Όταν τύχη Κυριακή

ΚΥΡΙΑΚΗ ΙΗ' (ζ ' ΛΟΥΚΑ). Ηχος α', έωθινόν ζ'.

Εις τον έσπερινόν. Ό προοιμιακός καί τό Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», άναστάσιμα 6 καί τοΰ Μη ναίου 3 εις 4, Δόξα, τοΰ Μηναίου, «Ασματικως τον ποιμε νάρχην», Καί νϋν, τό α' θεοτοκίον τοΰ ήχου «Τήν παγκόσμιον δόξαν». Είσοδος κ.λπ..

ΑΠΟΣΤΙΧΑ τά αναστάσιμα, Δόξα, τοϋ Μηναίου «Την πονηρόν και άπιστον», Καί νϋν, «Ανύμφευτε παρθένε» (Παρακλητική, Σάβ. έσπερος, ήχ. πλ. δ').

ΑΠΟΛΥΤΙΚΙΑ «Τοΰ λίθου σφραγισθέντος», Δόξα, «Τάς άλ- γηδόνας των άγιων», Καί νϋν, «Του Γαβριήλ φθεγξαμένου σοι».

Τό μεσονυκτικόν της Κυριακής ώς εϊθισται, καί ή ύπακοή τοϋ ήχου.

Εις τόν δρθρον. Μετά τον έξάψαλμον, εις τό «Θεός Κύ ριος» τά έν τφ έσπερινφ απολυτίκια. [Τό Ψαλτήριον καί ό άμω- μος.] ΚΑΘΙΣΜΑΤΑ τά αναστάσιμα κατά σειράν καί τά ευλογη τάρια. Ή ύπακοή, οί άναβαθμοί καί τό προκείμενον τοϋ ήχου.

ΕΥΑΓΓΈΛΙΟΝ έωθινόν (ζ') μετά της συνήθους τάξεως αύ- τοΰ.

ΚΑΝΟΝΕΣ, ό άναστάσιμος καί ό τοϋ Μηναίου- άπό γ' φδής τό μεσωδιον κάθισμα τοϋ Μηναίου μετά τοΰ θεοτοκίου- άφ’ ς' τό άναστάσιμον κοντάκιον, ό οίκος καί τό συναξαριον.

ΚΑΤΑΒΑΣΙΑΙ οί ειρμοί «Ανοίξω τό στόμα μου»· «Την τι- μιωτέραν», «Άπας γηγενής».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Άγιος Κύριος» κ.λπ., τό ζ' άναστάσι- μον «Ότι ήραν τόν Κύριον», καί τά τοΰ Μηναίου.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ αναστάσιμα 8, Δόξα, τό ζ' έωθινόν

« Ιδού σκοτία και πρωί», Καί νϋν, «Ύπερευλογημένη». Δοξο λογία μεγάλη, «Σήμερον σωτηρία».

Εις την λειτουργίαν. Τά αντίφωνα [ή τά τυπικά καί οί 8 μα καρισμοί τοΰ ήχου]. Μετά τήν είσοδον άπολυτίκια «Τοϋ λίθου σφραγισθέντος», «Τάς άλγηδόνας των άγιων», καί τοΰ άγιου τοΰ ναοΰ, κοντάκιον «Προστασία».

Απόστολος Κυρ. ιη' έπιστ., «Αδελφοί, ό απείρων φειδομένως φειδομένως και θερίσει» (Β' Κορ. θ' 6-11)-

Εύαγγέλιον Κυρ. ς' Λουκά «Έλθόντι τω Ίησοϋι.ίς τήνχώραν» (Λκ. η ' 27-39). Κοινωνικόν «Αινείτε»· «Είδομεν τό φως», καί τά λοιπά της λειτουργίας ώς συνήθως.

 

 

 

ΤΗ ΚΔ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρέθα, καὶ τῆς συνοδίας αὐτοῦ.

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὴν ἀπόλυσιν τῆς Θ Ὥρας, ὁ Ἱερεὺς ἐκφωνεῖ·

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς ργ’ (103)

Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς. Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. Ἄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν

Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δόξα Πατρὶ... Καὶ νῦν...

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').

 ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

ΔΙΑΚΟΝΟΣ

ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

πέρ τῆς ἄνωθεν εἰρήνης...

πέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου...

πέρ τοῦ ἁγίου οἴκου τούτου...

πέρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)...

πέρ τῆς πόλεως ταύτης...

πὲρ εὐκρασίας ἀέρων...

πὲρ πλεόντων, ὁδοιπορούντων...

πέρ τοῦ ῥυσθῆναι ἡμᾶς...

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης...

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

τι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις...

ΧΟΡΟΣ: μήν.

Ἐν ταῖς μοναῖς, τὸ πρῶτον Κάθισμα τοῦ Ψαλτηρίου. Ἐν μνήμαις ἑορταζομένων ἁγίων μόνο τὸ  Μακάριος ἀνήρ, οὖ πλυρωθέντος λέγει ὁ Διάκονος τὴν μικρὰν συναπτήν·

τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ  Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς  Παναγίας, ἀχράντου, ὑπερευλογημένης...

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ 

τι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα...

ΧΟΡΟΣ:  μήν.  

Εἶτα ὁ χορός ψάλλει τὸ  Κύριε ἐκέκραξα τοῦ τυχόντος ήχου ἢ τά τῆς ἑορτῆς.

 

Ψαλμὸς ρμ’ (140)

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

τι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

κούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

τι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

κχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

ν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

ν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.

πώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

κέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

ῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», άναστάσιμα 6 καί τοΰ Μη ναίου 3 εις 4, Δόξα, τοΰ Μηναίου, «Ασματικως τον ποιμε νάρχην», Καί νϋν, τό α' θεοτοκίον τοΰ ήχου «Τήν παγκόσμιον δόξαν». Είσοδος κ.λπ..

 

 

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου

 

Ἠχος α'

ξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι Ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας ἐν κόσμῳ τὴν ἀνάστασιν.

μὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Κυκλώσατε Λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ τῶ ἀναστάντι ἐκ νεκρῶν, ὅτι αὐτὸς ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς ἐκ τῶν ἀνομιῶν ἡμῶν.

κ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Δεῦτε Λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν Ἀνάστασιν, ὅτι αὐτὸς ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ τὸν κόσμον λυτρωσάμενος.

Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Εὐφράνθητε οὐρανοί, σαλπίσατε τὰ θεμέλια τῆς γῆς, βοήσατε τὰ ὄρη εὐφροσύνην, ἰδοὺ γὰρ ὁ Ἐμμανουὴλ τὰς ἁμαρτίας ἡμῶν, τῶ σταυρῶ προσήλωσε, καὶ ζωὴν ὁ διδούς, θάνατον ἐνέκρωσε, τὸν Ἀδὰμ ἀναστήσας, ὡς φιλάνθρωπος.

ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.

Τὸν σαρκὶ ἑκουσίως σταυρωθέντα δι' ἡμᾶς, παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν, ὑμνήσωμεν λέγοντες, Στήριξον ὀρθοδοξία τὴν Ἐκκλησίαν σου Χριστέ, καὶ εἰρήνευσον τὴν ζωὴν ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Τῶ ζωοδόχω σου τάφω, παρεστῶτες οἱ ἀνάξιοι, δοξολογίαν προσφέρομεν τὴ ἀφάτω σου εὐσπλαγχνία, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι σταυρὸν κατεδέξω, καὶ θάνατον ἀναμάρτητε, ἵνα τῷ κόσμω δωρήση τὴν Ἀνάστασιν, ὡς φιλάνθρωπος.

πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Ἦχος α

Πανεύφημοι Μάρτυρες.

βραίων ὠμότητι τὴν σήν, ἀνδρείαν ἀντέθηκας, Μάρτυς Ἀρέθα πανεύφημε· καὶ θείᾳ χάριτι, νικηφόρος ὤφθης, καὶ χορὸν προσήγαγες, Μαρτύρων τῷ Χριστῷ στρατευόμενον, ἐκ πάσης ἔνδοξε, ἡλικίας συγκροτούμενον, καὶ ἐκ γένους, παντὸς συνιστάμενον.

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Ἦχος α

Πανεύφημοι Μάρτυρες.

βραίων ὠμότητι τὴν σήν, ἀνδρείαν ἀντέθηκας, Μάρτυς Ἀρέθα πανεύφημε· καὶ θείᾳ χάριτι, νικηφόρος ὤφθης, καὶ χορὸν προσήγαγες, Μαρτύρων τῷ Χριστῷ στρατευόμενον, ἐκ πάσης ἔνδοξε, ἡλικίας συγκροτούμενον, καὶ ἐκ γένους, παντὸς συνιστάμενον.

Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

ρέθα πανένδοξε τερπνήν, χορείαν στησάμενος, τῶν ἱερῶν συμμαρτύρων σου, μεθ' ὧν ἠγώνισαι, τὸν καλὸν ἀγῶνα, καὶ τὸν δρόμον ἤνυσας, τῆς σῆς ἀνδρειοτάτης ἀθλήσεως, Χριστὸν δυσώπησον, δωρηθῆναι ταῖς ψυχαῖς  ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Παρθένοι νεάνιδες Χριστοῦ, ἔρωτι πυρούμεναι, τῆς ἀσθενείας τῆς φύσεως, ἐπιλαθόμεναι, καὶ δυνάμει θείᾳ, προφανῶς ῥωννύμεναι, τὴν πλάνην τοῦ ἐχθροῦ κατεπάτησαν, μὴ δειλιάσασαι, τῶν  βασάνων τὸ ἐπίπονον, καὶ καμίνου, τὸ πῦρ μὴ πτοούμεναι.

Δόξα... Ἦχος δ’

Ἀνατολίου.

σματικῶς τὸν ποιμενάρχην, σήμερον πιστοί, ὁμοφρόνως τιμήσωμεν, Ἀρέθαν τὸν ἐνδοξότατον, μετὰ τῆς συνοδίας αὐτοῦ, ὅτι ἤλεγξε βασιλέα παρανομήσαντα, καὶ τὸ αἷμα ἐξέχεεν ὑπὲρ Χριστοῦ τῆς ὁμολογίας· ὅθεν καὶ πύρινον νέφος κατέφλεγεν ἀπὸ προσώπου τῆς γῆς, διελέγχον τῶν  παρανόμων τὴν ἀσέβειαν. Διὸ Χριστὲ ὁ Θεός, ὁ τοὺς σούς, Ἀθλοφόρους ἐνισχύσας πρὸς σὴν δοξολογίαν, καὶ ἡμᾶς διάσωσον ὡς τῶν   ὅλων Δεσπότης, ἐκ πειρασμῶν καὶ θλίψεων, ταὶς πρεσβείαις τῶν  Ἁγίων σου.

 

 

 

Θεοτοκίον

Τὴν παγκόσμιον δόξαν τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ἄσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα, αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς θεότητος, αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέωξε, Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω Λαὸς τοῦ Θεοῦ, καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθροὺς ὡς παντοδύναμος.

 

 

Καὶ νῦν... Θεοτοκίον.

Ἔδωκας σημείωσιν.

Τὸν ῥύπον ἀπόσμηξον, τῆς ταλαιπώρου καρδίας μου, Θεοτόκε πανύμνητε, καὶ πάντα τὰ τραύματα, καὶ τὰ ἕλκη ταύτης, τὰ ἐξ ἁμαρτίας, ἐναποκάθαρον Ἁγνή, καὶ τοῦ νοός μου στῆσον τὸ ἄστατον, ὅπως τὴν δυναστείαν σου, καὶ τὴν μεγάλην ἀντίληψιν, μεγαλύνω σῳζόμενος, ὁ ἀχρεῖος οἰκέτης σου.

Ἢ Σταυροθεοτοκίον.

δὼν σε ὁ ἥλιος, καὶ ἡ σελήνη φιλάνθρωπε, ἐπὶ ξύλου κρεμάμενον, ἀκτῖνας ἀπέκρυψε, τῆς δικαιοσύνης, Ἥλιε Χριστέ μου, καὶ τὰ θεμέλια τῆς γῆς, διεδονήθη φόβῳ τοῦ κράτους σου, ἡ Μήτηρ σου τὰ σπλάγχνα δέ, τιτρωσκομένη ἐβόα σοι τῷ    Ἰησοῦ ὑπεράγαθε, δόξα τῇ Εὐσπλαγχνίᾳ σου.

 

Εἴσοδος.

ΔΙΑΚΟΝΟΣ: Σοφία Ὀρθοί !

Καί  ὁ χορός ψάλλει τὸ·

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

ΔΙΑΚΟΝΟΣ: σπέρας Προκείμενον.

Καί  ὁ χορός ψάλλει τὸ Προκείμενον τῆς ἡμέρας

Τῷ Σαββάτῳ ἑσπέρας  Ἦχος πλ. β'

 Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ: νεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ: Καὶ γὰρ ἐστερεωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

ΔΙΑΚΟΝΟΣ

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν, εἴπωμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄) [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

Κύριε, Παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν...

λέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου...

τι δεόμεθα ὑπὲρ τοῦ Πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)...

τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας...

τι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων...

τι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων...

 ΙΕΡΕΥΣ

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...

ΑΝΑΓΝΩΣΤΗΣ: μήν.

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

ΔΙΑΚΟΝΟΣ

Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς...

Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν...

ΧΟΡΟΣ: Παράσχου Κύριε. [καί μετά ἀπό κάθε αἴτηση]

γγελον εἰρήνης, πιστὸν ὁδηγόν...

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν...

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν...

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν...

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν...

Της παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου...

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ 

τι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...

ΧΟΡΟΣ: μήν.

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

ΔΙΑΚΟΝΟΣ: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ 

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον...

ΧΟΡΟΣ: μήν.

 

ΑΠΟΣΤΙΧΑ τά αναστάσιμα, Δόξα, τοϋ Μηναίου «Την πονηρόν και άπιστον», Καί νϋν, «Ανύμφευτε παρθένε» (Παρακλητική, Σάβ. έσπερος, ήχ. πλ. δ').

 

Ἀπόστικα

Ἦχος α'

Τῶ πάθει σου Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τὴ Ἀναστάσει σου ἐκ φθορᾶς ἐλυτρώθημεν. Κύριε δόξα σοί.

Στιχ.  Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

γαλλιάσθω ἡ κτίσις, οὐρανοὶ εὐφραινέσθωσαν, χείρας κροτείτω τὰ ἔθνη μέτ' εὐφροσύνης, Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, τῶ Σταυρῶ προσήλωσε τὰς ἁμαρτίας ἡμῶν, καὶ τὸν θάνατον νεκρώσας, ζωὴν ἡμῖν ἐδωρήσατο, πεπτωκότα τὸν Ἀδὰμ παγγενὴ ἀναστήσας, ὡς Φιλάνθρωπος.

Στιχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Βασιλεὺς ὑπάρχων οὐρανοῦ καὶ γής, Ἀκατάληπτε, ἑκὼν ἐσταύρωσαι διὰ φιλανθρωπίαν, ὃν ὁ Ἅδης συναντήσας κάτωθεν ἐπικράνθη, καὶ Δικαίων ψυχαὶ δεξάμεναι, ἠγαλλιάσαντο, Ἀδὰμ δὲ ἰδὼν σὲ τὸν Κτίστην ἐν τοῖς καταχθονίοις ἀνέστη.  Ὧ τοῦ θαύματος! πῶς θανάτου ἐγεύσατο ἡ τῶν ἁπάντων ζωὴ; ἄλλ' ἢ ὡς ἠβουλήθη, κόσμον φωτίσαι κραυγάζοντα καὶ λέγοντα, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοί.

Στιχ. Τῶ οἴκω σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.

Γυναῖκες μυροφόροι μύρα φέρουσαι, μετὰ σπουδῆς καὶ ὀδυρμοῦ τὸν τάφον σου κατέλαβον, καὶ μὴ εὑροῦσαι τὸ ἄχραντον Σώμά σου, παρὰ δὲ τοῦ Ἀγγέλου μαθοῦσαι τὸ καινόν, καὶ παράδοξον θαῦμα, τοὶς Ἀποστόλοις ἔλεγον, Ἀνέστη ὁ Κύριος, παρέχων τῶ κόσμω τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον, Στιχηρά της Ὀκτωήχου.

Δόξα... Ἦχος πλ. δ’

Τὴν πονηρὰν καὶ ἄπιστον, κακοβουλίαν Ἑβραίων προδιαγνόντες, ἐν τῇ τοῦ πνεύματος τόλμῃ, ὑπὲρ Χριστοῦ μαρτυρῆσαι ἠγωνίσασθε· ὡς γὰρ ἔκπαλαι ἐν νόμῳ, τὸν ἐξ Αἰγύπτου σώσαντα, ἐν ἐρήμῳ παρώργισαν, καὶ τοῦτον σταυρῷ κατεδίκασαν. Οὕτω νῦν καὶ ὑμῖν, ἔργω τὸν λόγον παρῆλθον, καὶ ἀπιστίαν ζηλώσαντες ὑμᾶς τῷ     πυρὶ κατεδίκασαν. Ὑμεῖς δὲ ὁμοφρόνως, ἀνδρείως τῇ καρτερίᾳ ἐναθλήσαντες, φοβεροὶ ἐν Μάρτυσιν ἀνεδείχθητε. Παρρησίαν ἔχοντες πρὸς Θεόν, αἰτήσασθε ῥυσθῆναι, ἐκ πταισμάτων πολλῶν τὰς ψυχὰς ἡμῶν.

 

Θεοτοκίον

νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Θεοτοκίον

δοὺ πεπλήρωται ἡ τοῦ Ἡσαϊου πρόρρησις, Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἣν ὁ τεχθείς, διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ' ὧ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῶ τεμένει προσφερομένας σοί, μὴ παρίδης, ἀλλ' ὡς τὸν Εὔσπλαγχνον σαὶς ἀγκάλαις φέρουσα, σοὶς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν... Θεοτοκίον.

Οἱ Μάρτυρές σου

ξάρπασόν με Δέσποινα, χειρὸς τοῦ δράκοντος τοῦ βροτοκτόνου, τοῦ πολεμοῦντός με ἐν ὑποκρίσει, καταπιεῖν ὁλοτελῶς, σύντριψον τὰς μύλας τούτου δέομαι, καὶ τὰ μηχανήματα διάλυσον, ὅπως ῥυσθεὶς τῶν  τούτου ὀνύχων, μεγαλύνω τὴν δυναστείαν σου.

Ἢ Σταυροθεοτοκίον.

ρῶσά σε σταυρούμενον, καὶ θανατούμενον ἡ Θεοτόκος, οἴμοι! ἐκραύγαζε, πῶς τὰς ὀδύνας, φέρεις γλυκύτατε Υἱὲ; βάλλει τὴν καρδίαν μου ἡ λόγχη σου, φλέγει δὲ τὰ σπλάγχνα μου τὸ πάθος σου, ὅμως ὑμνολογῶ σε· θέλων γὰρ ταῦτα πάσχεις, σῶσαι τὸν ἄνθρωπον.

 

ΙΕΡΕΥΣ 

Νῦν ἀπολύεις τον δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

ΑΝΑΓΝΩΣΤΗΣ

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')

Δόξα Πατρὶ... Καὶ νῦν...

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα Πατρὶ... Καὶ νῦν...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ΙΕΡΕΥΣ

τι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.

ΧΟΡΟΣ: μήν.

Ἀπολυτίκιον  Ἦχος α'

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῶ κόσμω τὴν ζωήν, διὰ τοῦτο αἱ Δυνάμεις των οὐρανῶν ἐβόων σοὶ ζωοδότα. Δόξα τὴ Ἀναστάσει σου Χριστέ, δόξα τὴ βασιλεία σου, δόξα τὴ οἰκονομία σου, μόνε φιλάνθρωπε.

Δόξα...

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Εὐσεβείᾳ ἐμπρέπων τῇ ἀθλήσει δεδόξασαι, τὴν τῶν Χριστοκτόνων κακίαν καθελὼν τῇ ἐνστάσει σου· διὸ καὶ προσενήνοχας Χριστῷ, Μαρτύρων ἀρραγῆ συνασπισμόν, ὥσπερ θεῖος παιδοτρίβης καὶ ὁδηγός, Ἀρέθα παμμακάριστε. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Θεοτοκίον Ἦχος α'

Τοῦ Γαβριὴλ φθεγξαμένου σοὶ Παρθένε τὸ Χαῖρε, σὺν τὴ φωνὴ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τὴ ἁγία κιβωτῶ, ὡς ἔφη ὁ δίκαιος Δαυϊδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῶ ἐνοικήσαντι ἐν σοί, δόξα τῶ προελθόντι ἐκ σοῦ, δόξα τῶ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

 

 

Τό μεσονυκτικόν της Κυριακής ώς εϊθισται, καί ή ύπακοή τοϋ ήχου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν ἀπόλυσιν τοῦ Μεσονυκτικοῦ ὁ Ἱερεὺς ἐκφωνεῖ· 

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΑΝΑΓΝΩΣΤΗΣ

μήν.

ΙΕΡΕΥΣ

Δόξα σοὶ ὁ Θεός, δόξα σοί.

Βασιλεῦ Οὐράνιε, Παράκλητε…

ΑΝΑΓΝΩΣΤΗΣ:  γιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ’).

Δόξα... Καὶ νῦν...

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.

Κύριε ἐλέησον (γ’)

Δόξα... Καὶ νῦν...

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ΙΕΡΕΥΣ τι σοῦ ἐστὶν ἡ βασιλεία...   

ΑΝΑΓΝΩΣΤΗΣ

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοὶς βασιλεύσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Δόξα...

 ὑψωθεὶς ἐν τῷ Σταυρῶ ἑκουσίως, τὴ ἐπωνύμω σου καινὴ πολιτεία, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Καὶ νύν...

Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδης, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῶζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην, διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.

ΙΕΡΕΥΣ

λέησον ἡμᾶς ὁ Θεὸς…

ΧΟΡΟΣ: Κύριε, ἐλέησον (γ').

τι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν…

τι δεόμεθα ὑπὲρ τοῦ πατρὸς καὶ Ἀρχιεπισκόπου ἡμῶν…

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις…

ΑΝΑΓΝΩΣΤΗΣ

μήν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.

ΙΕΡΕΥΣ

Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ…

ΑΝΑΓΝΩΣΤΗΣ: μήν.

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. (ἐκ γ')

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. ίς)

ΨΑΛΜΟΣ 3

Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ· πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

γὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι κύριος ἀντιλήμψεταί μου.

ΨΑΛΜΟΣ 37

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου· οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου· ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν· καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰκακούσῃ, Κύριε ὁ Θεός μου. Ὅτι εἶπα· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν. Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως· οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. Μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ· πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.

Μὴ ἐγκαταλίπης μὲ κύριε ὁ Θεός μου μὴ ἀποστὴς ἀπ' ἐμοῦ

Πρόσχες εἰς τὴν βοήθειάν μου κύριε τῆς σωτηρίας μου

ΨΑΛΜΟΣ 62

 Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε. Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου. Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ· ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται. Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.

ν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπη τῶν πτερύγων σου ἀγαλλιάσομαι.

κολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου.

Δόξα... Καὶ νύν...

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοὶ ὁ Θεὸς

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Δόξα... Καὶ νύν...

ΨΑΛΜΟΣ 87

Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου· εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε· προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος, ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. Ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ. Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόθην καὶ οὐκ ἐξεπορευόμην. Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι; Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; Κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε. Ἱνατί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με, ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. Ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.

Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου

Εἰσελθάτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου

ΨΑΛΜΟΣ 102

Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ· τὸν εὐιλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου· τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς· τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος· οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ· οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν, ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν· καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν. Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν. Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ· εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

ν παντὶ τόπω τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν κύριον.

ΨΑΛΜΟΣ 142

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

πάκουσόν μου ἐν τῇ δικαιοσύνη σου καὶ μὴ εἸσέλθης εἰς κρίσιν μετὰ τοῦ δούλου σου. (2)

Τὸ πνεύμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῆ εὐθεῖᾳ

Δόξα... Καὶ νύν...

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοὶ ὁ Θεός (ἐκ γ').

 

 ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοί.

ΙΕΡΕΥΣ

ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον. [καὶ μετὰ ἀπό κάθε αἴτηση]

πέρ τῆς ἄνωθεν εἰρήνης...

πέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου…

 πέρ τοῦ ἁγίου οἴκου τούτου…

πέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν…

πέρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)…

 πέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους…

πέρ τῆς πόλεως (Μονῆς κώμης) ταύτης…

πὲρ εὐκρασίας ἀέρων…

πὲρ πλεόντων, ὁδοιπορούντων…

πέρ τοῦ ῥυσθῆναι ἡμᾶς…

ντιλαβοῦ, σῶσον, ἐλέησον…

Τῆς Παναγίας, ἀχράντου…

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

τι πρέπει σοι, πᾶσα δόξα…

ΧΟΡΟΣ:  μήν.  

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ, α'. ξομολογεῖσθε τῶ Κυρίω, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...

Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῶ ὀνόματι Κυρίου ἤμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...

Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...

Ἀπολυτίκιον  Ἦχος α'

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῶ κόσμω τὴν ζωήν, διὰ τοῦτο αἱ Δυνάμεις των οὐρανῶν ἐβόων σοὶ ζωοδότα. Δόξα τὴ Ἀναστάσει σου Χριστέ, δόξα τὴ βασιλεία σου, δόξα τὴ οἰκονομία σου, μόνε φιλάνθρωπε.

Δόξα...

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Εὐσεβείᾳ ἐμπρέπων τῇ ἀθλήσει δεδόξασαι, τὴν τῶν Χριστοκτόνων κακίαν καθελὼν τῇ ἐνστάσει σου· διὸ καὶ προσενήνοχας Χριστῷ, Μαρτύρων ἀρραγῆ συνασπισμόν, ὥσπερ θεῖος παιδοτρίβης καὶ ὁδηγός, Ἀρέθα παμμακάριστε. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Θεοτοκίον Ἦχος α'

Τοῦ Γαβριὴλ φθεγξαμένου σοὶ Παρθένε τὸ Χαῖρε, σὺν τὴ φωνὴ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τὴ ἁγία κιβωτῶ, ὡς ἔφη ὁ δίκαιος Δαυϊδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῶ ἐνοικήσαντι ἐν σοί, δόξα τῶ προελθόντι ἐκ σοῦ, δόξα τῶ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

 

ΙΕΡΕΥΣ

τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ  Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ντιλαβοῦ, σῶσον, ἐλέησον…

Τῆς  Παναγίας, ἀχράντου…

τι σὸν τὸ κράτος...

ΧΟΡΟΣ:  μήν.  

Εἶτα ὁ χορός ψάλλει τά Καθίσματα τοῦ τυχόντος ήχου ἢ τά τῆς ἑορτῆς..

ΚΥΡΙΑΚΗ ΗΧΟΣ Α΄

Καθίσματα  Ἦχος α'

Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τὴ ἀστραπή, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, Γυναιξὶ τὴν Ἀνάστασιν, σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῶ ἀναστάντι ἐκ τάφου, καὶ μόνω Θεῷ ἡμῶν.

Δόξα...

Σταυρῶ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῶ θανάτω σου, σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ Ἄδου, σὺ συνήγειρας, τοὺς ἀπ' αἰῶνος θανέντας, ὡς μόνος φιλάνθρωπος.

Καὶ νύν... Θεοτοκίον

Μητέρα σὲ Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθω καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν τὴν μόνην Πανάμωμον.

Τοῦ λίθου σφραγισθέντος

Γυναῖκες πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔτρεμον, ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς, διὰ τοῦτο ἀπελθοῦσαι, τοὶς μαθηταῖς ἐκήρυττον τὴν Ἔγερσιν. Τὸν Ἅδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυνάμει Σταυροῦ.

Δόξα...

ν τῷ σταυρῶ προσηλωθεὶς ἡ Ζωὴ τῶν ἁπάντων, καὶ ἐν νεκροῖς λογισθεὶς ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, καὶ ἥγειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς, διὰ τοῦτο αἳ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοὶ ζωοδότα. Δόξα τοὶς σοὶς παθήμασι Χριστέ, δόξα τὴ Ἀναστάσει σου, δόξα τὴ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.

Καὶ νύν...Θεοτοκίον

Τὸν τάφον σου Σωτὴρ

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους σου.

 Ἐν δὲ ταῖς Κυριακαῖς ψάλλονται  ἐν συνεχεία τά ἀκόλουθα Ἀναστάσιμα εὐλογητάρια.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῶ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ Ἄδου πάντας ἐλευθερώσαντα.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τὶ τὰ μύρα, συμπαθῶς τοὶς δάκρυσιν, ὧ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφω Ἄγγελος, προσεφθέγγετο ταὶς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ἤσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωί, Μυροφόροι ἕδραμον, πρὸς τὸ μνήμά σου θρηνολογοῦσαι, ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε, θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνήμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τὶ μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὦς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν.

