν ἐμόν, κατηνάλωσα βίον, εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν των οἰκτιρμῶν σου Σωτήρ, νὺν πτωχεύουσαν, μὴ ὑπερίδης καρδίαν, σοὶ γάρ, Κύριε, ἐν κατανύξει κραυγάζω, Ἥμαρτόν σοὶ σώσόν με. 

Τὸ βήμά σου φρικτόν, καὶ ἡ κρίσις δικαία, τὰ ἔργα μου δεινά, ἀλλ' αὐτὸς Ἐλεῆμον, προφθάσας μὲ διάσωσον, καὶ κολάσεως λύτρωσαι, ῥύσαι Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος, καὶ ἀξίωσον, ἐκ δεξιῶν σοῦ μὲ στῆναι, Κριτὰ δικαιότατε.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῶ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρα με, τῇ φοβερὰ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως.

Μετὰ τὴν γ' Στιχολογίαν Καθίσματα ἕτερα

Τὸν τάφον σου Σωτὴρ

φρόνως ἀπὸ σοῦ, μακρυνθεὶς Πανοικτίρμον, ἀσώτως τὸν ἐμόν, ἐδαπάνησα βίον, δουλεύων τοὶς πάθεθεσι, τοὶς ἀλόγοις ἑκάστοτε, ἀλλὰ δέξαι με, ταὶς τῶν Ἀγγέλων πρεσβείαις, Πάτερ εὔσπλαγχνε, ὥσπερ τὸν Ἄσωτον παίδα, καὶ σώσόν με δέομαι.

Μαρτυρικὸν

θλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι, περιβέβληνταί σε Κύριε, καρτερία γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκή, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο, Αὐτῶν ταὶς ἱκεσίαις, ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σώσόν με.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὸν τάφον σου Σωτὴρ

ϋλων Στρατιών, ὑπερέχουσα Κόρη, καὶ Τάξεις οὐρανῶν, ὑπερβαίνουσα μόνη, ἐπάξιον τὴν αἴνεσιν, παρ' αὐτῶν δέχη Πάναγνε, ἀλλὰ πρέσβευε, τῶ σῶ Υἱῶ σὺν Ἀγγέλοις, τοῦ ῥυσθήναί με, τῆς τῶν παθῶν τυραννίδος, τὸν μόνον κατάκριτον.

ΤΡΙΤΗ ΗΧΟΣ Α΄

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

Ἦχος α'

ν ἀνομίαις συλληφθείς, ἐγὼ ὁ ἄσωτος, οὐ τολμῶ ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, ἀλλὰ θαρρῶν εἰς τὴν φιλανθρωπίαν σου, κράζω, ὁ Θεὸς ἱλάσθητί μοί, καὶ σωσόν με.

Εἰ ὁ δίκαιος μόλις σώζεται, ἐγὼ ποῦ φανοῦμαι ὁ ἁμαρτωλός; τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οὐκ ἐβάστασα, τοὶς περὶ τὴν ἑνδεκάτην ὥραν, συναρίθμησόν με ὁ Θεός, καὶ σώσόν με.

 Δόξα... Καὶ νύν... Θεοτοκίον

ρρηκτον τεῖχος κεκτημένοι πιστοί, τὴν Θεοτόκον Μαρίαν, δεῦτε προσπέσωμεν αὐτή, παρρησίαν γὰρ ἔχει πρὸς τὸν τεχθέντα ἐξ αὐτῆς, τοῦ πρεσβεύειν καὶ σώζειν ἀπὸ ὀργῆς, καὶ θανάτου τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν β' Στιχολογίαν, ἕτερα

Τὸ τάφον σου Σωτὴρ

γκάλας πατρικάς, διανοίξαί μοὶ σπεῦσον, ἀσώτως τὸν ἐμὸν κατηνάλωσα βίον, εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν τῶν οἰκτιρμῶν σου Σωτήρ, νὺν πτωχεύουσαν, μὴ ὑπερίδης καρδίαν, σοὶ γάρ, Κύριε, ἐν κατανύξει κραυγάζω. Ἡμάρτηκα, σώσόν με.

Τὸ βήμά σου φρικτόν, καὶ ἡ κρίσις δικαία, τὰ ἔργα μου δεινά, ἀλλ' αὐτός, Ἐλεῆμον, προφθάσας μὲ διάσωσον, καὶ κολάσεως λύτρωσαι, ῥύσαι, Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος, καὶ ἀξίωσον, ἐκ δεξιῶν σοῦ μὲ στῆναι, Κριτὰ δικαιότατε.

Δόξα... Καὶ νύν... Θεοτοκίον, ὅμοιον

πόθου, ὧ ψυχή, ῥαθυμίας τὸν ὕπνον, καὶ ἄναψον φαιδράν, μετανοίας λαμπάδα, καὶ ἔξελθε νὺν χαίρουσα, τῆς τοῦ βίου συγχύσεως, εἰς ἀπάντησιν τοῦ ἀθανάτου Νυμφίου. Δέξαι, λέγουσα, καὶ μὴ ἀπώση με, Λόγε, λιταὶς τῆς τεκούσης σε.

Μετὰ τὴν γ' Στιχολογίαν, ἕτερα

Τὸν τάφον σου Σωτὴρ

 πάλαι ταὶς ῥοαίς, Ἰορδάνου βαπτίσας, τὴν κάθαρσιν παντός, Ἰωάννη τοῦ κόσμου, πολλοὶς μὲ βυθιζόμενον, πλημμελήμασιν ἕλκυσον, καὶ ἀπόπλυνον, ἀπὸ παντοίας κηλῖδος, τὸν φιλάνθρωπον, διὰ παντὸς ἱκετεύων, ὡς πρέσβυς εὐπρόσδεκτος.

Μαρτυρικὸν

Τοῦ λίθου σφραγισθέντος

ς καλοὶ στρατιῶται ὁμοφρόνως πιστεύσαντες, τὰς ἀπειλὰς τῶν, τυράννων μὴ πτοουμενοι, Ἅγιοι, προσήλθετε προθύμως τῶ Χριστῷ, ἀράμενοι τὸν τίμιον Σταυρόν, καὶ τελέσαντες τὸν δρόμον, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξασθε. Δόξα τῶ ἐνισχύσαντι ὑμᾶς, δόξα τῶ στεφανώσαντι, δόξα τῶ δωρουμένω δι' ὑμῶν, πάσιν ἰάματα.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὸν τάφον σου Σωτὴρ

Νηδὺϊ μητρική, Ἰωάννης σκιρτήσας, φερόμενον Ἁγνή, τὸν Θεὸν ἐν γαστρί σου, ἐπέγνω θεία χάριτι, καὶ πιστῶς προσεκύνησεν, ἀλλὰ δέομαι, σὺν τῶ Προδρόμω, Παρθένε, καθικέτευσον, ὃν ἐσωμάτωσας Λόγον, σωθῆναι, τὸν δούλόν σου.

ΤΕΤΑΡΤΗ ΗΧΟΣ Α΄

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα  Ἦχος α'

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοὶς Βασιλεύσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Σταυρωθέντος σου Χριστέ, ἀνηρέθη ἡ τυραννίς, ἐπατήθη ἡ δύναμις τοῦ ἐχθροῦ, οὔτε γὰρ Ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσας ἡμᾶς. Δόξα σοί.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Οἱ τὴν σὴν προστασίαν κεκτημένοι, Ἄχραντε, καὶ ταὶς σαὶς ἱκεσίαις τῶν δεινῶν ἐκλυτρούμενοι, τῶ Σταυρῶ τοῦ Υἱοῦ σου, ἐν παντὶ φρουρούμενοι, καταχρέως σὲ πάντες, εὐσεβῶς μεγαλύνομεν.

Μετα τὴν β' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Τοῦ λίθου σφραγισθέντος

Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης, ἡ ζωὴ τῶν ἁπάντων. Παράδεισον ἠνέωξας Σωτήρ, τῶ πίστει προσελθόντι σοὶ Ληστή, καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοί, Μνήσθητί μου, Κύριε. Δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας. Ἡμάρτομεν πάντες, τὴ εὐσπλαχγνία σου, μὴ ὑπερίδης ἡμᾶς.

Τὸν τάφον σου Σωτὴρ

Τὸ ὅπλον τοῦ Σταυροῦ, ἐν πολέμοις ἐδείχθη, ποτὲ τῶ εὐσεβεῖ, Βασιλεῖ Κωνσταντίνω, ἀήττητον τρόπαιον, κατ ἐχθρῶν διὰ πίστεως. Τοῦτο τρέμουσιν, αἱ ἐναντίαι δυνάμεις. Τοῦτο γέγονε, καὶ τῶν πιστῶν σωτηρία, καὶ Παύλου τὸ καύχημα.

Δόξα... Καὶ νύν... Σταυροθετοκίον

 θαύματος καινοῦ! ὧ φρικτοῦ μυστηρίου! (ἐβόα ἡ Ἀμνάς, καὶ πανάμωμος Κόρη, ἐν ξύλῳ ὡς ἑώρακεν, ἁπλωθέντα τὸν Κύριον), ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιφέρων, πῶς κατάκριτος, ὑπὸ κριτῶν παρανόμων, σταυρῶ κατακρίνεται;

Μετὰ τὴν γ' Στιχολογίαν Καθίσματα

Τὸν τάφον σου Σωτὴρ

πλώσας ἐν Σταυρῷ, τὰς παλάμας Οἰκτίρμον, τὰ ἔθνη τὰ μακρὰν ἀπὸ σοῦ γεγονότα, συνήγαγες δοξάζειν σου, τὴν πολλὴν ἀγαθότητα, ἀλλ' ἐπίβλεψον, ἐπὶ τὴν σήν κληρουχίαν, καὶ κατάβαλε, τοὺς καθ ἡμῶν πολεμίους, Σταυρῶ τῶ τιμίω σου.

Μαρτυρικὸν

Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι, Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι, Φιλάνθρωπε, δεόμεθα.

Δόξα... Καὶ νύν... Σταυροθετοκίον

Τὸν τάφον σου, Σωτὴρ

 ἄσπιλος Ἀμνάς, τὸν Ἀμνὸν καὶ Ποιμένα, κρεμάμενον νεκρόν, ἐπὶ ξύλου ὁρῶσα, ἐν δάκρυσιν ἐκραύγαζε, μητρικῶς ἀλαλάζουσα. Πῶς ὑμνήσω σου, τὴν ὑπὲρ λόγον, Υἱέ μου, συγκατάβασιν, καὶ τὰ ἑκούσια πάθη, Θεὲ ὑπεράγαθε;

ΠΕΜΠΤΗ ΗΧΟΣ Α΄

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Ἀποστολικὰ

Ἦχος α'

Οἱ σοφοὶ τῆς οἰκουμένης ἁλιεῖς, ἐκ Θεοῦ λαβόντες τὸ συμπαθές, πρεσβεύσατε καὶ νὺν ὑπὲρ ἡμῶν τῶν βοώντων, Κύριε, σῶσον τὸ λαὸν καὶ τὴν πόλιν σου, καὶ τῶν συνεχόντων δεινῶν ἐλευθέρωσον, διὰ τῶν Ἀποστόλων τὰς ψυχὰς ἡμῶν.

Τοῦ λίθου σφραγισθέντος

Τὴ σαγήνη τοῦ λόγου τὰς πλοκὰς τῶν ῥητόρων, οἱ ἁλιεῖς τῶ καλάμω τοῦ Σταυροῦ ἀνατρέψαντες, ἐφώτισαν τὰ ἔθνη εὐσεβῶς, δοξάζειν σὲ Θεὸν ἀληθινόν, διὸ σοὶ τῶ ἐνδυναμώσαντι αὐτοὺς βοῶμεν, Δόξα τῶ Πατρὶ καὶ τῶ Υἱῶ, δόξα τῶ ὁμοουσίω Πνεύματι, δόξα τῶ δι' αὐτῶν φωτίσαντι τὸν κόσμον.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Συλλαβοῦσα ἀφλέκτως, τὸ πὺρ τῆς θεότητος, καὶ τεκοῦσα ἀσπόρως, πηγὴν ζωῆς τὸν Κύριον, κεχαριτωμένη Θεοτόκε, περίσωζε τοὺς σὲ μεγαλύνοντας.

Μετα τὴν β' Στιχολογίαν

Ἔτερα Καθίσματα Ἀποστολικὰ

Τὸν τάφον σου Σωτὴρ

Τὰς σάλπιγγας Χριστοῦ, τὰς εὐήχους ἐν ὕμνοις, τιμήσωμεν Πιστοί, τοὺς σοφοὺς Ἀποστόλους, τοὺς ἵππους τοὺς ταράξαντας, ἀθεϊας τὴν θάλασσαν, καὶ ἑλκύσαντας, ὡς ἐκ βυθοῦ τοὺς ἀνθρώπους, πρὸς τὸν ἔνθεον, τῆς σωτηρίας λιμένα, τοῦ Πνεύματος χάριτι.

Τὸ φῶς τὸ ἐκ φωτός, προεκλάμψαν ἀχρόνως, ἐν χρόνῳ σαρκικῶς, τοὶς ἐν γῆ ἐπεφάνῃ, καὶ κόσμον κατεφώτισε, δι' ἡμῶν Παμμακάριστοι, ὅθεν ἅπαντες, οἱ διδαχαίς ὑμῶν θείαις, φωτιζόμενοι, τὴν ἱερὰν ὑμῶν μνήμην, τιμῶμεν, Ἀπόστολοι.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Προστάτιν πρὸς Θεόν, κεκτημένοι σὲ πάντες, προστρέχομεν σεμνή, τῶ ἁγίω ναῶ σου, αἰτούμενοι βοήθειαν, παρὰ σοῦ Ἀειπάρθενε, ῥύσαι οὖν ἡμᾶς, τῆς τῶν δαιμόνων κακίας, καὶ ἐξάρπασον, ἐκ καταδίκης φρικώδους, τοὺς σὲ μακαρίζοντας.

