Με αυτά τα χρώματα τοῦ ΙΕΡΕΩΣ και ΔΙΑΚΟΝΟΥ.
Με αυτά τα χρώματα τοῦ ΧΟΡΟΥ και ΑΝΑΓΝΩΣΤΟΥ
Με αυτά τα χρώματα οι Τίτλοι, οδηγίες, πληροφορίες, τυπικό.
Τα ηχητικά κουμπιά αποκρύβονται από το μεγάφωνο της εργαλειοθήκης και τα μουσικά από το μουσικό κουμπί.

Κυριακή 19 Δεκεμβρίου 2021
Ήχος εβδομάδος α΄.
† ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ. ΉΧΟΣ Α΄/ΕΩΘ Δ΄
Βονιφατίου, Ἀγλαΐδος, Ἄρεως μάρτυρος, Εὐτυχίου & Θεσσαλονίκης μ.
///////////////////////////
ΤΗ ΙΘ’ ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βονιφατίου.
ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ
Πάντων τῶν ἀπ᾿ αἰῶνος Θεῷ εὐαρεστησάντων ἀπὸ Ἀδὰμ ἄχρι καὶ Ἰωσὴφ τοῦ μνήστορος τῆς Θεοτόκου·
ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
ὁ Ἱερεὺς ἐκφωνεῖ·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ:
Ἀμήν.
(Εάν γίνει αγρυπνία με συνημμένο στον Εσπερινό τον Όρθρο, τότε εκφωνεί:)
Δόξα τῇ Ἁγίᾳ καί Ὁμοουσίῳ καί Ζῳοποιῷ καί Ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.)
[Κανονικά αν δεν προηγήθηκε η ενάτη, πρέπει να λεχθεί πρώτα το Βασιλεῦ οὐράνιε και το Τρισάγιο.]
Ὁ Ἀναγνώστης αναγινώσκει τον Προοιμιακόν Ψαλμόν.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς ργ’ (103)
Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον· Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.
Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.
ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρῳδιοῦ ἡ κατοικία ἠγεῖται αὐτῶν.
Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς.
Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
Ἐκεῖ πλοῖα διαπορεύονται δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον· δόντος σου αὐτοῖς συλλέξουσιν.
Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν
 ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα Πατρὶ... Καὶ νῦν...
λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').
 ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
Διάκονος
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Χορός
Κύριε, ἐλέησον.
Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τῆς εἰρήνης του σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων του Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ του ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν..., τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός του Κλήρου καί του Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ του εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τῆς (πόλεως) ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοὶ Κύριε.
Ἱερεύς
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων.
Χορός
Ἀμήν.
Ψαλλομένου τοῦ Κύριε ἐκέκραξα, ὁ Διάκονος λαβὼν τὸ θυμιατήριον καὶ θυμίαμα βαλὼν ἐν αὐτῷ λέγει πρὸς τὸν Ἱερέα·
Εὐλόγησον, Δέσποτα, τό θυμίαμα.
Καὶ ὁ Ἱερεὺς εὐλογεῖ τὸ θυμίαμα λέγει·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ μετὰ τὴν εὐλογίαν, εἰς τὰς λέξεις ὡς θυμίαμα τοῦ Κατευθυνθήτω, θυμιᾷ ὁ Διάκονος τὴν ἁγίαν Τράπεζαν κύκλο, τὸ ἱερατεῖον ὅλον (πρόθεσιν, ἱερὸν βῆμα)· καὶ ἐξερχόμενος διὰ τῆς βορείου πύλης, θυμιᾷ τὸν θρόνον, τὰς εἰκόνας, τὸν λαὸν καὶ τὸν ναὸν ἅπαντα κατὰ τὸ ἔθος τῶν ἁγίων Ἐκκλησιῶν, ὑποστρέφων καὶ πάλιν διὰ τῆς νοτίου πύλης ἐν τῷ Βήματι.
ΚΕΚΡΑΓΑΡΙΟ
Ψαλμὸς ρμ’ (140)
Ἦχος α΄
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Στιχολογία επιλύχνιων ψαλμών
Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
τι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
κούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
τι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς ρμα΄ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
κχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
ν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
ν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
πώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
κέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
ῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
ἱστῶμεν στίχους 10 καὶ ψάλλομεν
Στιχηρὰ Αναστάσιμα 6
Στίχος 10. 
Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι Ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας ἐν κόσμῳ τὴν ἀνάστασιν.
Στίχος 9. 
Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Κυκλώσατε Λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ τῶ ἀναστάντι ἐκ νεκρῶν, ὅτι αὐτὸς ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς ἐκ τῶν ἀνομιῶν ἡμῶν.
Στίχος 8. 
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Δεῦτε Λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν Ἀνάστασιν, ὅτι αὐτὸς ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ τὸν κόσμον λυτρωσάμενος.
Στίχος 7. 
Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Εὐφράνθητε οὐρανοί, σαλπίσατε τὰ θεμέλια τῆς γῆς, βοήσατε τὰ ὄρη εὐφροσύνην, ἰδοὺ γὰρ ὁ Ἐμμανουὴλ τὰς ἁμαρτίας ἡμῶν, τῶ σταυρῶ προσήλωσε, καὶ ζωὴν ὁ διδούς, θάνατον ἐνέκρωσε, τὸν Ἀδὰμ ἀναστήσας, ὡς φιλάνθρωπος.
Στίχος 6. 
Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.
Τὸν σαρκὶ ἑκουσίως σταυρωθέντα δι΄ ἡμᾶς, παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν, ὑμνήσωμεν λέγοντες, Στήριξον ὀρθοδοξία τὴν Ἐκκλησίαν σου Χριστέ, καὶ εἰρήνευσον τὴν ζωὴν ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Στίχος 5. 
Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Τῶ ζωοδόχω σου τάφω, παρεστῶτες οἱ ἀνάξιοι, δοξολογίαν προσφέρομεν τὴ ἀφάτω σου εὐσπλαγχνία, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι σταυρὸν κατεδέξω, καὶ θάνατον ἀναμάρτητε, ἵνα τῷ κόσμω δωρήση τὴν Ἀνάστασιν, ὡς φιλάνθρωπος.
Καὶ τῶν Ἁγίων Πατέρων τέσσερα.
Ἦχος πλ. δ’
Ὁ ἐν Ἐδὲμ Παράδεισος.
Στίχος 4. 
Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Τὰ τῶν Πατέρων σήμερον πιστοί, τελοῦντες μνημόσυνα, ἀνυμνήσωμεν Χριστὸν τὸν Λυτρωτήν, τὸν μεγαλύναντα αὐτούς, ἐν πᾶσι τοῖς Ἔθνεσι, καὶ θαυμάτων τὰ παράδοξα πιστῶς, ἐπιτελέσαντα Κύριον, ὡς κραταιὸν καὶ δυνατόν, καὶ ἐξ αὐτῶν ἀναδείξαντα, ῥάβδον δυνάμεως ἡμῖν, τὴν μόνην ἀπείρανδρον, καὶ θεόπαιδα Μαρίαν τὴν ἁγνήν, ἐξ ἧς τὸ ἄνθος προῆλθε, Χριστός, βλαστήσας πᾶσι τὴν ζωήν, καὶ ἀδάπανον τρυφήν, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Στίχος 3. 
Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
το αυτό.
Τὰ τῶν Πατέρων σήμερον πιστοί, τελοῦντες μνημόσυνα, ἀνυμνήσωμεν Χριστὸν τὸν Λυτρωτήν, τὸν μεγαλύναντα αὐτούς, ἐν πᾶσι τοῖς Ἔθνεσι, καὶ θαυμάτων τὰ παράδοξα πιστῶς, ἐπιτελέσαντα Κύριον, ὡς κραταιὸν καὶ δυνατόν, καὶ ἐξ αὐτῶν ἀναδείξαντα, ῥάβδον δυνάμεως ἡμῖν, τὴν μόνην ἀπείρανδρον, καὶ θεόπαιδα Μαρίαν τὴν ἁγνήν, ἐξ ἧς τὸ ἄνθος προῆλθε, Χριστός, βλαστήσας πᾶσι τὴν ζωήν, καὶ ἀδάπανον τρυφήν, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Στίχος 2. 
Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
Ὡς ἐν ψεκάδι μέσον τῆς φλογός, τῇ δρόσῳ τοῦ Πνεύματος, ἀγαλλόμενοι οἱ Παῖδες τοῦ Θεοῦ, περιεπάτουν μυστικῶς, ἐν αὐτῇ προτυπώσαντες, τὴν Τριάδα καὶ τὴν σάρκωσιν Χριστοῦ, καὶ ὡς σοφοὶ διὰ Πίστεως, ἔσβεσαν δύναμιν πυρός, καὶ Δανιὴλ δὲ ὁ δίκαιος, λεόντων ὤφθη φιμωτής, ὧν ταῖς δεήσεσι, δυσωπούμενος φιλάνθρωπε Σωτήρ, καὶ ἡμᾶς τοῦ ἀσβέστου, καὶ αἰωνίου λύτρωσαι πυρός, καὶ ἀξίωσον τυχεῖν, τῆς οὐρανίου Βασιλείας σου.
Στίχος 1. 
Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ὥσπερ ἐν δρόσῳ ὄντες οἱ πιστοί, καὶ ἅγιοι Παῖδές σου, ἐν καμίνῳ ὁ τῆς φλογὸς τῆς τοῦ πυρός, προεζωγράφουν μυστικῶς, τὴν ἐκ Παρθένου σου ἔλευσιν, τὴν ἀφλέκτως, ἀναλάμψασαν ἡμῖν. Καὶ Δανιὴλ δὲ ὁ δίκαιος, καὶ ἐν Προφήταις θαυμαστός, τρανῶς τὴν θείαν δευτέραν σου, ἔλευσιν πᾶσι προδηλῶν. Ἑώρων ἐκραύγαζεν, ἕως οὗ θρόνοι ἐτέθησαν φησί, καὶ κριτὴς ἐκαθέσθη, καὶ τοῦ πυρὸς ἐπέστη ποταμός· οὗ ῥυσθείημεν Χριστέ, ταῖς ἱκεσίαις αὐτῶν Δέσποτα.
Δοξαστικὸν
Δόξα...
Ἦχος πλ. β’
Δανιὴλ ἀνὴρ ἐπιθυμιῶν, λίθον ἄνευ χειρὸς τμηθέντα, θεωρήσας σε Κύριε, βρέφος ἄνευ σπορᾶς, τεχθῆναι προηγόρευσε, σὲ τὸν ἐκ Παρθένου σαρκωθέντα Λόγον, τόν ἀναλλοίωτον Θεόν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν...
Το Α Θεοτοκίον του ήχου της Κυριακής
Ἦχος α΄
Τὴν παγκόσμιον δόξαν τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ἄσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα, αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς θεότητος, αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέωξε, Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω Λαὸς τοῦ Θεοῦ, καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθροὺς ὡς παντοδύναμος.
Ὅταν δὲ ψάλλωσι τὸ Καὶ νῦν, ποιοῦσιν ὁμοῦ ὅ τε Διάκονος καὶ ὁ Ἱερεὺς εἴσοδον.
Διάκονος
Εὐλόγησον, Δέσποτα, τό θυμίαμα.
Ο Ἱερεὺς εὐλογών αὐτὸ ὡς συνήθως λέγει·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἴσοδος.
Καὶ ἐξέρχονται ἅμα διὰ τοῦ βορείου κλίτους, προπορευομένου τοῦ Διακόνου· και, ἱσταμένων καταντικρὺ τῶν ἁγίων θυρῶν, λέγει ὁ Διάκονος·
Διάκονος
Τοῦ Κυρίου δεηθῶμεν
Ὁ δὲ Ἱερεὺς κλίνας τὴν κεφαλὴν λέγει ἠρέμα τὴν εὐχὴν τῆς εἰσόδου·
ΙΕΡΕΥΣ
Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας, αἰνοῦμεν, εὐλογοῦμεν, εὐχαριστοῦμεν καὶ δεόμεθά σου, Δέσποτα τῶν ἁπάντων, Φιλάνθρωπε, Κύριε. Κατεύθυνον τὴν προσευχὴν ἡμῶν, ὡς θυμίαμα ἐνώπιόν σου καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους, ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τὰς ψυχὰς ἡμῶν· ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν, καὶ ἐπὶ σοὶ ἠλπίσαμεν· μὴ καταισχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν.
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Διάκονος
Εὐλόγησον Δέσποτα, τὴν ἁγίαν εἴσοδον.
ΙΕΡΕΥΣ
Εὐλογημένη ἡ Εἴσοδος τῶν Ἁγίων σου, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Διάκονος
Σοφία, Ὀρθοί!
Εαν εισοδεύει εις ιερεύς μόνος ή μετά διακόνου, το "Φως Ιλαρόν" αναγινώσκεται χύμα υπο του προεστώτος ή του αναγνώστου, εάν όμως εισοδεύουν δύο ή περισσότεροι ιερείς, ψάλλουν αυτοί τον ύμνον εν μέσω του ναού. Δυνατόν επίσης εις πανηγυρίζοντες ναούς να ψαλεί το "Φως ιλαρόν" μετά μέλους υπό των χορών έστω και αν εισοδεύει είς μόνον ιερεύς.
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.
Διάκονος
Ἑσπέρας Προκείμενον.
Εάν εισόδευασαν δύο ή περισσότεροι ιερείς, ψάλλουν αυτοί πρώτοι το προκείμενον και έπειτα επαναλαμβάνουν αυτό οι ψάλται μετά των στίχων αυτού.
Τῷ Σαββάτῳ ἑσπέρας
Ἦχος πλ β΄. Ψαλμὸς Ϟβ´

 Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Στίχος: 
Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.
 Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Στίχος: 
Καὶ γὰρ ἐστερεωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
 Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Τις μεγάλες εορτές μετά το προκείμενο διαβάζονται Αναγνώσματα
Γενέσεως τὸ Ἀνάγνωσμα.
Διάκονος
Πρόσχωμεν· σοφία· πρὀσχωμεν.
Κεφ. 14: 14-20
Ἀκούσας Ἄβραμ, ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν, καὶ ἐπέπεσεν ἐπ' αὐτοὺς τὴν νύκτα αὐτός, καὶ οἱ Παῖδες αὐτοῦ μετ' αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβάλ, ἣ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ. Καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὰς γυναῖκας, καὶ τὸν λαόν. Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ ὁ μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογόμορ καὶ τῶν βασιλέων τῶν μετ' αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαβύ· τοῦτο ἦν πεδίον Βασιλέως, καὶ Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου, καὶ εὐλόγησε τὸν Ἄβραμ, καὶ εἶπεν· Eυλογημένος Ἄβραμ τῷ Θεῷ τῷ Ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ Ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι.
Δευτερονομίου τὸ Ἀνάγνωσμα.
Διάκονος
Πρόσχωμεν· σοφία· πρὀσχωμεν.
Κεφ. 1: 8-11, 15-17
Εἶπε Μωσῆς πρὸς τοὺς υἱούς, Ἰσραὴλ· ἴδετε, παρέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν, εἰσελθόντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραάμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ' αὐτούς. Καὶ εἶπον πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Κύριος ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδοὺ ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς τῶν Πατέρων ὑμῶν προσθείη ὑμῖν, ὡς ἐστὲ χιλιοπλασίως, καὶ εὐλογῆσαι ὑμᾶς, καθότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφούς, καὶ ἐπιστήμονας, καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ' ἡμῶν, χιλιάρχους καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν. Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων. Διακούετε ἀναμέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνατε δικαίως ἀναμέσον ἀνδρὸς καὶ ἀναμέσον τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσει πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγα κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι.
Δευτερονομίου τὸ Ἀνάγνωσμα.
Διάκονος
Πρόσχωμεν· σοφία· πρὀσχωμεν.
Κεφ. 10: 14-21
Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ, ἰδού, Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ . Πλὴν τοὺς πατέρας ὑμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ' αὐτούς, ὑμᾶς παρὰ πάντα τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι· ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν, οὗτος Θεὸς τῶν Θεῶν, καὶ Κύριος τῶν Κυρίων, ὁ Θεὸς ὁ μέγας, καὶ ἰσχυρός, καὶ φοβερός, ὅς τις οὐ θαυμάζει πρόσωπον, ουδ' οὐ μὴ λάβῃ δῶρον, ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον· Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Αὐτὸς καύχημά σου, καὶ αὐτὸς Θεός σου, ὅς τις ἐποίησέ σοι τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα, ἃ εἶδον οἱ ὀφθαλμοί σου.
Επειδή έγινε είσοδος, απαγγέλεται υπό του διακόνου η εκτενής δέησις.
Διάκονος
Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν, εἴπωμεν.
Χορός
Κύριε, ἐλέησον.
Διάκονος
Κύριε, Παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
Διάκονος
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Χορός
Κύριε, ἐλέησον (γ΄)
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων χριστιανῶν.
Κύριε, ἐλέησον (γ΄)
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (...) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Κύριε, ἐλέησον (γ΄)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει καὶ ἐνορίᾳ ταύτῃ, τῶν ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἱερᾶς Ἐκκλησίας ταύτης.
Κύριε, ἐλέησον (γ΄)
Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας (ἢ Μονῆς) ταύτης καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἀπανταχοῦ ὀρθοδόξων.
Κύριε, ἐλέησον (γ΄)
Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Κύριε, ἐλέησον
Τούτων δέ λεγομένων λέγει ὁ Ἱερεύς τήν εὐχήν τῆς ἐκτενοῦς ἱκεσίας μυστικά.
Κύριε, ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν Σῶν δούλων, καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους Σου, καὶ τοὺς οἰκτιρμούς Σου κατάπεμψον ἐφ' ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν Σου, τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Ἱερεύς εκφώνως
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης:
Ἀμήν.
και εὐθὺς η ανάγνωσις του
Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.
Διάκονος τὰ πληρωτικά
Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Χορός
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά του Κυρίου, αἰτησώμεθα.
Παράσχου Κύριε.
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε.
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε.
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.
Παράσχου Κύριε.
Της παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοὶ Κύριε.
Ἱερεύς
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Χορός
Ἀμήν.
Ἱερεύς:
Εἰρήνη πᾶσι.
Χορός
Καὶ τῷ πνεύματί σου.
Διάκονος
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Χορός
Σοί, Κύριε.
Ἱερεύς
Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλῖνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρία τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου· σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν· οὓς διαφύλαξον ἐν παντὶ καιρῷ καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργίας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.
Ἱερεύς εκφώνως
Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Χορός
Ἀμήν.
Καὶ ψάλλουμε τα Ἀπόστιχα
Ἀπόστιχα αναστάσιμα
Ἦχος α΄
Τῶ πάθει σου Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τὴ Ἀναστάσει σου ἐκ φθορᾶς ἐλυτρώθημεν. Κύριε δόξα σοί.
Στίχος. 
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.
γαλλιάσθω ἡ κτίσις, οὐρανοὶ εὐφραινέσθωσαν, χείρας κροτείτω τὰ ἔθνη μέτ΄ εὐφροσύνης, Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, τῶ Σταυρῶ προσήλωσε τὰς ἁμαρτίας ἡμῶν, καὶ τὸν θάνατον νεκρώσας, ζωὴν ἡμῖν ἐδωρήσατο, πεπτωκότα τὸν Ἀδὰμ παγγενὴ ἀναστήσας, ὡς Φιλάνθρωπος.
Στίχος. 
Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Βασιλεὺς ὑπάρχων οὐρανοῦ καὶ γής, Ἀκατάληπτε, ἑκὼν ἐσταύρωσαι διὰ φιλανθρωπίαν, ὃν ὁ Ἅδης συναντήσας κάτωθεν ἐπικράνθη, καὶ Δικαίων ψυχαὶ δεξάμεναι, ἠγαλλιάσαντο, Ἀδὰμ δὲ ἰδὼν σὲ τὸν Κτίστην ἐν τοῖς καταχθονίοις ἀνέστη. Ὧ τοῦ θαύματος! πῶς θανάτου ἐγεύσατο ἡ τῶν ἁπάντων ζωὴ; ἄλλ΄ ἢ ὡς ἠβουλήθη, κόσμον φωτίσαι κραυγάζοντα καὶ λέγοντα, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοί.
Στίχος. 
Τῶ οἴκω σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.
Γυναῖκες μυροφόροι μύρα φέρουσαι, μετὰ σπουδῆς καὶ ὀδυρμοῦ τὸν τάφον σου κατέλαβον, καὶ μὴ εὑροῦσαι τὸ ἄχραντον Σώμά σου, παρὰ δὲ τοῦ Ἀγγέλου μαθοῦσαι τὸ καινόν, καὶ παράδοξον θαῦμα, τοὶς Ἀποστόλοις ἔλεγον, Ἀνέστη ὁ Κύριος, παρέχων τῶ κόσμω τὸ μέγα ἔλεος.
Δόξα...
Ἦχος β’ Κυπριανοῦ.
Χαίρετε Προφῆται τίμιοι, οἱ τὸν νόμον Κυρίου, καλῶς διαταξάμενοι, καὶ τῇ πίστει φανέντες, ἀπόρθητοι στῦλοι ἀκλινεῖς· ὑμεῖς γὰρ καὶ μεσῖται ὤφθητε τῆς Νέας διαθήκης Χριστοῦ, καὶ μεταστάντες πρὸς οὐρανόν, αὐτὸν ἱκετεύσατε, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν...
ὁ αὐτὸς.
 θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τὶς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυίαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαὶς ὠλέναις βαστάσα, καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύση δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἱερεύς
Νῦν ἀπολύεις τον δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
ΑΝΑΓΝΩΣΤΗΣ
γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἷς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἷς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ΙΕΡΕΥΣ
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ:
μήν.

Ἀπολυτίκιον
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῶ κόσμω τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν, ἐβόων σοὶ Ζωοδότα. Δόξα τὴ Ἀναστάσει σου, Χριστέ, δόξα τὴ βασιλεία σου, δόξα τὴ οἰκονομία σου, μόνε Φιλάνθρωπε.
Δόξα...
Ἀπολυτίκιον Πατέρων Ἦχος β’
Μεγάλα τὰ τῆς Πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ Ἅγιοι τρεῖς Παῖδες ἠγάλλοντο· καὶ ὁ Προφήτης Δανιήλ, λεόντων ποιμήν, ὡς προβάτων ἐδείκνυτο. Ταῖς αὐτῶν ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν...
Το ομόηχο Α΄ Θεοτοκίο
Ἦχος β΄

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Διάκονος
Σοφία.
Χορός
Εὐλόγησον.
Ἱερεύς
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης
μήν.
Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ πόλει (ἢ τῇ μονῇ, ἢ χώρᾳ, ἢ τῇ νήσῳ) ταύτῃ εἰς αἰῶνας αἰώνων. Ἀμήν.
Ἱερεύς
Υπεραγία Θεοτόκε, σώσον ημάς
Ἀναγνώστης
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.
Ἱερεύς
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Ἀναγνώστης
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Κύριε ἐλέησον (γ'), Πάτερ ἅγιε, εὐλόγησον.
Ἱερεύς
(μεγάλη απόλυσις)
Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστός ὁ ἀληθινός Θεός ἡμῶν,
ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ἁγίου τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, ἀπὸ Ἀδὰμ ἄχρι καὶ Ἰωσὴφ τοῦ μνήστορος, καὶ τῶν Προφητῶν καὶ τῶν Προφητίδων,
καὶ τοῦ Ἁγίου Μάρτυρος Βονιφατίου,
ών καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμάς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.


ΙΕΡΕΥΣ
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ΧΟΡΟΣ:
μήν.

//////////////////

Τέλος του Εσπερινού

 




Με αυτά τα χρώματα τοῦ ΙΕΡΕΩΣ και ΔΙΑΚΟΝΟΥ.
Με αυτά τα χρώματα τοῦ ΧΟΡΟΥ και ΑΝΑΓΝΩΣΤΟΥ
Με αυτά τα χρώματα οι Τίτλοι, οδηγίες, πληροφορίες, τυπικό.
Τα ηχητικά κουμπιά αποκρύβονται από το μεγάφωνο της εργαλειοθήκης και τα μουσικά από το μουσικό κουμπί.