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιὰ τῇ οὐσία, σὺν τοὶς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νύν... Θεοτοκίον.

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τὴ Εὔα, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοὶ ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ  Ἦχος α'

 τοῦ Ληστοῦ μετάνοια, τὸν παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῶ κόσμω τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ

Ἀντίφωνον Α'

ν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀδυνῶν, Κύριε σοὶ κράζω.

Τοὶς ἐρημικοίς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσμου οὔσι τοῦ ματαίου ἐκτός.

Δόξα... καὶ νύν...

γίω Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῶ, διὰ τοῦτο ἄσωμεν τὴ Τριάδι Μονοκρατορία.

Ἀντίφωνον Β'

Εἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς με νόμων, ἀρεταὶς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῷ σε.

Δεξιά σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πὺρ μὲ φλέξη τῆς ἁμαρτίας.

Δόξα... καὶ νύν ...

γίω Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον, Ἰσοσθενὲς γὰρ ἐστι Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Γ'

πὶ τοῖς εἰρηκόσι μοὶ ὁδεύσωμεν εἷς τὰς αὐλὰς τοῦ Κυρίου, εὐφράνθη μου τὸ Πνεῦμα, συγχαίρει ἡ καρδία.

πὶ οἶκον Δαυϊδ, φόβος μέγας, ἐκεῖ γὰρ θρόνων ἐκτεθέντων, κριθήσονται ἅπασαι, αἱ φυλαὶ τῆς γῆς καὶ γλῶσσαι.

Δόξα... καὶ νύν...

γίω Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῶ Υἱῶ δεῖ προσφέρειν. Μονὰς γὰρ ἐστιν ἡ Τρίας τῇ φύσει, ἀλλ' οὐ προσώποις.

Προκείμενον

Νὺν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ παρρησιάσομαι ἐν αὐτῷ.

Στίχ. Τὰ λόγια Κυρίου λόγια ἁγνά.

 

ΕΥΑΓΓΈΛΙΟΝ έωθινόν (ζ') μετά της συνήθους τάξεως αύτοΰ.

ΔΙΑΚΟΝΟΣ

Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ:  Κύριε, ἐλέησον.

ΙΕΡΕΥΣ  

τι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν...

ΧΟΡΟΣ:  μήν.  

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον (ἐκ γ').

ΔΙΑΚΟΝΟΣ

Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου...

ΧΟΡΟΣ: Κύριε, ἐλέησον (γ').

ΔΙΑΚΟΝΟΣ: Σοφία. Ὀρθοῖ, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ΙΕΡΕΥΣ  

Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ:   Καὶ τῶ Πνεύματί σου.

ΙΕΡΕΥΣ  

κ τοῦ κατὰ (.....) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

ΔΙΑΚΟΝΟΣ

Πρόσχωμεν.

ΧΟΡΟΣ: Δόξα σοί, Κύριε, δόξα σοί.

Καὶ ἀναγινώσκει ὁ Ἱερευς τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου.

Τὸ Ζ΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ το κατά Ἰωάννην

 Κεφ. 20: 1-10

Τῇ μιᾷ τῶν Σαββάτων, Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν, καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον Μαθητὴν, ὃν ἐφίλει ὁ ᾿Ιησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος Μαθητὴς, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος Μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου, καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας, βλέπει κείμενα τὰ ὀθόνια· οὐ μέντοι εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος Μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε, καὶ ἐπίστευσεν· Οὐδέπω γὰρ ᾔδεισαν τὴν Γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.

Μετὰ δὲ τὸ πέρας αὐτοῦ λέγει ὁ χορός·

ΧΟΡΟΣ: Δόξα σοί, Κύριε, δόξα σοί.

Καὶ ἑν Κυριακῇ ὁ Ἀναγνώστης  ἀναγινώσκει το· Ἀνάστασιν Χριστοῦ θεασάμενοι, και ψάλλεται  Ν’ Ψαλμός εἰ τύχη Κυριακή. Εἰ δὲ ἐστιν ἄλλη ἐορτή, ὁ Ν΄χύμα καὶ γίνεται ὁ ἀσπασμός τοῦ Εὐαγγελίου.

 

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλω τῶ κόσμω. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομεῖνας δι' ἡμᾶς, θανάτω θάνατον ὤλεσεν.

Ν’ ΨΑΛΜΟΣ

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ἦχος β’

Δόξα...

Ταὶς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νύν... Ἦχος ὁ αὐτὸς

Ταὶς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος ὁ αὐτός.

ναστὰς ὁ Ἰησοῦς, ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωήν, καὶ μέγα ἔλεος.

ΔΙΑΚΟΝΟΣ

Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου...

ΧΟΡΟΣ: Κύριε, ἐλέησον (ιβ')

ΙΕΡΕΥΣ  

λέει, καὶ οἰκτιρμοίς, καὶ φιλανθρωπία...

ΧΟΡΟΣ:  μήν.  

 

ΚΑΝΟΝΕΣ, ό άναστάσιμος καί ό τοϋ Μηναίου- άπό γ' φδής τό μεσωδιον κάθισμα τοϋ Μηναίου μετά τοΰ θεοτοκίου άφ’ ς' τό άναστάσιμον κοντάκιον, ό οίκος καί τό συναξαριον.

 

Ἀναγινώσκεται ἡ συνήθης Στιχολογία, εἶτα οἱ Κανόνες της Ὀκτωήχου, καὶ τῶν   Ἁγίων οὗτος, οὗ ἡ Ἀκροστιχίς.

Κανὼν Ἀναστάσιμος

Ὠδὴ α'  Ἦχος α'  Ὁ Εἱρμὸς

Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται, αὕτη γάρ, Ἀθάνατε ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοὶς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.

Δόξα τῇ Ἁγία Ἀναστάσει σου Κύριε
 χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ ἀρχὰς διαπλάσας με, χείρας διεπέτασας ἐν τῷ Σταυρῶ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθαρέν μου σῶμα, ὁ ἐκ Παρθένου προσείληφας.

Δόξα τῇ Ἁγία Ἀναστάσει σου Κύριε

Νέκρωσιν ὑπέστη δι' ἐμέ, καὶ τὴν ψυχὴν τῶ θανάτω προδίδωσιν, ὁ ἐμπνεύσει θεία ψυχὴν μοὶ ἐνθείς, καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας, τὴ ἀφθαρσία ἐδόξασε.

Θεοτοκίον

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς

Χαῖρε ἡ τῆς χάριτος πηγή, χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος, χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσή, καὶ ὄρος ἁλατόμητον, ἡ τὸν τῶ κόσμω ζωοδότην Χριστόν, κυήσασα.

 

Μαρτυρικὴν σύνοδον Θεοτερπέα μέλψομεν ὕμνοις.

Θεοφάνους. 

Ὠδὴ α’  Ἦχος πλ. δ’

Ἀσμα ἀναπέμψωμεν.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν

Μάρτυς ἀθλοφόρε τοῦ Χριστοῦ, Ἀρέθα παμμακάριστε ταῖς ἱκεσίαις σου, καὶ τῶν   σὺν σοὶ Μαρτύρων, τὸν νοῦν μου καταύγασον, ὅπως ὑμῶν ὑμνήσω, τὴν φωσφόρον καὶ ἔνθεον μνήμην.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν

νω τὸ πολὶτευμα σαφῶς, ἐν οὐρανοῖς κτησάμενος, θεομακάριστε, Χριστοῦ τῇ ἐκμιμήσει, σαυτὸν παραδέδωκας, πόθῳ τοῦ Μαρτυρίου, τοὶς ἀνόμοις Ἑβραίοις θεόφρον.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν

ῆμα παραβὰς τὸ τοῦ Θεοῦ, Ἑβραῖος ὁ παράνομος, καὶ ἀδικώτατος τὴν θεόλεκτον ποίμνην, Χριστοῦ ἐλυμήνατο, ὅμως εἰσπράττει δίκην, τῇ δικαίᾳ καὶ θείᾳ προνοία.

Δόξα...

Τρίβον διοδεύων ἀληθῶς, πρὸς οὐρανὸν τὴν φέρουσαν, Χριστῷ προσήγαγες, Μαρτύρων Ἐκκλησίαν, Ἀρέθα πανεύφημε, πάσης ἐξ ἡλικίας, καὶ ἐκ γένους παντὸς ἠθροισμένην.

Θεοτοκίον.

Καὶ νῦν...

μνοις τὴν πανάχραντον πιστοί, Παρθένον εὐφημήσωμεν, τὴν Θεομήτορα, τὴν κεχαριτωμένην, τὴν σκέπην τὴν ἔνθεον, τὸν εὔδιον λιμένα, τὴν ἁπάντων πιστῶν σωτηρίαν.

Ὠδὴ γ'  Ὁ Εἱρμὸς

 μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοί, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης φιλάνθρωπε.

Δόξα τῇ Ἁγία Ἀναστάσει σου Κύριε

Θεός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατωκτείρησας, καὶ καταβῆναι πρὸς μὲ ηὐδόκησας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν σοί, Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι. 

Δόξα τῇ Ἁγία Ἀναστάσει σου Κύριε

Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθαρέντα με, ὡς συμπαθὴς Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνητὸν διέρρηξας, καὶ νεκροὺς τριήμερος, ἀναστὰς ἀφθαρσίαν ἠμφίεσας.

Θεοτοκίον 

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς

Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ Παναγίου ἔμεινας ἄφλεκτος, ἐπεὶ σὲ βᾶτος τῶ νομοθέτη Μωσή, φλεγομένη ἄκαυστα, σαφῶς προεμήνυσε, τήν τὸ πὺρ δεξαμένην τὸ ἄστεκτον.

 

Ὠδὴ γ’

Οὐρανίας ἁψῖδος.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν

ωννυμένην ὁρῶντες, τῇ τοῦ Σταυροῦ χάριτι, σοῦ τὴν Ἐκκλησίαν, Ἑβραίων παῖδες παράνομοι, φθόνῳ τηκόμενοι, ἐν αἰκισμοῖς πολυτρόποις, ἀφειδῶς ᾐκίζοντο, μόνε Φιλανθρωπε.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν

οβόλον τὴν γλῶσσαν, οἱ δυσσεβεῖς ἔχοντες, καὶ σὲ βλασφημοῦντες τὸν τούτων, τοὺς προγεννήτορας, ἐλευθερώσαντα, τῆς παλαιᾶς τυραννίδος, τοὺς εἰς σὲ πιστεύοντας, Σῶτερ κατέσφαξαν.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν

Κατὰ μόνας ὁ πλάσας, θεουργικῷ νεύματι, σὺ τὰς τῶν   ἀνθρώπων καρδίας, τὶς τῆς προνοίας σου, βάθος δυνήσεται, καταλαβεῖν ὅπως ποίμνην, ἣν Χριστὲ συνήγαγες, λύκοις παρέδωκας;

Δόξα...

 θεόφρων σου ποίμνη, βαρβαρικοῖς ξίφεσι, κατατεμνομένη προθύμως, ἐπεκαλεῖτό σε. Δέξαι τὰ πνεύματα, καὶ τὰς ψυχὰς ἡμῶν Σῶτερ, καὶ πρὸς φῶς ὁδήγησον, τῆς βασιλείας σου.

Θεοτοκίον.

Καὶ νῦν...

Νεκρωθέντα μὲ πάλαι, πρὸς τὴν ζωὴν Πάναγνε, πάλιν ἐπανήγαγες, μόνη τὴν ἐνυπόστατον, ζωὴν γεννήσασα· ᾗ προσβαλὼν διερράγη, προφανῶς ὁ θάνατος, ὁ δυσμενέστατος.

 

 

Εἶτα, ἀναγινώσκεται ὁ Κανών, ψαλλομένων καὶ τῶν Καταβασιῶν. Εἰς δὲ τὴν γ’ ᾠδὴν·

ΔΙΑΚΟΝΟΣ

τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ  Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς  Παναγίας, ἀχράντου...

ΙΕΡΕΥΣ  

τι σὺ εἶ ὁ Θεὸς ἡμῶν...

ΧΟΡΟΣ:  μήν.

άπό γ' φδής τό μεσωδιον κάθισμα τοϋ Μηναίου μετά τοΰ θεοτοκίου- άφ ς' τό άναστάσιμον κοντάκιον, ό οίκος καί τό συναξαριον.

 

 

Κάθισμα.  Ἦχος πλ. δ’

Τὴν Σοφίαν.

Τοῦ Σταυροῦ τῇ δυνάμει καθοπλισθείς, καὶ τῇ πίστει τειχίσας πόλιν τὴν σήν, τοῖς ἔργοις κατῄσχυνας, τοῦ τυράννου τὸ φρύαγμα, ὑπομονῆς δὲ τύπος, ἐνθέου γενόμενος, τῷ Χριστῷ προσήγαγες, ἐν ταύτῃ τοὺς Μάρτυρας· ὅθεν συνελθόντες, κατὰ χρέος τιμῶμεν, Ἀρέθα ἀείμνηστε, τὴν πανέορτον μνήμην σου. Ἀθλοφόρε μακάριε, πρέσβευε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων λύτρωσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

ς πανάμωμος Νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς ὑπάρχουσα, τοῦ Παρακλήτου πανάμωμε, ἀνομιῶν με ὄντα, αἰσχρὸν καταγώγιον, καὶ δαιμόνων παίγνιον, ἐν γνώσει γενόμενον, σπεῦσον καὶ τῆς τούτων, κακουργίας με ῥῦσαι, λαμπρὸν οἰκητήριον, ἀρετῆς ἀπαρτίσασα, φωτοδόχε ἀκήρατε, δίωξον τὸ νέφος τῶν  παθῶν, καὶ τῆς ἄνω μεθέξεως ἀξίωσον, καὶ φωτὸς ἀνεσπέρου, πρεσβείαις σου Ἄχραντε.

 

ΔΙΑΚΟΝΟΣ

τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ  Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς  Παναγίας, ἀχράντου...

ΙΕΡΕΥΣ  

Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης...

ΧΟΡΟΣ:  μήν.  

 

Κοντάκιον  Ἦχος α'

Ὅταν ἔλθης ὁ Θεὸς

ξανέστης ὡς Θεὸς ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν ὡς Θεὸν σὲ ἀνύμνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει Δέσποτα, καὶ ἡ Εὔα νὺν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα. Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν Ἀνάστασιν.

Ὁ Οἶκος

Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον, καὶ πύλας τοῦ Ἄδου συντρίψαντα, καὶ τοὺς ἀπ' αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις ὀφθέντα καθώς ηὐδόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας, καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζωοδότης. Ὅθεν πίστει αἱ Γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται, καὶ Ἅδης στενάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀγάλλεται, καὶ πάντες συγχαίρουσι, Σὺ γὰρ παρέσχες πᾶσι Χριστὲ τὴν Ἀνάστασιν.

