Εάν ἡ σύναξη τοῦ Προδρόμου τύχη τῆ Κυριακῆ μετά τα Φώτα

ΤΗ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΠΑΡΑΣΚΕΥΗ 2022

 Ἡ Σύναξις τοῦ τιμίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.

 

ΟΡΘΡΟΣΘ.ΛΕΙΤΟΥΡΓΙΑΑΡΤΟΚΛΑΣΙΑ

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ 17:00

ΤΗ ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ

Μετὰ τὴν ἀπόλυσιν τῆς Θ Ὥρας, ὁ Ἱερεὺς ἐκφωνεῖ·

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς ργ’ (103)

Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς. Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. Ἄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν

Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δόξα Πατρὶ... Καὶ νῦν...

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').

 ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

ΔΙΑΚΟΝΟΣ

ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

πέρ τῆς ἄνωθεν εἰρήνης...

πέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου...

πέρ τοῦ ἁγίου οἴκου τούτου...

πέρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)...

πέρ τῆς πόλεως ταύτης...

πὲρ εὐκρασίας ἀέρων...

πὲρ πλεόντων, ὁδοιπορούντων...

πέρ τοῦ ῥυσθῆναι ἡμᾶς...

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης...

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

τι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις...

ΧΟΡΟΣ: μήν.

Εἶτα ὁ χορός ψάλλει τὸ  Κύριε ἐκέκραξα τοῦ τυχόντος ήχου ἢ τά τῆς ἑορτῆς.

 Τ.Μ.Ε Θεοφανείων 5. Τῆ αὐτῆ Παρασκευῆ ἑσπέρας, μετὰ τόν Προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα, ψάλλομεν Ἰδιόμελα τῆς ἑορτῆς Τὸν φωτισμὸν ἡμῶν γ΄ καὶ τοῦ Προδρόμου Προσόμια Πανεύφημε Πρόδρομε Χριστοῦ γ΄, Δόξα Ἒνσαρκε λύχνε, Καὶ νῦν Θεὸς λόγος ἐπεφάνη ἐν σαρκὶ.

Ψαλμὸς ρμ’ (140)

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

τι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

κούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

τι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

κχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

ν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

ν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.

πώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

κέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

ῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

 

 

ξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

μὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

κ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Εἰς τό, Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ ἰδιόμελα τῆς Ἑορτῆς τρία.

 Ἦχος β'

 

ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.

Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί, δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λαοῖς· Ἲδὲ ὁ λυτρούμενος τὸν Ἰσραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

 

νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Τοῦ Λυτρωτοῦ ἡμῶν, ὑπὸ δούλου βαπτιζομένου, καὶ τῇ τοῦ Πνεύματος παρουσίᾳ μαρτυρουμένου, ἔφριξαν ὁρῶσαι Ἀγγέλων στρατιαί· φωνὴ δὲ οὐρανόθεν ἠνέχθη ἐκ Πατρός. Οὗτος ὃν ὁ Πρόδρομος χειροθετεῖ, Υἱός μου ὑπάρχει ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

 

πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Τὰ Ἰορδάνια ῥεῖθρα, σὲ τὴν πηγὴν ἐδέξαντο, καὶ ὁ Παράκλητος, ἐν εἴδει περιστερᾶς κατήρχετο, κλίνει κορυφήν, ὁ κλίνας οὐρανούς, κράζει καὶ βοᾷ, πηλὸς τῷ Πλαστουργῷ. Τί μοι ἐπιτάττεις τὰ ὑπὲρ ἐμέ; ἐγὼ χρείαν ἔχω τοῦ σοῦ βαπτισμοῦ. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

    Ἕτερα Στιχηρὰ Προσόμοια τοῦ Προδρόμου

 Ἦχος α', Πανεύφημοι Μάρτυρες ὑμᾶς

 

τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Πανεύφημε Πρόδρομε Χριστοῦ, Βαπτιστὰ θεόληπτε σὲ εὐσεβῶς μακαρίζοντες, Χριστὸν δοξάζομεν, τὸν ἐν Ἰορδάνῃ, κλίναντα τὴν κάραν σοι, καὶ φύσιν τῶν βροτῶν ἁγιάσαντα. Αὐτὸν οὖν πρέσβευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