Μετὰ τὴν γ' Στιχολογίαν

Ἔτερα Καθίσματα τοῦ ἁγίου Νικολάου

Τὸν τάφον σου Σωτὴρ

Τοὶς Μύροις παροικῶν, αἰσθητῶς, Ἱεράρχα, τῶ μύρω νοητῶς, τῶ τοῦ Πνεύματος ὤφθης, χρισθείς, Πάτερ Νικόλαε, καὶ τοὶς μύροις θαυμάτων σου, κατεμύρισας, μύρον ἀέναον χέων, τοὺς μυρίσαι σου, μεμυρισμένοιςεν ὕμνοις, τὴν μνήμην ἐθέλοντας.

Μαρτυρικὸν

Τοὺς Μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες, αὐτοὶ γὰρ τὴν ἡμῶν, σωτηρίαν αἰτοῦνται, καὶ πόθω προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι νέμουσι, τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς Πίστεως.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Οἱ θεῖοι μαθηταί, καὶ Ἀπόστολοι, Κόρη, ἐνθέοις διδαχαίς, ἀνεκήρυξαν πᾶσι, τὴν ἄφραστόν σου γέννησιν, Θεοτόκε πανάχραντε, σὲ διδάξαντες, τοῦ προσκυνεῖσθαι ἀξίως, ἀλλ' αἰτούμέν σε, σὺν τούτοις αἴτει σωθῆναι, τοὺς πίστει τιμώντάς σε.

ΠΑΡΑΣΚΕΥΗ ΗΧΟΣ Α΄

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα

Ἦχος α'

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοὶς Βασιλεύσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Σταυρωθέντος σου Χριστέ, ἀνηρέθη ἡ τυραννίς, ἐπατήθη ἡ δύναμις τοῦ ἐχθροῦ, οὔτε γὰρ Ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ' αὐτὸς ὁ Κύριος, ἔσωσας ἡμᾶς, δόξα σοί.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Τὸν τάφον σου Σωτὴρ

Σταυρῶ σου τοὺς ἐχθρούς, τροπωσάμενος Σῶτερ, διάλυσον αὐτῶν, τὰς αἱρέσεις ὡς κόνιν, τὸ κέρας δὲ ἀνύψωσον, τῆς σεπτῆς Ἐκκλησίας σου, στῆσον, Κύριε, τὴν καθ' ἡμῶν τούτων ζάλην, καὶ εἰρήνευσον, τῶν Ὀρθοδόξων τὰ πλήθη, εὐχαὶς τῆς Τεκούσης σε.

Μετὰ τὴν β' Στιχολογίαν, Καθίσματα

Τοῦ λίθου σφραγισθέντος

Τοῦ Σταυροῦ σου τὸ ξύλον, προσκυνοῦμεν φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης, ἡ ζωὴ τῶν ἁπάντων. Παράδεισον ἠνέωξας Σωτήρ, τῶ πίστει προσελθόντι σοὶ Ληστή, καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοί, Μνήσθητί μου Κύριε, δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας. Ἡμάρτομεν πάντες, τὴ εὐσπλαγχνία σου, μὴ ὑπερίδης ἡμᾶς.

Τὸν τάφον σου Σωτὴρ

Τὸ ὅπλον τοῦ Σταυροῦ, ἐν πολέμοις ἐδείχθη, ποτὲ τῶ εὐσεβεῖ, Βασιλεῖ Κωνσταντίνω, ἀήττητον τρόπαιον, κατ ἐχθρῶν διὰ πίστεως. Τοῦτο τρέμουσιν αἱ ἐναντίαι δυνάμεις, τοῦτο γέγονε, καὶ τῶν πιστῶν σωτηρία, καὶ Παύλου τὸ καύχημα.

Δόξα... Καὶ νύν...

Σταυροθεοτοκίον, ὅμοιον

ρώσά σε νεκρόν, καὶ γυμνὸν ἐπὶ ξύλου, τιτρώσκομαι δεινῶς, καὶ δονοῦμαι τὰ σπλάγχνα, Υἱέ μου ὑπεράγαθε, καὶ Θεὲ παντοδύναμε, ἡ πανάμωμος, ἐν στεναγμοῖς ἀνεβόα, ἣν ὑμνήσωμεν, ὡς τοῦ Κυρίου Μητέρα, καὶ πίστει δοξάσωμεν.

Μετὰ τὴν γ' Στιχολογίαν, Καθίσματα

Τὸν τάφον σου Σωτὴρ

Σταυρῶ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐθέωσας ἡμῶν, τὴν φθαρεῖσαν οὐσίαν, καὶ τὸν ἀνθρωπόλεθρον, ἐθανάτωσας δράκοντα, ἀλλὰ στηριξον, ὀρθοδοξία τὸν κόσμον καὶ κατάβαλε, αἱρετικῶν τὰς ἐπάρσεις, Σταυρῶ τῶ τιμίω σου.

Μαρτυρικὸν

θλήσεως καύχημα, καὶ στεφανων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι, περιβέβληνταί σε Κύριε, καρτερία γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκή, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο. Αὐτῶν ταὶς ἱκεσίαις, δώρησαι ἡμῖν ὁ Θεὸς τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Τὸν τάφον σου Σωτὴρ

 ἄσπιλος Ἀμνάς, τὸν Ἀμνὸν καὶ Ποιμένα, ὁρῶσα ἐν Σταυρῷ, ὡς ἀμνὸν ἐσφαγμένον, τὰς ὄψεις διεσπάραττε, καὶ θρηνοῦσα ἐφθέγγετο. Ὧ τολμήματος, τῶν μιαιφόνων Ἑβραίων, καὶ τῆς θείας σου, μακροθυμίας, Υἱέ μου, καὶ γὰρ θέλων πέπονθας.

ΣΑΒΒΑΤΟ ΗΧΟΣ Α΄

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Μαρτυρικὰ  Ἦχος α'

Τοῦ λίθου σφραγισθέντος

ς καλοὶ στρατιῶται ὁμοφρόνως πιστεύσαντες, τὰς ἀπειλὰς τῶν τυράννων μὴ πτοούμενοι Ἅγιοι, προσήλθετε προθύμως τῶ Χριστῷ, ἀράμενοι τὸν τίμιον Σταυρόν, καὶ τελέσαντες τὸν δρόμον, ἐξ οὐρανοῦ τὴν νίκην ἐλάβετε. Δόξα τῶ ἐνισχύσαντι ὑμᾶς, δόξα τῶ στεφανώσαντι, δόξα τῶ ἐνεργοῦντι δι' ὑμῶν, πάσιν ἰάματα. 

Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα.

Τοὺς μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες, αὐτοὶ γὰρ τὴν ἡμῶν, σωτηρίαν αἰτοῦνται, καὶ πόθω προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι βρύουσι, τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς πίστεως.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοὶ Παρθένε τὸ Χαῖρε, σὺν τὴ φωνὴ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τὴ ἁγία κιβωτῶ, ὡς ἔφη ὁ δίκαιος Δαυϊδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῶ ἐνοικήσαντι ἐν σοί, δόξα τῶ προελθόντι ἐκ σοῦ, δόξα τῶ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Μετὰ τὴν β' Στιχολογίαν, Καθίσματα

Μαρτυρικὸν

θλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι ἀθλοφόροι, περιβέβληνταί σε Κύριε, καρτερία γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκή, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο, αὐτῶν ταὶς ἱκεσίαις, δώρησαι ἡμῖν τὸ μέγα σου ἔλεος.

Ἔτερα Νεκρώσιμα

Τὸ τοῦ θανάτου κράτος, Χριστὲ κατήργησας, καὶ ἀφθαρσίαν τοὶς ἐπὶ γῆς ἐπήγασας, καὶ οἱ εἰς σὲ πιστεύοντες οὐ θνήσκουσιν, ἀλλὰ ζῶσιν ἐν σοί. Ἀνάπαυσον οὖν Κύριε, τὰς ψυχὰς τῶν δούλων σου, καὶ κατάταξον αὐτοὺς μετὰ τῶν Ἁγίων σου, πρεσβείαις τῆς Θεοτόκου, χαριζόμενος αὐτοῖς τὰ ἐλέη σου.

Τὸν τάφον σου Σωτὴρ

ν τόπῳ φωτεινῶ, ἐν χορῷ τῶν δικαίων, ἀνάπαυσον Σωτήρ, τοὺς πρὸς σὲ μεταστάντας, εἰς σὲ γὰρ φιλάνθρωπε, τὰς ἐλπίδας ἀνέθεντο. Δέξαι δέησιν, ὑπὲρ πατέρων καὶ τέκνων, καὶ δικαίωσον, ὧν ἐκτελοῦμεν τὴν μνήμην, ὡς ὧν πολυέλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Θαῦμα θαυμάτων, Κεχαριτωμένη, ἐν σοὶ θεωροῦσα ἡ κτίσις ἀγάλλεται, συνέλαβες γὰρ ἀσπόρως, καὶ ἔτεκες ἀφράστως, ὃν ταξιαρχίαι Ἀγγέλων ὁρᾶν οὐ δεδύνηνται, αὐτὸν Θεοτόκε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΔΕΥΤΕΡΑ ΗΧΟΣ Β΄

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ Ἦχος β'

ς κύματα θαλάσσης ἐπ' ἐμὲ ἐπανέστησαν αἱ ἀνομίαι μου, ὡς σκάφος ἐν πελάγει ἐγὼ μόνος χειμάζομαι, ὑπὸ πταισμάτων πολλῶν, ἀλλ' εἰς εὔδιον λιμένα ὁδήγησόν με Κύριε, διὰ τῆς μετανοίας καὶ σώσόν με.

γὼ ὑπάρχω τὸ δένδρον τὸ ἄκαρπον Κύριε, κατανύξεως καρπὸν μὴ φέρων τὸ σύνολον, καὶ τὴν ἐκκοπὴν πτοοῦμαι, καὶ τὸ πὺρ ἐκεῖνο δειλιῶ τὸ ἀκοίμητον, διὸ σὲ ἱκετεύω, πρὸ ἐκείνης τῆς ἀνάγκης, ἐπίστρεψον καὶ σώσόν με.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς, Θεοτόκε, βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου, εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ Χαῖρε βοώμέν σοί, ὡς ποτὲ ὁ Γαβριήλ, ὁ τῶν Ἀσωμάτων Ἀρχιστράτηγος.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

λέησόν με, εἶπεν ὁ Δαυϊδ, καγῶ σοὶ κράζω. Ἥμαρτον Σωτήρ, τὰς ἐμᾶς ἁμαρτίας, διὰ τῆς μετανοίας ἐξαλείψας, ἐλέησόν με.

λέησόν με, ὁ Θεός, ἐλέησόν με, ἐπὶ δυσὶν ἁμαρτήμασιν ὁ Δαυϊδ ἐθρήνει, ἐπὶ μυρίοις ἐγὼ πλημμελήμασι βοῶ σοί. Ἐκεῖνος τὴν στρωμνὴν τοὶς δάκρυσιν ἔβρεχεν, ἐγὼ δὲ ῥανίδα μίαν οὐ κέκτημαι, ἀπέγνωσμαι, καὶ δέομαι, ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα σου ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Σὲ μεγαλύνομεν, Θεοτόκε βοῶντες. Χαῖρε ἡ πύλη ἡ κεκλεισμένη, δι'  Ἧς ἠνοίγη ἀνθρώποις, ὁ πάλαι Παράδεισος.

Μετὰ τὴν γ' Στιχολογίαν, Καθίσματα

Εὐσπλαγχνίας ὑπάρχουσα

σωμάτων πανάγιοι χοροί, δυσωπεῖτε Θεὸν τὸν ἀγαθόν, καὶ Δεσπότην, φείσασθαι ἡμῶν, ἐν ὥρα τῆς κρίσεως, ῥύσασθαι ἡμᾶς, πικρὰς κολάσεως, δαιμόνων κακώσεως, καὶ παθῶν ἀμαυρώσεως, καὶ πάσης ἀπειλῆς, προστρέχοντας πόθω τὴ σκέπη ὑμῶν.

Μαρτυρικὸν

Σὲ τὸν περιβάλλοντα, τὸν οὐρανὸν ἐν νεφέλαις, ἔχοντες οἱ Ἅγιοι περιβολὴν ἐν τῷ κόσμω, τὰς βασάνους τῶν ἀνόμων ὑπέμειναν, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησαν, αὐτῶν ταὶς ἱκεσίαις ἐλευθέρωσον, τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σώσόν ἡμᾶς.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Ποία μήτηρ ἠκούσθη παρθένος; ποία δὲ παρθένος μήτηρ ἐγνωρίσθη; πάντα τὰ σὰ Θεοτόκε παράδοξα, διὰ τούτό σε, πιστῶς μεγαλύνομεν.

ΤΡΙΤΗ ΗΧΟΣ Β΄

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

Ἦχος β'

ννοοῦσα ψυχή μου, τῆς φρικτῆς ἡμέρας τὴν ἔτασιν, τρόμαξον τὴν ἀνταπόδοσιν τῆς αἰωνίου κολάσεως, καὶ ἐν μετανοίᾳ βόησον δακρύουσα, ὁ Θεός, ἥμαρτον ἐλέησόν με.

ρευνῶν μου τὸ συνειδὸς τὸ κατάκριτον, δειλιῶ σου τὸ φοβερὸν δικαστήριον Κύριε, ὅτι οὐκ ἔστιν ἐξ ἔργων σωτηρία, ἀλλ' ὡς ἔχων τὸν πλοῦτον τῆς εὐσπλαγχνίας, οἰκτείρησόν με Χριστέ, ὁ Θεός, καὶ σώσόν με.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Σὲ μεγαλύνομεν, Θεοτόκε βοῶντες. Χαῖρε ἡ ῥάβδος, ἐξ ἦς ἀσπόρως Θεὸς βλαστήσας, ἀνεῖλεν ἐν ξύλῳ τὸν θάνατον.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

λέησόν με, εἶπεν ὁ Δαυϊδ, καγῶ σοὶ κράζω. Ἥμαρτον Σωτήρ, τὰς ἐμᾶς ἁμαρτίας, διὰ τῆς μετανοίας ἐξαλείψας, ἐλέησόν με.

