19-06-2021 \ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἰούδα. \ Ψυχοσάββατον πρὸ τῆς Πεντηκοστῆς. Πάντων τῶν ἀπ᾿ αἰῶνος κεκοιμημένων ὀρθοδόξων Χριστιανῶν. ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ.

ΤΩ ΣΑΒΒΑΤΩ ΤΗΣ Ζ' ΕΒΔΟΜΑΔΟΣ

ΗΤΟΙ

ΤΩ ΠΡΟ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ

 

ΜΙΚΡΟ ΕΣΠΕΡΙΝΟ

 

Μετὰ τὴν ἀπόλυσιν τῆς Θ Ὥρας, ὁ Ἱερεὺς ἐκφωνεῖ·

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς ργ’ (103)

Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς. Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. Ἄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν

Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δόξα Πατρὶ... Καὶ νῦν...

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').

 ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

ΔΙΑΚΟΝΟΣ

ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

πέρ τῆς ἄνωθεν εἰρήνης...

πέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου...

πέρ τοῦ ἁγίου οἴκου τούτου...

πέρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)...

πέρ τῆς πόλεως ταύτης...

πὲρ εὐκρασίας ἀέρων...

πὲρ πλεόντων, ὁδοιπορούντων...

πέρ τοῦ ῥυσθῆναι ἡμᾶς...

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης...

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

τι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις...

ΧΟΡΟΣ: μήν.

Εἶτα ὁ χορός ψάλλει τὸ  Κύριε ἐκέκραξα.

 

Ψαλμὸς ρμ’ (140)

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Στιχηρὰ Μαρτυρικὰ τῆς Ὀκτωήχου γ'

Ἦχος πλ. β'

 

ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.

Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις ἐλέησον ἡμᾶς.

νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Οἱ μαρτυρήσαντες διὰ σὲ Χριστέ, πολλὰς βασάνους ὑπέμειναν, πρεσβείαις Κύριε, καὶ εὐχαῖς αὐτῶν, πάντας ἡμᾶς διαφύλαξον.

πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Οἱ ἀθλοφόροι Μάρτυρες, καὶ οὐρανοπολῖται, ἐπὶ γῆς ἀθλήσαντες, πολλὰς βασάνους ὑπέμειναν, καὶ τέλειον ἀπέλαβον τὸν στέφανον ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ τῶν Κεκοιμημένων γ'

Ἦχος πλ. δ' Ὁ ἐν Ἐδὲμ Παράδεισος

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Τῶν ἀπ' αἰῶνος σήμερον νεκρῶν, ἁπάντων κατ' ὄνομα, μετὰ πίστεως ζησάντων εὐσεβῶς, μνήμην τελοῦντες οἱ πιστοί, τὸν Σωτῆρα καὶ Κύριον, ἀνυμνήσωμεν, αἰτοῦντες ἐκτενῶς, τούτους ἐν ὥρᾳ τῆς κρίσεως, ἀπολογίαν ἀγαθήν, δοῦναι αὐτῷ τῷ Θεῷ ἡμῶν, τῷ πᾶσαν κρίνοντι τὴν γῆν, τῆς δεξιᾶς αὐτοῦ παραστάσεως τυχόντας ἐν χαρᾷ, ἐν μερίδι Δικαίων, καὶ ἐν Ἁγίων κλήρῳ φωτεινῷ, καὶ ἀξίους γενέσθαι, τῆς οὐρανίου βασιλείας αὐτοῦ.

Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

 τῷ οἰκείῳ αἵματι Σωτήρ, βροτοὺς ἐκπριάμενος, καὶ θανάτῳ σου θανάτου τοῦ πικροῦ, ἐκλυτρωσάμενος ἡμᾶς, καὶ ζωὴν τὴν αἰώνιον, παρασχὼν τῇ Ἀναστάσει σου ἡμῖν, πάντας ἀνάπαυσον Κύριε, τοὺς κοιμηθέντας εὐσεβῶς, ἢ ἐν ἐρήμοις, ἢ πόλεσιν, ἢ ἐν θαλάσσῃ, ἢ ἐν γῇ, ἢ ἐν παντὶ τόπῳ, βασιλεῖς τε, ἱερεῖς, ἀρχιερεῖς, μοναστάς καὶ μιγάδας, ἐν ἡλικίᾳ πάσῃ παγγενεῖ, καὶ ἀξίωσον τούτους τῆς οὐρανίου βασιλείας σου.

τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Τῇ ἐκ νεκρῶν Ἐγέρσει σου Χριστέ, οὐκέτι ὁ θάνατος, κυριεύει τῶν θανόντων εὐσεβῶς· διὸ αἰτοῦμεν ἐκτενῶς, τοὺς σοὺς δούλους ἀνάπαυσον, ἐν αὐλαῖς σου, καὶ ἐν κόλποις, Ἀβραάμ, τοὺς ἐξ Ἀδὰμ μέχρι σήμερον, λατρεύσαντάς σοι καθαρῶς, πατέρας καὶ ἀδελφοὺς ἡμῶν, φίλους ὁμοῦ καὶ συγγενεῖς, ἅπαντα ἄνθρωπον, τὰ τοῦ βίου λειτουργήσαντα πιστῶς, καὶ πρὸς σὲ μεταστάντα πολυειδῶς καὶ πολυτροπως ὁ Θεός, καὶ ἀξίωσον τυχεῖν, τῆς οὐρανίου βασιλείας σου.

Δόξα... Ἦχος πλ. δ'

Θρηνῶ καὶ ὀδύρομαι, ὅταν ἐννοήσω τὸν θάνατον, καὶ ἴδω ἐν τοῖς τάφοις κειμένην, τὴν κατ' εἰκόνα Θεοῦ, πλασθεῖσαν ἡμῖν ὡραιότητα, ἄμορφον, ἄδοξον, μὴ ἔχουσαν εἶδος. Ὢ τοῦ θαύματος! τί τὸ περὶ ἡμᾶς τοῦτο γέγονε μυστήριον, πῶς παρεδόθημεν τῇ φθορᾷ; πῶς συνεζεύχθημεν τῷ θανάτῳ; ὄντως Θεοῦ προστάξει, ὡς γέγραπται, τοῦ παρέχοντος τοῖς μεταστᾶσι τὴν ἀνάπαυσιν.

Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. β'

Τίς μὴ μακαρίσει σὲ Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Άνευ εἴσοδο.

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

ΔΙΑΚΟΝΟΣ: σπέρας Προκείμενον.

Καί  ὁ χορός ψάλλει τὸ Προκείμενον τῆς ἡμέρας

Ἀντὶ δὲ τοῦ Προκειμένου

ψάλλομεν εἰς Ἤχον πλ. δ' τό,

λληλούϊα,, Ἀλληλούϊα, Ἀλληλούϊα

Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

λληλούϊα, γ'

Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

λληλούϊα, γ'

 

ΑΝΑΓΝΩΣΤΗΣ: μήν.

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

ΔΙΑΚΟΝΟΣ

Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς...

Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν...

ΧΟΡΟΣ: Παράσχου Κύριε. [καί μετά ἀπό κάθε αἴτηση]

γγελον εἰρήνης, πιστὸν ὁδηγόν...

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν...

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν...

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν...

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν...

Της παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου...

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ 

τι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...

ΧΟΡΟΣ: μήν.

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

ΔΙΑΚΟΝΟΣ: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ 

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον...

ΧΟΡΟΣ: μήν.

Εἶτα ψάλλονται τὰ ἀπόστιχα.

Εἰς τὸν Στίχον, Στιχηρὰ Ἦχος πλ. β'

Μαρτυρικὸν

 Σταυρός σου Κύριε, τοῖς Μάρτυσι γέγονεν ὅπλον ἀήττητον· ἔβλεπον γὰρ τὸν προκείμενον θάνατον, καὶ προβλέποντες τὴν μέλλουσαν ζωήν, τῇ ἐλπίδι τῇ εἰς σὲ ἐνεδυναμοῦντο, αὐτῶν ταῖς παρακλήσεσιν ἐλέησον ἡμᾶς.