ψόθεν προσέβλεψας σοφέ, Ἰωάννη Πρόδρομε, Πατρὸς τὴν δόξαν τὴν ἄρρητον, Υἱὸν ἐν ὕδατι, καὶ τὸ Πνεῦμα εἶδες, ἀπελθὸν ὡς πέλειαν, καθαῖρον καὶ φωτίζον τὰ πέρατα· διὸ Τριάδος σε, μυστιπόλον ἀναμέλποντες, σοῦ τιμῶμεν, τὴν θείαν πανήγυριν.

 

τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

ωσθεὶς θείᾳ χάριτι Χριστοῦ, Βαπτιστὰ καὶ Πρόδρομε, σὺ τόν Ἀμνὸν ἡμῖν ἔδειξας, τὸν κόσμου αἴροντα, ἁμαρτίας πάσας· καὶ αὐτῷ προσήρμοσας, δυάδα Μαθητῶν χαίρων σήμερον· ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Δόξα... Ἦχος πλ. β'

νσαρκε Λύχνε, Πρόδρομε τοῦ Σωτῆρος, βλάστημα Στείρας, φίλε τοῦ ἐκ Παρθένου, ὃν σκιρτήμασι νηδύος προσεκύνησας, καὶ ἐβάπτισας νάμασι τοῦ Ἰορδάνου, τούτῳ πρέσβευε δεόμεθα Προφῆτα, τάς τῶν μελλόντων ἡμᾶς ἐκφυγεῖν τρικυμίας.

 

Καὶ νῦν... ὁ αὐτὸς

Θεὸς Λόγος ἐπεφάνη ἐν σαρκί, τῷ γένει τῶν ἀνθρώπων, ἵστατο βαπτισθῆναι ἐν Ἰορδάνῃ, καὶ ἔλεγε πρὸς αὐτὸν ὁ Πρόδρομος· Πῶς ἐκτείνω χεῖρα, καὶ ἅψωμαι κορυφῆς κρατούσης τὰ σύμπαντα; Εἰ καὶ ἐκ Μαρίας ὑπάρχεις βρέφος, ἀλλ' οἶδα σε Θεὸν προαιώνιον, ἐπὶ τῆς γῆς βαδίζεις, ὁ ὑμνούμενος ὑπὸ τῶν Σεραφὶμ καὶ δοῦλος Δεσπότην, βαπτίζειν οὐ μεμάθηκα. Ἀκατάληπτε Κύριε, δόξα σοι.

Τ.Μ.Ε Θεοφανείων 5. Εἵσοδος, Φῶς ἱλαρὸν καὶ τὸ Μ. Προκείμενον Ὁ Θεὸς ἠμῶν ἐν τῷ καὶ ἐν τῇ γῇ,  μετὰ τῶν Στίχων αὐτοῦ.

Εἴσοδος.

ΔΙΑΚΟΝΟΣ: Σοφία Ὀρθοί !

Καί  ὁ χορός ψάλλει τὸ·

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

ΔΙΑΚΟΝΟΣ: σπέρας Προκείμενον.

Καί  ὁ χορός ψάλλει τὸ Προκείμενον τῆς ἡμέρας

 

 

Ἦχος βαρὺς

 Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν.

Στίχ. ν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακώβ.

 Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν.

Στίχ.  θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

 Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν.

Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

 Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν.

ΔΙΑΚΟΝΟΣ

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν, εἴπωμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄) [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

Κύριε, Παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν...

λέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου...

τι δεόμεθα ὑπὲρ τοῦ Πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)...

τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας...

τι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων...

τι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων...

 ΙΕΡΕΥΣ

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...

ΑΝΑΓΝΩΣΤΗΣ: μήν.

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

ΔΙΑΚΟΝΟΣ

Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς...

Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν...

ΧΟΡΟΣ: Παράσχου Κύριε. [καί μετά ἀπό κάθε αἴτηση]

γγελον εἰρήνης, πιστὸν ὁδηγόν...

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν...

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν...

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν...

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν...

Της παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου...