λέησόν με ὁ Θεός, ἐλέησόν με, ἐπὶ δυσὶν ἁμαρτήμασιν ὁ Δαυϊδ ἐθρήνει, ἐπὶ μυρίοις ἐγὼ πλημμελήμασι βοῶ σοί, ἐκεῖνος τὴν στρωμνὴν τοὶς δάκρυσιν ἔβρεχεν, ἐγὼ δὲ ῥανίδα μίαν οὐ κέκτημαι, ἀπέγνωσμαι καὶ δέομαι. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Θεοτόκε, μὴ παρίδης μὲ δεόμενον, ἀντιλήψεως τῆς παρὰ σοῦ, ἐπὶ σοὶ γὰρ πέποιθεν ἡ ψυχή μου, ἐλέησόν με.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα

Εὐσπλαγχνίας ὑπάρχουσα

Εὐσπλαγχνίας τὴν ἄφθονον πηγήν, Ἰορδάνου κατέδυσας ῥοαὶς Ἰωάννη, ὅθεν ἐκτενῶς καθικετεύω σε, πάθεσι πολλοὶς καταποντούμενον, πελάγει μὲ τοῦ βίου καθ ἑκάστην χαλεπῶς, εὐπροσδέκτοις σου εὐχαίς, ζωῆς πρὸς λιμένα χειραγώγησον.

Μαρτυρικὸν

 φαιδρύνας τοὺς Ἁγίους σου ὑπὲρ χρυσόν, καὶ δοξάσας τοὺς ὁσίους σου ὡς ἀγαθός, ὑπ' αὐτῶν δυσωπούμενος Χριστὲ ὁ Θεός, τὴν ζωὴν ἡμῶν κυβέρνησον ὡς φιλάνθρωπος, καὶ τὴν εὐχὴν κατεύθυνον ὡς θυμίαμα, ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὶς εἶδε, τὶς ἤκουσε Μητέρα τίκτουσαν, τὸν ἑαυτῆς Δημιουργόν, ἀπειράνδρως θηλάζουσαν τὸν διδόντα τροφὴν πάση σαρκὶ; ὧ τοῦ θαύματος! θρόνος Χερουβικός, ἐδείχθη ἡ γαστήρ σου, Θεοτόκε κεχαριτωμένη, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΤΕΤΑΡΤΗ ΗΧΟΣ Β΄

Μετα τὴν α' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστὲ ὁ Θεός, ἐπὶ Σταυροῦ τὰς ἀχράντους σου χείρας ἐξέτεινας, ἐπισυνάγων πάντα τὰ ἔθνη, κράζοντα, Κύριε δόξα σοί.

Τὸν ζωοποιὸν Σταυρόν, τῆς σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοὶς ἀναξίοις Κύριε, σοὶ προσάγομεν εἰς πρεσβείαν, σῶζε τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, εἰρηνεύοντας διὰ τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Δόξα... Καὶ νύν... Σταυροθεoτοκίον

 παρθένος καὶ Μήτηρ σου Χριστέ, ἐπὶ ξύλου ὁρώσά σε νεκρὸν ἡπλωμένον, κλαίουσα πικρῶς, Υἱέ μου ἔλεγε, τὶ τὸ φοβερὸν τοῦτο μυστήριον, ὁ πᾶσι δωρούμενος ζωήν τὴν αἰώνιον, ἑκουσίως ἐν Σταυρῷ πῶς θνήσκεις, θάνατον ἐπονείδιστον.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Τὴν ἄχραντον Εἰκόνα σου, προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, βουλήσει γὰρ ηὐδόκησας σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῶ, ἵνα ῥύσῃ οὓς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὅθεν εὐχαρίστως βοώμέν σοί. Χαρὰς ἐπλήρωσας τὰ πάντα ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

 φωτίσας τὰ ἐπίγεια διὰ Σταυροῦ, καὶ καλέσας εἰς μετάνοιαν ἁμαρτωλούς, μὴ χωρίσης με τῆς ποίμνης σου ὁ ποιμὴν ὁ καλός, ἀλλὰ ζήτησόν με, Δέσποτα τὸν πλανώμενον, καὶ τὴ ἁγία σου ποίμνη συναρίθμησον, ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Δόξα... Καὶ νύν... Σταυροθεoτοκίον

Παρεστώσα τῶ Σταυρῶ σου ἡ ἀσπόρως τεκούσά σε, καὶ μὴ φέρουσα ὁρᾶν ἀδίκως πάσχοντα, ὠλοφύρετο, κλαυθμῶ, καὶ ἀνεβόα σοί. Πῶς πάσχεις ὁ τὴ φύσει ἀπαθής, γλυκύτατε Υἱὲ; ὑμνῶ σου τὴν ἄκραν ἀγαθότητα.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

ς ὁ Ληστὴς ὁμολογῶ, καὶ βοῶ σοὶ τῶ ἀγαθῶ. Μνήσθητι μου Κύριε, ἐν τῇ Βασιλεία σου, καὶ σὺν αὐτῷ ὁ ἑκουσίως μὲ συναρίθμησον, τὰ πάθη ὑπὲρ ἡμῶν καταδεξάμενος.

Μαρτυρικὸν

θλοφόροι Κυρίου, μακαρία ἡ γῆ ἡ πιανθεῖσα τοὶς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ σώματα ὑμῶν, ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, καὶ Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε, αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νύν... Σταυροθεoτοκίον

Τὰ ἄνω ζητῶν

 θαῦμα καινόν! ἐβόα ἡ Πανάμωμος, Σταυρῶ τὸν Υἱόν, ἰδοῦσα καθηλούμενον, ὁ δρακὶ τὰ σύμπαντα περιφέρων, πάθος ὑφίσταται, καὶ ὡς πᾶσι παρέχων κριτὸς κατακρίνεται, ὁ τὴν συγχώρησιν.

ΠΕΜΠΤΗ ΗΧΟΣ Β΄

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Ἀποστολικὰ

Ἦχος β'

 σοφίσας ὑπὲρ ῥήτορας τοὺς ἁλιεῖς, καὶ ἐκπέμψας ὥσπερ κήρυκας πάση τὴ γῆ, ἀφάτω φιλανθρωπία, Χριστὲ ὁ Θεός, δι' αὐτῶν κραταίωσον τὴν Ἐκκλησίαν σου, καὶ τοὶς πιστοὶς κατάπεμψον τὴν εὐλογίαν σου, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος.

Σαγηνεύσαντες τὰ ἔθνη οἱ ἁλιεῖς, καὶ διδάξαντες τὰ πέρατα σὲ προσκυνεῖν, σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὲ ὁ Θεός, δι' αὐτῶν στερέωσον Πίστιν τὴν ἔνθεον, καὶ τοὶς λαοὶς κατάπεμψον νὺν τὰ ἐλέη σου, ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Θείας γεγόναμεν κοινωνοὶ φύσεως, διὰ σοῦ Ἀειπάρθενε, Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον ἔτεκες, διὸ κατὰ χρέος σε, πάντες εὐσεβῶς μεγαλύνομεν.

Μετὰ τὴν β' Στιχλογίαν ἕτερα Ἀποστολικὰ

Εὐσπλαγχνίας ὑπάρχουσα

Εὐσπλαγχνία πτωχεύσας ὁ Θεός, πλουτιστὰς ἐξαπέστειλεν ὑμᾶς ἐν τῷ κόσμω, φαίνοντας πτωχεία τοῦ κηρύγματος, πλοῦτον τὸν οὐράνιον τοὶς πέρασι, δι' ὧν καὶ πλουτήσαντες, τὴν πίστιν τὴν ἔνθεον, ἀνυμνοῦμεν εὐσεβῶς, τὴν θείαν ὑμῶν μνήμην Ἀπόστολοι.

Τῆς σοφίας ὑπάρχοντες Θεοῦ, Μαθηταὶ καὶ αὐτόπται, τῶν σοφῶν καὶ ῥητόρων, ἄσοφον σοφίαν ἐξεφαύλισαν, τὴ ἰδιωτεία τοῦ κηρύγματος, τὰ ἔθνη σοφίσαντες, οἱ θεῖοι Ἀπόστολοι, ὀρθοδόξως ἀνυμνεῖν, τὸν Δημιουργὸν καὶ μόνον Κύριον.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Βοηθὸς τοὶς ἐν θλίψει θεοκυῆτορ, καὶ προστάτις ὑπάρχεις τοὶς ἐν ἀνάγκαις, ἀπεγνωσμένοις ἐλπίδα παρέχουσα, καὶ ἀνιάτων τὰς νόσους καθαίρουσα, Θεοτόκε Πανύμνητε, διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.

Μετὰ τὴν γ' Στιχολογίαν

ἕτερα Καθίσματα τοῦ Ἁγίου Νικολάου

Ταὶς τῶν θαυμάτων ἀκτίσι Νικόλαε, καταφαιδρύνεις ὑφήλιον ἅπασαν, καὶ λύεις τὸν ζόφον τῶν θλίψεων, καὶ τῶν κινδύνων ἐλαύνεις τὴν ἔφοδον, προστάτης ὑπάρχων θερμότατος.

Μαρτυρικὸν

πόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν Πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτήρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νύν... Θεοτοκίον

 μόνη Θεὸν ἀσπόρως κυήσασα, καὶ μετὰ φρικτὴν λοχείαν ἁγνεύουσα, σοὶ προσπίπτω Ἄχραντε, μετὰ φόβου κράζων καὶ πίστεως. Ἐκ παθῶν καὶ νόσων δεινῶν, καὶ πάσης ἀνάγκης μὲ διάσωσον.  

ΠΑΡΑΣΚΕΥΗ ΗΧΟΣ B΄

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Ἦχος β'

Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστὲ ὁ Θεός, ἐπὶ Σταυροῦ τὰς ἀχράντους σου χείρας ἐξέτεινας, ἐπισυνάγων πάντα τὰ ἔθνη, κράζοντα, Κύριε δόξα σοί.

Τὸν ζωοποιὸν Σταυρόν, τῆς σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοὶς ἀναξίοις Κύριε, σοὶ προσάγομεν εἰς πρεσβείαν, σῶζε τοὺς Βασιλεῖς καὶ τὴν πόλιν σου, εἰρηνεύοντας διὰ τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Εὐσπλαγχνίας

Καθορῶσα νεκρούμενον Χριστόν, θρηνωδοῦσα ἐβόα ἡ ἀμνὰς καὶ Παρθένος. Ὦ μιαιφονίας τόλμημα! Κρύψον σου τὸ φέγγος νὺν ὁ ἥλιος, ὁ κτίσας γὰρ ἅπαντα, νεκροῦται βουλήματι, καὶ ὁρᾶται ὡς κριτός, ὁ τῶν Ἀσωμάτων μόνος Κύριος.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Τὴν ἄχραντον Εἰκόνα σου, Προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, βουλήσει γὰρ ηὐδόκησας σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῶ, ἵνα ῥύσῃ οὓς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὅθεν εὐχαρίστως βοώμέν σοί. Χαρὰς ἐπλήρωσας τὰ πάντα ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

 φωτίσας τὰ ἐπίγεια διὰ Σταυροῦ, καὶ καλέσας εἰς μετάνοιαν ἁμαρτωλούς, μὴ χωρίσης με τῆς ποίμνης σου ὁ ποιμὴν ὁ καλός, ἀλλὰ ζήτησόν με, Δέσποτα τὸν πλανώμενον, καὶ τὴ ἁγία σου ποίμνη συναρίθμησον, ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

περδεδοξασμένη ὑπάρχεις, θεοτόκε Παρθένε, ὑμνούμέν σε, διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ἅδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν, διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

ς ὁ ληστὴς ὁμολογῶ, καὶ βοῶ σοὶ τῶ ἀγαθῶ. Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλεία σου, καὶ σὺν αὐτῷ μὲ συναρίθμησον, ὁ ἑκουσίως τὰ πάθη ὑπὲρ ἡμῶν καταδεξάμενος.

Μαρτυρικὸν

Σὲ τὸν περιβάλλοντα τὸν οὐρανὸν ἐν νεφέλαις, ἔχοντες οἱ Ἅγιοι περιβολὴν ἐν τῷ κόσμω, τὰς βασάνους τῶν ἀνόμων ὑπέμειναν, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησαν. Αὐτῶν ταὶς ἱκεσίαις, ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ, καὶ σῶσον ἡμᾶς.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Παρεστώσα τῶ Σταυρῶ σου, ἡ ἀσπόρως τεκούσά σε, Χριστέ, καὶ μὴ φέρουσα ὁρᾶν ἀδίκως πάσχοντα, ὠλοφύρετο κλαυθμῶ, καὶ ἀνεβόα σοί. Πῶς πάσχεις ὁ τὴ φύσει ἀπαθής, γλυκύτατε Υἱὲ; ὑμνῶ σου τὴν ἄκραν ἀγαθότητα.

ΣΑΒΒΑΤΟ ΗΧΟΣ Β΄

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Μαρτυρικὰ

 φαιδρύνας τοὺς Ἁγίους σου ὑπὲρ χρυσόν, καὶ δοξάσας τοὺς Ὁσίους σου ὡς ἀγαθός, ὑπ' αὐτῶν δυσωπούμενος Χριστὲ ὁ Θεός, τὴν ζωὴν ἡμῶν εἰρήνευσον ὡς φιλάνθρωπος, καὶ τὴν εὐχὴν κατεύθυνον, ὡς θυμίαμα, ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος.

θλοφόροι Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοὶς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ πνεύματα ὑμῶν, ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε καὶ Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε. Αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

πόστολοι Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτήρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια! τὴ ἁγνεία ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὸν Ἄμωμον

Καθίσματα ἕτερα

Σὲ τὸν περιβάλλοντα, τὸν οὐρανὸν ἐν νεφέλαις, ἔχοντες οἱ Ἅγιοι περιβολὴν ἐν τῷ κόσμω, τὰς βασάνους τῶν ἀνόμων ὑπέμειναν, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησαν. Αὐτῶν ταὶς ἱκεσίαις καὶ ἡμᾶς ἐλευθέρωσον, τοῦ ἀοράτου ἐχθροῦ. Σωτήρ, καὶ σῶσον ἡμᾶς.