Κυριακή 19 Δεκεμβρίου 2021
Ήχος εβδομάδος α΄.
† ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ. ΉΧΟΣ Α΄/ΕΩΘ Δ΄
Βονιφατίου, Ἀγλαΐδος, Ἄρεως μάρτυρος, Εὐτυχίου & Θεσσαλονίκης μ.
///////////////////////////
[Εάν γίνεται αγρυπνία και ο Όρθρος είναι συνημένος στον προηγθέντα Εσπερινό, πήγαινε κατευθείαν στο Δόξα ἐν ὑψίστοις Θεῷ και τον Εξάψαλμο]
ΟΡΘΡΟΣ
ὁ Ἱερεὺς ἐκφωνεῖ·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ:
Ἀμήν.
ΙΕΡΕΥΣ
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.
ΑΝΑΓΝΩΣΤΗΣ:
γιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον (τρίς)
Δ όξα... Καὶ νῦν...
Π άτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ΙΕΡΕΥΣ
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Τροπάρια
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοὶς βασιλεύσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Δόξα...
 ὑψωθεὶς ἐν τῷ Σταυρῶ ἑκουσίως, τὴ ἐπωνύμω σου καινὴ πολιτεία, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Καὶ νύν...
Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδης, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῶζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην, διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.
ΙΕΡΕΥΣ:
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
ΧΟΡΟΣ:
Κύριε, ἐλέησον. (γ')
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Κύριε, ἐλέησον. (γ')
Ἔτι δεόμεθα ὑπὲρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν..., καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Κύριε, ἐλέησον. (γ')
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ:
Ἀμήν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.
ΙΕΡΕΥΣ:
Δόξα τὴ ἁγία καὶ ὁμοουσίω, καὶ ζωοποιῶ καὶ ἀδιαιρέτω Τριάδι, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ:
Ἀμήν.
Καὶ ἀρχόμεθα τοῦ Ἑξαψάλμου, ἄνευ μετανοιῶν, πάση σιωπῇ καὶ κατανύξει ἀκροώμενοι.
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. (ἐκ γ')
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. (δίς)
Και διαβάζει τον εξάψαλμο
ΨΑΛΜΟΣ 3
Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ· πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι κύριος ἀντιλήμψεταί μου.
ΨΑΛΜΟΣ 37
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου· οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου· ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν· καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰκακούσῃ, Κύριε ὁ Θεός μου. Ὅτι εἶπα· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν. Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως· οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. Μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ· πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.
Μὴ ἐγκαταλίπης μὲ κύριε ὁ Θεός μου μὴ ἀποστὴς ἀπ' ἐμοῦ
Πρόσχες εἰς τὴν βοήθειάν μου κύριε τῆς σωτηρίας μου
ΨΑΛΜΟΣ 62
 Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε. Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου. Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ· ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται. Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.
Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπη τῶν πτερύγων σου ἀγαλλιάσομαι.
Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου.
Δόξα... Καὶ νύν...
λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοὶ ὁ Θεὸς
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
ΨΑΛΜΟΣ 87
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου· εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε· προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος, ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. Ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ. Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόθην καὶ οὐκ ἐξεπορευόμην. Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι; Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; Κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε. Ἱνατί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με, ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. Ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου
Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου
ΨΑΛΜΟΣ 102
Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ· τὸν εὐιλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου· τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς· τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος· οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ· οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν, ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν· καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν. Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν. Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ· εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Ἐν παντὶ τόπω τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν κύριον.
ΨΑΛΜΟΣ 142
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Εἰσάκουσον μου, Κύριε, ἐν τῇ δικαιοσύνη σου, καὶ μὴ εισέλθης εἰς κρίσιν μετὰ τοῦ δούλου σου. (δίς)
Τὸ πνεύμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῆ εὐθεῖᾳ
Δόξα... Καὶ νύν...
λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοὶ ὁ Θεός (ἐκ γ').
 ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοί.
ΔΙΑΚΟΝΟΣ
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ:
Κύριε, ἐλέησον.
Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν ..., τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τῆς πόλεως (Μονής, Κώμης) ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΧΟΡΟΣ:
Σοὶ Κύριε.
ΙΕΡΕΥΣ
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ:
Ἀμήν.

ψάλλομεν τετράκις με στίχους το
Ἦχος α΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α'. 
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ, β'. 
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῶ ὀνόματι Κυρίου ἤμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ, γ'. 
Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...

Ἀπολυτίκιον
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῶ κόσμω τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν, ἐβόων σοὶ Ζωοδότα. Δόξα τὴ Ἀναστάσει σου, Χριστέ, δόξα τὴ βασιλεία σου, δόξα τὴ οἰκονομία σου, μόνε Φιλάνθρωπε.
Δόξα...
Ἀπολυτίκιον Πατέρων Ἦχος β’
Μεγάλα τὰ τῆς Πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ Ἅγιοι τρεῖς Παῖδες ἠγάλλοντο· καὶ ὁ Προφήτης Δανιήλ, λεόντων ποιμήν, ὡς προβάτων ἐδείκνυτο. Ταῖς αὐτῶν ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν...
Το ομόηχο Α΄ Θεοτοκίο
Ἦχος β΄

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΔΙΑΚΟΝΟΣ
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ:
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοὶ Κύριε.
ΙΕΡΕΥΣ
Ὅτι σὸν τὸ κράτος καί σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ:
Ἀμήν.
Μετὰ τὴν α΄ Στιχολογίαν

Καθίσματα Ἀναστάσιμα
Ἦχος α΄
Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τὴ ἀστραπή, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, Γυναιξὶ τὴν Ἀνάστασιν, σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῶ ἀναστάντι ἐκ τάφου, καὶ μόνω Θεῷ ἡμῶν.
Δόξα...
Σταυρῶ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῶ θανάτω σου, σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ Ἄδου, σὺ συνήγειρας, τοὺς ἀπ΄ αἰῶνος θανέντας, ὡς μόνος φιλάνθρωπος.
Καὶ νῦν...Θεοτοκίον
Το Α θεοτοκίον του κύριου ήχου που συνοδεύει το Αναστάσιμο Απολυτίκιο επειδή δεν εψάλη στο Θεός Κύριος ψάλλεται εδώ ως θεοτοκίο στο Α Κάθισμα (εφόσον δεν είναι προεόρτιος ή μεθέορτος ή Θεομητορική εορτή).
Ἦχος α΄

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Μετὰ τὴν β΄ Στιχολογίαν
Ἦχος α΄
Τοῦ λίθου σφραγισθέντος
Γυναῖκες πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔτρεμον, ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς, διὰ τοῦτο ἀπελθοῦσαι, τοὶς μαθηταῖς ἐκήρυττον τὴν Ἔγερσιν. Τὸν Ἅδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυνάμει Σταυροῦ.
Δόξα...

ν τῷ σταυρῶ προσηλωθεὶς ἡ Ζωὴ τῶν ἁπάντων, καὶ ἐν νεκροῖς λογισθεὶς ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, καὶ ἥγειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς, διὰ τοῦτο αἳ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοὶ ζωοδότα. Δόξα τοὶς σοὶς παθήμασι Χριστέ, δόξα τὴ Ἀναστάσει σου, δόξα τὴ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.
Καὶ νῦν...Θεοτοκίον
Τὸν τάφον σου Σωτὴρ
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους σου.
Ἐν συνεχεία ψάλλονται τά Ἀναστάσιμα εὐλογητάρια.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῶ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ Ἄδου πάντας ἐλευθερώσαντα.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τὶ τὰ μύρα, συμπαθῶς τοὶς δάκρυσιν, ὧ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφω Ἄγγελος, προσεφθέγγετο ταὶς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ἤσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωί, Μυροφόροι ἕδραμον, πρὸς τὸ μνήμά σου θρηνολογοῦσαι, ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε, θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνήμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τὶ μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὦς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα...
Τριαδικὸν.
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιὰ τῇ οὐσία, σὺν τοὶς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νύν...
Θεοτοκίον.
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τὴ Εὔα, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοὶ ὁ Θεός.

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοὶ ὁ Θεός.

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοὶ ὁ Θεός.
ΔΙΑΚΟΝΟΣ
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ:
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον…
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου…
Σοὶ Κύριε.
ΙΕΡΕΥΣ
Ὅτι ηυλόγηταί σου το όνομα...
ΧΟΡΟΣ:
Ἀμήν.
Ἡ Ὑπακοὴ Ἦχος α΄
 τοῦ Ληστοῦ μετάνοια, τὸν παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῶ κόσμω τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ Ἦχος α΄
Ἀντίφωνον Α΄
ν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀδυνῶν, Κύριε σοὶ κράζω.

Τοὶς ἐρημικοίς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσμου οὔσι τοῦ ματαίου ἐκτός.
Δόξα... καὶ νύν...
γίω Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῶ, διὰ τοῦτο ἄσωμεν τὴ Τριάδι Μονοκρατορία.
Ἀντίφωνον Β΄
Εἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς με νόμων, ἀρεταὶς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῷ σε.

Δεξιά σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πὺρ μὲ φλέξη τῆς ἁμαρτίας.
Δόξα... καὶ νύν ...
γίω Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον, Ἰσοσθενὲς γὰρ ἐστι Πατρὶ καὶ Λόγῳ.
Ἀντίφωνον Γ΄
πὶ τοῖς εἰρηκόσι μοὶ ὁδεύσωμεν εἷς τὰς αὐλὰς τοῦ Κυρίου, εὐφράνθη μου τὸ Πνεῦμα, συγχαίρει ἡ καρδία.