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ 

τι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις...

ΧΟΡΟΣ: μήν.

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

ΔΙΑΚΟΝΟΣ: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ 

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον...

ΧΟΡΟΣ: μήν.

Τ.Μ.Ε Θεοφανείων 5. Εἱς τὰ Ἀπόστιχα, τὰ γ΄ Στιχηρὰ Προσόμοια Ὡς εἶδέ σε Δέσποτα, καὶ τὰ ἕτερα β΄, Δόξα Ὡς τοῦ Πνεύματος ἐραστής, Καὶ νῦν Δεῦτε μιμησώμεθα.

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.

Ἦχος δ',  Ἔδωκας σημείωσιν

ς εἶδέ σε Δέσποτα, ὁ Ἰωάννης ὁ Πρόδρομος, πρὸς αὐτὸν ἀφικόμενον, ἔκθαμβος γενόμενος, ὡς εὐγνώμων δοῦλος, σὺν φόβῳ ἐβόα· Τὶς ἡ ταπείνωσις Σωτήρ; τὶς ἡ πτωχεία, ἣν περιβέβλησαι; ὁ πλούτῳ ἀγαθότητος, ταπεινωθέντα τὸν ἄνθρωπον, ἀνυψώσας ὡς εὔσπλαγχνος, ὡς αὐτὸν ἐνδυσάμενος.

Στίχ.  θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

Δεῦρο δή μοι σήμερον, ἐπιτελοῦντι μυστήριον, τῷ Προδρόμῳ ἀντέφησε, φρικτῶς διακόνησον, ὁ Σωτὴρ τῶν ὅλων, καὶ μὴ δειλιάσῃς· τὸν συντριβέντα γὰρ Ἀδάμ, τῇ ἁμαρτίᾳ καινοποιούμενος, βαπτίζομαι ὡς ἄνθρωπος, ὁ κατὰ φύσιν ἀμόλυντος, Ἰορδάνου τοῖς ὕδασιν, ἐν οἷς βλέπεις παρόντα με.

Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

λιον ῥυπτόμενον, τὶς γηγενῶν ἐθεάσατο; Ἰωάννης ἀντέφησε, καὶ τὸν ἐπενδύοντα, οὐρανὸν νεφέλαις, γυμνούμενον ὅλον; καὶ τὸν πηγὰς καὶ ποταμούς, δημιουργοῦντα ὕδασι βαίνοντα; ἐκπλήττομαι τὴν ἄφατον, οἰκονομίαν σου Δέσποτα! μὴ βαρύνῃς τὸν δοῦλον σου, φοβεροῖς ἐπιτάγμασιν.

Δόξα... Ἦχος δ'  Βύζαντος

ς τοῦ Πνεύματος ἐραστής, καὶ τῆς χάριτος θεοφθόγγος χελιδών, τρανῶς τὴν οἰκονομίαν τοῦ Βασιλέως, βροτῶν τῷ γένει ἐξ Ἁγνῆς φαεινῶς ἀνατείλαντος, εἰς μερόπων ἀνάκλησιν, κατεμήνυσας Πρόδρομε, τῶν σκυθρωπῶν ἠθῶν, ἀπελαύνων τὸ τέρμα, καὶ ζωῆς ἀϊδίου ἐπιβαλέσθαι ἰθύνων, τάς καρδίας τῶν ἐν μετανοίᾳ βαπτιζομένων, μάκαρ θεόληπτε.

Καὶ νῦν... ὁ αὐτὸς.

Δεῦτε μιμησώμεθα τάς φρονίμους Παρθένους· δεῦτε ὑπαντήσωμεν τῷ φανέντι Δεσπότῃ· ὅτι προῆλθεν ὡς νυμφίος πρὸς τὸν Ἰωάννην, ὁ Ἰορδάνης ἰδὼν σε ἔπτηξε καὶ ἔμεινεν· ὁ Ἰωάννης ἐβόα· Οὐ τολμῶ κρατῆσαι κορυφῆς ἀθανάτου· τὸ Πνεῦμα κατήρχετο, ἐν εἴδει περιστερᾶς, ἁγιάσαι τὰ ὕδατα· καὶ φωνὴ οὐρανόθεν· Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε δόξα σοι.