 

Κοντάκιον.  Ἦχος δ’

Ἐπεφάνης σήμερον.

Εὐφροσύνης πρόξενος ἡμῖν ἐπέστη, ἡ φωσφόρος σήμερον, τῶν   Ἀθλοφόρων ἑορτή, ἣν ἀνυμνοῦντες δοξάζομεν, τὸν ἐν ὑψίστοις ὑπάρχοντα Κύριον.

Ὁ Οἶκος.

Τὸν νοῦν μου φώτισον Χριστέ, τῇ αἴγλῃ τῶν   ἀγώνων, Ἀρέθα τοῦ γενναίου, καὶ πάντων τῶν   ἁγίων τῶν   ἀθλησάντων σὺν αὐτῷ· πρῶτος γὰρ ἁπάντων ἀνεδείχθη ὁ στερρός, φαιδρῶς παραταξάμενος κατὰ τῶν ἀθετούντων τὴν σάρκωσιν σου, τοῦ ὑπὲρ φύσιν σαρκωθέντος καὶ τεχθέντος, ἵνα ἡμᾶς λυτρώσῃς τῆς πλάνης, καὶ δείξῃς ἀπλανῶς τοῖς βουλομένοις διοδεύειν τὴν ὁδὸν τοῦ μαρτυρίου, ἣν οἱ Ἀθληταὶ ἐβάδισαν, σὲ ἀνυμνοῦντες τὸν ἐν ὑψίστοις ὑπάρχοντα Κύριον.

Συναξάριον.

Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρέθα, καὶ τῆς συνοδίας αὐτοῦ.

Στίχοι

Τμηθείς, Θεῷ προσῆξε Μάρτυς Ἀρέθας,

Πολλοὺς ὁμοίως Μάρτυρας τετμημένους.

ρέθα εἰκάδι σὺν γνωστοῖσι τετάρτῃ τμήθης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη μιᾶς γυναικὸς καὶ τοῦ βρέφους αὐτῆς, ἣν ἰδὸν τὸ βρέφος ἐν τῷ πυρί, ἐπιρρῖψαν ἐν τῇ φλογὶ ἑαυτὸ τελειοῦται

Στίχοι

Τ  μητρὶ πρὸς πῦρ ἡσύχως τεφρουμένη,

Φωναῖς ὑποψελλίζον εἵπετο βρέφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Σεβαστιανῆς.

Στίχοι

Σεβαστιανὴ τῇ τομῇ βλύζει γάλα,

Οὐχ αἷμα καὶ σάρξ ὥς περ οὖσα πρὸς ξίφος.

Οἱ ἅγιοι Μᾶρκος, Σωτήριχος, Οὐαλεντῖνος κατὰ γῆς συρόμενοι, καὶ οἱ ἅγιοι Ἀκάκιος ὁ πρεσβύτερος καὶ Νέρδων ξίφει καὶ πυρὶ τελειοῦνται.

Ταῖς τῶν  Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ΚΑΤΑΒΑΣΙΑΙ οί ειρμοί «Ανοίξω τό στόμα μου»· «Την τιμιωτέραν», «Άπας γηγενής».

Καταβασίες Τῆς Θεοτόκου
Ἦχος δ΄.

νοίξω τὸ στομα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

Τος σος μνολόγους, Θεοτόκε,  ζσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν· ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ἐν τῇ καταβασίᾳ τῆς η΄ ᾠδής, προτάσσεται τὸ·

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνω, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἐν ταῖς ἐνορίαις μετὰ τὴν η΄ ᾠδήν τῶν καταβασιῶν καὶ ἐν ταῖς μοναῖς μετὰ τὴν η΄ ᾠδήν τοῦ κανόνος, ἐκφωνεὶ ὁ Διάκονος·

Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.

Καὶ ψάλλεται ἡ Τιμιωτέρα. Καὶ ἡ θ' ᾠδήν τῶν καταβασιῶν ἤ τοῦ κανόνος.

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεύμά μου ἐπὶ τῶ Θεῷ τῶ σωτήρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ, ἰδοὺ γὰρ ἀπὸ τοῦ νὺν μακαριούσί με πᾶσαι γενεαί.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...

τι ἐποίησέ μοὶ μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοὶς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...

ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοία καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...

Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...

ντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῶ Ἀβραάμ, καὶ τῶ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

πας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

Μετὰ δὲ τὴν ἑνάτην ᾠδὴν·

ΔΙΑΚΟΝΟΣ

τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ  Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς  Παναγίας, ἀχράντου...

ΙΕΡΕΥΣ  

τι σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν...

ΧΟΡΟΣ: μήν. 

Ἐν Κυριακῇ ψάλλεται τό·

γιος Κύριος ὁ Θεὸς ἡμῶν,

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῶ ὑποποδίω τῶν ποδῶν αὐτοῦ.

τι Ἅγιός ἐστιν.

 

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Άγιος Κύριος» κ.λπ., τό ζ' άναστάσιμον «Ότι ήραν τόν Κύριον», καί τά τοΰ Μηναίου.

Τὸ Ζ'.

 Οτι ἦραν τὸν Κύριον τῆς Μαρίας εἰπούσης, ἐπὶ τὸν τάφον ἔδραμον Σίμων Πέτρος καὶ ἄλλος μύστης Χριστοῦ, ὃν ἠγάπα· ἔτρεχον δὲ οἱ δύο καὶ εὗρον τὰ ὀθόνια ἔνδον κείμενα μόνα, καὶ κεφαλῆς ἦν δὲ τὸ σουδάριον χωρὶς τούτων διὸ πάλιν ἡσύχασαν, τὸν Χριστὸν ἕως εἶδον. 

Ἐξαποστειλάριον.

Γυναῖκες ἀκουτίσθητε.

ρέθα παναοίδιμε, σὺν τοῖς  συνάθλοις πρέσβευε, Χριστῷ βραβεῦσαι τῷ κόσμῳ, ὁμόνοιαν καὶ εἰρήνην, τῷ εὐσεβείας κράτορι, καὶ Βασιλεῖ θεόφρονι, Μεγαλομάρτυς ἔνδοξε, καὶ ἱλασμὸν τοῖς  τελοῦσι, τὴν ἱερὰν ἡμῶν μνήμην.

Θεοτοκίον.

Φθαρεῖσαν ἀνεκαίνισας, τὴν φύσιν τοῦ Προπάτορος, ὑπερφυῶς συλλαβοῦσα, καὶ ἀπειράνδρως τεκοῦσα, τὸν Ποιητὴν τῆς κτίσεως, ὑφ' οὗ ῥωσθέντες ἤθλησαν, χοροὶ Μαρτύρων μέλποντες, σὲ τῆς ἡμῶν σωτηρίας, τὴν ἀπαρχὴν Θεοτόκε.

 

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ αναστάσιμα 8, Δόξα, τό ζ' έωθινόν

ΨΑΛΜΟΣ 148

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς Ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ,

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ, Σοὶ πρέπει ὕμνος τῶ Θεῷ.

Εἰς στίχους 8

Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Αἶνοι  Ἦχος α'

μνούμέν σου Χριστὲ τὸ σωτήριον Πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.

 

 

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Αἶνοι  Ἦχος α'

 σταυρὸν ὑπομεῖνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος Παντοδύναμος.

 

 

Εἰς στίχους 4

Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Αἶνοι  Ἦχος α'

 τὸν ἅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τὴ ἀναστάσει σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδία, ὑμνεῖν καὶ δοξάζειν σε.

 

 

Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρα.

Αἶνοι  Ἦχος α'

Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνούμέν σε Χριστέ, ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῶ Πατρί, ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας σταυρόν, ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθῶν, ἵνα σώσης τὸν κόσμον, Κύριε δόξα σοί.

 

 

Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῶ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνω,

Αἶνοι  Ἦχος α'

τε προσηλώθης τῶ ξύλω τοῦ σταυροῦ, τότε ἐνεκρώθη τὸ κράτος του ἐχθροῦ, ἡ κτίσις ἐσαλεύθη τῶ φόβω σου, καὶ ὁ Ἅδης ἐσκυλεύθη τῶ κράτει σου, τοὺς νεκρούς ἐκ τῶν τάφων ἀνέστησας, καὶ τῶ Ληστὴ τὸν Παράδεισον ἤνοιξας, Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοί.

 

 

Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Αἶνοι  Ἦχος α'

δυρόμεναι μετὰ σπουδῆς, τὸ μνήμά σου κατέλαβον αἱ τίμιαι Γυναῖκες, εὑροῦσαι δὲ τὸν τάφον ἀνεωγμένον, καὶ μαθοῦσαι παρὰ τοῦ Ἀγγέλου, τὸ καινὸν καὶ παράδοξον θαῦμα, ἀπήγγειλαν τοὶς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῶ κόσμω τὸ μέγα ἔλεος.

 

 

Ἐν Κυριακῇ  ἑάν δέν υπάρχει ἑορτή, λέγομεν κα τοῦς ἐφεξής δύο στίχους:

7. νάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθη τῶν πενήτων σου εἰς τέλος.

Αἶνοι  Ἦχος α'

Τὴν τῶν παθῶν θείαν μωλώπωσιν, σοῦ προσκυνοῦμεν, Χριστὲ ὁ Θεός, καὶ τὴν ἐν τῇ Σιὼν δεσποτικὴν ἱερουργίαν, τὴν ἐν τέλει τῶν αἰώνων θεοφανῶς γεγενημένην, τοὺς γὰρ ἐν σκότει καθεύδοντας, Ὁ Ἥλιος ἐφώτισας τῆς δικαιοσύνης, πρὸς ἀνέσπερον χειραγωγῶν ἔλλαμψιν, Κύριε δόξα σοί.

 

 

8. ξομολογήσομαί σοί, Κύριε, ἐν ὅλη καρδία μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

Αἶνοι  Ἦχος α'

Τὸ φιλοτάραχον γένος τῶν Ἰουδαίων ἐνωτίσασθε, Ποῦ εἰσιν οἱ Πιλάτω προσελθόντες; εἴπωσιν οἱ φυλάσσοντες στρατιῶται, ποῦ εἴσιν αἱ σφραγῖδες τοῦ μνήματος; ποῦ μετετέθη ὁ ταφείς; ποῦ ἐπράθη ὁ ἄπρατος; πῶς ἐσυλήθη ὁ θησαυρός; τὶ συκοφαντεῖτε τὴν ἔγερσιν τοῦ Σταυρωθέντος, παράνομοι Ἰουδαῖοι; Ἀνέστη ὁ ἐν νεκροῖς ἐλεύθερος, καὶ παρέχει τῶ κόσμω τὸ μέγα ἔλεος.

 

ΔΟΞΑΣΤΙΚΟΝ ΕΩΘΙΝΟΝ Ζ'
Ἦχος βαρὺς Ἰδιόμελον

δοὺ σκοτία καὶ πρωΐ,
καὶ τί πρὸς τὸ μνημεῖον Μαρία ἕστηκας,
πολὺ σκότος ἔχουσα ταῖς φρεσίν;
ὑφ' οὗ ποῦ τέθειται ζητεῖς ὁ Ἰησοῦς.
Ἀλλ' ὅρα τοὺς συντρέχοντας Μαθητάς,
πῶς τοῖς ὀθονίοις καὶ τῷ σουδαρίῳ,
τὴν Ἀνάστασιν ἐτεκμήραντο,
καὶ ἀνεμνήσθησαν τῆς περὶ τούτου Γραφῆς.
Μεθ' ὧν, καὶ δι' ὧν καὶ ἡμεῖς,
πιστεύσαντες,
ἀνυμνοῦμέν σε τὸν ζωοδότην Χριστόν.

 

« Ιδού σκοτία και πρωί», Καί νϋν, «Ύπερευλογημένη». Δοξο λογία μεγάλη, «Σήμερον σωτηρία».

Καὶ νύν...

Ἐν Κυριακῇ τὸ παρὸν Θεοτοκίον.

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ Ἅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοί.

 

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοὶ τῶ δείξαντι τὸ φῶς, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

μνούμέν σε, εὐλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, εὐχαριστούμέν σοί, διὰ τὴν μεγάλην σου δόξαν.

Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,

Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιὰ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρα ταύτη, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου (γ').

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεά,

γὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοί.

Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

Παράτεινον τὸ ἔλεός σου τοὶς γινώσκουσί σε.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ').

Δόξα... Καὶ νύν... Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Ἦχος  δ'

Καὶ τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου ἤ ἐν Κυριακῇ τὸ Ἀναστάσιμον Ἀπολυτίκιον

Σήμερον σωτηρία τῶ κόσμω γέγονεν. Ἄσωμεν τῶ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῶ τῆς ζωῆς ἡμῶν, καθελῶν γὰρ τῶ θανάτω τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

 

Εις την λειτουργίαν. Τά αντίφωνα [ή τά τυπικά καί οί 8 μα καρισμοί τοΰ ήχου]. Μετά τήν είσοδον άπολυτίκια «Τοϋ λίθου σφραγισθέντος», «Τάς άλγηδόνας των άγιων», καί τοΰ άγιου τοΰ ναοΰ, κοντάκιον «Προστασία».

Απόστολος Κυρ. ιη' έπιστ., «Αδελφοί, ό απείρων φειδομένως φειδομένως και θερίσει» (Β' Κορ. θ' 6-11)-

Εύαγγέλιον Κυρ. ς' Λουκά «Έλθόντι τω Ίησοϋι.ίς τήνχώραν» (Λκ. η ' 27-39). Κοινωνικόν «Αινείτε»· «Είδομεν τό φως», καί τά λοιπά της λειτουργίας ώς συνήθως.

 

 

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ

ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

 

Ὁ Ἱερεύς ποιῶν μετά τοῦ Εὐαγγέλιου τύπον σταυροῦ ἐκφωνεῖ :

Ελογημένη  βασιλεία τοῦ Πατρὸς κα το Υο κα το γίου Πνεύματος, νν κα ε κα ες τος αἰῶνας τν αώνων.

ΧΟΡΟΣ: μήν.

ΔΙΑΚΟΝΟΣ

ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

πέρ τῆς ἄνωθεν εἰρήνης...

πέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου...

 πέρ τοῦ ἁγίου οἴκου τούτου...

πέρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)...

πέρ τῆς πόλεως (Μονής Κώμης) ταύτης...

 πὲρ εὐκρασίας ἀέρων...

πὲρ πλεόντων, ὁδοιπορούντων...