Νεκρώσιμα

Εὐσπλαγχνίας ὑπάρχουσα

 νεκρῶν καὶ τῶν ζώντων ὡς Θεός, ἐξουσίαν ἁπάντων ἐσχηκῶς Ζωοδότα, πρόσχες ταὶς δεήσεσι τῶν δούλων σου, δείξόν σου τὰ σπλάγχνα τὰ φιλάνθρωπα, καὶ δίδου τὴν ἄφεσιν ψυχαίς, ἃς μετέστησας, ἐπ' ἐλπίδι τὴ εἰς σέ, ὁ δι' εὐσπλαγχνίαν ὑπεράγαθος.

Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ εἴτι ἐν βίῳ, ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰμὴ σὺ ὁ δυνάμενος, καὶ τοὶς μεταστάσι, δοῦναι τήν ἀνάπαυσιν.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοὶς σὲ ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν.

ΔΕΥΤΕΡΑ ΗΧΟΣ Γ΄


Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

Ἦχος γ'

Παροικοῦσα ἐν τῇ γῆ, ψυχή μου μετανόησον, χοὺς ἐν τάφῳ οὐχ ὑμνεῖ, πταισμάτων οὐ λυτροῦται, βόησον Χριστῷ τῶ Θεῷ. Καρδιογνώστα ἥμαρτον, πρὶν μὲ καταδικάσης, φείσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.

ως πότε ψυχή μου, ἐπιμένεις τοὶς πταίσμασιν, ἐως τῖνος λαμβάνεις, μετανοίας ὑπέρθεσιν, λάβε κατὰ νοῦν τὴν κρίσιν τὴν μέλλουσαν, καὶ βόησον Χριστῷ τῶ Θεῷ, Καρδιογνώστα ἥμαρτον, ἀναμάρτητε Κύριε, ἐλέησόν με.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Χαῖρε Μαρία Μήτηρ καὶ Παρθένε, τὸ ὄρος τὸ ἅγιον, ὁ ἐν Ἐδὲμ Παράδεισος, ἐξ ἦς ἐτέχθη Χριστὸς ὁ Θεὸς ἄνευ σπορᾶς ὁ μόνος, δι' οὗ ζωὴ τῶ κόσμω ἐβλάστησε.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα

πὶ τῆς δίκης τῆς φοβερᾶς ἄνευ κατηγόρων ἐλέγχομαι, ἄνευ μαρτύρων κατακρίνομαι, αἱ γὰρ βίβλοι τοῦ συνειδότος ἀναπτύσσονται, καὶ τὰ ἔργα τὰ κεκρυμμένα ἀνακαλύπτονται, πρὶν οὖν ἐν ἐκείνῳ τῶ πανδήμω θεάτρω, μέλλης ἐρευνῆσαι τὰ ἐμοὶ πεπραγμένα, ὁ Θεὸς ἱλάσθητί μοί, καὶ σώσόν με.

Φοβερὸν δικαστήριον περιμένει μὲ Κύριε, ἐμοῦ γὰρ σιωπῶντος, βοῶσι τὰ ἔργα μου, ἀλλὰ προφθάσας, πεπλανημένον ζήτησον Χριστὲ ὁ Θεός, διὰ τῆς μετανοίας, καὶ σώσόν με.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Θείας πίστεως

Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τὴ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ οὖν γενόμενον ῥερυπωμένον, σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα

Τὴν ὡραιότητα τῆς παρθενίας σου

Τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια, λόγῳ παρήγαγες, ὡς παντοδύναμος, οἱ τῶν Ἀγγέλων δὲ χοροί, σὺν τρόμω παρεστηκότες, ἄπαυστον τὴν αἴνεσιν σοὶ προσφέρουσι Δέσποτα, πάντα καταυγάζοντες, τῶ φωτί σου τὰ πέρατα, δι' ὧν σοὶ καὶ ἡμεῖς ἐκβοῶμεν. Σῶσον ἡμᾶς τὴ εὐσπλαγχνία σου.

Μαρτυρικὸν

Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι, διὰ τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος, ἀλλὰ πρεσβεύσατε τῶ Κυρίω, τοῦ φιλοχρίστου λαοῦ σῶσαι τὸ ποίμνιον, Μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὴν ὡραιότητα

Τὰ ἐπουράνια, φόβω ἠγάλλοντο καὶ τὰ ἐπίγεια τρόμω ηὐφραίνοντο, ὅτε ἡ ἄχραντος φωνή, ὑπήλθέ σοὶ Θεοτόκε, μία γὰρ πανήγυρις, ἀμφοτέροις ἐπέλαμψεν, ὅτε τόν πρωτόπλαστον, ὁ Δεσπότης ἐρρύσατο, διὸ σὺν τῶ Ἀγγέλω βοώμέν σοί. Χαῖρε ἡ Κεχαριτωμένη.

ΤΡΙΤΗ ΗΧΟΣ Γ΄

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

Παροικοῦσα ἐν τῇ γῆ, ψυχή μου μετανόησον, χοὺς ἐν τάφῳ οὐχ ὑμνεῖ, πταισμάτων οὐ λυτροῦται, βόησον Χριστῷ τῶ Θεῷ. Καρδιογνώστα ἥμαρτον, πρὶν μὲ καταδικάσης, φείσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.

ως πότε ψυχή μου, ἐπιμένεις τοὶς πταίσμασιν; ἐως τῖνος λαμβάνεις μετανοίας ὑπέρθεσιν, λάβε κατὰ νοῦν τὴν κρίσιν τὴν μέλλουσαν, καὶ βόησον Χριστῷ τῶ Θεῷ. Καρδιογνώστα ἥμαρτον, ἀναμάρτητε Κύριε ἐλέησόν με.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταὶς πρεσβείαις σου σκέπε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη εὐλογημένη.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα

Τὸν βυθὸν τῶν πταισμάτων μου, σὺ γινώσκεις Κύριε, δὸς μοὶ χείρα ὡς τῶ Πέτρω, καὶ σώσόν με.

Δικαίας κρίσεως ἐπερχομένης, καὶ τοῦ Κριτοῦ τῶν ὅλων δικάζοντος, ποίαν ἀπολογίαν δώσεις ψυχή μου; εἰμὴ πρὸ τοῦ τέλους βοήσης. Ἥμαρτον ὁ Θεός, καὶ ἐλέησόν με.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὴν ὡραιότητα

Θεομακάριστε, Μήτηρ ἀνύμφευτε, τὴν ἀσθενοῦσαν μου, ψυχὴν θεράπευσον, ὅτι συνέχομαι δεινῶς, τοὶς πταίσμασιν ὁ ἄθλιος, ὅθεν καὶ κραυγάζω σοί, στεναγμῶ τῆς καρδίας μου. Δέξαι μὲ Πανάμωμε, τὸν πολλὰ πλημμελήσαντα, ἵνα ἐν παρρησίᾳ βοῶ σοί. Χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα

Θείας πίστεως

ν τῇ σκέπῃ σου, προσπεφευγότες, πίστει κράζομεν, ψυχῆς ἐκ βάθους, θεομακάριστε Προφήτα καὶ Πρόδρομε, τῶν πειρασμῶν καὶ κινδύνων τὸν τάραχον, καὶ νοσημάτων τὸν σάλον κατεύνασον, καὶ ματαίωσον ἐχθρῶν δυσμενῶν βουλεύματα, αἰτούμενος ἡμῖν τὸ μέγα ἔλεος.

Μαρτυρικὸν

Τὴν ὡραιότητα

Τῶν ἀθλοφόρων σου, τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας, ὡς παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτούς, τὰ πάθη σου μιμήσασθαι, ἐνίκησαν ἀνδρεία δέ, τοῦ Βελίαρ τήν δύναμιν, ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα. Αὐτῶν ταὶς ἱκεσίαις οἰκτίρμον, εἰρήνην παράσχου τῶ λαῶ σου.

Δόξα... Καὶ νύν... Θεοτοκίον

καστος ὅπου σώζεται, ἐκεῖ δικαίως καὶ προστρέχει, καὶ ποία ἄλλη τοιαύτη καταφυγή, ὡς σὺ Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν.

ΤΕΤΑΡΤΗ ΗΧΟΣ Γ΄

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Ἦχος γ'

Σταυρὸς ἐπάγη ἐπὶ γῆς, καὶ ἥψατο τῶν οὐρανῶν, οὐχ ὡς τοῦ ξύλου φθάσαντος τὸ ὕψος, ἀλλὰ σοῦ τοῦ ἐν αὐτῷ πληροῦντος τὰ σύμπαντα, Κύριε δόξα σοί.  

ν κυπαρίσσῳ καὶ πεύκη καὶ κέδρω, ὑψώθης ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἵνα σώσης τοὺς ἐν πίστει προσκυνοῦντας, τὴν ἑκούσιόν σου Σταύρωσιν. Χριστὲ ὁ Θεός, δόξα σοί.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

άβδον δυνάμεως κεκτημένοι, τὸν Σταυρὸν τοῦ Υἱοῦ σου Θεοτόκε, ἐν αὐτῷ καταβαλοῦμεν, τῶν ἐχθρῶν τὰ φρυάγματα, οἱ πόθω σὲ ἀπαύστως μεγαλύνοντες.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα ἕτερα

 ῥαπισθεὶς ὑπὲρ γένους ἀνθρώπων, καὶ μὴ ὀργισθείς, ἐλευθέρωσον ἐκ φθορᾶς, τὴν ζωὴν ἡμῶν Κύριε, καὶ σῶσον ἡμᾶς.

Τὴν ὡραιότητα

Τὸ ἀναρίθμητον, τῆς ἐξουσίας σου, καὶ τὸ ἑκούσιον, τὸ τῆς σταυρώσεως, αἱ τῶν Ἀγγέλων στρατιαί, ἐξίσταντο καθορῶσαι. Πῶς ὁ ἀΘεώρητος, ἐν σαρκὶ ἐμαστίζετο; θέλων ἐκλυτρώσασθαι, τῆς φθορᾶς τὸ ἀνθρώπινον, διὸ ὡς ζωοδότη βοώμέν σοί. Δόξα Χριστὲ τὴ εὐσπλαγχνία σου.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

 ἀπειρόγαμος, ἁγνὴ καὶ Μήτηρ σου, Χριστὲ ὁρώσά σε, νεκρὸν κρεμάμενον, ἐπὶ τοῦ ξύλου μητρικῶς, θρηνολογοῦσα ἔλεγε. Τὶ σοὶ ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ ἄνομος, δῆμος καὶ ἀχάριστος, ὁ πολλῶν καὶ μεγάλων σου, Υἱέ μου, δωρεῶν ἀπολαύσας; Ὑμνῶ σου τὴν θείαν συγκατάβασιν.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα ἕτερα

Τὴν ὥραιότητα

Σταυρὸν ὑπέμεινας, ἀτίμως Δέσποτα, ὁ ὑπερέκεινα, πάσης τῆς κτίσεως, ὅπως τιμήσης με τὸν πρίν, δεινῶς ἀτιμασθέντα, λόγχη τὴν πλευράν σου δέ, ἐκεντήθης μακρόθυμε, θέλων ἐκλυτρώσασθαι, τῆς φθορᾶς μὲ τὸ πλάσμα σου. Ὑμνῶ σου τὴν πολλὴν εὐσπλαγχνίαν, καὶ τὴν ἀγαθότητα φιλάνθρωπε.

Μαρτυρικὸν  ὅμοιον

Θωρακισάμενοι, τὴν πανοπλίαν Χριστοῦ, καὶ ἐνδυσάμενοι, ὅπλα τῆς Πίστεως, τὰς παρατάξεις τοῦ ἐχθροῦ, ἀθλητικῶς κατεβάλετε, προθύμως τὴ ἐλπίδι γάρ, τῆς ζωῆς ὑπεμείνατε, πάσας τῶν τυράννων πρίν, ἀπειλάς τε καὶ μάστιγας, διὸ καὶ τοὺς στεφάνους ἐδέξασθε, Μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι.

Δόξα... Καὶ νύν...

Σταυροθεοτοκίον  ὅμοιον

ναρτηθέντα σε, ὡς ἐθεάσατο, ἐν ξύλῳ Δέσποτα, ἡ ἀπειρόγαμος, καὶ Παναμώμητος ἁγνή, Παρθένος τε καὶ Μήτηρ σου. Οἴμοι! ἀνεβόα σοί, ὧ Υἱέ μου γλυκύτατε, πῶς σὲ ἀνομώτατος, δῆμος ξύλω κατέκρινε, τὸν πάντων ποιητὴν καὶ Δεσπότην! Ὑμνῶ σου τὴν ἄκραν ἀγαθότητα.

ΠΕΜΠΤΗ ΗΧΟΣ Γ΄

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Ἀποστολικὰ

Ἦχος γ'  Τὴν ὡραιότητα

Τῶν Ἀποστόλων σου, τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας, ὡς παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτούς, τὰ πάθη σου μιμήσασθαι, ἐνίκησαν ἀνδρείως γάρ, τοῦ Βελίαρ τήν δύναμιν, ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα. Αὐτῶν ταὶς ἱκεσίαις φιλάνθρωπε, εἰρήνην παράσχου τῶ λαῶ σου.