Νυν άπολύεις

ΙΕΡΕΥΣ 

Νῦν ἀπολύεις τον δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

ΑΝΑΓΝΩΣΤΗΣ

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')

Δόξα Πατρὶ... Καὶ νῦν...

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα Πατρὶ... Καὶ νῦν...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ΙΕΡΕΥΣ

τι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.

ΧΟΡΟΣ: μήν.

Τ.Μ.Ε Θεοφανείων 5. Τὸ Ἀπολυτίκιον Ἐν Ἰορδάνῃ, τὸ τοῦ Προδρόμου Μνήμη δικαίου μετ᾽ ἐγκωμίων. αὖθις Ἐν Ἰορδάνῃ καὶ Ἀπόλυσις.

Ἀπολυτίκιον τῆς ἑορτῆς  Ἦχος α'

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

 

Δόξα...

Ἀπολυτίκιον τοῦ Ἁγίου

 Ἦχος δ'

Μνήμη δικαίου μετ᾽ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾄδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν ...

Ἀπολυτίκιον τῆς ἑορτῆς  Ἦχος α'

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

 

Τ.Μ.Ε Θεοφανείων 2.  Ἀπόλυσις.  ἐν Ἰορδάνῃ ὑπό Ἰωάννου βαπτισθῆναι καταδεξάμενος διά τήν ἡμῶν σωτηρίαν, Χριστός ὁ ἀληθινός Θεός...

 

 

ΔΙΑΚΟΝΟΣ: Σοφία

ΙΕΡΕΥΣ: 

 ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν...

ΔΙΑΚΟΝΟΣ ἢ ΧΟΡΟΣ:

Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ πόλει (ἢ τῇ μονῇ, ἢ τῇ κώμῃ, ἢ τῇ νήσῳ) ταύτῃ εἰς αἰῶνας αἰώνων. Ἀμήν.

ΙΕΡΕΥΣ:
περαγία Θεοτόκε, σώσον ημάς
Ἀναγνώστης
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.

ΙΕΡΕΥΣ: 

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.

ΔΙΑΚΟΝΟΣ ἢ ΧΟΡΟΣ:  

Δόξα... Καὶ νῦν... , Κύριε ἐλέησον (γ'), πάτερ ἅγιε, εὐλόγησον.

ΙΕΡΕΥΣ 

 ἐν Ἰορδάνῃ ὑπό Ἰωάννου βαπτισθῆναι καταδεξάμενος διά τήν ἡμῶν σωτηρίαν, Χριστός ὁ ἀληθινός Θεός...  Ἡ Σύναξις τοῦ τιμίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.

Δι᾽ εὐχῶν των ἁγίων Πατέρων ἡμῶν...

ΧΟΡΟΣ:  μήν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 7:00

Τ.Μ.Ε Θεοφανείων 6.  Τῶ Σαββάτω εἰς τὸν Ὄρθρον, ὁ Ἑξάψαλμος·

 

 

 

 


Μετὰ τὴν ἀπόλυσιν τοῦ Μεσονυκτικοῦ ὁ Ἱερεὺς ἐκφωνεῖ· 

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΑΝΑΓΝΩΣΤΗΣ

μήν.

ΙΕΡΕΥΣ

Δόξα σοὶ ὁ Θεός, δόξα σοί.

Βασιλεῦ Οὐράνιε, Παράκλητε…

ΑΝΑΓΝΩΣΤΗΣ:  γιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ’).

Δόξα... Καὶ νῦν...

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.

Κύριε ἐλέησον (γ’)

Δόξα... Καὶ νῦν...

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ΙΕΡΕΥΣ τι σοῦ ἐστὶν ἡ βασιλεία...   

ΑΝΑΓΝΩΣΤΗΣ

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοὶς βασιλεύσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Δόξα...

 ὑψωθεὶς ἐν τῷ Σταυρῶ ἑκουσίως, τὴ ἐπωνύμω σου καινὴ πολιτεία, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Καὶ νύν...

Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδης, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῶζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην, διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.