Νεκρώσιμον

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

τίμησας εἰκόνι σου, τὸ τῶν χειρῶν σου Σῶτερ πλαστούργημα, ζωγραφήσας ἐν ὑλικῇ μορφῇ, τῆς νοερᾶς οὐσίας τὸ ὁμοίωμα, ἧς καὶ κοινωνόν με κατέστησας, θέμενος τῶν ἐπὶ γῆς κατάρχειν με τῷ αὐτεξουσίῳ, Λόγε· διὸ Σῶτερ τοὺς δούλους σου, ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.

Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

να μοι τὸ ἀξίωμα τῆς τῶν λοιπῶν ζωῆς διακρίνηται, κῆπον ἐν τῇ Ἐδέμ, παντοίοις ὡραϊσμένον φυτοῖς ἐφύτευσας, λύπης καὶ μερίμνης ἐλεύθερον, μέτοχον θείας ζωῆς, ἰσάγγελον ἐπὶ γῆς μικτόν με τάξας· διὸ Σῶτερ τοὺς δούλους σου, ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.

Δόξα... Ἦχος πλ. β'

ρχή μοι καὶ ὑπόστασις, τὸ πλαστουργόν σου γέγονε πρόσταγμα· βουληθεὶς γὰρ ἐξ ἀοράτου τε, καὶ ὁρατῆς με ζῶον συμπῆξαι φύσεως, γῆθέν μου τὸ σῶμα διέπλασας, δέδωκας δέ μοι ψυχήν, τῇ θείᾳ σου καὶ ζωοποιῷ ἐμπνεύσει· διὸ Σῶτερ τοὺς δούλους σου, ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.

Καὶ νῦν... Θεοτοκίον

Πρεσβείαις τῆς Τεκούσης σε, Χριστε καὶ τῶν Μαρτύρων σου, Ἀποστόλων, Προφητῶν, Ἱεραρχῶν, Ὁσίων καὶ Δικαίων, καί πάντων τῶν Ἁγίων, τοὺς κοιμηθέντας δούλους σου ἀνάπαυσον.

ΙΕΡΕΥΣ 

Νῦν ἀπολύεις τον δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

 

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΠΑΝΝΥΧΙΔΟΣ 

Νεκρώσιμον Κανόνα, οὗ ἡ ἀκροστιχὶς 

Ἕκτον προσαυδῶ τοῖς ἀπελθοῦσιν μέλος

Ποίημα Θεοφάνους

Ὠδὴ α' Ἦχος πλ. β'

Ὡς ἐν ἠπείρῳ πεζεύσας

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου, Χριστέ ὁ Θεός, ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου.

ν οὐρανίοις θαλάμοις διηνεκῶς, οἱ γενναῖοι Μάρτυρες, δυσωποῦσί σε Χριστε· οὓς ἐκ γῆς μετέστησας πιστούς, αἰωνίων ἀγαθῶν τυχεῖν ἀξίωσον.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθ

Κατακοσμήσας τὰ πάντα, ζῶον μικτόν, μέσον με τὸν ἄνθρωπον, ταπεινότητος ὁμοῦ καὶ μεγέθους ἔπλασας· διό, τὰς τῶν δούλων σου ψυχάς, Σωτὴρ ἀνάπαυσον.

Δόξα...

Τοῦ Παραδείσου πολίτην καὶ γεωργόν, κατ' ἀρχάς με ἔταξας, παραβάντα δὲ τὴν σήν, ἐντολὴν ἐξώρισας· διὸ τὰς τῶν δούλων σου ψυχὰς Σῶτερ ἀνάπαυσον.

Καὶ νῦν...

 ἐκ πλευρᾶς διαπλάσας Εὔαν τὸ πρίν, τὴν ἡμῶν προμήτορα, ἐξ ἀχράντου σου γαστρὸς σάρκα περιβάλλεται, δι' ἧς, τοῦ θανάτου τὴν ἰσχὺν Ἁγνὴ διέλυσεν.

Ὠδὴ γ' Οὐκ ἔστιν ἅγιος

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου, Χριστέ ὁ Θεός, ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου.

Νομίμως ἤθλησαν οἱ σοί, Μάρτυρες Ζωοδότα, καὶ στεφάνῳ τῆς νίκης κοσμηθέντες παρὰ σοῦ, τοῖς μεταστᾶσι πιστοῖς, αἰωνίαν λύτρωσιν βραβεύουσι.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθ

Παιδεύσας πρότερον πολλοῖς, τέρασι καὶ σημείοις, ἐμὲ τὸν πλανηθέντα, ἐπ΄ ἐσχάτων σεαυτὸν κενώσας ὡς συμπαθὴς καὶ ζητήσας εὗρες καὶ διέσωσας.