Θείας πίστεως

Πᾶσαν ἤρδευσαν, τὴν γὴν τοὶς ῥείθροις, οἱ Ἀπόστολοι, τοῦ Θεοῦ Λόγου, καὶ ἀνεβλάστησεν ὁ στάχυς τῆς πίστεως, καὶ ἐπληρώθη τοῦ κόσμου τὰ πέρατα, τὰ γὰρ ζιζάνια πάντα ἐξέκοψαν, ὅθεν ἅπαντας Χριστῷ τῶ Θεῷ προσήγαγον, βαπτίζοντες αὐτούς, εἰς Τριάδα τὴν ἄκτιστον.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὴν ὡραιότητα

Τῆς συμπαθείας σου, πλοῦτον τὸν ἄμετρον, καὶ δυναστείας σου, κράτος τὸ ἄμαχον, ἀναλαβόμενος εἰς νοῦν, προσέδραμον τὴ σκέπη σου, θλίψει συνεχόμενος, καὶ δεινῶς ἀπορούμενος, κράζων ἐκ βαθέων μου, τῆς καρδίας τοὶς δάκρυσι, Παρθένε Θεοτόκε βοῶ σοί, Σώσόν με, σῶσον τὸν ἀνάξιον.

Μετὰ τὴν β' Στιχολογίαν  ἕτερα

Θείας πίστεως

Δεῦτε ἅπαντες, τοὺς Ἀποστόλους, εὐφημήσωμεν, ἄσμασι θείοις, τῶν εἰδώλων γὰρ τὴν πλάνην βυθίσαντες, πρὸς θεῖον φῶς τοὺς βροτοὺς ἐπανήγαγον, καὶ τὴ Τριάδι πιστεύειν ἐδίδαξαν, ὅθεν σήμερον, αὐτοὺς εὐσεβῶς γεραίροντες, δοξάσωμεν Χριστὸν τὸν Θεὸν ἡμῶν.

ργοις λάμψαντες, ὀρθοδοξίας, πλάνην ἔσβεσαν κακοδοξίας, οἱ εὐκλεεῖς καὶ θεόπται Ἀπόστολοι, καὶ εὐσεβεία τὸν κόσμον πλουτίσαντες, τὰς Ἐκκλησίας φαιδρώς κατεκόσμησαν, ἐξαιτούμενοι, Χριστῷ τῶ Θεῷ, δωρήσασθαι, εἰρήνην τοὶς πιστοίς, καὶ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον  ὅμοιον

Βυθιζόμενος, παθῶν θαλάσση, εἰς τὸ πέλαγος τῶν οἰκτιρμῶν σου, καταφεύγω, Θεοτόκε βοήθει μοί, ἔκτεινον Πανάχραντε, δεξιὰν μοὶ τῶ δούλω σου, σῶσον ὡς τόν Πέτρον πρίν, ὁ Υἱός σου διέσωσεν, ἐλέησον ψυχὴν ποντουμένην, σάλω πολλῶν παραπτώσεων.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα  Θείας πίστεως

Σὲ τὸν κήρυκα, τῆς ἀληθείας, καὶ ὑπέρλαμπρον, φωστήρα κόσμου, εὐφημοῦντες ἀνυμνοῦμεν Νικόλαε, καὶ ἐκβοῶμεν ἐν πίστει δεόμενοι. Ὡς τοὺς ἀθώους θανάτου ἐξήρπασας, οὕτως Ἅγιε, κινδύνων ἡμᾶς καὶ θλίψεων, καὶ πάσης ἐξελοῦ δεινῆς κακώσεως.

Μαρτυρικὸν Ἰδιόμελον

κλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, τῶν ἀσθενούντων ἰατροί, Ἀθλοφόροι πανεύφημοι, τῶν τυράννων γὰρ τὰς αἰκίσεις μὴ δειλανδρήσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τὸν Σταυρὸν τῆς ἀληθείας.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Θείας πίστεως

Θρόνος πάγχρυσος, τοῦ Βασιλέως, καὶ Παράδεισος, διηνθισμένος, ἀνεδείχθης Θεοτόκε Πανάχραντε, τὸν γὰρ Θεὸν ἐν γαστρί σου βαστάσασα, εὐωδιάζεις ἡμᾶς θείαις χάρισιν, ὅθεν ἅπαντες, Θεοῦ ἀληθῶς Μητέρα σε, κηρύττομεν ἀεὶ καὶ μεγαλύνομεν.

ΠΑΡΑΣΚΕΥΗ ΗΧΟΣ Γ΄

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Ἦχος γ'

Σταυρὸς ἐπάγη ἐπὶ γῆς, καὶ ἥψατο τῶν οὐρανῶν, οὐχ ὡς τοῦ ξύλου φθάσαντος τὸ ὕψος, ἀλλὰ σοῦ τοῦ ἐν αὐτῷ πληροῦντος τὰ σύμπαντα, Κύριε δόξα σοί.

ν κυπαρίσσῳ καὶ πεύκη καὶ κέδρω, ὑψώθης ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἵνα σώσης τοὺς ἐν πίστει προσκυνοῦντας, τὴν ἑκούσιόν σου σταύρωσιν, Χριστὲ ὁ Θεός, δόξα σοί.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Τὴν ὡραιότητα

Χαρὰν ἡ σύμπασα, κτίσις ὁρώσά σε, χαίρει μακρόθυμε, Σταυρῶ ὑψούμενον, ἡ πανακήρατος Ἁγνή, ἐβόα καὶ πανάμωμος, λύτρωσιν γὰρ εὔρατο, διὰ σοῦ τέκνον φίλτατον, ξύλω γὰρ ἰάτρευσας, τὴν τοῦ ξύλου κατάκρισιν, ἐγὼ δὲ νὺν τὰ σπλάγχνα δονοῦμαι, μὴ φέρουσα ὁρᾶν σὲ θανατούμενον.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα  ὅμοια

Τὴν ὡραιότητα

Τὸ ἀναρίθμητον, τῆς ἐξουσίας σου, καὶ τὸ ἑκούσιον, τὸ τῆς σταυρώσεως, αἱ τῶν Ἀγγέλων στρατιαί, ἐξίσταντο καθορῶσαι, πῶς ὁ ἀθεώρητος, ἐν σαρκὶ ἐμαστίζετο, θέλων ἐκλυτρώσασθαι, τῆς φθορᾶς τὸ ἀνθρώπινον; διὸ ὡς ζωοδότη βοώμέν σοί. Δόξα Χριστὲ τὴ εὐσπλαγχνία σου.

Σταυρὸν καὶ θάνατον, παθεῖν ἑλόμενος, μέσον τῆς κτίσεως, ταῦτα ὑπέμεινας, ὅτε ηὐδόκησας Σωτήρ, τὸ σώμά σου προσηλῶσαι, τότε καὶ ὁ ἥλιος, τὰς ἀκτῖνας ἀπέκρυψε, τότε καὶ Ληστὴς ἰδών, ἐν Σταυρῷ σὲ ἀνύμνησε, βοῶν σοὶ εὐλαβῶς, Μνήσθητί μου, καὶ ἔλαβε πιστεύσας τὸν Παράδεισον.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

 ἀπειρόζυγος, καὶ θεία δάμαλις, κατανοήσασα, μόσχον τὸν ἴδιον, ἐθελουσίως ἐν Σταυρῷ, τὸ πάθος ὑπομένοντα, οἴμοι τέκνον! ἔλεγε, τὶ τὸ ξένον μυστήριον; πῶς ὁ ὧν ἀθάνατος, κατεδέξω τὸν θάνατον, ὑμνῶ σου τό, μακρόθυμον Λόγε, δοξάζω τὸ ἀμέτρητον ἔλεος.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

 ῥαπισθεὶς ὑπὲρ γένους ἀνθρώπων, καὶ μὴ ὀργισθείς, ἐλευθέρωσον ἐκ φθορᾶς, τὴν ζωὴν ἡμῶν Κύριε, καὶ σῶσον ἡμᾶς.

Μαρτυρικὸν

Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι, διὰ τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος, ἀλλὰ πρεσβεύσατε τῶ Κυρίω τοῦ φιλοχρίστου λαοῦ σῶσαι τὸ ποίμνιον, Μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Τὴν ὡραιότητα

Τὰ ἐπουράνια, ἰδόντα ἔφριξαν, καὶ τὰ ἐπίγεια, φόβω ἐτρόμαξαν, ὅτε ὑψώθης ἐν Σταυρῷ, ἑκὼν ὁ ἀναμάρτητος, ἥλιος ἐσκότασε, καὶ σελήνη ἠμαύρωται, τότε καὶ ἡ Μήτηρ σου, θρηνωδοῦσα ἐφθέγγετο. Υἱέ μου, τὶ τὸ ὅραμα τοῦτο; πῶς ὑπὲρ πάντων μόνος πέπονθας;

ΣΑΒΒΑΤΟ ΗΧΟΣ Γ΄

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Μαρτυρικὰ

Ἦχος γ'  Τὴν ὡραιότητα

Τῶν Ἀθλοφόρων σου, τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας, ὡς Παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτούς, τὰ πάθη σου μιμήσασθαι, ἀνδρείως γὰρ ἐνίκησαν, τοῦ Βελίαρ τήν δύναμιν, ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα. Αὐτῶν ταὶς ἱκεσίαις Χριστὲ ὁ Θεός, εἰρήνην παράσχου τῶ λαῶ σου.

Θωρακισάμενοι, τὴν πανοπλίαν Χριστοῦ, καὶ ἐνδυσάμενοι, ὅπλα τῆς Πίστεως, τὰς παρατάξεις τοῦ ἐχθροῦ, ἀθλητικῶς κατεβάλετε, προθύμως τὴ ἐλπίδι γάρ, τῆς ζωῆς ὑπεμείνατε, πάσας τῶν τυράννων, πρὶν ἀπειλάς τε καὶ μάστιγας, διὸ καὶ τοὺς στεφάνους ἐδέξασθε, Μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι.

Ἰδιόμελον

κλάμπετε διὰ τῆς Πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, τῶν ἀσθενούντων ἰατροί, Ἀθλοφόροι πανεύφημοι, τῶν τυράννων γὰρ τὰς αἰκίσεις μὴ δειλανδρήσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τόνΣταυρόν τῆς ἀληθείας.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τὴ ἐκ σοῦ προσληφθείση, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος,

Ἔτερα Καθίσματα μετὰ τὸν Ἄμωμον

Μαρτυρικὸν

Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα, τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι, διὰ τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος, ἀλλὰ πρεσβεύσατε τῶ Κυρίω, τοῦ φιλοχρίστου λαοῦ σῶσαι τὸ ποίμνιον, Μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας.

Νεκρώσιμον  Τὴν ὡραιότητα

τε τῶ λόγῳ σου, παραστησόμεθα, τῶ ἀδεκάστω σου, βήματι Κύριε, μὴ καταισχύνης τοὺς εἰς σέ, Σωτὴρ ἡμῶν πεπιστευκότας, πάντες γὰρ ἡμάρτομεν, ἀλλὰ σοῦ οὐκ ἀπέστημεν, ὅθεν δυσωπούμέν σε, ἐν σκηναῖς τῶν δικαίων σου, Χριστέ, οὓς προσελάβου ἀνάπαυσον, ὡς μόνος ὑπάρχων πολυέλεος.

Δόξα...

Ξύλω πεπτώκαμεν, πικρῶς εἰς θάνατον, ξύλω τιμίω δέ, πάλιν ἀνέστημεν, διὰ Σταυροῦ σου γὰρ Σωτήρ, τὸν θάνατον ἐνέκρωσας, καὶ τὴν ἀτελεύτητον, ζωὴν πάσιν ἐπήγασας, ἢς πὲρ καταξίωσον, τοὺς πρὸς σὲ ἐκδημήσαντας, οἰκέτας σου πιστοὺς Ἐλεῆμον, δωρούμενος αὐτοῖς τὴν Βασιλείαν σου.

Καὶ νύν... Θεοτοκίον

Τὸν πολυτάραχον, τοῦ βίου κλύδωνα, τοὺς ἐκπεράσαντας, τῶ θείω νεύματι, καὶ μεταστάντας εὐσεβῶς, οἰκέτας σου Πανάμωμε, δέξαι καὶ προσάγαγε, τῶ Κριτὴ καὶ Θεῷ ἡμῶν, τούτοις ἀπολύτρωσιν, παρασχεῖν ἱκετεύουσα, καὶ γὰρ ὡς τοῦ ποιήσαντος Μήτηρ, ἔχεις τὸ θέλειν καὶ τὸ δύνασθαι.

ΔΕΥΤΕΡΑ ΗΧΟΣ Δ΄

Μετα τὴν α' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

Ἦχος δ'

Τὴν ταπεινήν μου ψυχήν, ἐπίσκεψαι Κύριε, τὴν ἐν ἁμαρτίαις τὸν βίον ὅλον δαπανήσασαν, ὃν τρόπον τὴν πόρνην, δέξαι καμέ, καὶ σώσόν με.

Διαπλέων τὸ πέλαγος τῆς παρούσης ζωῆς, ἐνθυμοῦμαι τὴν ἄβυσσον τῶν πολλῶν μου κακῶν, καὶ μὴ ἔχων τὸν κυβερνήτην λογισμόν, τὴν τοῦ Πέτρου σοὶ προσφθέγγομαι φωνήν. Σώσόν με Χριστὲ ὁ Θεός, σώσόν με ὡς φιλάνθρωπος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Φοβερὸν τὸ μυστήριον, καὶ τὸ θαῦμα παράδοξον, πῶς ἡ Παρθένος σὲ τὸν Κτίστην τῶν ἁπάντων ἐβάστασε, καὶ μετὰ τόκον πάλιν σώα καὶ παρθένος διέμεινεν! ὁ τεχθείς ἐξ αὐτῆς τὴν πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, καὶ τὸν κόσμον εἰρήνευσον, ὁ Θεὸς ὡς φιλάνθρωπος.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

Ταχὺ προκατάλαβε

Ταχὺ συνεισέλθωμεν, εἰς τὸν νυμφῶνα Χριστοῦ, καὶ πάντες ἀκούσωμεν, τῆς μακαρίας φωνῆς, αὐτοῦ τοῦ Θεοῦ ἡμῶν. Δεῦτε οἱ ἀγαπῶντες, τὴν οὐράνιον δόξαν, μέτοχοι γεγονότες, τῶν φρονίμων παρθένων, φαιδρύνατε τὰς λαμπάδας ὑμῶν, διὰ τῆς πίστεως.