πέρ τοῦ ῥυσθῆναι ἡμᾶς...

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς Παναγίας, ἀχράντου...

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

τι πρέπει σοι, πᾶσα δόξα...

ΧΟΡΟΣ:  μήν.  

Α΄ ΑΝΤΙΦΩΝΟΝ

Εἰ μέν ἐστι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτὴ ἢ μεθέορτα ἢ ἀπόδοσις αὐτῶν, ψάλλεται τό Α΄ Ἀντίφωνο τῆς ἑορτῆς.

Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 

Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 

Δόξα... Κα νν...

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς

ΔΙΑΚΟΝΟΣ

τι καὶ ἔτι...

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς  Παναγίας, ἀχράντου...

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ  

τι σὸν τὸ κράτος...

ΧΟΡΟΣ:  μήν.  

Β΄ ΑΝΤΙΦΩΝΟΝ

Εἰ μέν ἐστι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτὴ ἢ μεθέορτα ἢ ἀπόδοσις αὐτῶν, ψάλλεται τό Β΄ Ἀντίφωνο τῆς ἑορτῆς.

Αἴνει ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

ΕΝ ΚΥΡΙΑΚΥ

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν (ὁ ἐν Ἁγίοις θαυμαστός) ψάλλοντάς σοι, Ἀλληλούϊα.

ΕΝ ΚΑΘΗΜΕΡΙΝΗ

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός ψάλλοντάς σοι, Ἀλληλούϊα.

Μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ,

Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ,

Δόξα... Κα νν...

 Μονογενς Υἱὸς κα Λγος το  Θεο, θνατος πρχων κα καταδεξμενος δι τν μετραν σωτηραν σαρκωθναι κ τς  γας Θεοτκου κα ειπαρθνου Μαρας, τρπτως νανθρωπσας, σταυρωθες τε, Χριστ  Θες, θαντ θνατον πατσας, ες ν τς  γας Τριδος, συνδοξαζμενος τ Πατρ κα τ γίῳ Πνεματι, σσον μς.

ΔΙΑΚΟΝΟΣ

τι καὶ ἔτι...

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς  Παναγίας, ἀχράντου...

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

τι ἀγαθὸς καὶ φιλάνθρωπος...

ΧΟΡΟΣ:  μήν.  

Γ΄ ΑΝΤΙΦΩΝΟΝ

Τό Ἀπολυτίκιον τῆς ἡμέρας.

Εἰ μέν ἐστι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτὴ ἢ μεθέορτα ἢ ἀπόδοσις αὐτῶν, ψάλλεται τό Γ΄ Ἀντίφωνο τῆς ἑορτῆς.

Ψαλλομένου τοῦ τρίτου ἀντιφώνου γίνεται ἡ μικρὰ Εἴσοδος τοῦ Εὐαγγελίου. Λαβὼν ὁ Ἱερεὺς τὸ Εὐαγγέλιον, δίδωσι τῷ Διακόνῳ, καὶ οὕτως ἐξελθόντες ἀμφότεροι διὰ τοῦ βορείου μέρους, προπορευομένων αὐτῶν λαμπάδων, ποιοῦσι τὴν μικρὰν εἴσοδον, καὶ στάντες ἐν τῷ μέσῳ τοῦ ναοῦ:

ΔΙΑΚΟΝΟΣ

Σοφία· Ὀρθοί.

Ὁ χορὸς ψάλλει τὸ εἰσοδικόν.

Ἐάν δέ γίνεται συλλείτουργον, τό Εἰσοδικόν ψάλλεται ἀπό τούς Ἱερείς καί εἰσερχόμενοι εἰς τό Ἱερόν Βῆμα ψάλλουν ἐπίσης τό πρῶτον Ἀπολιτίκιον καί τό Κοντάκιον.

ΕΝ ΚΥΡΙΑΚΥ

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι· Ἀλληλούϊα.

ΕΝ ΚΑΘΗΜΕΡΙΝΗ

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι· Ἀλληλούϊα.

ΧΟΡΟΣ

Τα Ἀπολυτίκια και τὸ Κοντάκιον τῆς Ἐκκλησιαστικῆς περιόδου.

Μετά τό Κοντάκιον

ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΙΕΡΕΥΣ

τι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν...

ΔΙΑΚΟΝΟΣ: Καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

γιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.   

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.

γιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

ΔΙΑΚΟΝΟΣ: Δύναμις.

ΧΟΡΟΣ: γιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

Καί ὅταν συμπληρωθεῖ τό Τρισάγιον ὓμνον ὁ Διάκονος ἔρχεται ἔμπροθεν τῆς Ὡραίας Πύλης καί ὅταν ὁ Ἀναγνώστης ἐκφωνήσει τό Προκείμενον, λέγει ὁ Διάκονος:

Πρόσχωμεν.

Καί ὅταν ὁ Ἀναγνώστης ἐκφωνήσει τόν Στίχον, λέγει ὁ  Διάκονος:

Σοφία.

Καί ὅταν ἐκφωνήσει τήν ἐπιγραφήν τῆς  Ἀποστολικῆς περικοπῆς, λέγει ὁ Διάκονος:

Πρόσχωμεν.

Πληρωθέντος δέ τοῦ Αποστόλου, ὁ Ιερεύς, λέγει:

Εἰρήνη σοι.

ΧΟΡΟΣ:  λληλούϊα. (γ΄) Μετά τῶν στίχων.

Ψαλλομένων τῶν Ἀλληλουαρίων και τῶν στίχων, ὁ Διάκονος θυμιᾷ κατά τόν συνήθη τρόπον.

ΙΕΡΕΥΣ

Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

ΔΙΑΚΟΝΟΣ: κ τοῦ κατὰ (δεῖνα) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

ΙΕΡΕΥΣ Πρόσχωμεν.

ΧΟΡΟΣ Δόξα Σοι, Κύριε, δόξα Σοι.

Καὶ ἀναγινώσκει ὁ Διάκονος τὴν τεταγμένην περικοπὴν τοῦ ἁγίου Εὐαγγελίου.  

Μετὰ τὴν ἀνάγνωσιν, ὁ Ἱερεὺς λέγει:

Εἰρήνη σοι ῷ εὐαγγελιζομένῳ).

ΧΟΡΟΣ Δόξα Σοι, Κύριε, δόξα Σοι.

ΔΙΑΚΟΝΟΣ:

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς...

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄) [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

Κύριε, Παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν...

λέησον ἡμᾶς, ὁ Θεός...

τι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν...

τι δεόμεθα ὑπὲρ τοῦ Πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης...

τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης...

τι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων...

τι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων...

ΙΕΡΕΥΣ

τι ἐλεήμων καὶ φιλάνθρωπος...

ΧΟΡΟΣ: μήν.

ΔΙΑΚΟΝΟΣ

Εὔξασθε οἱ Κατηχούμενοι τῷ Κυρίῳ.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

Οἱ πιστοί, ὑπὲρ τῶν Κατηχουμένων δεηθῶμεν.

να ὁ Κύριος...

Κατηχήσῃ αὺτοὺς...

ποκαλύψῃ αὐτοῖς...

νώσῃ αὐτοὺς τῇ ἁγίᾳ...

Σῶσον, ἐλέησον, ἀντιλαβοῦ...

Οἱ κατηχούμενοι τὰς κεφαλὰς...

ΙΕΡΕΥΣ

να καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι...

ΧΟΡΟΣ: μήν.

ΔΙΑΚΟΝΟΣ

σοι Κατηχούμενοι, προέλθετε...

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΔΙΑΚΟΝΟΣ

ντιλαβοῦ, σῶσον, ἐλέησον...

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΔΙΑΚΟΝΟΣ

Σοφία.

ΙΕΡΕΥΣ

Α΄ ΕΥΧΗΝ ΤΩΝ ΠΙΣΤΩΝ

Εὐχαριστοῦμέν Σοι, Κύριε, ὁ Θεὸς τῶν Δυνάμεων...

τι πρέπει Σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

ΔΙΑΚΟΝΟΣ:

τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΔΙΑΚΟΝΟΣ

ντιλαβοῦ, σῶσον, ἐλέησον...

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΔΙΑΚΟΝΟΣ

Σοφία.

ΙΕΡΕΥΣ

Β΄ ΕΥΧΗΝ ΤΩΝ ΠΙΣΤΩΝ

Πάλιν καὶ πολλάκις Σοὶ προσπίπτομεν...

πως, ὑπὸ τοῦ κράτους Σου πάντοτε φυλαττόμενοι...

ΧΟΡΟΣ: μήν.

Καὶ ψάλλει τὸν Χερουβικὸν ὕμνον ἀργῶς καὶ μετὰ μέλους, εἰς τὸν κύριον ἦχον τῆς ἡμέρας:

Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν νῦν βιοτικὴν ἀποθώμεθα μέριμναν.

ς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι, ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα.

Ὅταν δὲ ὁ Χορός εἴπῃ τὸ «Ὡς τὸν Βασιλέα...» ὁ Διάκονος μετὰ τοῦ Ἱερέως ἐξέρχονται ἐκ τῆς βορείας πύλης προπορευομένων θυμιατηρίου, λαμπάδων καὶ εξαπτερύγων  καὶ διέρχονται τὸ ἀριστερὸν κλῖτος καὶ τὸ μέσον τοῦ Ναοῦ ποιοῦντες τὴν Μεγάλην Εἴσοδον, τοῦ Διακόνου ἐκφωνοῦντος μεγαλοφώνως:

Πάντων ὑμῶν, μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ· πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

ΔΙΑΚΟΝΟΣ

Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

πὲρ τῶν προτεθέντων τιμίων Δώρων...

πὲρ τοῦ ἁγίου οἴκου τούτου...

πὲρ τοῦ ῥυσθῆναι ἡμᾶς...

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τὴν ἡμέραν πᾶσαν, τελείαν...

ΧΟΡΟΣ: Παράσχου Κύριε. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

γγελον εἰρήνης, πιστὸν ὁδηγόν...

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν...

Τὰ καλὰ καὶ συμφέροντα...

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν...

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν...

Της παναγίας, ἀχράντου...

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ...

ΧΟΡΟΣ:  μήν.  

ΙΕΡΕΥΣ

Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ

Καὶ τῷ πνεύματί σου.

ΔΙΑΚΟΝΟΣ

γαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.

ΧΟΡΟΣ

Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.

ΔΙΑΚΟΝΟΣ

Τὰς θύρας, τὰς θύρας.  Ἐν σοφίᾳ πρόσχωμεν.

ΧΟΡΟΣ

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.

Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο.

Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.

Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.

Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

ΔΙΑΚΟΝΟΣ

Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου...

ΧΟΡΟΣ

λεον εἰρήνης, θυσίαν αἰνέσεως.

 ΙΕΡΕΥΣ

 χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ...

ΧΟΡΟΣ

Καὶ μετὰ τοῦ πνεύματός σου.

ΙΕΡΕΥΣ

νω σχῶμεν τὰς καρδίας.

ΧΟΡΟΣ

χομεν πρὸς τὸν Κύριον.

ΙΕΡΕΥΣ

Εὐχαριστήσωμεν τῷ Κυρίῳ.

ΧΟΡΟΣ

ξιον καὶ δίκαιον.

Ὁ Ἱερεύς κλινόμενος  ἀπάρχεται τῆς ἁγίας Ἀναφορᾶς:  

ξιον καὶ δίκαιον σὲ ὑμνεῖν, σὲ εὐλογεῖν...

Ἐκφώνως:

Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα καὶ λέγοντα·

ΧΟΡΟΣ

γιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ὁ ἐν τοῖς ὑψίστοις.

Ὁ δέ Ἱερεὺς κλινόμενος ἐπεύχεται·

Μετὰ τούτων καὶ ἡμεῖς τῶν μακαρίων δυνάμεων...

ΙΕΡΕΥΣ

Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα...

ΧΟΡΟΣ:  μήν.  

Εἶτα ἐπευχόμενος λέγει ὁ Ἱερεύς:   

μοίως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων

Καί αὖθις δεικνύων τό ἅγιον Ποτήριον ὁ Ἱερεύς λέγει ἐκφώνως:

Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ αἷμά μου...

ΧΟΡΟΣ:  μήν.  

Ὁ Ἱερεύς καί πάλιν κλινόμενος λέγει τήν εὐχήν:   

Μεμνημένοι τοίνυν τῆς σωτηρίου ταύτης...

Ἐκφώνως:

Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα.

ΧΟΡΟΣ

Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.

ΙΕΡΕΥΣ

ξαιρέτως τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

ΧΟΡΟΣ

ξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Εἰ δέ ἐστι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτὴ ἢ ἀπόδοσις αὐτῆς, ψάλλεται ὁ Εἱρμὸς τῆς θ΄ ᾠδῆς τοῦ Κανόνος τῆς ἑορτῆς.

ΙΕΡΕΥΣ

ν πρώτοις μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν...

Μεγαλυνάρια Αγίων

ΜΗΝ ΣΕΠΤΕΜΒΡΙΟΣ

ΑΡΧΗ

1. Ἀρχὴ τῆς Ἰνδίκτου, ἤτοι τοῦ Νέου Ἔτους, τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ Στυλίτου.

Τῆς Ἰνδίκτου

Ἄναρχε τρσήλιε Βασιλεῦ, ὁ καιρῶν καὶ χρόνων, τὰς ἑλίξεις περισκοπῶν, εὐλόγησον τὸν κύκλον, τῆς νέας περιόδου, τὰς ἀγαθάς σου δόσεις πᾶσι δωρούμενος.

Τοῦ Ὁσίου

Στῦλος ἐναρέτου ὤφθης ζωῆς, ἐν στύλῳ βιώσας, ὑπὲρ ἄνθρωπον Συμεών· ἔνθεν ἀμοιβῶν σου, τὰς ὑπὲρ νοῦν ἐλλάμψεις, ἐκθάμβως ἐξαστράπτεις εἰς κόσμον ἅπαντα.

2. Τοῦ Ἁγίου Μάρτυρος Μάμαντος

Τέθηλας ἐκ ῥίζης θεοφιλοῦς, καὶ τῆς ἀληθείας ἐγεώργησας τοὺς καρπούς·σὺ διὰ πυρὸς γάρ, καὶ ὕδατος διῆλθες, ἐκλάμπων ἐν τοῖς ἄθλοις, Μάμα τοῖς θαύμασι.

4. Ἑρμιόνης μάρτυρος

Χαίροις Ἑρμιόνη ἡ ἰατρός, Μάρτυς και Προφῆτις, Μυροβλύτις τε· ὁ γὰρ σός, τάφος ἰατρεῖον καὶ κρήνη μύρων ὤφθη, ἐξ οὗ Μυρόπη μύρα, πιστοῖς διένειμε.

