ΤΗ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου.

Τυπικόν 17 Ιανουαρίου

Τ.Μ.Ε. 2 (σελ 163 ) Εἰ τύχοι ἐν Κυριακῆ τῶ Σαββάτω ἑσπέρας, μετὰ τὸν Προοιμιακὸν καὶ τὸ Ψαλτήριον, εἰς τὸ Κύριε ἐκέκραξα ψάλλομεν ἀναστάσιμα Στιχηρὰ ς΄ καὶ τοῦ Ὁσίου δ΄, Δόξα τοῦ Ὁσίου, Καὶ νῦν τὸ α΄ Θεοτοκίον τοῦ ἤχου. Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον καὶ τὰ Ἀναγνώσματα. Εἰς τὰ Ἀπὸστιχα, τὰ ἀναστάσιμα Στιχηρὰ, Δόξα τοῦ Ὁσίου, Καὶ νῦν Ἀνύμφευτε Παρθένε, τὸ ἀναστάσιμον Ἀπολυτίκιον, τοῦ Ὁσίου, τὸ Θεοτοκίον, καὶ Ἀπόλυσις.

Τ.Μ.Ε. 3 (σελ 163 ) Τῆ Κυριακῆ εἰς τὸν Ὄρθον, μετά τὸν Ν΄ ψαλμὸν, ὁ Τριαδικὸς κανὼν, ἡ Λιτὴ τοῦ Ὁσίου καὶ τὰ Τριαδικὰ Ἄξιόν ἐστιν· εἶτα τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον τοῦ Ὁσίου καὶ ὁ Ἑξάψαλμος. Εἰς τὸ Μηνολόγιον τοῦ Ὁσίου καὶ τὸ Ὑπόμνημα τοῦ Τριωδίου, αἱ Καταβασίαι Χέρσον ἀβυσσοτόκον, καὶ ἅπασα ἡ έν ταῖς Κυριακαῖς τοῦ Τριωδίου διάταξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου. Εἶτα στιχολογοῦμεν Τὴν τιμιωτέραν. Ἐξαποστειλάρια, τὸ Ἀναστάσιμον, τοῦ Τριωδίου, τοῦ Ὁσίου καὶ τὸ Θεοτοκίον. Εἰς τοὺς Αἴνους, Ἀναστάσιμα γ΄, τοῦ Τριωδίου β΄καὶ γ΄ τοῦ Ὁσίου. Δόξα τοῦ Τριωδίου, Καὶ νῦν Ὑπερευλογημένη, Δοξολογία Μ. καὶ τὸ Σήμερον Σωτηρἰα. Ἐν τῆ Λειτουργία ψάλλονται τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοὶ τοῦ ἤχου εἰς δ΄ καὶ τῆς ς΄ Ὠδῆς τοῦ Τριωδίου ἕτερα δ΄. Ἀπόστολος τοῦ Ἁγίου καὶ Εὐαγγέλιον τῆς Κυριακῆς. Κοινωνικός Αἰνεἴτε, Εἴδομεν τὸ φῶς καὶ Ἀπόλυσις.

Σημειωτέον ὅτι ἡ μνήμη τοῦ Ὁσίου Ἀντωνίου δύναται νὰ συμπέση ἐν τῶ Τρωδίω ἀπὸ τῆς Κυριακῆς τοῦ Τελώνου καὶ Φαρισίου μέχρι τοῦ Σαββάτου τῆς αὐτῆς ἑβδομάδος ( Ὅρα τὸν τοῦ Ἑορτοδρομίου Πίνακα ).