Δόξα...

εόντων ἄστατον φθοράν, τοὺς πρὸς σὲ διαβάντας, ἐν σκηναῖς αἰωνίοις, κατοικεῖν χαρμονικῶς, ἀξίωσον ἀγαθέ, δικαιώσας πίστει τε καὶ χάριτι.

Καὶ νῦν...

Οὐκ ἔστιν ἄμεμπτος ὡς σύ, πάναγνε Θεομῆτορ· μόνη γὰρ ἐξ αἰῶνος, τὸν Θεὸν τὸν ἀληθῆ, συνέλαβες ἐν γαστρί, τοῦ θανάτου λύσαντα τὴν δύναμιν.

Ὁ εἱρμὸς

Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθὲ καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.

Καθίσματα

Ἦχος πλ. β'

ληθῶς ματαιότης τὰ σύμπαντα, ὁ δὲ βίος σκιὰ καὶ ἐνύπνιον· καὶ γὰρ μάτην ταράττεται πᾶς γηγενής, ὡς εἶπεν ἡ Γραφή, ὅτε τὸν κόσμον κερδήσωμεν, τότε τῷ τάφῳ οἰκήσωμεν, ὅπου ὁμοῦ βασιλεῖς καὶ πτωχοί· διὸ Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας ἀνάπαυσον, ὡς φιλάνθρωπος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Παναγία Θεοτόκε, τὸν χρόνον τῆς ζωῆς μου μὴ ἐγκαταλίπῃς με, ἀνθρωπίνη προστασία μὴ καταπιστεύσῃς με· ἀλλ' αὐτὴ ἀντιλαβοῦ, καὶ ἐλέησόν με.

Ὠδὴ δ' Χριστός μου δύναμις

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου, Χριστέ ὁ Θεός, ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου.

Σοφίας μείζονος, δεικνύων γνώρισμα, καὶ τῆς περὶ τὰ δῶρα πολυτελοῦς, Δέσποτα χρηστότητος, τὰς τῶν Μαρτύρων χορείας, τοῖς Ἀγγέλοις συνηρίθμησας.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθ

φράστου δόξης σου, τυχεῖν ἀξίωσον, τοὺς πρὸς σὲ μεταστάντας, ἔνθα Χριστέ, τῶν εὐφραινομένων ἐστὶν ἡ κατοικία, καὶ φωνή, καθαρᾶς ἀγαλλιάσεως.

Δόξα...

μνοῦντας πρόσδεξαι, τὸ θεῖον κράτος σου, οὓς ἐκ γῆς προσελάβου, τέκνα φωτός, τούτους ἐργαζόμενος, τῆς ἁμαρτίας τὴν ἀχλύν, ἐκκαθαίρων πολυέλεε.

Καὶ νῦν...

Δοχεῖον ἄχραντον, ναὸν πανάμωμον, κιβωτὸν παναγίαν, παρθενικόν, τόπον ἁγιάσματος, σὲ καλλονὴν τοῦ Ἰακώβ, ὁ Δεσπότης ἐξελέξατο.

Ὠδὴ ε' τῷ θείῳ φέγγει σου

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου, Χριστέ ὁ Θεός, ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου.

ς ὁλοκάρπωσις ἱερά, καὶ ὡς ἀπαρχὴ τῆς ἀνθρωπίνης οἱ Μάρτυρες φύσεως, τῷ δεδοξασμένῳ προσενεχθέντες Θεῷ, ἡμῖν τὴν σωτηρίαν, ἀεὶ βραβεύουσι.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθ

Τῆς οὐρανίου διαγωγῆς, τῆς διανομῆς τῶν χαρισμάτων, ἀξίωσον Δέσποτα, τοὺς προκοιμηθέντας πιστοὺς οἰκέτας σου, παρέχων τῶν πταισμάτων, τὴν ἀπολύτρωσιν.

Δόξα...