πὶ οἶκον Δαυϊδ, φόβος μέγας, ἐκεῖ γὰρ θρόνων ἐκτεθέντων, κριθήσονται ἅπασαι, αἱ φυλαὶ τῆς γῆς καὶ γλῶσσαι.
Δόξα... καὶ νύν...
γίω Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῶ Υἱῶ δεῖ προσφέρειν. Μονὰς γὰρ ἐστιν ἡ Τρίας τῇ φύσει, ἀλλ΄ οὐ προσώποις.
Προκείμενον
Νὺν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ παρρησιάσομαι ἐν αὐτῷ. (δίς)
Στίχ. 
Τὰ λόγια Κυρίου λόγια ἁγνά.
Νὺν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ παρρησιάσομαι ἐν αὐτῷ.
Η ακολουθία του Εωθινού Ευαγγελίου μετατίθεται να γίνει μετά τους κανόνες και τις καταβασίες διότι έτσι επίλεξες στις παραμέτρους του όρθρου.
ΚΑΝΟΝΕΣ
Το μέγιστο 3 κανόνες.
Σήμερα διαβάζονται ή ψάλλονται 2 κανόνες
___________________
ΩΔΗ Α΄ ΚΑΝΟΝΩΝ
Κανὼν τῶν Πατέρων με Αναστάσιμο το πρώτο τροπάριο.
Ἦχος πλβ΄
Ὁ Εἱρμός.
(ο εἱρμός του πρώτου κανόνα ψάλλεται)
Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι διώκτην Τύραννον, ὑπὸ γῆν ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες· ἀλλ' ἡμεῖς ὡς αἱ νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γάρ δεδόξασται.
Δόξα τῇ Ἁγία Ἀναστάσει σου Κύριε
Φόβῳ σοι θανάτου, ἀνοίγονται πύλαι καὶ διαρρήσσονται, μοχλοὶ αἰώνιοι· τῇ γὰρ σεπτῇ σου καθόδῳ, ἐξανέστησαν οἱ πάλαι νεκροί, ἐν εὐφροσύνῃ ψάλλοντες, Χριστὲ τὴν σὴν Ἀνάστασιν.
Πατέρων.
Ἦχος ο αυτός
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Σήμερον τὸ κλίτος, τῶν θείων Πατέρων, Χριστοῦ τὴν Γέννησιν, προεορτάζει φαιδρῶς, καὶ ὑπογράφεται ταύτης, τὸ παράδοξον τῆς χάριτος· Ἀβραὰμ γὰρ σύμβολον, τοῦ νόμου καὶ οἱ Παῖδές εἰσιν.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Πάλαι δεξιοῦται, θεότητα μίαν, τὴν τρισυπόστατον, ὁ Ἱερὸς Ἀβραάμ· νῦν δὲ ὁ σύνθρονος Λόγος, τῷ Πατρὶ καὶ θείῳ Πνεύματι, τοῖς παισὶ προέρχεται, ἐνδόξως εὐφημούμενος.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἀβραὰμ ἐρρύσθη, χειρὸς ἐξ ἀδίκου, φλογὸς καμίνου δέ, οἱ θεῖοι Παῖδες ποτέ, καὶ Δανιὴλ ὁ Προφήτης, ἐκ θηρῶν καὶ λάκκου σέσωσται· διὸ νῦν τὴν Γέννησιν Χριστοῦ προεορτάζουσιν.
Δόξα...
Ἀριθμῷ καὶ πίστει, τῆς θείας Τριάδος, τὴν ἀθεότητα καταστρεψάμενοι, ἐν τῇ καμίνῳ οἱ Παῖδες, ἐν συμβόλοις τὰ ἐσόμενα, τοῦ Θεοῦ μυστήρια, τῷ κόσμῳ προϋπέφηναν.
Καὶ νῦν...
Κεχαριτωμένη, ἀνύμφευτε Μήτηρ Παρθένε ἄφθορε, σὲ μακαρίζομεν· τοῦ Ἀβραὰμ γὰρ ἐκ γένους, καὶ φυλῆς Δαυΐδ ἐξήνθησας, τὸν Χριστὸν δὲ τέτοκας, Προφήταις κηρυχθέντα τὸ πρίν.
___________________
ΩΔΗ Γ΄ ΚΑΝΟΝΩΝ
Κανὼν τῶν Πατέρων με Αναστάσιμο το πρώτο τροπάριο.
Ἦχος πλβ΄
Ὁ Εἱρμός.
Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ κρανίῳ κρεμάμενον, θαμβητικῶς συνείχετο. Οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε κραυγάζουσα».
Δόξα τῇ Ἁγία Ἀναστάσει σου Κύριε
Τάφῳ τριημερεύσας, ἀνέστησας ζωαρχικῇ ἐγέρσει, θανόντας τοὺς ἀπ' αἰῶνος, καὶ καταδίκης λυόμενοι, χαρμονικῶς ἠγάλλοντο· ἰδοὺ ἡ λύτρωσις, ἦλθες Κύριε κραυγάζοντες.
Πατέρων.
Ἦχος ο αυτός
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Τὴν κατ' εἰκόνα δόξαν, καὶ καθ' ὁμοίωσιν Θεοῦ φρονοῦντες Παῖδες, χρυσῆς εἰκόνος φλόγα, ἐν τῷ πυρὶ τῷ τοῦ Πνεύματος, ἀθλητικῶς κατέσβεσαν, ἐν πίστει ψάλλοντες· Πλήν σου Κύριον οὐκ οἴδαμεν.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Σοφίας τῷ περιόντι, καὶ Πνεύματος τῇ δυνάμει οἱ Παῖδες, τοὺς σοφοὺς Βαβυλῶνος, αἰχμαλωτεύσαντες ᾔσχυναν, καὶ θαρσαλέως ἔκραζον· Οὐκ ἔστιν Ἅγιος, πλὴν σου Κύριε φιλάνθρωπε.
Δόξα...
Χαίρει καὶ συγχορεύει, τοῖς Παισὶ καὶ Προφήταις ὁ νόμος, καὶ προσκιρτᾷ τοῦ Κυρίου, τὴν θείαν ἔλλαμψιν σήμερον, καὶ Ἀβραὰμ ἀγάλλεται, ὅτι ἐκ σπέρματος αὐτοῦ, εἶδε Κύριον σαρκούμενον.
Καὶ νῦν...
Ἡ σύλληψις ἄνευ πάθους, ἡ πρόσληψις ὑπὲρ λόγον καὶ φύσιν, τοῦ τόκου σου προῆλθε· τὸ γὰρ Προφήταις θρυλλούμενον, ὑπερφυῶς Μυστήριον, ἡμῖν ἐπέφανε, Λόγος τοῦ Θεοῦ ὑπάρχων Κύριος.
ΔΙΑΚΟΝΟΣ
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ:
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοὶ Κύριε.
ΙΕΡΕΥΣ
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΧΟΡΟΣ: Ἀμήν.
Κοντάκιον Ἦχος α΄
Ὅταν ἔλθης ὁ Θεὸς
ξανέστης ὡς Θεὸς ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν ὡς Θεὸν σὲ ἀνύμνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει Δέσποτα, καὶ ἡ Εὔα νὺν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα. Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν Ἀνάστασιν.
Ὁ Οἶκος
Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον, καὶ πύλας τοῦ Ἄδου συντρίψαντα, καὶ τοὺς ἀπ΄ αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις ὀφθέντα καθώς ηὐδόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας, καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζωοδότης. Ὅθεν πίστει αἱ Γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται, καὶ Ἅδης στενάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀγάλλεται, καὶ πάντες συγχαίρουσι, Σὺ γὰρ παρέσχες πᾶσι Χριστὲ τὴν Ἀνάστασιν.
Η Υπακοή συνήθως διαβαστά.
Ἡ Ὑπακοὴ Ἦχος πλ. δ’
Ἄγγελος Παίδων ἐδρόσιζε κάμινον, νῦν δὲ γυναικῶν κλαυθμὸν διεκώλυε, λέγων· Τὶ ἐπιφέρεσθε μύρα; τίνα ζητεῖτε ἐν τάφῳ; ἀνέστη ὁ Χριστὸς καὶ Θεός· ὑπάρχει γὰρ ζωὴ καὶ σωτηρία, τοῦ γένους τῶν ἀνθρώπων.
Ιστέον οτι ότε αναγινώσεται Υπακοή καθίσματα ου ψάλλομεν.
ΔΙΑΚΟΝΟΣ
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ:
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοὶ Κύριε.
ΙΕΡΕΥΣ
Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
Διαβάζουμε το, Κοντάκιο, Οἶκο και Συναξάριο της ημέρας.
Κοντάκιον.
Τῶν Πατέρων Ἦχος πλ. β’
Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ' ἀγράφῳ οὐσίᾳ θωρακισθέντες, Τρισμακάριοι ἐν τῷ σκάμματι, τοῦ πυρὸς ἐδοξάσθητε, ἐν μέσῳ δὲ φλογὸς ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Ὁ Οἶκος.
Ἔκτεινόν σου τὴν χεῖρα, ἧς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες, καὶ Ἑβραῖοι πολεμούμενοι, μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς θάνατος· ὁ διψῶν ἡμᾶς, καὶ Σατᾶν ὁ μισῶν ἡμᾶς· ἀλλ' ἔγγισον ἡμῖν, καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν Παίδων σου, τῶν ἐν Bαβυλῶνι ἀπαύστως ἀνυμνούντων σε, καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον, καὶ ἐκ ταύτης κραυγαζόντων σοι· Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Συναξάριον.
Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου μάρτυρος Βονιφατίου.
Στίχοι
Ζητῶν Βονιφάτιος ὀστᾶ Μαρτύρων.
Ἑαυτὸν εὗρε μάρτυρα, τμηθεὶς ξίφει.
Ἐννεακαιδεκάτῃ Βονιφάτιος αὐχένα τμήθη.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἠλία, Πρόβου, καὶ Ἄρεως.
Στίχοι
Ἀθλήσεως τμηθέντα τῷ ξίφει κάραν,
Ζηλοῖ ταχὺ Πρόβος σε, Μάρτυς Ἠλία.
Ἄρης ὑπῆρξας πρὸς τὸ πῦρ ὄντως Ἄρες,
Ἄρης νοητός, ὅπλα πίστεως φέρων.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Τιμοθέου καὶ Πολυεύκτου.
Στίχοι
Τιμόθεον δέ, τὸν πεπυρπολημένον,
Ποῦ θήσομεν, λαχόντα παντίμου τέλους;
Σοῦ Πολύευκτε Καισαρεῦ ποῖον τέλος;
Τὸ πῦρ ὑπελθών, εὗρον εὐκταῖον τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Εὐτυχίου, καὶ Θεσσαλονίκης, καὶ τῶν σὺν αὐτοῖς Ἀνδρῶν διακοσίων, καὶ Γυναικῶν ἑβδομήκοντα, διὰ ξίφους τελειωθέντων.
Στίχοι
Σὺν Εὐτυχίῳ καὶ σὺ Θεσσαλονίκη,
Nίκην ἐφεῦρες εὐτυχῶς διὰ ξίφους.
Ἀνεῖλεν ἀνδρῶν εἰκάδας δέκα ξίφος,
Ἀνεῖλε καὶ Γυναῖκας ἑπτάκις δέκα.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγεντίου, Ἐπισκόπου Αἰθιοπίας.
Στίχοι
Σαρκὸς λιπὼν σύνδεσμον ὁ Γρηγέντιος,
Ἐκεῖσε μετῆλθεν, ἔνθα σαρξὶν οὐ τόπος.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τρύφωνος.
Στίχοι
Τρύφων ἀνῆλθε σώματι πρὸς ἰτέαν,
Καὶ πνεύματι πρὸς ὕψος οὐρανοῦ μέγα.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Τῇ αὐτῇ ἡμέρᾳ , Κυριακὴ πρὸ τῆς Χριστοῦ γεννήσεως, μνήμην ἄγειν ἐτάχθημεν παρὰ τῶν Ἁγίων καὶ θεοφόρων Πατέρων ἡμῶν, πάντων τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, ἀπὸ Ἀδὰμ ἄχρι καὶ Ἰωσὴφ τοῦ μνήστορος τῆς Ὑπεραγίας Θεοτόκου, κατὰ γενεαλογίαν, καθὼς ὁ Εὐαγγελιστὴς Λουκᾶς ἱστορικῶς ἠριθμήσατο, ὁμοίως καὶ τῶν Προφητῶν καὶ τῶν Προφητίδων.
Μνήμη τῶν πρωτοπλάστων Ἀδὰμ καὶ Εὔας.
Στίχοι
Ὑμνῶ θανόντας ζῶν γένους ἀρχηγέτας,
Τοῦ ζῆν με καὶ θνῄσκειν με τοὺς παραιτίους.

Μνήμη τοῦ δικαίου Ἄβελ, υἱοῦ τοῦ Ἀδάμ.
Στίχοι
Βοᾷ Θεῷ σὸν αἷμα καὶ ψυχῆς δίχα,
Ὦ πρῶτε νεκρῶν, πρῶτε καὶ σεσωσμένων.

Μνήμη τοῦ δικαίου Σήθ, υἱοῦ Ἀδάμ.
Στίχοι
Σὴθ σπέρμα καινὸν τοῖς γονεύσιν ἀντ' Ἄβελ,
Ἄνθρωπος ὢν δίκαιος· οἷος ἦν Ἄβελ.

Μνήμη τοῦ δικαίου Ἐνώς, υἱοῦ Σήθ.
Στίχοι
Ὀφθεὶς Ἐνὼς μέγιστος ἐκ τῆς ἐλπίδος,
Πολλοῖς ἐνῆκε ζῆλον εἰς τὴν ἐλπίδα.

Μνήμη τοῦ δικαίου Καϊνᾶν υἱοῦ, Ἐνώς.
Στίχοι
Βίβλῳ Kαϊνᾶν Μωσέως γεγραμμένος,
Κἂν τῷ παρόντι χρὴ γραφῆναι βιβλίῳ.

Μνήμη τοῦ δικαίου Μαλελεήλ, υἱοῦ Καϊνᾶν.
Στίχοι
Ἑξῆς προκείσθω Μαλελεὴμ τῷ λόγῳ.
Υἱὸς Καϊνᾶν, οὗ προεμνήσθη λόγος.

Μνήμη τοῦ δικαίου Ἰάρεδ, υἱοῦ Μελελεήλ.
Στίχοι
Δίκαιον ὄντως ἐν δικαίων πληθύϊ,
Καὶ τοῦ δικαίου μνημονεύειν Ἰάρεδ.

Μνήμη τοῦ δικαίου Ἐνώχ, υἱοῦ, Ἰάρεδ.
Στίχοι
Θεῷ προδήλως εὐαρεστήσας λόγῳ,
Ἐνὼχ ἀδήλοις ἐγκατῳκίσθη τόποις.

Μνήμη τοῦ δικαίου Μαθουσάλα, υἱοῦ Ἐνώχ.
Στίχοι
Ἐνὼχ σε τέκνον ἐκμαθὼν Μαθουσάλα,
Ἔγραψα πρὸς μάθησιν ἄλλων ἐνθάδε.

Μνήμη τοῦ δικαίου Λάμεχ, υἱοῦ Μαθουσάλα.
Στίχοι
Λάμεχ, δύο γνούς, δεῖν ἔγνων, τιμᾶν ἕνα,
Οὐ τὸν φονευτήν, ἀλλ' ὁμωνύμως Λάμεχ.

Μνήμη τοῦ δικαίου Νῶε, υἱοῦ Λάμεχ.
Στίχοι
Ἀδὰμ βροτοῖς ὄλεθρον ἐκ ξύλου φέρει·
Διὰ ξύλου δὲ Νῶε πᾶν σῴζει γένος.