Κατεπλάγη Ἰωσὴφ

ναλόγισαι ψυχή, πῶς παραστῶμεν τῶ κριτή, ἐν τῇ ὥρα τὴ φρικτή, τίθενται θρόνοι φοβεροί, καὶ τῶν ἀνθρώπων αἱ πράξεις διελέγχονται, τότε ὁ Κριτὴς ἀδυσώπητος, πρὸ βήματος γὰρ πὺρ προπορεύεται, ὥσπερ ἀγρία θάλασσα σὺν ἤχω, κατακαλύπτον τοὺς πταίσαντας. Ἀναλογίζου ταῦτα ψυχή μου, καὶ τὰ ἔργα σου εὔθυνον.

Δόξα... Καὶ νύν... Θεοτοκίον

 κυρίως καὶ ἀληθῶς Θεοτόκος πρεσβεύουσα, ὡς Μήτηρ ἐν παρρησίᾳ τῶ Υἱῶ σου καὶ Θεῷ ἡμῶν, διαφύλαξον ποίμνην, ἐξαιρέτως τὴ σκέπη σου προστρέχουσαν, πρὸς σὲ καταφεύγουσαν τὸν λιμένα, τὸ τεῖχος, τὴν μόνην προστασίαν τοῦ γένους τῶν ἀνθρώπων.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

Ταχὺ προκατάλαβε

ϋλοις ἐν στόμασι, Τριὰς ὑπέρθεε, ἀπαύστως ὑμνούσί σε, τῶν Ἀσωμάτων χοροί, καὶ φόβω, παρίστανται, Ἅγιος ἐκβοῶντες, Τρισυπόστατε Φύσις. Ἐλέησον γοῦν χειρῶν σου, τῶν οἰκείων τὸ πλάσμα, αὐτῶν ταὶς ἱκεσίαις, μόνε φιλάνθρωπε.

Μαρτυρικὸν

Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα, ἓν τὴ μνήμη τῶν Ἀθλοφόρων παραγέγονε, τὰς τῶν πιστῶν διανοίας φωτίσαι, καὶ τὴν οἰκουμένην τὴ χάριτι φαιδρύναι, δι' αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὴ ἀνατραφείση ἐν τῷ Ναῶ, εἰς τὰ Ἅγια τῶν Ἁγίων, τὴ περιβεβλημένη τὴν πίστιν καὶ τὴν σοφίαν, καὶ τὴν ἄμεμπτον παρθενίαν, ὁ Ἀρχιστράτηγος Γαβριήλ, προσέφερεν οὐρανόθεν, τὸν ἀσπασμὸν καὶ τὸ χαῖρε. Χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη, ὁ Κύριος μετὰ σοῦ.

ΤΡΙΤΗ ΗΧΟΣ Δ΄

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

Ἦχος δ'

Τὴν ταπεινήν μου ψυχήν, ἐπίσκεψαι Κύριε, τὴν ἐν ἁμαρτίαις τὸν βίον ὅλον δαπανήσασαν, ὃν τρόπον τὴν Πόρνην, δέξαι καμέ, καὶ σώσόν με. 

Διαπλέων τὸ πέλαγος τῆς παρούσης ζωῆς, ἐνθυμοῦμαι τὴν ἄβυσσον τῶν πολλῶν μου κακῶν, καὶ μὴ ἔχων τὸν κυβερνήτην λογισμόν, τὴν τοῦ Πέτρου σοὶ προσφθέγγομαι φωνήν. Σώσόν με Χριστέ, σώσόν με, ὡς φιλάνθρωπος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὸν Λόγον τοῦ Πατρός, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν, Θεοτόκε Παρθένε, μόνη ἁγνή, μόνη εὐλογημένη, διὸ ἀπαύστως σὲ ἀνυμνοῦντες μεγαλύνομεν.

Μετα τὴν β' Στιχολογίαν

Καθίσματα ἕτερα

ννοῶν τὸ πέλαγος τῶν πολλῶν μου πταισμάτων, οὐ τολμῶ ἀτενίσαι, καὶ αἰτῆσαι τὴν συγχώρησιν, ἀλλὰ δὸς μοὶ κατάνυξιν πρὸς μετάνοιαν, Κύριε καὶ σώσόν με.

Κατεπλάγη Ἰωσὴφ

Τὴ ἀχλὺϊ τῶν παθῶν, καὶ τῶν τοῦ βίου ἡδονῶν, σκοτιζόμενος ὁ νούς, τῆς ταλαιπώρου μου ψυχῆς, πρὸς λογισμὸν κατανύξεως οὐκ ἔρχεται, ἀλλ' οἴκτειρον Σωτήρ, καμὲ τὸν δείλαιον, καὶ δὸς μοὶ λογισμὸν κατανύξεως, ἵνα καγῷ πρὸ τέλους ἐκβοήσω, τὴ εὐσπλαγχνία σου Κύριε, Χριστὲ Σωτήρ μου, ἀπεγνωσμένον, σώσόν με τόν ἀνάξιον.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες. Χαῖρε ἀδύτου φωτὸς Νεφέλη, αὐτὸν βαστάσασα ἐν κόλποις, τῆς δόξης τὸν Κύριον.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

Ταχὺ προκατάλαβε

Τρυγὼν ἡ φιλέρημος, ὁ ἱερὸς Βαπτιστής, κηρύξας μετάνοιαν, καὶ φανερώσας Χριστόν, γενόμενον ἄνθρωπον, πάντων ἁμαρτανόντων, ἐγεννήθη προστάτης, πᾶσι χειμαζομένοις βοηθῶν ἀενάως. Αὐτοῦ ταὶς ἱκεσίαις Χριστέ, σῶσον τὸν κόσμον σου.

Μαρτυρικὸν

Σταυρὸν ὁπλισάμενοι, οἱ Ἀθλοφόροι σου, ἐνίκησαν τὰ μηχανήματα, τοῦ ἀρχεκάκου ἐχθροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔλαμψαν ὡς φωστῆρες, τους βροτοὺς ὁδηγοῦντες, νέμουσι τὰς ἰάσεις, τοὶς ἐν πίστει αἰτοῦσιν. Αὐτῶν ταὶς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νύν... Θεοτοκίον

 μόνη κυήσασα, τὸν ποιητὴν τοῦ παντός, ἡ μονη κοσμήσασα, τὴν ἀνθρωπότητα, τῶ τόκω σου Ἄχραντε, ῥύσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στήσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, ὃν ἐσωμάτωσας.

ΤΕΤΑΡΤΗ ΗΧΟΣ Δ΄

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Ἦχος δ'

ξηγόρασας ἡμᾶς, ἐκ τῆς κατάρας τοῦ νόμου, τῶ τιμίω σου αἵματι, τῶ Σταυρῶ προσηλωθείς, καὶ τὴ λόγχη κεντηθείς, τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις. Σωτὴρ ἡμῶν δόξα σοί.

 ὑψωθεὶς ἐν τῷ Σταυρῶ ἑκουσίως, τὴ ἐπωνύμω σου καινὴ πολιτεία, τοὺς οἰκτιρμούς σου δώρησαι Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Κατεπλάγη Ἰωσὴφ

Παρεστώσα τῷ Σταυρῷ, ἡ Πανάμώμητος ἀμνάς, τοῦ ἀμνοῦ καὶ λυτρωτοῦ, θρήνοις ἐκόπτετο δεινοῖς, καὶ ἀτενίζουσα ἔλεγεν ἐκπληττομένη. Τὶ τοῦτο τὸ καινόν, καὶ ξένον θέαμα; γλυκύτατε Υἱέ, πῶς φέρεις ταῦτα ἑκών, ὑπομένεις σταύρωσιν, πὼς ἑκούσιον, καὶ τὸν ἐπώδυνον θάνατον, Δοξολογῶ σου, τὴν ὑπὲρ λόγον, πλαστουργὲ συγκατάβασιν.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημούσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνελε τῶ Σταυρῶ σου, τοὺς ἡμᾶς πολεμοῦντας, γνώτωσαν πῶς ἰσχύει, ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Ὅμοιον

Σταυρῶ σὲ προσήλωσαν, οἱ Ἰουδαῖοι Σωτήρ, δι' οὗ ἐκ τῶν ἐθνῶν ἡμᾶς, ἀνακαλέσω ποτέ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἥπλωσας τὰς παλάμας, ἐν αὐτῷ τῇ βουλή σου, λόγχη δὲ τὴν πλευράν σου, κατεδέξω νυγῆναι, τῶ πλήθει τῶν οἰκτιρμῶν σου, φιλάνθρωπε δόξα σοί.

Δόξα... Καὶ νύν...

Σταυροθεοτοκίον  ὅμοιον

 ἄνυμφος Μήτηρ σου, ὡς ἐθεάσατο, Σταυρῶ σὲ ὑψούμενον, ὀδυρομένη πικρῶς, τοιαῦτα ἐφθέγγετο. Τὶ τὸ καινὸν καὶ ξένον, καὶ παράδοξον θαῦμα; πῶς σὲ ἄνομος δῆμος, τῶ Σταυρῶ προσπηγνύει, τὸν μόνον σὲ ζωοδότην, φῶς μου γλυκύτατον;

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ

ν Παραδείσῳ μὲ δεινῶς πεπτωκότα, τοῦ βροτοκτόνου τὴ πικρὰ συμβουλία, ἐν τῷ Κρανίω πάλιν ἐξανέστησας Χριστέ, ξύλω ἰασάμενος, τὴν τοῦ ξύλου κατάραν, κτεῖνας τὸν ἀπάτη με, θανατώσαντα ὄφιν, καὶ ἐδωρήσω θείαν μοὶ ζωήν. Δόξα τὴ θεία σταυρώσει σου Κύριε.

Μαρτυρικὸν

Τῶν ἐν ὅλω τῶ κόσμω Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι' αὐτῶν βοᾷ σοὶ Χριστὲ ὁ Θεός. Τῶ λαῶ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τὴ πολιτεία σου δώρησαι, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ

πὶ Σταυροῦ σὲ δυνατὲ κρεμασθέντα, κατανοοῦσα ἡ ἀμνὰς καὶ Παρθένος, ὀδυρομένη ἔλεγε δακρύουσα. Τίς σου ἡ ἀπόρρητος συγκατάβασις Λόγε; πῶς σὲ νὺν κατέκρινεν, ὁ κατάκριτος δῆμος, τὸν πάντας κρίναι μέλλοντα Θεόν. Ὑμνολογῶ σου τὸ ἄφατον ἔλεος.

ΠΕΜΠΤΗ ΗΧΟΣ Δ΄

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Ἀποστολικὰ

Ἦχος δ'

Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς οἰκουμένης διδάσκαλοι, τῶ Δεσπότη τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τὴ οἰκουμένη δωρήσασθαι, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.

Ταχὺ προκατάλαβε

Φωστήρας εἰς τὰ πέρατα, τοὺς Μαθητάς σου Χριστέ, ἀνέδειξας ἐκλάμποντας, ἐν τῷ κηρύγματι, ψυχὰς καταυγάζοντας, πλάνην τὴν τῶν εἰδώλων, δι' αὐτῶν ἀμαυρώσας, δόγμασιν εὐσεβείας, καταλάμψας τὸν κόσμον. Αὐτῶν ταὶς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νύν... Θεοτοκίον  ὅμοιον

Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῶ σῶ Υἱῶ καὶ Θεῷ, Κυρία Πανάχραντε, λύσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, σκέδασον τὰς ἐνέδρας, καὶ τὰ θράση Παρθένε, τῶν νὺν ἐφοπλιζομένων, κατὰ τῶν δούλων σου.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα Ἀποστολικὰ

Ταχὺ προκατάλαβε

Εἰς πᾶσαν διέδραμεν, ὑμῶν ὁ φθόγγος τὴν γήν, καὶ πλάνης ἐμώρανε, σοφίαν ἄσοφον, Ἀπόστολοι ἔνδοξοι, εἵλκυσε τοὺς ἀνθρώπους, ἐκ βυθοῦ τῆς ἀπάτης, ἔδειξε δὲ τοὶς πᾶσι, σωτηρίας τὴν τρίβον, διὸ νὺν ἐπαξίως, ὑμᾶς μακαρίζομεν.

Τῆς πίστεως κήρυκας, τοὺς μαθητάς σου Σωτήρ, τῶ κόσμω ἀνέδειξας, καθοδηγῶν δι' αὐτῶν, τὰ ἔθνη πρὸς γνώσίν σου, λόγων γὰρ ταὶς ἀκτίσι, κατεφώτισαν πάντας, σπόρον τῆς εὐσεβείας, κατασπείραντες ὄντως. Αὐτῶν ταὶς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νύν... Θεοτοκίον  ὅμοιον

πάκουσον Δέσποινα, ἐκ κατωδύνου ψυχῆς, βοῶντος τοῦ δούλου σου, καὶ τῶν πολλῶν μου κακῶν, παράσχου μοὶ ἄφεσιν, σὲ γὰρ ἔχω προστάτιν, ἐν νυκτὶ καὶ ἡμέρα, λύτρωσαι Θεοτόκε, τοῦ πυρὸς τῆς γεέννης, καὶ στῆσον ἐκ δεξιῶν με, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα

Ταχὺ προκατάλαβε

Ταχὺ προκατάλαβε, πάτερ Νικόλαε, καὶ σῶσον τοὺς δούλους σου, ἐπερχομένων ἡμῖν, κινδύνων καὶ θλίψεων, ἔχεις γὰρ πρὸς τὸν Κτίστην, καὶ Θεὸν παρρησίαν, πάρεσο οὖν ἐν τάχει, τοὶς πιστῶς σὲ καλοῦσι, τὴν σὴν νὺν προστασίαν, καὶ σκέπην δωρούμενος.

Μαρτυρικὸν

Οἱ μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν, σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση, αὐτῶν ταὶς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νύν... Θεοτοκίον

τι πάντων ὑπάρχεις τῶν ποιημάτων ὑπερτέρα, ἀνυμνεῖν σὲ ἀξίως, μὴ εὐποροῦντες Θεοτόκε, δωρεὰν αἰτούμέν σε, ἐλέησον ἡμᾶς.