ΙΕΡΕΥΣ

λέησον ἡμᾶς ὁ Θεὸς…

ΧΟΡΟΣ: Κύριε, ἐλέησον (γ').

τι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν…

τι δεόμεθα ὑπὲρ τοῦ πατρὸς καὶ Ἀρχιεπισκόπου ἡμῶν…

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις…

ΑΝΑΓΝΩΣΤΗΣ

μήν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.

ΙΕΡΕΥΣ

Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ…

ΑΝΑΓΝΩΣΤΗΣ: μήν.

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. (ἐκ γ')

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. ίς)

ΨΑΛΜΟΣ 3

Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ· πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

γὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι κύριος ἀντιλήμψεταί μου.

ΨΑΛΜΟΣ 37

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου· οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου· ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν· καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰκακούσῃ, Κύριε ὁ Θεός μου. Ὅτι εἶπα· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν. Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως· οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. Μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ· πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.

Μὴ ἐγκαταλίπης μὲ κύριε ὁ Θεός μου μὴ ἀποστὴς ἀπ' ἐμοῦ

Πρόσχες εἰς τὴν βοήθειάν μου κύριε τῆς σωτηρίας μου

ΨΑΛΜΟΣ 62

 Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε. Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου. Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ· ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται. Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.

ν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπη τῶν πτερύγων σου ἀγαλλιάσομαι.

κολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου.

Δόξα... Καὶ νύν...

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοὶ ὁ Θεὸς

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Δόξα... Καὶ νύν...

ΨΑΛΜΟΣ 87

Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου· εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε· προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος, ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. Ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ. Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόθην καὶ οὐκ ἐξεπορευόμην. Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι; Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; Κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε. Ἱνατί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με, ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. Ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.

Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου

Εἰσελθάτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου

ΨΑΛΜΟΣ 102

Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ· τὸν εὐιλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου· τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς· τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος· οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ· οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν, ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν· καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν. Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν. Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ· εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

ν παντὶ τόπω τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν κύριον.

ΨΑΛΜΟΣ 142

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

πάκουσόν μου ἐν τῇ δικαιοσύνη σου καὶ μὴ εἸσέλθης εἰς κρίσιν μετὰ τοῦ δούλου σου. (2)

Τὸ πνεύμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῆ εὐθεῖᾳ

Δόξα... Καὶ νύν...

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοὶ ὁ Θεός (ἐκ γ').

 

 ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοί.

ΙΕΡΕΥΣ

ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον. [καὶ μετὰ ἀπό κάθε αἴτηση]

πέρ τῆς ἄνωθεν εἰρήνης...

πέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου…

 πέρ τοῦ ἁγίου οἴκου τούτου…

πέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν…

πέρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)…

 πέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους…

πέρ τῆς πόλεως (Μονῆς κώμης) ταύτης…

πὲρ εὐκρασίας ἀέρων…

πὲρ πλεόντων, ὁδοιπορούντων…

πέρ τοῦ ῥυσθῆναι ἡμᾶς…

ντιλαβοῦ, σῶσον, ἐλέησον…

Τῆς Παναγίας, ἀχράντου…

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

τι πρέπει σοι, πᾶσα δόξα…

ΧΟΡΟΣ:  μήν.  

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ, α'. ξομολογεῖσθε τῶ Κυρίω, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...

Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῶ ὀνόματι Κυρίου ἤμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...

Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...

Τ.Μ.Ε Θεοφανείων 6. Τὸ Ἀπολυτίκιον Ἐν Ἰορδάνῃ, τὸ τοῦ Προδρόμου Μνήμη δικαίου μετ᾽ ἐγκωμίων. αὖθις Ἐν Ἰορδάνῃ καὶ Ἀπόλυσις.

Ἀπολυτίκιον τῆς ἑορτῆς  Ἦχος α'

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

 

Δόξα...

Ἀπολυτίκιον τοῦ Ἁγίου

 Ἦχος δ'

Μνήμη δικαίου μετ᾽ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾄδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν ...

Ἀπολυτίκιον τῆς ἑορτῆς  Ἦχος α'

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

 

 

ΙΕΡΕΥΣ

τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ  Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ντιλαβοῦ, σῶσον, ἐλέησον…

Τῆς  Παναγίας, ἀχράντου…

τι σὸν τὸ κράτος...