Μνήμη τοῦ δικαίου Σήμ, υἱοῦ Νῶε.
Στίχοι
Σὴμ πατρικὴν γύμνωσιν ἐμφρόνως σκέπων,
Τὰς πατρικὰς ἐφεῦρεν εὐχὰς εἰς σκέπην.

Μνήμη τοῦ δικαίου Ἰάφεθ, υἱοῦ Νῶε.
Στίχοι
Μὴ θείς, Ἰάφεθ Πατρὸς αἰσχύνῃ πλάτος,
Βίου πλατυσμὸν εὐχαῖς Πατρὸς λαμβάνει.

Μνήμη τοῦ δικαίου Ἀρφαξάδ, υἱοῦ Σήμ.
Στίχοι
Zῇ Κύριος ζῶν, οὐ τὸν Ἀρφαξὰδ λίπω,
Καὶ γὰρ χρεὼν καὶ τοῦτον ἐνταῦθα γράφειν.

Μνήμη τοῦ δικαίου Καϊνᾶν, υἱοῦ Ἀρφαξάδ.
Στίχοι
Καϊνᾶν ἡμῖν ἐξεγήγερται νέος,
Τῷ πρὶν Καϊνᾶν, ἐμφερὴς ἐκ τοῦ τρόπου.

Mνήμη τοῦ δικαίου Σάλα, υἱοῦ Καϊνᾶν.
Στίχοι
Συμπατριωτῶν ὁρμαθῷ καὶ συμφύλων,
Ἡ συγγένεια συνδέει καὶ τὸν Σάλα.

Μνήμη τοῦ δικαίου Ἕβερ, ἀφ' οὗ καὶ οἱ Ἰουδαῖοι Ἑβραῖοι ἐκλήθησαν.
Στίχοι
Μέγας τις ὄντως τοῖς Ἰουδαίοις Ἕβερ,
Δοὺς ἐξ ἑαυτοῦ κλῆσιν Ἑβραίων γένει.

Μνήμη τοῦ δικαίου Φάλεκ, υἱοῦ Ἕβερ.
Στίχοι
Πανηγυρίζω καὶ τὸν ἐξ Ἕβερ τόκον.
Ὡς Μωϋσῆς γὰρ φησι, τίκτει τὸν Φάλεκ.

Μνήμη Ῥαγάβ, υἱοῦ Φάλεκ.
Στίχοι
Πάλιν κύησις, καὶ πάλιν νέος τόκος,
Υἱὸν Ῥαγὰβ τεκόντος ἡμῖν τοῦ Φάλεκ.

Μνήμη τοῦ δικαίου Σερούχ, υἱοῦ Ῥαγάβ.
Στίχοι
Γράφων παλαιῶν τοὺς ἐπ' ἀλλήλων τόκους,
Ἂν ἐκλάθωμαι τὸν Σερούχ, ἁμαρτάνω.

Μνήμη τοῦ δικαίου Ναχώρ, υἱοῦ Σερούχ.
Στίχοι
Γένους ὑπάρχειν τῶν ἄνω λελεγμένων,
Καὶ τὸν Ναχὼρ γνοὺς οὐ διϊστῶ τοῦ γένους.

Μνήμη τοῦ δικαίου Θάρρα, υἱοῦ Ναχώρ.
Στίχοι
Υἱὸς προσελθὼν ἐκ Ναχὼρ κλῆσιν Θάρρας,
Πατὴρ ὑπῆρξε πατρὸς Ἐθνῶν μυρίων.

Μνήμη τοῦ δικαίου Πατριάρχου,, Ἀβραάμ, υἱοῦ Θάρρα.
Στίχοι
Τὸν Ἀβραὰμ πῶς δεξιώσομαι λόγοις,
Ὃς ἠξιώθη δεξιοῦσθαι καὶ Νόας;

Μνήμη τοῦ Πατριάρχου Ἰσαάκ, υἱοῦ Ἀβραάμ.
Στίχοι
Δεθείς, Ἰσαάκ, εἰς σφαγήν, τύπος γίνῃ,
Ἐπὶ σφαγὴν ἥξοντος ὑψίστου Λόγου.

Μνήμη τοῦ Πατριάρχου Ἰακὼβ υἱοῦ Ἰσαάκ.
Στίχοι
Διὰ κλίμακος Ἰακώβ, τῆς Παρθένου,
Πρὸς γῆν Θεὸν χωροῦντα πρὶν τόκου βλέπει.

Μνήμη τοῦ Πατριάρχου Ῥουβίμ, υἱοῦ Ἰσαάκ.
Στίχοι
Τῆς υἱότητος, Ἰακὼβ τοῦ τιμίου,
Ῥουβὶμ ἔγνων τὸν θεῖον, ἀρχὴν τιμίαν.

Μνήμη τοῦ Πατριάρχου Συμεών, υἱοῦ Ἰακώβ.
Στίχοι
Κἄν δευτερεύῃ Συμεὼν ἐκ τοῦ τόκου,
Κλέος παρ' ἡμῖν οὐ τὸ δεύτερον φέρει.

Μνήμη τοῦ Πατριάρχου Λευΐ, υἱοῦ Ἰακώβ.
Στίχοι
Θεοῦ μεγίστου θεῖος ὢν ὑπηρέτης,
Τί, Λευΐ, μεῖζον τῆς δε τῆς δόξης θέλεις;

Μνήμη τοῦ Πατριάρχου Ἰούδα, υἱοῦ Ἰακώβ, οὗ ἐκ τῆς φυλῆς ὁ Χριστός.
Στίχοι
Ἰούδαν αἰνέσουσιν οἱ σεσωσμένοι·
Ἐξ Ἰούδα γὰρ Χριστὸς ἡ σωτηρία.

Μνήμη τοῦ Πατριάρχου Ζαβουλών, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ παράλιος.
Στίχοι
Ἀκτὰς κατοικεῖν ὁ Ζαβουλὼν ἐκρίθη,
Γῆς καὶ θαλάττης εἰς ἓν ἄκρα συνδέων.

Μνήμη τοῦ Πατριάρχου Ἰσάχαρ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ γηπόνος.
Στίχοι
Στήσας ἑαυτὸν εἰς τὸ πονεῖν Ἰσάχαρ,
Ζωὴν συνιστᾷ, γῆθεν ἄρτον ἐκφέρων.

Μνήμη τοῦ Πατριάρχου Δάν, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ κριτής.
Στίχοι
Λαοῦ κριτὴς Δάν, γλῶττα τῆς ἐξουσίας
Ζυγοῖς δικαίοις πᾶσιν ἐξάγων κρίσιν.

Μνήμη τοῦ Πατριάρχου Γάδ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ λῃστευομένη ἢ λῃστεύουσα.
Στίχοι
Γὰδ πειρατευθείς, πειρατεύων ἐκτρέχει,
Νίκαις δὲ πάντων πειρατῶν κατισχύει.

Μνήμη τοῦ Πατριάρχου Ἀσήρ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ πλουσία ἐπὶ χώραις σιτοφόροις.
Στίχοι
Ἀσὴρ δέ, φησί, πίονα πλουτεῖ στάχυν,
Τρέφει τε τοὺς ἄρχοντας ἄρτῳ πλουσίῳ.

Μνήμη τοῦ Πατριάρχου Νεφθαλείμ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ πολὺ πλῆθος.
Στίχοι
Ὡς ἔρνος ὄντως Νεφθαλεὶμ ἀνειμένον
Εἰς πλῆθος αὐτῷ τῆς φυλῆς ἡπλωμένης.

Μνήμη τοῦ Πατριάρχου Ἰωσήφ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ περίδοξος καὶ περιφανής.
Στίχοι
Ηὐξημένον σε, σὸς Πατὴρ εἶναι λέγων,
Δόξαν φυλῆς σῆς, Ἰωσήφ, διαγράφει.

Μνήμη τοῦ Πατριάρχου Βενιαμίν, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ ἀπὸ ἀγρίας πραεῖα.
Στίχοι
Φαγὼν τὸ πρωῒ Bενιαμίν, ὡς λύκος,
Πρᾶος φανεῖς, δίδωσι βρῶσιν ἑσπέρας.

Μνήμη Φαρὲς καὶ Ζαρὰ τῶν διδύμων, υἱῶν Ἰούδα τοῦ Πατριάρχου.
Στίχοι
Κοινῶς ἐπαινῶ σπέρμα κοινὸν Ἰούδα
Φαρὲς Ζαρά τε, τοὺς διδύμους συγγόνους.

Μνήμη Ἐσρώμ, υἱοῦ Φαρές.
Στίχοι
Ἐκ Φαρὲς Ἐσρώμ, ὥσπερ ἐκ ῥίζης κλάδος,
Ἄμφω δὲ ῥίζης Ἀβραὰμ θεῖοι κλάδοι.

Μνήμη Ἀράμ, υἱοῦ Ἐσρώμ.
Στίχοι
Γέγηθεν Ἐσρώμ, οὐ νοσῶν ἀτεκνίαν.
Ἀρὰμ γὰρ αὐτῷ τέκνον ἠγαπημένον.

Μνήμη Ἀμιναδάβ, υἱοῦ Ἀράμ.
Στίχοι
Τὸν Ἀμιναδὰβ ἐξ Ἀρὰμ φῦναι λόγος.
Τούτου γὰρ υἱὸν ἡ Γραφὴ τοῦτον λέγει.

Μνήμη Ναασών, υἱοῦ Ἀμιναδάβ.
Στίχοι
Εἷς καὶ Ναασὼν τῆς, Ἰούδα φατρίας,
Ἐξ Ἀμιναδὰβ τῆς φυλῆς ἐξ, Ἰούδα.

Μνήμη Σαλμών, υἱοῦ Ναασών.
Στίχοι
Ηὔξησε σειρὰν Ἀβραμιαίου γένους
Σαλμὼν προελθὼν τῆς Ναασὼν ὀσφύος.

Μνήμη Βοόζ, υἱοῦ Σαλμών.
Στίχοι
Εὐαγγελιστά, τοῦδε Σαλμὼν υἱέα,
Τίνα γράφεις σὺ; Τὸν Βοόζ, φησί, γράφω.

Μνήμη Ὠβήδ, υἱοῦ Βοόζ, τοῦ ἐκ τῆς Ῥοὺθ γεννηθέντος.
Στίχοι
Ἐκ Ῥοὺθ μὲν Ὠβήδ, τὴν φυλὴν Μωαβίτης,
Ἐκ τοῦ Βοὸζ δὲ δῆλος, Ἰσραηλίτης.

Μνήμη Ἰεσσαί, υἱοῦ Ὠβήδ.
Στίχοι
Ἰεσσαὶ τίκτε, τικτέτω καὶ σὸν γένος,
Ἕως ἀπ' αὐτοῦ Παῖς Θεὸς τεχθῇ μέγας.

Μνήμη Δαυΐδ Βασιλέως, υἱοῦ Ἰεσσαί.
Στίχοι
Ἐγὼ τὶ φήσω, μαρτυροῦντος Κυρίου,
Τὸν Δαυΐδ εὗρον, ὡς ἐμαυτοῦ καρδίαν;

Μνήμη Σολομῶντος Βασιλέως, υἱοῦ Δαυΐδ.
Στίχοι
Σοφὸς Σολομὼν πρῶτος ἐν σοφοῖς βίου,
Ἔχων τὸ πρῶτον τῶν καλῶν τῶν τοῦ βίου.

Μνήμη Ῥοβοὰμ Βασιλέως, υἱοῦ Σολομῶντος.
Στίχοι
Ἐγκώμιόν σοι Ῥοβοάμ, πλέκω μέγα,
Σὸν πάππον εἶναι τὸν μέγαν Δαυῒδ λέγων.

Μνήμη Ἀβιὰ Βασιλέως, υἱοῦ Ῥοβοάμ.
Στίχοι
Βοᾷ Ῥοβοὰμ πρὸς τὸν Ἀβιὰ λέγων·
Ἐγὼ Πατὴρ σός, καὶ σύ μου τὸ τεκνίον.

Μνήμη Ἀσὰ Βασιλέως, υἱοῦ Ἀβιά.
Στίχοι
Εὐθῆ τὸν Ἀσὰ μηνύει Βασιλέα,
Ἡ τετράτιτλος τῶν Βασιλειῶν βίβλος.

Μνήμη Ἰωσαφὰτ Βασιλέως, υἱοῦ Ἀσά.
Στίχοι
Ἰωσαφὰτ τὰ πάντα χρηστὸς ἐν βίῳ
Εὑρὼν ἀφορμάς πατρόθεν χρηστοῦ βίου.