6. Ἡ ἀνάμνησις τοῦ γεγονότος θαύματος ἐν Κολασσαῖς, ἤτοι ἐν Χώναις, παρὰ τοῦ Ἀρχαγγέλου Μιχαήλ.

Κρήνην ἰαμάτων ἀνελλιπῆ, τὸν σὸν θεῖον Οἶκον, ἀναδείξας ἐν Κολοσσαῖς, ψυχῶν σωτηρίαν, καὶ τῶν σωμάτων ῥῶσιν, ἐν τούτῳ ἀπεργάζῃ, Μιχαὴλ ἔνδοξε.

7. Προεόρτια Γενεθλίου τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τοῦ Ἁγίου Μάρτυρος Σῴζοντος.

Προεόρτιον

Ἐκ λαγόνων ἤδη στειρωτικῶν, τὴν καρποφορίαν, γεωργοῦσα τῶν άγαθῶν, ἡ Ἁγνὴ Παρθένος, προέρχεται τῷ κόσμῳ, λαοὶ μετ’εὐφροσύνης προεορτάσατε.

Τοῦ Ἁγίου

Σῴζων τοῦ Σωτῆρος ὁ ἀριστεύς, ὁ τὰς παρατάξεις διολέσας τῶν δυσμενῶν. σῷζε τοὺς σοὺς δούλους, τῆς τούτων ἐπηρείας, Χριστὸν καθικετεύων σωθῆναι ἅπαντας.

8. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

Σήμερον γεννᾶται περιφανῶς, ἐξ ἐπαγγελίας, ἡ θεόνυμφος Μαριάμ, ἡ προορισθεῖσα τῷ Λόγῳ πρὸ αἰώνων· ὑμνήσωμεν οὖν πάντες ταύτης τὴν γέννησιν.

13. Μνήμη τῶν Ἐγκαινίων τοῦ ναοῦ τῆς ἁγίας τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν Ἀναστάσεως. Προεόρτια τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, Κορνηλίου ἱερομάρτυρος τοῦ Ἑκατοντάρχου.

Τῶν Ἐγκαινίων

Αἵμασί σου Λόγε ζωοποιῷ, ἁγιαζομένη, Ἐκκλησία σου ἡ σεπτή, Οἶκόν σοι καινίζει, τῇ σῇ ἐπισκιάσει, εἰς δόξαν τῆς σῆς θείας μεγαλειότητος.

Προεόρτιον

Ὕδατι νιψώμεθα ἀρετῶν, καρδίας καὶ χείλη, καὶ τὰ πρόσωπα ἀδελφοί, ἵνα τοῦ Σωτῆρος, Σταυρόν τὸν ζωηφόρον, ὅλως κεκαθαρμένοι ὑποδεξώμεθα.

Τοῦ Ἁγίου

Πέτρου ταῖς ἀκτῖσι καταυγασθείς, ὁμότροπος ὤφθης, Ἀποστόλων καὶ μιμιτής· τὸν τῆς ἀληθείας, διέσπειρας γὰρ λόγον, Κορνήλιε θεόφρον ἀξιοθαύμαστε.

14. Ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ.

Σήμερον ἡ κτίσις πᾶσα Σωτήρ, πόθῳ ἀνυψοῦσα, τὸν πανάγιόν σου Σταυρόν, τὴν φωνήν σοι αἴρει, καὶ πίστει ἐκβοᾷ σοι· Δώρησαι τῷ λαῷ σου, Λόγε τὴν χάριν σου.

16. Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας.

Εὔφημόν σοι αἶνον καὶ ἱερόν, πανεύφημε μάρτυς, ἀναμέλπομεν εὐπρεπῶς· σὺ γὰρ Εὐφημία, ἐμπρέψασα εὐφήμως, τῷ Λόγῳ ἐδοξάσθης ὡς καλλιπάρθενος.

17. Σοφίας μάρτυρος και τῶν θυγατέρων αὐτῆς , Πίστεως, Ἐλπίδος καὶ Ἀγάπης.

Μήτηρ ἐπὶ τέκνοις δαυιτικῶς, ὤφθης τερπομένη, ὦ Σοφία παενευκλεής· σὺ γὰρ τῇ Τριάδι, τὰς τρεῖς σου θυγατέρας, ὥσπερ γυνὴ ἀνδρεία ἄθλοις προσήγαγες

20. Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὐσταθίου, καὶ Θεοπίστης, συμβίου αὐτοῦ, καὶ τῶν δύο υἱῶν αὐτῶν, Ἀγαπίου καὶ Θεοπίστου.

Οὐρανόθεν μάκαρ καταυγασθείς, στήλη τῆς ἀνδρείας, άνεδείχθης ἐν πειρασμοῖς, καὶ πανοικεσίᾳ,, Εὐστάθιε ἀθλήσας, τῆς ἄνω βασιλείας ἀξίως ἔτυχες.

23. Ἡ Σύλληψις τοῦ τιμίου ἐνδόξου Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου.

Στεῖρα καὶ πρεσβῦτις θείᾳ βουλῇ, καρπὸν συλλαμβάνει, τὸν ὑπέρτερον Προφητῶν, τὸν τὴν ἀκαρπίαν, ψυχῶν μέλλοντα τέμνειν, ἀξίνῃ μετανοίας· ὃν μεγαλύνομεν.

23 Τῆς Ἁγίας Πολυξένης και Ξανθίππης

Χαίροις αὐταδέλφων ἡ ξυνωρίς, γυναικῶν ὁσίων, ἀποστόλων μαθητριῶν, χαίροις Πολυξένη, καὶ πάνσεμνε Ξανθίππη, αἱ νουνεχῶς τὸν βίον ἐκδαπανήσασαι.

24. Ἀνάμνησις τοῦ ἐν Κυθήροις θαύματος τῆς Ὑπεραγίας Θεοτόκου «Μυρτιδιωτίσσης», καὶ μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Ἰσαποστόλου Θέκλης.

Τῆς Θεοτόκου

Ὤφθης τῶν Κυθήρων καταφυγή, ἐξαιρέτῳ τρόπῳ, ἀναβλύζουσα ἐν αὐτοῖς, ἐκ τῆς σῆς Εἰκόνος, προνοίας σου τὰ ῥεῖθρα, ὦ Κεχαριτωμένη· διὸ ὑμνοῦμέν σε.

Τῆς Ἁγίας

Παύλου λαμπρυνθεῖσα ταῖς ἀστραπαῖς, ὅλη καλὴ ὤφθης, ὅλη ἄμωμος τῷ Χριστῷ, Θέκλα Πρωτομάρτυς, ὑπερφυέσιν ἄθλοις,ὧν φαίδρυνον τῇ δόξῃ τοὺς σὲ γεραίροντας.

26. Ἡ Μετάστασις τοῦ Ἁγίου, ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου.

Ὡς ἠγαπημένος τοῦ Ἰησοῦ, τῆς θεολογίας, ἐμυήθης τὸν θησαυρόν· ὅθεν Ἰωάννη, Ἀπόστολον θεόπτην, καὶ μύστην τῶν ἀρρήτων σὲ μεγαλύνομεν.

ΜΗΝ ΟΚΤΩΒΡΙΟΣ

ΑΡΧΗ

3. Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου τοῦ Ἀρεοπαγίτου.

Τῶν ὑπερκοσμίων θεωριῶν, γεγονὼς ἐπόπτης καὶ ἐκφάντωρ θεοειδής, θεαρχικωτάτων, ἐλλάμψεων τὸ κάλλος, πανσόφως διαγράφεις, ὦ Διονύσιε.

6. Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Θωμᾶ.

Τῇ χειρὶ ἁψάμενος τῆς πλευρᾶς, τοῦ βλύσαντος κόσμῳ, ἀθανάτου ζωῆς κρουνούς, ἐξ αὐτῆς ἐδέξω, δογμάτων θεῖα ῥεῖθρα, δι’ ὧν ψυχὰς ἀρδεύεις, Θωμᾶ Ἀπόστολε.

9. Μνήμη του Ἁγίου Ἀποστόλου Ἰακώβου τοῦ Ἀλφαίου.

Μύστης καὶ Ἀπόστολος πεφηνώς, τοῦ δι’ εὐσπλαγχνίαν, κενωθέντος μέχρι σαρκός, ἔφανας ἀδύτως, Ἰάκωβε θεόπτα, σωτήριον τὸ τούτου πᾶσι τοῖς ἔθνεσι.

Κυριακῇ, τῶν τῆς Οἰκουμενικῆς Ἑβδόμης Συνόδου Τριακοσίων πεντήκοντα ἁγίων Πατέρων

Ἐπὶ τὸ πρωτότυπον ἡ τιμή, τῶν σεπτῶν Εἰκόνων, διαβαίνει ὡς ἀληθῶς, ὥσπερ οἱ Πατέρες, Συνόδου τῆς ἑβδόμης, ἐτράνωσαν πανσόφως· οὓς μεγαλύνομεν.

12. Συμεὼν τοῦ Νέου Θεολόγου

Χαίροις θεοδόξαστε Συμεών, νέε Θεολόγε, Ἐκκλησίας τῆς τοῦ Χριστοῦ· χαῖρε οὐρανίων, ἐπόπτα μυστηρίων, φωτὸς τοῦ τρισηλίου, λύχνε πολύφωτε.

13. Τῆς Ἁγίας Νεομάρτυρος Χρυσῆς

Τὴν παρθενομάρτυρα τοῦ Χριστοῦ, τὴν κεχρυσωμένην, σώματί τε καὶ τῇ ψυχῇ, Χρυσῆν τὴν ἁγίαν, ὑμνήσωμεν βοῶντες· Χαῖρε νύμφη Κυρίου, καὶ Μάρτυς ἔνδοξε.

18. Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ.

Μακαρίζομέν σου τῆν δεξιάν, Λουκᾶ θεηγόρε, δι’ἧς ἔχομεν οἱ πιστοί, τὰς τοῦ Θεοῦ Λόγου, διττὰς ἁγίας πλάκας, καὶ τὴν σεπτὴν Εἰκόνα τῆς Θεομήτορος.

20. Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρτεμίου, τῆς Ὁσίας Ματρώνης τῆς Χιοπολίτιδος καὶ τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Γερασίμου τοῦ ἐν Κεφαλληνίᾳ.

Τοῦ Μεγαλομάρτυρος

Δόξαν ὑπατείας ὑπεριδών, τὸ ὕπατον κλέος, ἐπορίσω τῶν ἀρετῶν, ὡς ἀνδραγαθήσας, Ἀρτέμιε ἐνδόξως· διὸ παντοίας βλάβης ρῦσαι τοὺς δούλους σου.

Τοῦ Ὁσίου

Τῆς ὁμολογίας Χριστιανῶν, ἔθεντό σε στῦλον, ἀδιάσειστον ὁ Θεός, τὸ σεπτόν σου σκῆνος, Γεράσιμε δοὺς πᾶσι, τοῖς ἐναντίοις λίθον δεινοῦ προσκόμματος.

Τῆς Ὁσίας

Ἔβλυσας ἱδρῶτας ἀσκητικούς, ἐν τῇ Χίῳ Μῆτερ, ὡς καλλίκρουνός τις πηγή, ἐξ ὧν ἀπαντλοῦντες, Ματρῶνα μακαρία, παθῶν τῶν ψυχοφθόρων ἐκκαθαιρόμεθα.

23. Τοῦ Ἁγίου Ἱερομάρτυρος καὶ Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου.

Κλήσει ἀδελφόθεος πεφηνώς, Ἰάκωβε μάκαρ, τῶν ἀρρήτων μυσταγωγός, ἐν Σιών ἐδείχθης, καὶ πάθει σου τιμίῳ, τὸ ζωηφόρον πάθος Χριστοῦ ἐδόξασας.

26. Τοῦ Ἁγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου.

Τὸν μέγαν ὁπλίτην καὶ ἀθλητήν, τὸν στεφανηφόρον καὶ ἐν Μάρτυσι θαυμαστόν, τὸν λόγχῃ τρωθέντα, πλευράν ὡς ὁ Δεσπότης, Δημήτριον τὸν θεῖον ὕμνοις τιμήσωμεν.

27. Τοῦ Ἁγίου Νέστορος

Εὐχαῖς Δημητρίου ὀχυρωθείς, βρέμοντι Λυαίῳ, τῇ μανίᾳ τε καὶ ὀφρεῖ, συμπλακεὶς γενναίως, ἐναπέκτεινας τοῦτον, καὶ ἤθλησας νομίμως Νέστορ πανεύφημε.

28. Τῆς ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ Ἀειπαρθένου Μαρίας

Σκέπης σου τρυγῶντες τὰς δωρεάς, καὶ τὰς καθ’ ἑκάστην θεονύμφευτε παροχάς, ὑμνοῦμεν Παρθένε, τὴν σὴν μεγαλωσύνην, τὴν πρὸς ἡμᾶς σου πρόνοιαν μεγαλύνοντες.

Ἕτερον

Σκέπη Ὀρθοδόξων Χριστιανῶν, ὑπάρχεις Παρθένε, πάντας σκέπουσα τοὺς πιστούς· διὸ τῇ σῇ Σκέπῃ, ὁ σὸς λαὸς προστρέχει, καὶ πίστει μεγαλύνει τὴν προστασίαν σου.

30 Τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Κλεόπα

Μύστης τοῦ Σωτῆρος ἀναδειχθείς, διέπρεψας κόσμῳ, ὡς Ἀπόστολος εὐκλεής, Κλεόπα τρισμάκαρ, καὶ νῦν σὺν Ἀποστόλοις, τὰ ἔπαθλα κομίζῃ, τῶν παλαισμάτων σου.

ΜΗΝ ΝΟΕΜΒΡΙΟΣ

ΑΡΧΗ

1. Τῶν Ἁγίων Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, Δαβὶδ ὁσίου τοῦ ἐν Εὐβοίᾳ.

Ἁγίων

Οἷά περ θεράποντες ἰατροί, ψυχῶν καὶ σωμάτων, ἀσθενείας ὀδυνηράς, ἰάσασθε τάχος, ἀρρήτῳ ἐπισκέψει, ἡμῶν θαυματοβρῦται, σοφοί Ἀνάργυροι.

Ὁσίου

Χαίροις τῆς Μονῆς σου θερμὸς φρουρός, καὶ Λίμνης προστάτης, τῆς τιμώσης σε εὐλαβῶς· χαίροις τῶν ἐν νόσοις, καὶ θλίψεσιν καὶ πόνοις, ὁ μέγας ἀντιλήπτωρ, Δαβὶδ Πατὴρ ἡμῶν.