 μόνος φύσει ζωοποιός, τὸ τῆς ἀγαθότητος ὄντως ἀνεξιχνίαστον πέλαγος, τοὺς τελειωθέντας τῆς βασιλείας τῆς σῆς, ἀξίωσον οἰκτίρμον, μόνε ἀθάνατε.

Καὶ νῦν...

σχὺς καὶ ὕμνησις ὁ ἐκ σοῦ, Δέσποινα τοῦ κόσμου γεννηθείς, καὶ σωτηρία ἐγένετο τοῖς ἀπολλυμένοις, ἐκ τῶν τοῦ ᾍδου πυλῶν, ῥυόμενος τοὺς πίστει σε μακαρίζοντας.

Ὠδὴ ς' Τοῦ βίου τὴν θάλασσαν

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου, Χριστέ ὁ Θεός, ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου.

Σταυρῷ προσηλούμενος, τῶν Μαρτύρων τοὺς χορούς, πρὸς σεαυτὸν συνήγαγες, μιμουμένους τὸ πάθος σου Ἀγαθέ· διό σου δεόμεθα, τοὺς πρὸς σὲ μεταστάντας διανάπαυσον.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθ

φράστῳ τῇ δόξῃ σου, ὅταν ἔλθης φοβερός, κρῖναι τὸν κόσμον ἅπαντα, ἐν νεφέλαις εὐδόκησον λυτρωτά, φαιδρῶς ὑπαντῆσαί σοι, οὓς ἐκ γῆς προσελάβου πιστοὺς δούλους σου.

Δόξα...

Πηγὴ ζωῆς πέφυκας, ἐν ἀνδρείᾳ θεϊκῇ, πεπεδημένους Δέσποτα, ὁ ἐξάγων, τοὺς δούλους σου τοὺς πρὸς σὲ πιστῶς ἐκδημήσαντας, ἐν τρυφῇ Παραδείσου κατασκήνωσον.

Καὶ νῦν...

Εἰς γῆν ἀπεστράφημεν, παραβάντες τοῦ Θεοῦ, τὴν ἐντολὴν τὴν ἔνθεον· διὰ σοῦ δὲ Παρθένε πρὸς οὐρανόν, ἐκ γῆς ἀνυψώθημεν, τὴν φθορὰν τοῦ θανάτου ἐκτινάξαντες.

Ὁ εἱρμὸς

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμὼν βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

Κοντάκιον Ἦχος πλ. δ'

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

Ὁ Οἶκος

Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον· οἱ βροτοὶ οὖν ἐκ γῆς διεπλάσθημεν, καὶ εἰς γῆν τὴν αὐτὴν πορευσόμεθα, καθὼς ἐκέλευσας ὁ πλάσας με καὶ εἰπών μοι· Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ὅπου πάντες βροτοὶ πορευσόμεθα, ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδήν, τό, Ἀλληλούϊα.

Ὠδὴ ζ' Δροσοβόλον μὲν τὴν κάμινον

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου, Χριστέ ὁ Θεός, ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου.

Λυτρωθέντες τῷ σῷ αἵματι οἱ Μάρτυρες, τῆς πρώτης παραβάσεως, ῥαντισθέντες δὲ τῷ ἰδίῳ αἵματι, τὴν σὴν σαφῶς εἰκονίζουσι σφαγήν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθ

Θρασυνόμενον τὸν θάνατον ἐνέκρωσας, Λόγε ζωαρχικώτατε· τοὺς ἐν πίστει δὲ κοιμηθέντας, πρόσδεξαι τανῦν, ὑμνοῦντας καὶ λέγοντας Χριστέ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Δόξα...

 ψυχώσας με τὸν ἄνθρωπον φυσήματι, θείῳ θεαρχικώτατε, τοὺς μεταστάντας βασιλείας Δέσποτα τῆς σῆς, ἀξίωσον ψάλλειν σοι Σωτήρ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Καὶ νῦν...

περτέρα πάσης κτίσεως πανάμωμε, γέγονας, συλλαβοῦσα Θεόν, τὸν συντρίψαντα τοῦ θανάτου πύλας, καὶ μοχλοὺς συνθλάσαντα· ὅθεν σε Ἁγνή, ὑμνολογοῦμεν οἱ πιστοί, ὡς Θεομήτορα.