Μνήμη Ἰωρὰμ Βασιλέως, υἱοῦ Ἰωσαφάτ.
Στίχοι
Ἰωρὰμ ἡμῖν ἐξ Ἰωσαφὰτ ἔφυ·
Ὑιὸς Βασιλεύς, ἐκ πατρὸς Βασιλέως.

Μνήμη Ὀζίου Βασιλέως, υἱοῦ Ἰωράμ.
Στίχοι
Ἀνῆκε καρπὸν εὐγενῆ τὸν Ὀζίαν,
Ἄναξ Ἰωράμ, Ἰωσαφὰτ ὁ κλάδος.

Μνήμη Ἰωάθαμ Βασιλέως, υἱοῦ Ὀζίου.
Στίχοι
Τὸν Ἰωάθαμ, ὡς νεοττὸν Ὀζίου,
Τῆς βασιλείας ἡ καλιὰ λαμβάνει.

Μνήμη Ἄχαζ Βασιλέως, υἱοῦ Ἰωάθαμ.
Στίχοι
Τὸ τῆς κεφαλῆς στέμμα Ἰωάθαμ,
Στέφει κεφαλὴν εὐπρεπῶς καὶ τὴν Ἄχαζ.

Μνήμη Ἐζεκίου Βασιλέως, υἱοῦ Ἄχαζ.
Στίχοι
Σοβεῖ τελευτὴν δακρύσας Ἐζεκίας.
Τοσοῦτον ἰσχύουσι ῥεῖθρα δακρύων!

Μνήμη Μανασσῆ Βασιλέως, υἱοῦ Ἐζεκίου.
Στίχοι
Σωτηριῶδες πρὸς μετάγνωσιν βάθρον,
Μανασσῆς ἡμῖν τὴν προσευχὴν πηγνύει.

Μνήμη Ἀμμὼν Βασιλέως, υἱοῦ Μανασσῆ.
Στίχοι
Ἀμμὼν κυηθεὶς τῆς ἁλουργίδος μέσον,
'Ἦν καὶ Βασιλεύς, καὶ Βασιλείας τέκνον.

Μνήμη Ἰωσίου Βασιλέως, υἱοῦ Ἀμμών.
Στίχοι
Ἰωσίας ἔναντι τοῦ Θεοῦ μέγας,
Ὃν γνοὺς ἐπαινεῖν, δειλιῶν μὴ σμικρύνω.

Μνήμη Ἰεχονίου Βασιλέως, υἱοῦ, Ἰωσίου.
Στίχοι
Ἐν Βαβυλῶνος τῇ μετοικίᾳ λόγος,
Ἰεχονίαν ἐμπαροικῆσαι βίῳ.

Μνήμη Σαλαθιήλ, υἱοῦ Ἰεχονίου.
Στίχοι
Πρῶτον μέτ' αὐτὴν τὴν μετοικίαν τέκνον
Τὸν Σαλαθιὴλ Ἰούδα φυλὴ φύει.

Μνήμη Ζοροβάβελ, τοῦ τὸν Ναὸν τῶν Ἱεροσολύμων καυθέντα ἀνεγείραντος.
Στίχοι
Nαβουζαρδὰν ἔκαυσε Ναὸν Κυρίου,
Οὗ καύσιν ἦρε κτίσματι Ζοροβάβελ.

Μνήμη Ἀβιούδ, υἱοῦ Ζοροβάβελ.
Στίχοι
Ἀβιοὺδ ὅρπηξ, οὗ φυὴ Ζοροβάβελ.
Ὡς τὴν φυὴν οὖν, καὶ τὸν ὅρπηκα γράφω.

Μνήμη Ἐλιακείμ, υἱοῦ Ἀβιούδ.
Στίχοι
Τὸν Ἐλιακεὶμ Ἀβιοὺδ γράφει γόνον,
Ματθαῖος ἡμῖν, ἀκριβὴς γονογράφος.

Μνήμη Ἀζώρ, υἱοῦ Ἐλιακείμ.
Στίχοι
Ὁ θεῖος Ἀζὼρ ἐξ Ἐλιακεὶμ ἔφυ,
Θεία Γραφὴ λέγουσα τοῦτο πεισάτω.

Μνήμη Σαδώκ, υἱοῦ Ἀζώρ.
Στίχοι
Ἀζὼρ κυΐσκων τὸν Σαδὼκ οὐ λανθάνει,
Ὃν συγγραφεὺς γνοὺς ἐκκαλύπτει τὸν τόκον.

Μνήμη Ἀχείμ, υἱοῦ Σαδώκ.
Στίχοι
Τοῖς τοῦ Σαδὼκ ζητοῦσιν υἱόν, Ματθαῖος,
Δείξει τὸν Ἀχείμ, ἐκβαλὼν τὸ βιβλίον.

Μνήμη Ἐλιούδ, υἱοῦ Ἀχείμ.
Στίχοι
Τεχθεὶς ἀπ' Ἀχείμ, Ἐλιοὺδ ὤφθη τέκνον,
Ὀφθήσεται δὲ καὶ πατὴρ τεκνοτρόφος.

Μνήμη Ἐλεάζαρ, υἱοῦ Ἐλιούδ.
Στίχοι
Ἰδοὺ τεκόντα καὶ τὸν Ἐλιοὺδ ἔγνων,
Ἐλεάζαρον τέκνον· εἰ βούλει, μάθε.

Μνήμη Ματθάν, υἱοῦ Ἐλεάζαρ.
Στίχοι
Ἐλεάζαρ δὲ τὸν Ματθὰν γεννᾶν λέγει,
Μαιευτρίας ἄκουε, Ματθαίου Βίβλου.

Μνήμη Ἰακώβ, υἱοῦ Ματθάν.
Στίχοι
Καὶ Ματθὰν εἰσήνεγκεν υἱὸν εἰς βίον
Τὸν Ἰακωβ γὰρ εἰσενεγκὼν εὑρέθη.

Μνήμη Ἰωσὴφ τοῦ Μνήστορος, υἱοῦ Ἰακώβ.
Στίχοι
Μνηστὴρ Ἰωσήφ· ᾧ τὸ Πνεῦμα πρὸ γάμου,
Μνηστὴν ἐκείνου, συλλαβοῦσαν δεικνύει.

Μνήμη τοῦ δικαίου Μελχισεδέκ.
Στίχοι
Ἔχει Γραφὴ πατρὸς σε καὶ μητρὸς δίχα,
Χριστοῦ τυποῦντα Μελχισεδὲκ τοὺς τόκους.

Μνήμη τοῦ δικαίου Ἰώβ.
Στίχοι
Ὕψιστον εὑρὼν ἀξίως ἐπαινέτην,
Ἰὼβ ἐπαίνων οὐ δέῃ τῶν γηΐνων.

Μνήμη τοῦ Προφήτου Μωσέως, καὶ Ὤρ καὶ Ἀαρὼν τῶν Ἱερέων.
Στίχοι
Σὺν Ὤρ Ἀαρὼν προγράφει Χριστοῦ πάθος,
Ὑψοῦντες ἄμφω σταυρικῶς τὸν Μωσέα.

Μνήμη Ἰησοῦ τοῦ Ναυῆ.
Στίχοι
Ὑμνεῖν Ἰησοῦν ποῖος ἀρκέσει λόγος,
ᾯ συλλαλῶν ὑπῆρχε καὶ Θεὸς Λόγος;

Μνήμη τοῦ Ἁγίου Προφήτου Σαμουήλ.
Στίχοι
Ὀφθαλμὸν ἡμῖν εὐμενῆ Θεοῦ τίθει,
Ὀφθαλμὲ θεῖε, καὶ τὰ μέλλοντα βλέπων.

Μνήμη τοῦ Προφήτου Νάθαν.
Στίχοι
Ἁμαρτιῶν ἔλεγχος ὀξὺς ὢν Νάθαν,
Ἡμάρτομεν λέγουσι, συγγνώμην νέμοις.

Μνήμη τοῦ Ἁγίου Προφήτου Δανιήλ.
Στίχοι
Καὶ θηρία φρίττουσιν ἀρετῆς φίλον.
Ἔργοις Δανιὴλ τοῦτο πιστοῦται μέγας.

Μνήμη τῶν Ἁγίων, τριῶν Παίδων.
Στίχοι
Καὶ πῦρ, τὸ πῦρ ἦν τῆς καμίνου, καὶ δρόσος.
Πρὸς δυσσεβεῖς πῦρ, πρὸς δὲ τοὺς Παῖδας δρόσος.

Μνήμη τῆς δικαίας Σάρρας, γυναικὸς Ἀβραάμ.
Στίχοι
Νεύσει Θεοῦ καὶ στεῖρα νικᾶται φύσις·
Καὶ μάρτυς ὠδίνουσα Σάρρα παιδίον.

Μνήμη τῆς δικαίας Ῥεβέκκας, γυναικὸς Ἰσαάκ.
Στίχοι
Καὶ τὴν ἀρίστην τῶν γυναικῶν Ῥεβέκκαν,
Ἄριστος εὗρεν ἀνδρῶν κοινὸν λέχους.

Μνήμη τῆς δικαίας Λείας, πρώτης γυναικός, Ἰακώβ.
Στίχοι
Λείας προσώπῳ Κύριος μὴ δοὺς χάριν,
Κυήσεως δίδωσι τῇ μήτρᾳ χάριν.

Μνήμη τῆς δικαίας Ῥαχήλ, δευτέρας γυναικός, Ἰακώβ.
Στίχοι
Θεοὺς πατρῴους ἡ Ῥαχὴλ κλέπτει πόθῳ,
Ἐν ἐσχάτῳ δὲ τὸν Θεὸν ποθεῖ Λόγον.

Μνήμη τῆς δικαίας Ἀσινέθ, γυναικός, Ἰωσὴφ τοῦ παγκάλου.
Στίχοι
Κάλλει παρῆλθεν ἥλιος μὲν ἀστέρας,
Ἡ δ' Ἀσινὲθ μοι τὰς ὑφ' ἥλιον κόρας.

Μνήμη τῆς δικαίας Μαρίας, ἀδελφῆς Μωϋσέως.
Στίχοι
Ἄσωμεν , εἰπέ, καὶ πάλιν τῷ Κυρίῳ ,
Ψυχῆς κροτοῦσα τύμπανον νῦν Μαρία.

Μνήμη τῆς δικαίας Δεβόρρας τῆς κρινάσης τὸν Ἰσραήλ.
Στίχοι
Ὑπὲρ γυναῖκας ἡ Δεβόρρα τὴν φρένα,
Βάθει φρενὸς κρίνουσα λαὸν Κυρίου.

Μνήμη τῆς δικαίας Ῥούθ.
Στίχοι
Ἔθνος λιποῦσα Ῥοὺθ ἑαυτῆς καὶ σέβας,
Ἔθνει προσῆλθε καὶ Θεῷ τοῦ Μωσέως.

Μνήμη τῆς δικαίας Σαραφθίας, πρὸς ἣν Ἠλίας ἀπεστάλη.
Στίχοι
Ἄσπαρτον εἶχε τὴν τροφὴν Σαραφθία,
Kαινὸν λαχοῦσα λήϊνον τὸν Ἠλίαν.

Μνήμη τῆς δικαίας Σωμανίτιδος τῆς ξενοδοχησάσης τὸν Ἐλισαῖον.
Στίχοι
Ἐλισαῖος σοι κλεῖθρα νηδύος λύει,
ᾯ κλεῖθρα Σωμανῖτις ἤνοιξας δρόμου.

Μνήμη τῆς δικαίας Ἰουδίθ, τῆς ἀνελούσης τὸν Ὀλοφέρνην.
Στίχοι
Ὃν πᾶς ἀνὴρ ἔφριττε, δεινὸν ὁπλίτην,
Γυνὴ καθεῖλεν, Ἰουδίθ, Ὀλοφέρνην.

Μνήμη τῆς δικαίας Ἐσθήρ, τῆς λυτρωσαμένης τὸν Ἰσραὴλ ἐκ θανάτου.
Στίχοι
Ἔσωσεν Ἐσθὴρ ἄνδρας Ἰσραηλίτας,
Ἅδου κυνὴν μέλλοντας ἐνδῦναι πάλαι.

Μνήμη τῆς δικαίας Ἄννης, τῆς μητρὸς Σαμουὴλ τοῦ Προφήτου.
Στίχοι
Εὐχῆς τέκνον τεκοῦσα Σαμουὴλ μέγαν,
Νικᾷ Φενάνναν, Ἄννα πολλὴν ἐν τέκνοις.