3. Τῶν Ἁγίων Μαρτύρων, Ἀκεψιμᾶ, Ἰωσήφ, καὶ Ἀειθαλᾶ, καὶ τῶν ἐγκαινίων τοῦ ναοῦ τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου, τοῦ ἐν Λύδδῃ, ἤτοι τῆς καταθέσεως τοῦ τιμίου σώματος αὐτοῦ, Γεωργίου νεομάρτυρος του Νεαπολίτου.

Τῶν μαρτύρων

Χαίροις ἀθλοφόρων τριὰς σεπτή, Ἀκεψιμᾶ πάτερ, Ἰωσὴφ καὶ Ἀειθαλᾶ, οἱ καταβαλόντες, πυρσολατρῶν τὴν πλάνην, καὶ μαρτυρίου δόξαν καρποφορήσαντες.

Τοῦ Ἁγ. Γεωργίου

Πλῆρες εὐωδίας ἁγιασμοῦ, δίκην μυροθήκης, ἐκ λαγόνων ὤφθη τῆς γῆς, τὸ σεπτόν σου σκῆνος, Γεώργιε παμμάκαρ, ἀρωματίζον κόσμῳ, θαυμάτων χάριτας.

Του Νεομάρτυρος

Χαίροις ἱερέων ἡ καλλονή· χαίροις τῶν Ὁσίων, καὶ μαρτύρων ὁ κοινωνός, χαίροις ὁ θεόθεν, φανεὶς δεδοξασμένος, Γεώργιε παμμάκαρ τοῖς σὲ γεραίρουσι.

8. Ἡ σύναξις τῶν Ἀρχιστρατήγων Μιχαὴλ καὶ Γαβριήλ, καὶ τῶν λοιπῶν Ἀσωμάτων Δυνάμεων.

Πρόκριτοι Δυνάμεων νοερῶν, Μιχαὴλ πρωτάρχα, καὶ λαμπρόμορφε Γαβριήλ, σὺν ταῖς οὐρανίαις, αἰτεῖτε στρατηγίαις, ἡμῖν καταπεμφθῆναι τὸ μέγα ἔλεος.

9. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου Μητροπολίτου Πενταπόλεως τοῦ ἐν Αἰγίνῃ.

Χάριτι θαυμάτων παρὰ Χριστοῦ, λαμπρῶς ἐδοξάσθης, μετὰ τέλος σου τὸ σεπτόν· ὅθεν τῶν λειψάνων, ἡ θήκη σου πηγάζει, ἰάματα ποικίλα, πάτερ τοῖς πάσχουσι.

11. Τῶν Ἁγίων Μαρτύρων Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου

Ὕμνοις φιλομάρτυρες ἱεροῖς, Μηνᾶν τὸν γενναῖον, καὶ τὸν Βίκτωρα τὸν στερρόν, σὺν τῷ Βικεντίῳ καὶ Στεφανίδι ἅμα, τοὺς ἀριστεῖς τοῦ λόγου ἐγκωμιάσωμεν.

Τοῦ Ἁγίου Μηνᾶ.

Φύλαξ καὶ θερμότατος ἀρωγός, πέλων Ἀθλοφόρε τῶν καλούντων σε ἐν παντί, πλήρου τὰς αἰτήσεις, Μηνᾶ θαυματοβρῦτα, τῶν πόθῳ ἐκζητούντων τὴν σὴν ἀντίληψιν.

12. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Ἐλεήμονος, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νείλου.

Τοῦ Ἱεράρχου

Ἐλεημοσύνης ὁ ποταμός,ὁ τῆς εὐσπλαγχνίας, διανέμων ἐπιρροάς, καὶ καταπιαίνων, ἀπόρων τὰς καρδίας, ὁ μέγας Ἰωάννης ὑμνολογείσθω μοι.

Τοῦ Ὁσίου

Τῆς φιλοσοφίας τὸν θησαυρόν, ἐκ τῆς πανολβίου, θησαυρίσας διαγωγῆς, λόγους ψυχοτρόφους, πλουτίζεις πάτερ Νεῖλε, ψυχὰς Θεὸν πεινώσας καθάπερ γέγραπται.

13. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου.

Χαίροις ὁ χρυσόρρειθρος ποταμός, ὁ τὴν οἰκουμένην καταρδεύων νᾶμα χρυσοῦν· χαίροις ὁ τὴν γλῶτταν, χρυσοῦς καὶ τὴν καρδίαν, Χρυσόστομε τρισμάκαρ, Πατριαρχῶν ἡ κρηπίς.

14. Τοῦ Ἁγίου καὶ πανευφήμου Ἀποστολου Φιλίππου, Κωνσταντίνου νεομάρτυρος

Τοῦ Ἀποστόλου

Φίλος καὶ Ἀπόστολος εὐκλεής, τοῦ μέχρι καὶ δούλου, κενωθέντος ἀναδειχθείς,Φίλιππε θεόπτα, ἐκήηρυξας ἐν κόσμῳ, τὴν τούτου ὑπὲρ λόγον ἄρρητον κένωσιν.

Τοῦ Μάρτυρος

Χαίροις τῶν Μαρτύρων ὁ μιμητής, μάρτυς Κωνσταντῖνε καὶ ἰσότιμος ἀληθῶς· σὺ γὰρ ἐν ὑστέροις, καιροῖς ἀνδραγαθήσας, λαμπρῶς ἐμεγαλύνθης άπείροις χάρισι.

16. Τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου.

Σύσκηνος τῷ λόγῳ διατελῶν, θείων μυστηρίων, ἐμυήθης τὰς ἀστραπάς· ἔνθεν θεογράφως, Ἀπόστολε Ματθαῖε, ζωῆς διετυπώσω τὸ Εὐαγγέλιον.

20. Προεόρτια τῶν Εἰσοδίων τῆς Θεοτόκου

Ἔργων έναρέτων τὰς ἀστραπάς, ἀνάψωμεν πάντες, ὡς λαμπάδας παρθενικάς, καὶ τῇ Θεοτόκῳ, ἐν τῷ ναῷ Κυρίου, λαμπρῶς προσερχομένη προϋπαντήσωμεν

21. Ἡ ἐν τῷ Ναῷ Εἴσοδος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

Ἔνδον τῶν ἀδύτων ἐν τῷ ναῷ, ἡ τῷ Θείῳ Λόγῳ, ἐκλεχθεῖσα πρὸ γενεῶν, ἀφιερωθεῖσα, τὴν οἴκησιν ποιεῖται, ἡ Πάναγνος Παρθένος ἣν μεγαλύνομεν.

25. Τῆς Ἁγίας Μεγαλομάρτυρος Αἰκατερίνης, καὶ τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου.

Τῆς Ἁγίας

Νύμφη τοῦ Σωτῆρος πανευκλεής, αἴγλῃ παρθενίας,καὶ σοφίας τῇ καλλονῇ, καὶ μαρτύρων ἄθλοις, λαμπρῶς πεποικιλμένη,Αἰκατερίνα ὤφθης ὡς καλλιπάρθενος.

Τοῦ Ἁγίου

Ὤφθης νεανίας πανευπρεπής, οἷα στρατιώτης τοῦ Δεσπότου περιφανής· φύσεως γὰρ ὥρᾳ. τὴν ἄθλησιν ἀνθήσας, Μερκούριε θεόφρον, Χριστῷ δεδόξασαι.

26. Νίκωνος τοῦ «Μετανοεῖτε» καὶ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος.

Τοῦ Ὁσίου Νίκωνος

Νίκην περιφέρων κατὰ παθῶν, τὴν εὔκλειαν ταύτης, διαγράφεις Νίκων σοφέ, τοῖς πᾶσι κηρύττων, τὴν τοῦ Προδρόμου ῥῆσιν· Μετανοείτε ἤγγικεν ἡ ἀπόδοσις.

Τοῦ ὁσίου Στυλιανοῦ

Στήλη θεοχάρακτος καὶ σεπτή, ἀρετῶν ποικίλων, ὁ σὸς βίος πέλει ἡμῖν, Στυλιανὲ πάτερ, θεοπρεπῶς ῥυθμίζων, ἡμῶν τὰς διανοίας τῶν εὐφημούντων σε.

Ἕτερον

Στήλη ἐναρέτου ὤφθης ζωῆς, Στυλιανὲ Πάτερ, τῇ ὀσίᾳ σου βιοτῇ· ἔνθεν τῶν νηπίων, προστάτης ἀνεδείχθης καὶ θεῖος ἀντιλήπτωρ τῶν εὐφημούντων σε.

30. Τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου.

Πρῶτος προσπελάσας τῷ Ἰησοῦ, πρωτόκλητος ὤφθης, καὶ ἀκρότης τῶν Μαθητῶν, Ἀνδρέα θεόπτα, ἐντεῦθεν διανύεις, παθῶν τὰς ἀναβάσεις τῆς Ἀναστάσεως.

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ

ΑΡΧΗ

4. Τῆς Ἁγίας Μεγαλομάρτυρος Βαρβάρας, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Δαμασκηνοῦ καὶ Σεραφεὶμ ἐπισκόπου Φαναρίου, τοῦ νέου ἱερομάρτυρος.

Τῆς Ἁγίας

Πατέρα λιποῦσα τὸν δυσσεβῆ, θυγάτηρ ἐδείχθης Βασιλέως τῶν Οὐρανῶν, ὑπὲρ οὗ προθύμως, ἀθλήσασα Βαρβάρα, λυτροῦσαι πάσης νόσου τοὺς προσιόντας σοι.

Τοῦ Ὁσίου

Ὑψηλῶν δογμάτων ἑρμηνευτά, ἱερῶν ᾀσμάτων, θεορρῆμον ὑφηγητά, Χαίροις Ἰωάννη, ὁ πάντας διεγείρων, τοῖς μελιχροῖς σου ὕμνοις, πρὸς θείαν αἴνεσιν.

Τοῦ Ἱερομάρτυρος

Χρίσματι ἁγίῳ τελειωθείς, θερμῶς αναδέχει, τὸ μαρτύριον τῆς ζωῆς· σὺ γὰρ ἐπῃσχύνθης, τὸν εὐαγῆ ἀγῶνα, ὦ Σεραφεὶμ· διό σε, Χριστὸς ἐδόξασε.

5. Τοῦ Ὀσiου καὶ θεοφόρου Πατρὸς ἡμῶν Σάββα τοῦ Ἡγιασμένου

Ὤφθης ὑποτύπωσις καὶ κανών, θεοφόρε Σάββα, ὡς τοῦ Πνεύματος θησαυρός, Ὁσίων Πατέρων, ῥυθμίζων καὶ ἰθύνων, πρὸς κλῆρον ἀφθαρσίας τοὺς πειθομένους σοι.

6. Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικολάου, Ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας, τοῦ θαυματουργοῦ.

Ὀρφανῶν προστάτην σε καὶ χηρῶν, πεινώντων τροφέα, πενομένων τε πλουτιστήν, αἰχμαλώτων ρύστην , πλεόντων τε σωτῆρα, κεκτήμεθα παμμάκαρ, Σοφὲ Νικόλαε.

7. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀμβροσίου, Ἐπισκόπου Μεδιολάνων.

Χαίροις ἱερέων ἡ καλλονή, καὶ τῆς Ἐκκλησίας, στῦλος ὄντως ὁ θεαυγής· χαίροις Ὀρθοδόξων, δογμάτων μυστολέκτα, Ἀμβρόσιε τρισμάκαρ, Τριάδος πρόμαχε.

Ἕτερον

Χαίροις Ἐκκλησίας λαμπρὸς φωστήρ, χαίροις τῆς σοφίας, ἡ κιθάρα ἡ ἐμμελής· χαίροις ὑποφῆτα, δογμάτων ὀρθοδόξων, Ἀμβρόσιε παμμάκαρ, Πατέρων καύχημα.

9. Ἡ σύλληψις τῆς Ἁγίας Ἄννης, τῆς Μητρὸς τῆς Θεοτόκου.

Σήμερον ἡ Ἄννα ἡ εὐκλεής, φύσεως τοῖς νόμοις, συλλαμβάνει θείᾳ βουλῇ, τὴν τὸν Θεὸν Λόγον, ὑπερφυῶς τεκοῦσαν· τὴν σύλληψιν οὖν ταύτης φαιδρῶς αἰνέσωμεν.

Κυριακῇ τῶν ἁγίων Προπατόρων

Χαίρετε Προπάτορες του Χριστοῦ,ἐξ ὑμῶν γὰρ ῥάβδος, ἀνεβλάστησεν εὐθαλής, ἥτις ἐξανθῆσαι, τὸ ζωηφόρον ἄνθος,ἐν Βηθλεὲμ τῇ πόλει ἤδη ἐπείγεται.

12. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σπυρίδωνος, ἐπισκόπου Τριμυθοῦντος τοῦ θαυματουργοῦ.

Χαίροις τῶν θαυμάτων ὁ ποταμός· χαίροις ἀσθενούντων, καὶ πασχόντων ὁ ἰατρός· χαίροις τῶν λογίων, τοῦ Πνεύματος ὁ σπόρος, Σπυρίδων Τριμυθοῦντος, ποιμὴν τρισόλβιε.

15. Τοῦ ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου.

Τῆς ἐλευθερίας τῆς ἐν Χριστῷ, τοῖς δεδουλωμένοις, χρηματίσας μυσταγωγός, κληρονόμος ὤφθης, Σιὼν τῆς ἐλευθέρας, ἀθλήσας Ἐλευθέριε ὡς ἀσώματος.

17. Τοῦ Ἁγίου Προφήτου Δανιήλ, καὶ τῶν Ἁγίων τριῶν Παίδων, Ἀνανίου, Ἀζαρίου, Μισαήλ, καὶ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Διονυσίου τοῦ νέου, Ἀρχιεπισκόπου Αἰγίνης τοῦ θαυματουργοῦ, τοῦ ἐκ τῆς νήσου Ζακύνθου.

Τοῦ Προφήτου

Τόκον τῆς Παρθένου προκατιδών, Δανιὴλ προφῆτα, ὡς τῆς χάριτος ὀφθαλμός, πίστει τῶν λεόντων, ἐνέφραξας τὸ στὀμα· ἔνθεν τὴν ἀρετήν σου πάντες ᾐδέσθησαν.

Τῶν Τριῶν Παίδων

Θάλαμον οἱ Παῖδες πνευματικόν, δρόσῳ τῆς Τριάδος, ἀπειργάσαντο ἐμφανῶς, τὸν ἑπταπλασίως, κάμινον ἐκκαφθεῖσαν· ἐν ᾖ χωροβατοῦντες Θεὸν δοξάζουσι.