Ὠδὴ η' Ἐκ φλογὸς τοῖς Ὁσίοις

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου, Χριστέ ὁ Θεός, ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου.

Σταθερῶς τοὺς ἀγῶνας ἐπιδειξάμενοι τῷ τῆς νίκης στεφάνῳ κατεκοσμήθητε, Μάρτυρες Χριστοῦ ἀθλοφόροι, κραυγάζοντες· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθ

ερῶς τοὺς τὸν βίον ἀπολιπόντας πιστούς, καὶ πρὸς σὲ τὸν Δεσπότην μεταχωρήσαντας, δέξαι προσηνῶς, ἀναπαύων ὡς εὔσπλαγχνος, σὲ ὑπερυψοῦντας, Χριστὲ εἰς τούς αἰῶνας.

Δόξα...

Νῦν ἐν γῇ τῶν πραέων πάντας αὐλίζεσθαι, τοὺς προκεκοιμημένους Σῶτερ, εὐδόκησον, πίστει τῇ εἰς σὲ δικαιώσας καὶ χάριτι, σὲ ὑπερυψοῦντας, εἰς πάντας τούς αἰῶνας.

Καὶ νῦν...

Μακαρίζομεν πάντες σε παμμακάριστε, τὴν τὸν Λόγον τὸν ὄντως ὄντα μακάριον, σάρκα δι' ἡμᾶς γεγονότα γεννήσασαν, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ εἱρμὸς

κ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρᾷς, Χριστέ, μόνῳ τῷ βούλεσθαι· σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ' Θεὸν ἀνθρώποις ἰδεῖν

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου, Χριστέ ὁ Θεός, ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου.

λπὶς Μαρτύρων χοροὺς ἐνεύρωσε καὶ πρὸς τὴν σὴν ἀγάπην διαπύρως ἑπτέρωσε, τῶν μελλόντων τούτοις προτυπώσασα, τὴν μὴ σαλευομένην ὄντως ἀνάπαυσιν, ἧς τούς μεταστάντας ἀγαθὲ τυχεῖν ἀξίωσον.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθ

Λαμπρᾶς καὶ θείας τυχεῖν ἐλλάμψεως, τῆς σῆς Χριστὲ τοὺς πίστει μεταστάντας εὐδόκησον, τὴν ἐν κόλποις Ἀβραὰμ ἀνάπαυσιν, μόνος ὡς ἐλεήμων, τούτοις δωρούμενος, καὶ τῆς αἰωνίου ἀξιῶν μακαριότητος.

Δόξα...

 ὢν τῇ φύσει χρηστὸς καὶ εὔσπλαγχνος, καὶ θελητὴς ἐλέους εὐσπλαγχνίας ἡ ἄβυσσος, οὓς ἐκ τόπου τούτου τῆς κακώσεως, καὶ σκιᾶς τοῦ θανάτου Σῶτερ μετέστησας, ἔνθα καταλάμπει σου τὸ φῶς, τούτους κατάταξον.

Καὶ νῦν...

Σκηνὴν ἁγίαν Ἁγνὴ γινώσκομεν, καὶ κιβωτὸν καὶ πλάκα σε τοῦ νόμου τῆς χάριτος· διὰ σοῦ γὰρ ἄφεσις δεδώρηται, τοῖς δεδικαιωμένοις διὰ τοῦ αἵματος, τοῦ σωματωθέντος ἐκ τῆς σῆς γαστρὸς πανάμωμε.

Ὁ εἱρμὸς

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν.

ΑΝΑΓΝΩΣΤΗΣ

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')

Δόξα Πατρὶ... Καὶ νῦν...

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα Πατρὶ... Καὶ νῦν...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ΙΕΡΕΥΣ

τι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.

ΧΟΡΟΣ: μήν.

 

 Τὰ Ἀπολυτίκια

Ἀπολυτίκιον Ἦχος πλ. δ'

 βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων, μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

Θεοτοκίον

Σὲ καὶ τεῖχος καὶ λιμένα ἔχομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, πρός, ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τῶν πιστῶν ἡ σωτηρία.

ΔΙΑΚΟΝΟΣ

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν, εἴπωμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄) [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

Κύριε, Παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν...

λέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου...

τι δεόμεθα ὑπὲρ τοῦ Πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)...

τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας...

τι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων...

τι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων...

 ΙΕΡΕΥΣ

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...

ΑΝΑΓΝΩΣΤΗΣ: μήν.

Ἦχος πλ. δ'

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης) σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

ΙΕΡΕΥΣ

Μετὰ πνευμάτων δικαίων τετελειωμένων, τὴν ψυχὴν τοῦ δούλου σου, Σῶτερ, ἀνάπαυσον, φυλάττων αὐτὴν εἰς τὴν μακαρίαν ζωήν, τὴν παρά σοί, φιλάνθρωπε.

ΧΟΡΟΣ

Εἰς τὴν κατάπαυσίν σου, Κύριε, ὅπου πάντες οἱ Ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.

ΙΕΡΕΥΣ

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβὰς εἰς ᾍδην, καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων, αὐτὸς καὶ τὴν ψυχὴν τοῦ δούλου σου, Σῶτερ, ἀνάπαυσον.

ΧΟΡΟΣ

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
 μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεόν ἀφράστως κυήσασα, πρέσβευε ὑπὲρ τοῦ σωθῆναι τὴν ψυχὴν τοῦ δούλου σου.

ΙΕΡΕΥΣ

λέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.

ΙΕΡΕΥΣ

τι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν καὶ πάντων τῶν προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν, τῶν ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης τελειωθέντων. Καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὁ ἱερεύς·

Ὅπως, Κύριος ὁ Θεός, τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται.

Ὁ χορός· Κύριε, ἐλέησον ( γ ´ ).

 Ὁ ἱερεύς· Τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ ἄφεσιν τῶν ἑαυτῶν ἁμαρτιῶν παρὰ Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.

Ὁ χορός· Παράσχου, Κύριε.

 Ὁ ἱερεύς· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ χορός· Κύριε, ἐλέησον.
ΙΕΡΕΥΣ
 Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας, καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, αυτός, Κύριε, ἀνάπαυσον τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου σου 

 

ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ’ αὐτοῦ πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις, ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.
Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.
ΙΕΡΕΥΣ
τι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου [.....], Χριστέ ὁ Θεός ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων.

ΧΟΡΟΣ: μήν.

ΙΕΡΕΥΣ

Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφέ ἡμῶν. (γ΄)
ΧΟΡΟΣ: Αἰωνία ἡ μνήμη, αἰωνία ἡ μνήμη, αἰωνία αὐτοῦ ἡ μνήμη.

Ἀπόλυσις

ΙΕΡΕΥΣ: Σοφία!

Ὁ Ἀναγνώστης: Εὐλόγησον.

ΙΕΡΕΥΣ: Ὁ ὤν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.Ἀμήν.

Ὁ Ἀναγνώστης: Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ χώρᾳ, νήσῳ, κώμη, Μητροπόλει, Ἐνορία ταύτῃ εἰς αἰῶνας αἰώνων. Ἀμήν.

ΙΕΡΕΥΣ: Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ὁ Ἀναγνώστης: Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ΙΕΡΕΥΣ: Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.

Ὁ Ἀναγνώστης: Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Πάτερ Ἅγιε εὐλόγησον.

ΙΕΡΕΥΣ: Ὁ καὶ νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν ἔχων ὡς ἀθάνατος Βασιλεύς, καὶ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων ἐνδόξων Προπατόρων Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, τοῦ ὁσίου καὶ δικαίου φίλου αὐτοῦ Λαζάρου τοῦ τετραημέρου, καὶ πάντων τῶν Ἁγίων, τὰς ψυχὰς τῶν ἐξ ἡμῶν μεταστάντων δούλων σου ἐν σκηναῖς δικαίων τάξαι, ἐν κόλποις Ἀβραὰμ ἀναπαύσαι, καὶ μετὰ δικαίων συναριθμήσαι, ἡμᾶς δέ ἐλεήσαι καὶ σώσαι ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

ΙΕΡΕΥΣ: Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ὁ Ἀναγνώστης: Ἀμήν.

 

 

ΟΡΘΡΟΣ