Μνήμη τῆς δικαίας Σωσάννης.
Στίχοι
Kανὼν πρόκειται σωφρονούσαις ἐν βίῳ,
Ὁ τῆς Σωσάννης σωφρονέστατος βίος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Και ψάλλονται οι Καταβασίες
Καταβασίες τῆς Χριστοῦ Γεννήσεως
Ἦχος α΄.
Ὠδὴ α΄.
δεξιός χορός
Χριστὸς γεννᾶται, δοξάσατε,
Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε,
Χριστὸς ἐπὶ γῆς, ὑψώθητε,
ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ,
καὶ ἐν εὐφροσύνῃ,
ἀνυμνήσατε λαοί,
ὅτι δεδόξασται.
Ὠδὴ γ΄.
ἀριστερός χορός
Τῷ πρὸ τῶν αἰώνων,
ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ,
καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου,
σαρκωθέντι ἀσπόρως,
Χριστῷ τῷ Θεῷ βοήσωμεν·
Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,
δεξιός χορός (κατάληξη)
Ἅγιος εἶ Κύριε.
Ὠδὴ δ΄.
ἀριστερός χορός
άβδος ἐκ τῆς ῥίζης Ἰεσσαί,
καὶ ἄνθος ἐξ αὐτῇς Χριστέ,
ἐκ τῆς Παρθένου ἀνεβλάστησας,
ἐξ ὄρους ὁ αἰνετός,
κατασκίου δασέος,
ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου,
ὁ ἄϋλος καὶ Θεός,
Δόξα τῇ δυνάμει σου, Κύριε.
Ὠδὴ ε΄.
δεξιός χορός
Θεὸς ὢν εἰρήνης,
Πατὴρ οἰκτιρμῶν,
τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον,
εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν·
ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες,
ἐκ νυκτὸς ὀρθρίζοντες,
δοξολογοῦμέν σε, Φιλάνθρωπε.
Ὠδὴ ς΄.
ἀριστερός χορός
Σπλάγχνων Ἰωνᾶν,
ἔμβρυον ἀπήμεσεν,
ἐνάλιος θήρ, οἷον ἐδέξατο,
τῇ Παρθένῳ δέ,
ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών,
διελήλυθε φυλάξας ἀδιάφθορον·
ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως,
τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.
Ὠδὴ ζ΄.
δεξιός χορός
Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες,
δυσσεβοῦς προστάγματος καταφρονήσαντες,
πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν,
ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον,
ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η΄.
ἀριστερός χορός
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος,
ἐξεικόνισε κάμινος τύπον·
οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους,
ὡς οὐδὲ πῦρ τῆς Θεότητος,
Παρθένου ἢν ὑπέδυ νηδύν·
διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν·
Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον,
καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Η ακολουθία του Εωθινού Ευαγγελίου
ΔΙΑΚΟΝΟΣ
Τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ:
Κύριε, ἐλέησον.
ΙΕΡΕΥΣ
Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:
Ἀμήν.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον (ἐκ β')
.
Στίχ.
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ·
Αἰνεσάτω πνοὴ, πᾶσα τὸν Κύριον.
ΔΙΑΚΟΝΟΣ
Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
ΧΟΡΟΣ:
Κύριε, ἐλέησον (γ')
.
ΔΙΑΚΟΝΟΣ:
Σοφία. Ὀρθοῖ, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ΙΕΡΕΥΣ
Εἰρήνη πᾶσι.
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
ΔΙΑΚΟΝΟΣ
Πρόσχωμεν.
ΧΟΡΟΣ:
Δόξα σοί, Κύριε, δόξα σοί.
Δ΄ Ἑωθινόν Κεφ. 24:1-12
Τῇ μιᾷ τῶν Σαββάτων, ὄρθρου βαθέος, ἦλθον γυναῖκες ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου· καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου ᾿Ιησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδοὺ δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. Ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ᾿ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὦν ἐν τῇ Γαλιλαίᾳ, λέγων· Ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ· καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ ᾿Ιωάννα καὶ Μαρία ᾿Ιακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς Ἀποστόλους ταῦτα. Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. Ὁ δὲ Πέτρος, ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα· καὶ ἀπῆλθε, πρὸς ἑαυτόν θαυμάζων τὸ γεγονός.
ΧΟΡΟΣ:
Δόξα σοί, Κύριε, δόξα σοί.
ὁ Ἀναγνώστης ἀναγινώσκει το:
νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον.
Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν.
Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.
Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν,
ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλω τῶ κόσμω.
Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ.
Σταυρὸν γὰρ ὑπομεῖνας δι' ἡμᾶς, θανάτω θάνατον ὤλεσεν.
Οι Χοροί, ψάλλουν σε ήχο β΄ τον Ν΄ Ψαλμόν, κατ’ αντιφωνίαν
ενώ γίνεται ὁ ἀσπασμός τοῦ Εὐαγγελίου.

Ν’ ΨΑΛΜΟΣ
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου·
πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
δοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
αντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
ῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
τι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ·
τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα·
τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Και τα εξής
Ἦχος β’
Δόξα...

Ταὶς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νύν...
Ἦχος ὁ αὐτὸς
Ταὶς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. 
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος ὁ αὐτός.
ναστὰς ὁ Ἰησοῦς, ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωήν, καὶ μέγα ἔλεος.
ΔΙΑΚΟΝΟΣ
Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου...
ΧΟΡΟΣ τέσσερις τριάδες:

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
ΙΕΡΕΥΣ
Ἐλέει, καὶ οἰκτιρμοίς, καὶ φιλανθρωπία...
ΧΟΡΟΣ:
Ἀμήν.
ΔΙΑΚΟΝΟΣ
Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.
Καὶ ψάλλεται ἡ Τιμιωτέρα στον ίδιο ήχο των καταβασιών.
Ἦχος α΄

Ωδή της θεοτόκου
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεύμά μου ἐπὶ τῶ Θεῷ τῶ σωτήρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ, ἰδοὺ γὰρ ἀπὸ τοῦ νὺν μακαριούσί με πᾶσαι γενεαί.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Ὅτι ἐποίησέ μοὶ μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοὶς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοία καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῶ Ἀβραάμ, καὶ τῶ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Κατόπιν ψάλλεται ἡ θ΄ Ωδή των καταβασιών
Καταβασία.
Ὠδὴ θ΄ Ἦχος α΄.
δεξιός χορός
Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.
Μυστήριον ξένον,
ὀρῶ καὶ παράδοξον!
οὐρανὸν τὸ Σπήλαιον, θρόνον
Χερουβικόν, τὴν Παρθένον,
τὴν φάτνην χωρίον,
ἐν ᾧ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός,
ὂν ἀνυμνοῦντες μεγαλύνομεν.
Μετὰ τὴν καταβασίαν τῆς θ' ᾠδῆς, γίνεται ἡ ὡρισμένη αἴτησις
ΔΙΑΚΟΝΟΣ
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ:
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον...
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου...
Σοὶ Κύριε.
ΙΕΡΕΥΣ
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν...
ΧΟΡΟΣ: Ἀμήν.
Κατόπιν ψάλλεται σε ήχο β΄ τό:

Α΄ Χορός:
γιος Κύριος ὁ Θεὸς ἡμῶν.
Β΄ Χορός:
γιος Κύριος ὁ Θεὸς ἡμῶν.
Α΄ Χορός:
γιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῶ ὑποποδίω τῶν ποδῶν αὐτοῦ,
Β΄ Χορός:
τι Ἅγιός ἐστιν.
Εἶτα ψάλλονται τὰ Ἐξαποστειλάρια
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ ΕΩΘΙΝΟΝ Δ'
Ἦχος β΄ Τοῖς Μαθηταῖς συνέλθωμεν

Ταῖς ἀρεταῖς ἀστράψαντες,
ἴδωμεν ἐπιστάντες,
ἐν ζωηφόρῳ μνήματι,
ἄνδρας ἐν ἀστραπτούσαις,
ἐσθήσεσι Μυροφόροις,
κλινούσαις εἰς γῆν ὄψιν,
τοῦ οὐρανοῦ δεσπόζοντος,
ἔγερσιν διδαχθῶμεν, καὶ πρὸς ζωήν,
ἐν μνημείῳ δράμωμεν σὺν τῷ Πέτρῳ,
καὶ τὸ πραχθὲν θαυμάσαντες,
μείνωμεν Χριστὸν βλέψαι.
Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς.
Πατριαρχῶν οἱ πρόκριτοι, καὶ πρὸ νόμου Πατέρες, ἐν πίστει προεξέλαμψαν, Ἀβραάμ, Ἰσαάκ τε, καὶ Ἰακὼβ ὡς φωστῆρες· ἅπαντες γὰρ Προφῆται, καὶ Δίκαιοι ἀνήφθησαν, ἐξ αὐτῶν ὡς λαμπάδες, φωτοειδεῖς, καὶ τὴν Κτίσιν, πᾶσαν ἐσκοτισμένην, ἀκτῖσι κατεφώτισαν, τῆς σεπτῆς Προφητείας.
Θεοτοκίον
Τὸ χαίρετε φθεγξάμενος,
διημείψω τὴν λύπην,
τῷν Προπατόρων Κύριε,
τὴν χαρὰν ἀντεισάγων,
ἐγέρσεώς σου ἐν κόσμῳ,
ταύτης οὖν ζωοδότα,
διὰ τῆς κυησάσης σε, φῶς φωτίζον καρδίας,
φῶς οἰκτιρμῶν,
τῷν σῶν ἐξαπόστειλον τοῦ βοᾶν σοι·
Φιλάνθρωπε, Θεάνθρωπε,
δόξα τῇ σῇ Ἐγέρσει.
Αἶνοι
Ψαλμὸς 148(ΡΜΗ)
Ἦχος α΄

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς Ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ.

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ, Σοὶ πρέπει ὕμνος τῶ Θεῷ.
Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
στησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι·
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι·
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά·
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς·
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων·
Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου·
 ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ·
μνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.
Ψαλμὸς 149(ΡΜΘ)
σατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ,
τι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ὔρομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς,
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς,
Εἰς τοὺς Α ἲ ν ο υ ς, Ἱστῶμεν Στίχους 8 καὶ ψάλλομεν
Στιχηρὰ Αναστάσιμα 4
Στιχηρὰ Ἀναστάσιμα Ἦχος α΄
Στίχος. 
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

μνούμέν σου Χριστὲ τὸ σωτήριον Πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.
Στίχος. 
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
 σταυρὸν ὑπομεῖνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος Παντοδύναμος.
Στίχος. 
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