ΠΑΡΑΣΚΕΥΗ ΗΧΟΣ Δ΄

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Ἦχος δ'

ξηγόρασας ἡμᾶς, ἐκ τῆς κατάρας τοῦ νόμου, τῶ τιμίω σου αἵματι, τῶ Σταυρῶ προσηλωθείς, καὶ τὴ λόγχη κεντηθείς, τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις. Σωτὴρ ἡμῶν δόξα σοί.

Αὐτόμελον

 ὑψωθεὶς ἐν τῷ Σταυρῶ ἑκουσίως, τὴ ἐπωνύμω σου καινὴ πολιτεία, τοὺς οἰκτιρμούς σου δώρησαι Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Δόξα... Καὶ νύν...

Σταυροθεοτοκίον

Τὴν ἐθελούσιον σφαγην τοῦ Δεσπότου, κατανοοῦσα ἡ Ἄγνη καὶ Παρθένος, ὀδυρομένη ἔλεγε δακρύουσα. Τέκνον ποθεινότατον, πῶς θανεῖν ἠρετίσω; πῶς δὲ τεθανάτωσαι, τῶν κακούργων ἐν μέσῳ, ὁ κατὰ φύσιν δίκαιος Θεός; Δοξολογῶ σου, Υἱὲ τὸ μακρόθυμον.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημούσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνελε τῶ Σταυρῶ σου, τοὺς ἡμᾶς πολεμοῦντας, γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ Πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Ὅμοιον

Σταυρῶ σὲ προσήλωσαν, οἱ Ἰουδαῖοι Σωτήρ, δι' οὗ ἐκ τῶν ἐθνῶν ἡμᾶς, ἀνεκαλέσω ποτέ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔτεινας τὰς παλάμας, ἐν αὐτῷ τῇ βουλή σου, λόγχη δὲ τὴν πλευράν σου, κατεδέξω νυγῆναι, τῶ πλήθει τῶν οἰκτιρμῶν σου, μόνε φιλάνθρωπε.

Δόξα... Καὶ νύν...

Σταυροθεοτοκίον

Παρθένε Πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διήλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὃν πὲρ εὐλογημένη, δυσωποῦσα μὴ παύση, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Ταχὺ προκατάλαβε

Σταυρὸν καὶ τὸν θάνατον, ὑπὲρ ἡμῶν ἀγαθέ, δι' ἄμετρον ἔλεος, ἑκὼν ὑπέμεινας, καὶ κρίσιν τὴν ἄδικον, ὅπως τῆς καταδίκης, καὶ ἀρχαίας κατάρας, πάντας ἐλευθερώσης, τοὺς ἀπάτη φθαρέντας, διό σου προσκυνοῦμεν, Λόγε τὴν Σταύρωσιν.

Μαρτυρικὸν

Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα, ἐν τῇ μνήμη τῶν Ἀθλοφόρων παραγέγονε, τὰς τῶν πιστῶν διανοίας φωτίσαι, καὶ τὴν οἰκουμένην τὴ χάριτι φαιδρύναι, δι' αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Ταχὺ προκατάλαβε

Σταυρῶ σὲ ὑψούμενον, ὡς ἐθεάσατο ἡ Ἄχραντος Μήτηρ σου, Λόγε Θεοῦ μητρικῶς, θρηνοῦσα ἐφθέγγετο. Τὶ τὸ καινὸν καὶ ξένον, τοῦτο θαῦμα Υἱέ μου πῶς ἡ ζωὴ τῶν ὅλων, ὁμιλεῖς τῶ θανάτω; ζωῶσαι τοὺς θανόντας, θέλων ὡς εὔσπλαγχνος;

ΣΑΒΒΑΤΟ ΗΧΟΣ Δ΄

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Μαρτυρικὰ

Ἦχος δ'  Ταχὺ προκατάλαβε

Σταυρῶ ὁπλισάμενοι, οἱ Ἀθλοφόροι σου, ἐνίκησαν τὰ μηχανήματα, τοῦ ἀρχεκάκου ἐχθροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔλαμψαν ὡς φωστῆρες, τους βροτοὺς ὁδηγοῦντες, νέμουσι τὰς ἰάσεις, τοὶς ἐν πίστει αἰτοῦσιν. Αὐτῶν ταὶς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν.  

Τῶν ἐν ὅλω τῶ κόσμω Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι' αὐτῶν βοᾷ σοὶ Χριστὲ ὁ Θεός. Τῶ λαῶ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τὴ πολιτεία σου δώρησαι, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο, τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν, σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταὶς Ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοὶς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὸν Ἄμωμον

Κάθισμα Μαρτυρικὸν

Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα, ἐν τῇ μνήμη τῶν Ἀθλοφόρων παραγέγονε, τὰς τῶν πιστῶν διανοίας φωτίσαι, καὶ τὴν οἰκουμένην τὴ χάριτι φαιδρύναι, δι' αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἔτερα Νεκρώσιμα

Ταχὺ προκατάλαβε

Ψυχὰς ἃς μετέστησας, ἐκ τῶν προσκαίρων πρὸς σέ, ἀνάπαυσον Κύριε, ὡς Παντοδύναμος, καὶ μόνος ἀθάνατος, ἄνες ἄφες οἰκτίρμον, τὰ αὐτοῖς πεπραγμένα, ἐλέησον ἐλεῆμον, τῶν χειρῶν σου τὰ ἔργα, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Τοῦ βίου τὸ πρόσκαιρον, διαπεράσαντες, μετέστησαν Κύριε, πρὸς σὲ τὸν εὔσπλαγχνον, πιστῶς οἱ βιώσαντες, οὓς πὲρ ἐπὶ τὸν τόπον, τῆς ἀνέσεως τάξον, στῆσον ἐκ δεξιῶν σου, ἐν ἡμέρα τῆς δίκης, τὰ τούτοις ἡμαρτημένα, παραβλεψάμενος.

Δόξα... Καὶ νύν... Θεοτοκίον  ὅμοιον

Πιστῶν ἱλαστήριον, σὺ ἀνεδείχθης Ἁγνή, κοινὸν καταφύγιον, καὶ μεσιτεία θερμή, Παρθένε Θεόνυμφε, ὅθεν καὶ τῶν ἐν πίστει, πρὸς Θεὸν μεταστάντων, φάνηθινύν μεσῖτις, καὶ σωτήριος πύλη, πρὸς πλάτος τοῦ Παραδείσου, τούτους εἰσάγουσα.























 

Εἶτα, ἡ Ὑπακοὴ, οἱ ἀναβαθμοὶ τοῦ ἤχου καὶ τὸ Προκείμενον. 

ΔΙΑΚΟΝΟΣ

Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ:  Κύριε, ἐλέησον.

ΙΕΡΕΥΣ  

τι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν...

ΧΟΡΟΣ:  μήν.  

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον (ἐκ γ').

ΔΙΑΚΟΝΟΣ

Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου...

ΧΟΡΟΣ: Κύριε, ἐλέησον (γ').

ΔΙΑΚΟΝΟΣ: Σοφία. Ὀρθοῖ, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ΙΕΡΕΥΣ  

Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ:   Καὶ τῶ Πνεύματί σου.

ΙΕΡΕΥΣ  

κ τοῦ κατὰ (.....) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

ΔΙΑΚΟΝΟΣ

Πρόσχωμεν.

ΧΟΡΟΣ: Δόξα σοί, Κύριε, δόξα σοί.

Καὶ ἀναγινώσκει ὁ Ἱερευς τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου.

 

Τὸ A΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ το κατά Ματθαῖον.

Κεφ. 28:16-20

Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ ᾿Ιησοῦς.  Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ ᾿Ιησοῦς, ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ, ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.

 

  

           

  Τὸ Β΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ το κατά Μάρκον 

Κεφ. 16:1-8   

Διαγενομένου τοῦ Σαββάτου, Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου καὶ Σαλώμη, ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν τὸν᾿Ιησοῦν. Καὶ λίαν πρωῒ τῆς μιᾶς Σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου;  Καὶ ἀναβλέψασαι, θεωροῦσιν, ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα.  Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· ᾿Ιησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν.  Ἀλλ᾿ ὑπάγετε,  εἴπατε τοῖς Μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχύ, ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.

 

 

 

Τὸ Γ΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ το κατά Μάρκον 

 Κεφ.  16:9-20

ναστὰς ὁ Ἰησοῦς πρωῒ Πρώτῃ Σαββάτου, ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ᾿ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.  Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾿ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι· Κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ, καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς, ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη, ἐν ἑτέρᾳ μορφή, πορευομένοις εἰς ἀγρόν. Κἀκεῖνοι ἀπελθόντες, ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν.  ῞Υστερον, ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν· ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς· πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ Εὐαγγέλιον πάσῃ τῇ κτίσει.  Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται.  Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει. Ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς· ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους  χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. ῾Ο μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες, ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος, διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.

 

 

 

Τὸ Δ΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ το κατά Λουκᾶν 

 Κεφ. 24:1-12

Τῇ  μιᾷ τῶν Σαββάτων, ὄρθρου βαθέος, ἦλθον γυναῖκες ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς.  Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου· καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου ᾿Ιησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδοὺ δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις.  Ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;  οὐκ ἔστιν ὧδε, ἀλλ᾿ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὦν ἐν τῇ Γαλιλαίᾳ, λέγων· Ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ· καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ ᾿Ιωάννα καὶ Μαρία ᾿Ιακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς Ἀποστόλους ταῦτα. Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. Ὁ δὲ Πέτρος, ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα· καὶ ἀπῆλθε, πρὸς ἑαυτόν θαυμάζων τὸ γεγονός.

 

 

 

Τὸ Ε΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ το κατά Λουκᾶν 

 Κεφ.  24:12-35

Τῷ καιρῷ ἐκείνῳ, ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα· καὶ ἀπῆλθε πρὸς ἑαυτόν, θαυμάζων τὸ γεγονός. Καὶ ἰδοὺ, δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην, ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ ῾Ιερουσαλήμ, ᾗ ὄνομα ᾿Εμμαούς· καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καὶ αὐτὸς ὁ ᾿Ιησοῦς ἐγγίσας, συνεπορεύετο αὐτοῖς· οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Εἶπε δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καί ἐστε σκυθρωποί; Ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς ἐν ῾Ιερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; Καὶ εἶπεν αὐτοῖς· Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ· Τὰ περὶ ᾿Ιησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ· ὅπως τε παρέδωκαν αὐτὸν οἱ Ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν· ἡμεῖς δὲ ἠλπίζομεν, ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν ᾿Ισραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις, τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ᾿ οὗ ταῦτα ἐγένετο. Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον· καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον, λέγουσαι καὶ ὀπτασίαν Ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον. Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ Προφῆται. Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν Προφητῶν διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς Γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο· καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι. Καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα· Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν, λαβὼν τὸν ἄρτον, εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν. Καὶ εἶπον πρὸς ἀλλήλους· οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, ὑπέστρεψαν εἰς ῾Ιερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας· Ὅτι ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίμωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ· καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.

 

 

 

Τὸ ΣΤ΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ το κατά Λουκᾶν 

Κεφ.  24:36-53

Τῷ καιρῷ ἐκείνῳ,  ἀναστὰς ὁ ᾿Ιησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳ τῶν Μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε· ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τοῦτο εἰπὼν, ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς, καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίου. Καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. Εἶπε δὲ αὐτοῖς· Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς, ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσέως καὶ Προφήταις καὶ Ψαλμοῖς περὶ ἐμοῦ. Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς γραφάς· καὶ εἶπεν αὐτοῖς· Ὅτι οὕτω γέγραπται, καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν, καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ ῾Ιερουσαλήμ. Ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ Πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ῾Ιερουσαλὴμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. ᾿Εξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ, εὐλόγησεν αὐτούς. Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς, διέστη ἀπ᾿ αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν, ὑπέστρεψαν εἰς ῾Ιερουσαλὴμ μετὰ χαρᾶς μεγάλης. Καὶ ἦσαν διαπαντὸς ἐν τῷ Ἱερῷ, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.

 

 

 

Τὸ Ζ΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ το κατά Ἰωάννην

 Κεφ. 20: 1-10

Τῇ μιᾷ τῶν Σαββάτων, Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν, καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον Μαθητὴν, ὃν ἐφίλει ὁ ᾿Ιησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος Μαθητὴς, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος Μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου, καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας, βλέπει κείμενα τὰ ὀθόνια· οὐ μέντοι εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος Μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε, καὶ ἐπίστευσεν· Οὐδέπω γὰρ ᾔδεισαν τὴν Γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.

 


 

Τὸ Η΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ το κατά Ἰωάννην

 Κεφ. 20:11-18

Τῷ καιρῷ ἐκείνῳ, Μαρία εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω· ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ δύο Ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ Σῶμα τοῦ ᾿Ιησοῦ. Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις; Λέγει αὐτοῖς· Ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. Καὶ ταῦτα εἰποῦσα, ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν ᾿Ιησοῦν ἑστῶτα· καὶ οὐκ ᾔδει ὅτι ὁ ᾿Ιησοῦς ἐστι. Λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; Ἐκείνη, δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. Λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· Μαρία. Στραφεῖσα ἐκείνη λέγει αὐτῷ· Ῥαββουνί, ὃ λέγεται, Διδάσκαλε. Λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου· πορεύου δὲ πρὸς τοὺς Ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ἔρχεται Μαρία ἡ Μαγδαληνὴ, ἀπαγγέλλουσα τοῖς Μαθηταῖς, ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.