Τοῦ Ἱεράρχου

Χαίροις τῆς Ζακύνθου γόνος λαμπρός, πρόεδρος Αἰγίνης καὶ Στροφάδων μέγας φρουρός· χαίροις Ἐκκλησίας, νέος φωστήρ τρισμάκαρ, Ἀρχιερέων δόξα, ὦ Διονύσιε.

18. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μοδέστου, Ἀρχιεπισκόπου Ἱεροσολύμων τοῦ θαυματουργοῦ.

Χαίροις Ἐκκλησίας ἄστρον λαμπρόν, καὶ Σιὼν τῆς θείας, ὁ κοσμήτωρ ὁ ἱερός· χαίροις ἱεράρχα, Μόδεστε θεοφόρε, ἡμῶν πρὸς τὸν Δεσπότην, πρέσβυς θερμότατος.

Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως

Νόμος καὶ Δικαίων πᾶσα πληθύς, ἅμα Πατριάρχαι καὶ Προφῆται σὺν Γυναιξί,ταῖς Θεοτιμήτοις, προβλέποντες σκιρτῶσιν, ἐν Βηθλεὲμ τῇ πόλει Χριστὸν τικτόμενον.

20. Προεόρτια Χριστουγέννων, τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἰγνατίου τοῦ Θεοφόρου

Προεόρτιον

Σώματα ἁγνίσωμεν καὶ ψυχάς, καὶ μετὰ λαμπάδων, ὑπαντήσωμεν φαεινῶν, τῷ ἐν τῷ Σπηλαίῳ, τεχθῆναι ἐρχομένῳ, Αὐτῷ ἀναβοῶντες· Κύριε δόξα σοι.

Τοῦ Ἁγίου

Ὕδωρ τὸ ἁλλόμενον εἰς ζωήν, Ἰγνάτιε Πάτερ,θησαυρίσας ἐν τῇ ψυχῇ, ἔσπευσας τεθνάναι, ὑπὸ θηρῶν ἀγρίων, διὸ τὴν μακαρίαν ζωὴν ἐτρύγησας.

25. Ἡ κατὰ Σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ιησοῦ Χριστοῦ.

Δόξα ἐν ὑψίστοις πάσα πνοή, ἐν χαρᾷ βοάτῳ, τῷ τεχθέντι ἐν Βηθλεέμ· ἐπὶ γῆς γὰρ ὤφθη, δωρούμενος εἰρήνην· τὴν τούτου προσκυνήσωμεν θείαν Γέννησιν.

26. Ἡ Σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

Θρόνος ἐπηρμένος πέλεις Ἁγνή, φέρουσα ὡς βρέφος, τὸν τὰ πάντα ἐν τῇ δρακί, φέροντα ὡς Κτίστην· ὑμνοῦμέν σου παρθένε, τὴν ὄντως ὑπὲρ λόγον μεγαλειότητα.

Κυριακὴ μετὰ τὴν Χριστοῦ Γέννησιν

Μνήστωρ τῆς Παρθένου ὁ Ἰωσήφ, καὶ φύλαξ ἐδείχθη, Θεοπάτωρ δὲ ὁ Δαβίδ, Ἰάκωβος ὁ ὁμαίμων, τοῦ Λόγου ὠνομάσθη· διὸ καὶ τῇ γεννήσει τούτου συγχαίρουσι.

27. Τοῦ Ἁγίου Πρωτομάρτυρος, καὶ Ἀρχιδιακόνου Στεφάνου.

Πρῶτος Διακόνων ἀναδειχθείς, πρῶτος τοῦ Δεσπότου, ἐχρημάτισας μιμητής· ὅθεν Ἀθλοφόρων, πρωτεύων Πρωτομάρτυς, τύπος αύτοῖς ἐγένου, πρώταθλε Στέφανε.

ΜΗΝ ΙΑΝΟΥΑΡΙΟΣ

ΑΡΧΗ

1. Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ καί μνήμη τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Βασιλείου τοῦ Μεγάλου, Ἀρχιεπισκόπου Καισαρείας τῆς Καππαδοκίας

Τῆς Ἑορτῆς

Σάρκα ὀκταήμερος ὡς βροτός, ὁ τῶν ὅλων Κτίστης, περιτέμνεται νομικῶς, τὴν ἐξ ἀκρασίας, ἡμῶν κακίαν τέμνων· Αὐτοῦ τὴν ἀγαθότητα μεγαλύνωμεν.

Τοῦ Ἱεράρχου

Τὸν οὐρανοφάντορα τοῦ Χριστοῦ, μύστην τοῦ Δεσπότου, τὸν φωστῆρα τὸν φαεινόν, τὸν ἐκ Καισαρείας, καὶ Καππαδόκων χώρας, Βασίλειον τὸν μέγαν πάντες τιμήσωμεν.

6. ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

Ἄφεσιν πηγάζων τοῖς ἐξ Ἀδάμ, ὁ τῆς ἀφθαρσίας. ἀνεξάντλητος ποταμός, ἐν τῷ Ἰορδάνῃ, βαπτίζεται θελήσει· άντλήσωμεν οὖν πάντες ὕδωρ σωτήριον.

7. Τοῦ τιμίου ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ ᾿Ιωάννου

Χειρί σου βαπτίσας, ὦ Βαπτιστά, τὸν διὰ θαλάσσης, ἀγαγόντα τὸν Ἰσραήλ, Προφητῶν ἁπάντων, ὑπέρτερος ἐδείχθης· διὸ ἀνευφημοῦμεν τὴν θείαν χάριν σου.

8. Παρθένας παρθενομάρτυρος τῆς Ἐδεσσαίας

Χαίροις Ἐδεσσαίων ἡ καλλονή, Παρθένα θεόφρον, νύμφη ἄφθορε τοῦ Χριστοῦ· Χαίροις Ὀρθοδόξων, Ἑλλήνων θυμηδία, σεμνὴ παρθενομάρτυς ἀξιοθαύμαστε.

11. Τοῦ Ὁσίου πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου

Δόσιν θεοδώρητον εἰληφώς, δόσεσιν ὁσίοις, τὰς χορείας τῶν μοναστῶν, ἱερῶς ῥυθμίσας, δοτοὺς Θεῷ προσῆξας τοὺς σοὶ ἐφεπομένους. ὦ Θεοδόσιε.

17. Τοῦ Ὁσίου Πατρός ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου, Γεωργίου νεομάρτυρος

Τοῦ Ὁσίου

Χαίροις τῶν Ὁσίων ὁ ἀρχηγός, καὶ τῆς ἰσαγγέλου πολιτείας καθηγητής· χαίροις τῆς ἐρήμου, στυλοειδὴς νεφέλη, Ἀντώνιε παμμάκαρ, Πατέρων καύχημα.

Τοῦ Μάρτυρος

Χαίροις τῆς Ἠπείρου θεῖος πυρσός, καὶ Ἰωαννίνων πολιοῦχος καὶ ἀρωγός, χαίροις ὁ πηγάζων, ἰάσεων τὰ ῥεῖθρα, Γεώργιε τρισμάκαρ, τοῖς σοὶ προστρέχουσι.

18. Τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Ἀθανασίου καί Κυρίλλου, Πατριαρχῶν Ἀλεξανδρείας.

Ἄνθραξ Ἀθανάσιος νοητός, ὤφθη καταφλέγων, τὴν Ἀρείου ὕλην σαθράν· κῦρος δὲ δογμάτων, ὁ Κύριλλος παρέχει ἐλέγχων Νεστορίου τὴν ἀθεότητα.

20. Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

Ἐξ ἀκάρπου μήτρας ἀποτεχθείς, κατάκαρπος ὤφθης τοῖς τοῦ Πνεύματος ἀγαθοῖς, δι΄ὧν ἀγαθύνεις, Πατέρων τὰς χορείας, Εὐθύμιε παμμάκαρ, ἀσκήσας ἄριστα.

22. Ἀναστασίου τοῦ Πέρσου

Τὸν Ὁσιομάρτυρα τοῦ Χριστοῦ, τὸν ἐκ τῆς Περσίδος, ἀπαστράψαντα μυστικῶς, ἀρετῶν ἀσκήσει, καὶ ἄθλοις μαρτυρίου, τὸν θεῖον Ἀναστάσιον μακαρίσωμεν.

24. Ξένης ὁσίας

Θάλαμον λιποῦσα τὸν νυμφικόν, ξενοτρόπως Μῆτερ, ἠκολούθησας τῷ Χριστῷ, ᾧ καὶ νυμφευθεῖσα, τῇ ξένῃ βιοτῇ σου, ὦ Ξένη πανολβία, ἡμῶν μνημόνευε.

25. Τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Γρηγορίου τοῦ Θεολόγου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Χαίροις ὁ οὐράνιος θεῖος νοῦς, στόμα τὸ πυρίπνουν, ὁ τῆς χάριτος ὀφθαλμός, σάλπιγξ εὐσεβείας, πηγὴ θεολογίας, ὑπερκοσμίων μύστης , σοφὲ Γρηγόριε.

27. Ἀνακομιδή τοῦ ἱεροῦ λειψάνου τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου

Ἧκεν ἐκ Κομάνων λαμπροφανῶς, τὸ σεπτόν σου σκῆνος, ὡς ἑστία ἁγιασμοῦ, τέρπον καὶ πλουτίζον, χαρίτων χρυσουργίᾳ, τὴν Ἐκκλησίαν πᾶσαν, πάτερ Χρυσόστομε.

30. Τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Μεγάλων Ἱεραρχῶν καί Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου

Ρήτορες σοφίας θεοειδεῖς, στῦλοι Ἐκκλησίας, οὐρανίων μυσταγωγοί, Βασίλειε πάτερ, Γρηγόριε θεόφρον, καὶ θεῖε Ἰωάννη, κόσμῳ ἐδείχθητε.

ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ

ΑΡΧΗ

Προεόρτιον Ὑπαπαντῆς, Τοῦ Ἁγίου Μάρτυρος Τρύφωνος.

Προεόρτιον

Χαίρει ὁ πρεσβύτατος Συμεών, ἐγγίζοντα βλέπων, τὸν Δεσπότην ἐν τῷ Ναῷ· ὅθεν ἐπισπεύδει, αὐτὸν ὑποδεχθῆναι, προεορτίως ᾄδων ὕμνον ἐπάξιον.

Τοῦ Μάρτυρος

Ἴχνεσιν ἑπόμενος ἀκλινῶς, Τρύφων ἀθληφόρε, τοῦ γνωσθέντος ἐπὶ τῆς γῆς, τῶν αὐτοῦ χαρίτων, δοχεῖον ἀνεδείχθης, καὶ ἱεροῖς ἀγῶσι, Μάρτυς διέπρεψας.

Ἡ Ὑπαπαντὴ τοῦ Κυρίου ἡμῶν Ἰ. Χριστοῦ

Σήμερον ἡ πάναγνος Μαριάμ, τῷ ναῷ προσάγει, ὥσπερ βρέφος τὸν Ποιητήν, Ὃν ἐν ταῖς ἀγκάλαις, ὁ Πρέσβυς δεδεγμένος, Θεὸν αὐτὸν κηρύττει κἂν σάρκα εἴληφε.

Τοῦ Ἁγίου καί Δικαίου Συμεών τοῦ Θεοδόχου, καί Ἄννης τῆς Προφήτιδος.

Δίκαοι ἐν νόμῳ καὶ εὐλαβεῖς, Συμεὼν ὁ πρέσβυς, καὶ ἡ Ἄννα ἡ Φανουήλ, ὤφθησαν Κυρίῳ, τῷ σεσωματωμένῳ, καὶ ὕμνησαν τὴν τούτου ἄρρητον κένωσιν.

7. Λουκᾶ ὁσίου τοῦ ἐν τῷ Στειρίῳ

Χαίροις ἡσυχίας λύχνος λαμπρός, καὶ τῆς πομανσίας, ὁ ἀκοίμητος ὀφθαλμός· χαίροις μοναζόντων, ὑπογραμμὸς καὶ τύπος, Λουκᾶ θαυματοφόρε, Ἑλλάδος καύχημα.

10. Τοῦ Ἁγίου Ἱερομάρτυρος Χαραλάμπους τοῦ Θαυματουργοῦ.

Τὸν ἐν ἀθλοφόροις ἱερουργόν, καὶ ἐν ἱερεῦσιν ἱερώτατον ἀθλητήν, τὸν θαυμάτων ῥεῖθρα, πηγάζοντα ἐν κόσμῳ, τὸν μέγαν Χαραλάμπην ὕμνοις τιμήσωμεν.

11. Τοῦ Ἁγίου Ἱερομάρτυρος Βλασίου, Ἀρχιεπισκόπου Σεβαστείας, Θεοδώρας τῆς Αὐγούστης

Τοῦ ἱερομάρτυρος

Λόγον ἀληθείας γεηπονῶν, τῆς δικαοσύνης, ἀνεβλάστησας τοὺς καρπούς, ὧν ἡ Ἐκκλησία, ὁσῶραι γευομένη, Βλάσιε ἱεράρχα, τιμᾷ τοὺς ἄθλους σου.

Τῆς ἁγίας

Χαίροις Θεοδώρα πανευκλεής· χαίροις εὐσεβείας, ἀνακήρυξις ἀληθής· χαίροις παρρησίαν, ἐν Θεῷ κεκτημένη, Αὐγούστα καὶ ὁσία, ἀειμακάριστε.

19. Φιλοθέης ὁσιομάρτυρος τῆς Ἀθηναίας

Χαίροις τεθλιμμένων ἡ ἀρωγή, τῶν κινδυνευόντων προστασία καὶ ἀρωγός· χαίροις νεανίδων, τερπνὴ παραμυθία, ὦ Μῆτερ Φιλοθέη, Ὁσίων σύμμορφε.

23. Πολυκάρπου, Ἐπισκόπου Σμύρνης.

Φοίνιξ ἀνεδείχθης καρποτελής, ὡς καρποφορίαν, περιφέρων θεουργικήν, τὴν τῶν Ἀποστόλων, ἀμέσως κοινωνίαν, δι΄ἧς ἐκτρέφεις κόσμον, πάτερ Πολύκαρπε.

24. Τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου.

Ὥσπερ μυροθήκη πνευματική, ἐκ γῆς ἀνεφάνη, σοῦ ἡ πάντιμος κεφαλή, βαπτιστὰ Κυρίου, καὶ κόσμου κατευφραίνει, τῆς ἡδυπνόου δόξης ταῖς διαδόσεσι.

26. Φωτεινῆς μεγαλομάρτυρος καὶ ἰσαποστόλου (καὶ τῇ Κυριακῇ τῆς Σαμαρείτιδος)