 τὸν ἅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τὴ ἀναστάσει σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδία, ὑμνεῖν καὶ δοξάζειν σε.
Στίχος. 
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρα.
Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνούμέν σε Χριστέ, ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῶ Πατρί, ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας σταυρόν, ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθῶν, ἵνα σώσης τὸν κόσμον, Κύριε δόξα σοί.
καί τῶν Ἁγίων Πατέρων Προσόμοια δ’.
Ἦχος πλα΄ Χαίροις ἀσκητικῶν.
Στίχος. 
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῶ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνω.
Ἆρόν σου τὴν φωνὴν ἀληθῶς, Σιὼν Θεοῦ ἡ θεία Πόλις καὶ κήρυξον, Πατέρων τὴν θείαν μνήμην, σὺν Ἀβραάμ, Ἰσαάκ, Ἰακὼβ τιμῶσα τὸν ἀοίδιμον· ἰδοὺ σὺν Ἰούδᾳ τε, καὶ Λευῒ μεγαλύνομεν, Μωςῆν τὸν μέγαν, Ἀαρὼν τὸν θεσπέσιον, καὶ γεραίρομεν, σὺν Δαυΐδ Ἰησοῦν, Σαμουήλ. Πάντες τὴν προεόρτιον, Χριστοῦ θείαν αἴνεσιν, ὕμνοις ἐνθέοις κροτοῦντες, τῆς παρ' αὐτοῦ ἀγαθότητος, τυχεῖν ἐξαιτοῦμεν, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Στίχος. 
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
το αυτό
Ἆρόν σου τὴν φωνὴν ἀληθῶς, Σιὼν Θεοῦ ἡ θεία Πόλις καὶ κήρυξον, Πατέρων τὴν θείαν μνήμην, σὺν Ἀβραάμ, Ἰσαάκ, Ἰακὼβ τιμῶσα τὸν ἀοίδιμον· ἰδοὺ σὺν Ἰούδᾳ τε, καὶ Λευῒ μεγαλύνομεν, Μωςῆν τὸν μέγαν, Ἀαρὼν τὸν θεσπέσιον, καὶ γεραίρομεν, σὺν Δαυΐδ Ἰησοῦν, Σαμουήλ. Πάντες τὴν προεόρτιον, Χριστοῦ θείαν αἴνεσιν, ὕμνοις ἐνθέοις κροτοῦντες, τῆς παρ' αὐτοῦ ἀγαθότητος, τυχεῖν ἐξαιτοῦμεν, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Στίχ. 
Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Δεῦρο ὁ ἐν πυρίνῳ ποτέ, ἐπιδιφρεύσας Ἠλιοὺ θείῳ ἅρματι, θεόφρον Ἐλισαιέ τε, σὺν Ἐζεκίᾳ ὁμοῦ, Ἰωσίᾳ ἅμα συναγάλλεσθε· σεπτὴ δωδεκάς τε, τῶν Προφητῶν ἡ θεόπνευστος, τοῖς Γενεθλίοις τοῦ Σωτῆρος συγχόρευε, καὶ ἐν ᾄσμασι, πάντες Δίκαιοι ᾄσατε. Παῖδες οἱ παμμακάριστοι, οἱ δρόσῳ τοῦ Πνεύματος, σβέσαντες φλόγα καμίνου, ὑπέρ ἡμῶν ἱκετεύσατε, Χριστὸν δυσωποῦντες, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ. 
Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν.
Ὤφθη ἡ ἀπ' αἰῶνος ἐν γῇ, κηρυττομένη Προφητῶν ἐν τοῖς φλέγμασι, Παρθένος ἡ Θεοτόκος, ἣν Πατριάρχαι σοφοί, καὶ Δικαίων δῆμοι καταγγέλλουσι· μεθ' ὧν συγχορεύει, καὶ γυναικῶν ἡ εὐπρέπεια, Σάρρα, Ῥεβέκκα, καὶ Ῥαχὴλ σὺν τῇ Ἄννῃ τε, καὶ ἡ ἔνδοξος, Μαριὰμ ἡ Μωσέως ὁμοῦ· ταύταις συνεπαγάλλονται, καὶ κόσμου τὰ πέρατα, σύμπασα κτίσις γεραίρει, ὅτι Θεὸς παραγίνεται, σαρκὶ τοῦ τεχθῆναι, καὶ δωρήσασθαι τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα...
Τῶν Πατέρων Ἦχος πλ δ’
Τῶν νομικῶν διδαγμάτων ὁ σύλλογος, τὴν ἐν σαρκὶ ἐμφανίζει τοῦ Χριστοῦ θείαν Γέννησιν, τοῖς πρὸ τοῦ νόμου τὴν Χάριν εὐαγγελιζομένοις, ὡς ὑπὲρ νόμον τῇ πίστει ὑπάρξασιν· ὅθεν τῆς φθορᾶς ἀπαλλαγῆς οὔσαν πρόξενον, ταῖς ἐν ᾅδῃ κατεχομέναις ψυχαῖς προεκήρυττον, διὰ τῆς ἀναστάσεως. Κύριε δόξα σοι.
Καὶ νύν...
Σύμφωνα με το άγραφο τυπικό, το Υπερευλογημένη ψάλλεται πάντοτε σε ήχο β΄.
Ἦχος β΄

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ Ἅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοί.
Σύμφωνα με το άγραφο τυπικό, η δοξολογία σήμερα ψάλλεται στην ήχο της ημέρας δηλαδή ήχο α΄.
Αλλά, κατα το ΤΜΕ στον ήχο του δοξαστικού.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοὶ τῶ δείξαντι τὸ φῶς, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
μνούμέν σε, εὐλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, εὐχαριστούμέν σοί, διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιὰ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρα ταύτη, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου (γ').
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεά, Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοί.
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοὶς γινώσκουσί σε.
γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ').
Δόξα... Καὶ νύν...
γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἀναστάσιμον Ἀπολυτίκιον γιά κύριους ήχους
στον ήχο της δοξολογίας ή σε ήχο δ'
Σήμερον σωτηρία τῶ κόσμω γέγονεν. Ἄσωμεν τῶ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῶ τῆς ζωῆς ἡμῶν, καθελῶν γὰρ τῶ θανάτω τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

Ἐν ταῖς ἐνορίαις αἱ αἰτήσεις σύν τῇ Μεγάλη Ἀπολύσει τοῦ Ὄρθρου λέγονται μυστικῶς ἀπὸ τὸν Ἱερέαν καὶ τὸν Διάκονον ὃταν ἄρχεται ἡ Μεγάλη Δοξολογία.
Τέλος του Όρθρου καὶ ἄρχεται η θεία Λειτουργία
/////////////////////


Συμπλήρωμα κατά περίπτωση

ΑΠΟΣΤΟΛΟΣ
Εορτής ημέρας.
~
ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ
Προκείμενον. Ἦχος πλ. δ΄
Στίχ.1 Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας.
Στίχ.2
 Ὅτι δίκαιος εἶ ἐπί πᾶσαν, οἷς ἐποίησας ἡμῖν.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα
11:9-10, 32-40
Ἀδελφοί, πίστει παρῴκησεν Ἀβραὰμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ ᾿Ιεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.
Ἀλληλούϊα(γ΄). Ἦχος δ΄
Στίχ.1 Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, καὶ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον, ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις.
Στίχ.2
 Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς.
~
ΕΥΑΓΓΕΛΙΟΝ
Εορτής ημέρας.
Τῌ ΚΥΡΙΑΚῌ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ
Ἐκ τοῦ κατὰ Ματθαῖον
α΄ 1 - 25
Βίβλος γενέσεως ᾽Ιησοῦ Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ ᾽Αβραάμ. ᾽Αβραὰμ ἐγέννησεν τὸν ᾽Ισαάκ, ᾽Ισαὰκ δὲ ἐγέννησεν τὸν ᾽Ιακώβ, ᾽Ιακὼβ δὲ ἐγέννησεν τὸν ᾽Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ,᾽Ιούδας δὲ ἐγέννησεν τὸν Φάρες καὶ τὸν Ζάρα ἐκ τῆς Θαμάρ, Φάρες δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν τὸν ᾽Αράμ,᾽Αρὰμ δὲ ἐγέννησεν τὸν ᾽Αμιναδάβ, ᾽Αμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών,Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸζ ἐκ τῆς ῾Ραχάβ, Βοὸζ δὲ ἐγέννησεν τὸν ᾽Ιωβὴδ ἐκ τῆς ῾Ρούθ, ᾽Ιωβὴδ δὲ ἐγέννησεν τὸν ᾽Ιεσσαί,᾽Ιεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυὶδ τὸν βασιλέα. Δαυὶδ δὲ ἐγέννησεν τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου,Σολομὼν δὲ ἐγέννησεν τὸν ῾Ροβοάμ, ῾Ροβοὰμ δὲ ἐγέννησεν τὸν ᾽Αβιά, ᾽Αβιὰ δὲ ἐγέννησεν τὸν ᾽Ασάφ,᾽Ασὰφ δὲ ἐγέννησεν τὸν ᾽Ιωσαφάτ, ᾽Ιωσαφὰτ δὲ ἐγέννησεν τὸν ᾽Ιωράμ, ᾽Ιωρὰμ δὲ ἐγέννησεν τὸν ᾽Οζίαν,᾽Οζίας δὲ ἐγέννησεν τὸν ᾽Ιωαθάμ, ᾽Ιωαθὰμ δὲ ἐγέννησεν τὸν ᾽Αχάζ, ᾽Αχὰζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν,Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸν ᾽Αμώς, ᾽Αμὼς δὲ ἐγέννησεν τὸν ᾽Ιωσίαν,᾽Ιωσίας δὲ ἐγέννησεν τὸν ᾽Ιεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος ᾽Ιεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβαβέλ,Ζοροβαβὲλ δὲ ἐγέννησεν τὸν ᾽Αβιούδ, ᾽Αβιοὺδ δὲ ἐγέννησεν τὸν ᾽Ελιακίμ, ᾽Ελιακὶμ δὲ ἐγέννησεν τὸν ᾽Αζώρ,᾽Αζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν ᾽Αχίμ, ᾽Αχὶμ δὲ ἐγέννησεν τὸν ᾽Ελιούδ,᾽Ελιοὺδ δὲ ἐγέννησεν τὸν ᾽Ελεάζαρ, ᾽Ελεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησεν τὸν ᾽Ιακώβ,᾽Ιακὼβ δὲ ἐγέννησεν τὸν ᾽Ιωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἣς ἐγεννήθη ᾽Ιησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ ᾽Αβραὰμ ἕως Δαυὶδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. Τοῦ δὲ ᾽Ιησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν. Μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ ᾽Ιωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. ᾽Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν δειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῷ λέγων· ᾽Ιωσὴφ υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου·τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος,᾽Ιδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ ᾽Εμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον Μεθ᾽ ἡμῶν ὁ Θεός. Διεγερθεὶς δὲ ὁ᾽Ιωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ·καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν υἱόν· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν.
~
ΕΚΤΕΝΗΣ ΔΕΗΣΗ (εκφώνως)
ΔΙΑΚΟΝΟΣ
Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν, εἴπωμεν.
ΧΟΡΟΣ:
Κύριε, ἐλέησον.
Κύριε, Παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν...
Κύριε, ἐλέησον.
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου...
Κύριε, ἐλέησον. (γ΄)
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων χριστιανῶν.
Κύριε, ἐλέησον. (γ΄)
Ἔτι δεόμεθα ὑπὲρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (...).
Κύριε, ἐλέησον. (γ΄)
Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν ἱερέων...
Κύριε, ἐλέησον. (γ΄)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας...
Κύριε, ἐλέησον. (γ΄)
Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων...
Κύριε, ἐλέησον. (γ΄)
Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων...
Κύριε, ἐλέησον.
ΙΕΡΕΥΣ
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...
ΧΟΡΟΣ:
Ἀμήν.
ΔΙΑΚΟΝΟΣ
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον...
Κύριε, ἐλέησον.
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν...
Παράσχου Κύριε.
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν...
Παράσχου Κύριε.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν...
Παράσχου Κύριε.
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν...
Παράσχου Κύριε.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν...
Παράσχου Κύριε.
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν...
Παράσχου Κύριε.
Τῆς Παναγίας, ἀχράντου...
Σοὶ Κύριε.
ΙΕΡΕΥΣ
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις...
ΧΟΡΟΣ:
Ἀμήν.
ΙΕΡΕΥΣ:
Εἰρήνη πᾶσι.
Καὶ τῶ Πνεύματί σου.
ΔΙΑΚΟΝΟΣ:
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
ΙΕΡΕΥΣ
Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν...
Σὸν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμᾶς...
ΧΟΡΟΣ:
Ἀμήν.
ΔΙΑΚΟΝΟΣ:
Σοφία
ΙΕΡΕΥΣ:
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν...
ΔΙΑΚΟΝΟΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ:
Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ πόλει (ἢ τῇ μονῇ, ἢ τῇ κώμῃ, ἢ τῇ νήσῳ) ταύτῃ εἰς αἰῶνας αἰώνων. Ἀμήν.
Και ευθύς αναγινώσκεται η πρώτη Ώρα από το Δεύτε προσκυνήσωμεν.
~~~~~~~~~~~~~~~~~~~~~~~~~
Ει δε μή, γίνεται απόλυσις ως εξής:
ΙΕΡΕΥΣ:
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
ΔΙΑΚΟΝΟΣ ἢ ΧΟΡΟΣ:
Δόξα... Καὶ νῦν... , Κύριε ἐλέησον (γ'), πάτερ ἅγιε, εὐλόγησον.
ΙΕΡΕΥΣ
(μεγάλη απόλυσις)
Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστός ὁ ἀληθινός Θεός ἡμῶν,
ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ἁγίου τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, ἀπὸ Ἀδὰμ ἄχρι καὶ Ἰωσὴφ τοῦ μνήστορος, καὶ τῶν Προφητῶν καὶ τῶν Προφητίδων,
καὶ τοῦ Ἁγίου Μάρτυρος Βονιφατίου,
ών καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμάς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.


ΙΕΡΕΥΣ
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ΧΟΡΟΣ:
μήν.

//////////////////

Τέλος του Όρθρου