 

Τὸ Θ΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ το κατά Ἰωάννην

 Κεφ. 20:19-31

Οὔσης ὀψίας, τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν Σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων, ὅπου ἦσαν οἱ Μαθηταὶ συνηγμένοι, διὰ τὸν φόβον τῶν ᾿Ιουδαίων, ἦλθεν ὁ ᾿Ιησοῦς, καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν, ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ Μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς πάλιν· Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέ με ὁ Πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν, ἐνεφύσησε, καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ῞Αγιον. Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται. Θωμᾶς δὲ, εἷς ἐκ τῶν Δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ᾿ αὐτῶν ὅτε ἦλθεν ὁ ᾿Ιησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ᾿ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ Μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ᾿ αὐτῶν. Ἔρχεται ὁ ᾿Ιησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη ὁ Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ ᾿Ιησοῦς ἐνώπιον τῶν Μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. Ταῦτα δὲ γέγραπται, ἵνα πιστεύσητε, ὅτι ᾿Ιησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

 

 

Τὸ Ι΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ το κατά Ἰωάννην

 Κεφ. 21:1-14

Τῷ καιρῷ ἐκείνῳ,   ἐφανέρωσεν ἑαυτὸν   ὁ ᾿Ιησοῦς τοῖς Μαθηταῖς αὐτοῦ, ἐγερθείς ἐκ νεκρῶν, ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως. Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν Μαθητῶν αὐτοῦ δύο. Λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. Ἐξῆλθον, καὶ ἀνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. Πρωΐας δὲ ἤδη γενομένης, ἔστη ὁ ᾿Ιησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέν τοι ᾔδεισαν οἱ Μαθηταὶ, ὅτι ᾿Ιησοῦς ἐστι. Λέγει οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; Ἀπεκρίθησαν αὐτῷ· Οὔ. Ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. Ἔβαλον οὖν, καὶ οὐκ έτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. Λέγει οὖν ὁ Μαθητὴς ἐκεῖνος, ὃν ἠγάπα ὁ ᾿Ιησοῦς, τῷ Πέτρῳ· Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν. Οἱ δὲ ἄλλοι Μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον· οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ᾿ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην, καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. Λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. Ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. Λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· δεῦτε ἀριστήσατε. Οὐδεὶς δὲ ἐτόλμα τῶν Μαθητῶν ἐξετάσαι αὐτὸν, Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ Κύριός ἐστιν. Ἔρχεται οὖν ὁ ᾿Ιησοῦς καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ ᾿Ιησοῦς τοῖς Μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν.

 

 

 

Τὸ ΙΑ΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ το κατά Ἰωάννην

 Κεφ. 21:14-25

Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν   ὁ ᾿Ιησοῦς τοῖς Μαθηταῖς αὐτοῦ, ἐγερθείς ἐκ νεκρῶν, καί λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων ᾿Ιωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων; Λέγει αὐτῶ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ᾿Ιωνᾶ, ἀγαπᾷς με; Λέγει αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Ποίμανε τὰ πρόβατά μου. Λέγει αὐτῷ τὸ τρίτον· Σίμων ᾿Ιωνᾶ, φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με, καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· Βόσκε τὰ πρόβατά μου. Ἀμὴν ἀμὴν λέγω σοι· Ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπὼν, λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος, βλέπει τὸν Μαθητὴν ὃν ἠγάπα ὁ ᾿Ιησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; Τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ ᾿Ιησοῦ· Κύριε, οὗτος δὲ τί; Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σὺ ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς, ὅτι ὁ Μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς, ὅτι οὐκ ἀποθνήσκει, ἀλλ᾿ Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ Μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ ᾿Ιησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾿ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.

 

Μετὰ δὲ τὸ πέρας αὐτοῦ λέγει ὁ χορός·

ΧΟΡΟΣ: Δόξα σοί, Κύριε, δόξα σοί.

Καὶ ἑν Κυριακῇ ὁ Ἀναγνώστης  ἀναγινώσκει το· Ἀνάστασιν Χριστοῦ θεασάμενοι, και ψάλλεται  Ν’ Ψαλμός εἰ τύχη Κυριακή. Εἰ δὲ ἐστιν ἄλλη ἐορτή, ὁ Ν΄χύμα καὶ γίνεται ὁ ἀσπασμός τοῦ Εὐαγγελίου.

 

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλω τῶ κόσμω. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομεῖνας δι' ἡμᾶς, θανάτω θάνατον ὤλεσεν.

Ν’ ΨΑΛΜΟΣ

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ἦχος β’

Δόξα...

Ταὶς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νύν... Ἦχος ὁ αὐτὸς

Ταὶς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος ὁ αὐτός.

ναστὰς ὁ Ἰησοῦς, ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωήν, καὶ μέγα ἔλεος.

Ἐν δὲ περιόδου τοῦ Τριωδίου

Ἦχος πλ. δ'

Δόξα...

Τῆς μετανοίας ἄνοιξόν μοὶ πύλας Ζωοδότα, ὀρθρίζει γὰρ τὸ πνεύμά μου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον, ἀλλ' ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνω σου ἐλέει.

Καὶ νύν... Θεοτοκίοv. Ἦχος ὁ αὐτὸς

Τῆς σωτηρίας εὔθυνόν μοὶ τρίβους, Θεοτόκε, αἰσχραῖς γὰρ κατερρύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥαθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταὶς σαὶς πρεσβείαις ῥύσαί με, πάσης ἀκαθαρσίας.

Στίχ. λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημα μου.

Ἦχος πλ. β'

Τὰ πλήθη τῶν πεπραγμένων μοὶ δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως, ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυὶδ βοῶ σοί. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.

ΔΙΑΚΟΝΟΣ

Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου...

ΧΟΡΟΣ: Κύριε, ἐλέησον (ιβ')

ΙΕΡΕΥΣ  

λέει, καὶ οἰκτιρμοίς, καὶ φιλανθρωπία...

ΧΟΡΟΣ:  μήν.  

Εἶτα, ἀναγινώσκεται ὁ Κανών, ψαλλομένων καὶ τῶν Καταβασιῶν. Εἰς δὲ τὴν γ’ ᾠδὴν·

ΔΙΑΚΟΝΟΣ

τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ  Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς  Παναγίας, ἀχράντου...

ΙΕΡΕΥΣ  

τι σὺ εἶ ὁ Θεὸς ἡμῶν...

ΧΟΡΟΣ:  μήν.

καί  ὁ χορός ψάλλει τά Καθίσματα τῆς γ’ ᾠδής

Εἰς δὲ τὴν στ’ ᾠδὴν·

ΔΙΑΚΟΝΟΣ

τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ  Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς  Παναγίας, ἀχράντου...

ΙΕΡΕΥΣ  

Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης...

ΧΟΡΟΣ:  μήν.  

Καὶ ὁ Ἀναγνώστης τὸ Κοντάκιον, Οἶκον, και Συναξάριον τῆς ἡμέρας.

Ἐν ταῖς μοναῖς, ἡ ζ΄ και η΄ ᾠδή τοῦ κανόνος.

Ἐν ταῖς ἐνορίαις, μετὰ τὸ συναξάριον, ὁ χορός ψάλλει ταῖς Καταβασίαις.

Ἐν τῇ καταβασίᾳ τῆς η΄ ᾠδής, προτάσσεται τὸ·

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

Ἐν ταῖς ἐνορίαις μετὰ τὴν η΄ ᾠδήν τῶν καταβασιῶν καὶ ἐν ταῖς μοναῖς μετὰ τὴν η΄ ᾠδήν τοῦ κανόνος, ἐκφωνεὶ ὁ Διάκονος·

Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.

Καὶ ψάλλεται ἡ Τιμιωτέρα. Καὶ ἡ θ' ᾠδήν τῶν καταβασιῶν ἤ τοῦ κανόνος.

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεύμά μου ἐπὶ τῶ Θεῷ τῶ σωτήρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ, ἰδοὺ γὰρ ἀπὸ τοῦ νὺν μακαριούσί με πᾶσαι γενεαί.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...

τι ἐποίησέ μοὶ μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοὶς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...

ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοία καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...

Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...

ντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῶ Ἀβραάμ, καὶ τῶ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Μετὰ δὲ τὴν ἑνάτην ᾠδὴν·

ΔΙΑΚΟΝΟΣ

τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ  Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς  Παναγίας, ἀχράντου...

ΙΕΡΕΥΣ  

τι σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν...

ΧΟΡΟΣ: μήν. 

Ἐν Κυριακῇ ψάλλεται τό·

γιος Κύριος ὁ Θεὸς ἡμῶν,

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῶ ὑποποδίω τῶν ποδῶν αὐτοῦ.

τι Ἅγιός ἐστιν.

Εἶτα ψάλλεται τὰ Ἐξαποστειλάρια, καὶ οἱ Αἶνοι

ΨΑΛΜΟΣ 148

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς Ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ,

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ, Σοὶ πρέπει ὕμνος τῶ Θεῷ.

Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. 

Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.

Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.

στησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι·

Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·

Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι·

Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά·

Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς·

Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων·

Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου·

 ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ·

μνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

ΨΑΛΜΟΣ 149

σατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.

Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.

Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ,

τι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.

Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ὔρομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.

Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς,

Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς,

Εἰς στίχους 8 ἢ 6

Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

ΨΑΛΜΟΣ 150

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Εἰς στίχους 4

Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρα.

Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῶ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνω,

Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ἐν Κυριακῇ  ἑάν δέν υπάρχει ἑορτή, λέγομεν κα τοῦς ἐφεξής δύο στίχους:

7. νάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθη τῶν πενήτων σου εἰς τέλος.

8. ξομολογήσομαί σοί, Κύριε, ἐν ὅλη καρδία μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

Ἐν μνήμαις ἄλλων ἑορταζομένων ἁγίων λέγομεν τοῦς ἑπομένους:

 

ΑΠΟΣΤΟΛΩΝ

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ (αὐτῶν).

Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

ΙΕΡΑΡΧΩΝ

Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν·

 

Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

ΙΕΡΟΜΑΡΤΥΡΩΝ

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.  

ΜΕΓΑΛΟΜΑΡΤΥΡΩΝ

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.

ΜΑΡΤΥΡΩΝ

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

ΟΣΙΩΝ ΑΝΔΡΩΝ

Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίοῦ αὐτοῦ.

ΟΣΙΩΝ ΓΥΝΑΙΚΩΝ

πομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

 

Και ψάλλεται το Εωθινον δοξαστικόν ή το της τυχούσης εορτής.

Δόξα...

 

Καὶ νύν...

Ἐν Κυριακῇ τὸ παρὸν Θεοτοκίον.

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ Ἅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοί.

 

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοὶ τῶ δείξαντι τὸ φῶς, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

μνούμέν σε, εὐλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, εὐχαριστούμέν σοί, διὰ τὴν μεγάλην σου δόξαν.

Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,

Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιὰ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρα ταύτη, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου (γ').

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεά,

γὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοί.

Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

Παράτεινον τὸ ἔλεός σου τοὶς γινώσκουσί σε.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ').

Δόξα... Καὶ νύν... Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Ἦχος  δ'

Καὶ τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου ἤ ἐν Κυριακῇ τὸ Ἀναστάσιμον Ἀπολυτίκιον

Σήμερον σωτηρία τῶ κόσμω γέγονεν. Ἄσωμεν τῶ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῶ τῆς ζωῆς ἡμῶν, καθελῶν γὰρ τῶ θανάτω τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

Ἐν ταῖς μοναῖς ὃπου μετά τὸν Ὄρθρον ἀναγινώσκονται αἱ ὧραι, λέγονται αἱ ἀκόλουθες αἰτήσεις ἐκφώνως.

Ἐν ταῖς ἐνορίαις αἱ αἰτήσεις σύν τῇ Μεγάλη Ἀπολύσει τοῦ Ὄρθρου λέγονται μυστικῶς ἀπὸ τὸν Ἱερέαν καὶ τὸν Διάκονον ὃταν ἄρχεται ἡ Μεγάλη Δοξολογία.

ΔΙΑΚΟΝΟΣ

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν, εἴπωμεν.

ΙΕΡΕΥΣ ἢ ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄) [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

Κύριε, Παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν...

λέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου...

τι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων χριστιανῶν.

τι δεόμεθα ὑπὲρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).

τι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν ἱερέων...

τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας...

τι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων...

τι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων...

ΙΕΡΕΥΣ

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...

ΧΟΡΟΣ: μήν.

Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν...

ΙΕΡΕΥΣ ἢ ΧΟΡΟΣ: Παράσχου Κύριε. [καί μετά ἀπό κάθε αἴτηση]

γγελον εἰρήνης, πιστὸν ὁδηγόν...

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν...

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν...

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν...

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν...

Τῆς Παναγίας, ἀχράντου...

ΙΕΡΕΥΣ

τι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις...

ΔΙΑΚΟΝΟΣ ἢ ΧΟΡΟΣ: μήν.

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

ΔΙΑΚΟΝΟΣ: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

ΙΕΡΕΥΣ

Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν...

Σὸν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμᾶς...

ΔΙΑΚΟΝΟΣ ἢ ΧΟΡΟΣ:  μήν.

ΔΙΑΚΟΝΟΣ: Σοφία

ΙΕΡΕΥΣ: 

 ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν...

ΔΙΑΚΟΝΟΣ ἢ ΧΟΡΟΣ:

Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ πόλει (ἢ τῇ μονῇ, ἢ τῇ κώμῃ, ἢ τῇ νήσῳ) ταύτῃ εἰς αἰῶνας αἰώνων. Ἀμήν.

ΙΕΡΕΥΣ: 

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.

ΔΙΑΚΟΝΟΣ ἢ ΧΟΡΟΣ:  

Δόξα... Καὶ νῦν... , Κύριε ἐλέησον (γ'), πάτερ ἅγιε, εὐλόγησον.

ΙΕΡΕΥΣ 

(Ὁ ἀναστὰς ἐκ νεκρῶν) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…

Δι᾽ εὐχῶν των ἁγίων Πατέρων ἡμῶν...

ΔΙΑΚΟΝΟΣ ἢ ΧΟΡΟΣ:  μήν.