ΧΟΡΟΣ:  μήν.  

Τ.Μ.Ε Θεοφανείων 6. Εἶτα τὸ Ψαλτήριον τῆς ἡμέρας, τὰ β΄Καθίσματα Τοῦ Ἰησοῦ γεννηθέντος καὶ τὸ Ἐν τοῖς ρείθροις βλέψας σε τοῦ Ἰορδάνου ἐκ δευτέρου, καὶ ὁ Ν΄ψαλμὀς χῦμα.


 Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα  Ἦχος α'

Τοῦ λίθου σφραγισθέντος

Τοῦ Ἰησοῦ γεννηθέντος ἐκ Παρθένου Μαρίας, καὶ ἐν Ἰορδάνῃ βαπτισθέντος ὑπὸ Ἰωάννου, τὸ πνεῦμα κατῆλθεν ἐπ᾽αὐτόν, ὁρώμενον ἐν εἴδει περιστερᾶς· διὰ τοῦτο ὁ Προφήτης, σὺν τοῖς Ἀγγέλοις ἔλεγε κραυγάζων· Δόξα τῇ παρουσίᾳ σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

 

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα  Ἦχος δ'

Ἐπεφάνης σήμερον

ν τοῖς ῥείθροις βλέψας σε τοῦ Ἰορδάνου, βαπτισθῆναι θέλοντα, ὁ μέγας Πρόδρομος Χριστέ, ἐν εὐφροσύνῃ ἐκραύγαζεν· Ἦλθες ἐφάνης τὸ φῶς τὸ ἀπρόσιτον.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Ν’ ΨΑΛΜΟΣ

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

 

Τ.Μ.Ε Θεοφανείων 6. Ὁ Κανὼν τῆς ἑορτῆς Βυθοῦ ἀνεκάλυψε μετὰ Στίχου Δόξα σοι, ὁ Θεὸς καὶ ὁ τοῦ Προδρόμου Βαπτιζόμενον, μετὰ Στίχου Ἅγιε τοῦ Θεοῦ· ἀπὸ γ΄Ὠδῆς τὸ Κάθισμα Ὁ μέγας ὑετός καὶ ἕτερον Ἑκὼν προῆλθε ἐπὶ γῆς.


Εἲθ᾽ οὕτως, οἱ Κανόνες.

Κανὼν τοῦ Κυρίου Κοσμᾶ οὗ ἡ Ἀκροστιχίς.

Βάπτισμα ῥύψις γηγενῶν ἁμαρτάδος.

δὴ α᾽  Ἦχος β᾽  Ὁ Εἱρμὸς

Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
δὰμ τὸν φθαρέντα ἀναπλάττει, ῥείθροις Ἰορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος, ὅτι δεδόξασται.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Π
υρὶ τῆς θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος· ὅτι δεδόξασται.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τ
ὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος, ὅτι δεδόξασται.

 

Θεοφάνους

 Ὠδὴ α'  Ἦχος β'

γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Βαπτιζόμενον, τῷ τῶν παθῶν μου κλύδωνι, Πρόδρομε ταῖς πρεσβείαις σου, φθάσας διάσωσον· ἀπαθείας γὰρ αὐτός, γέγονας δοχεῖον σεπτόν, καὶ καθαρώτατον, Κυρίῳ ἄνωθεν, ἐκ βρέφους ἀνακείμενος.

 

γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

γαλλόμενος, ὁ Θεῷ παριστάμενος, Ἄγγελος τὸν ἰσάγγελον, εὐηγγελίσατο, Ζαχαρία τῷ σεπτῷ, σοῦ ἱεραρχοῦντι Πατρί, σὲ παμμακάριστε, Κυρίου Πρόδρομον, καὶ φίλον γενησόμενον.

 

γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Πλήρης γέγονας, τοῦ Παναγίου Πνεύματος, ἔτι κοιλίᾳ σῆς Μητρός, ἒνδον φερόμενος, καὶ σκιρτήματι τερπνῷ, τὸν τῆς Παρθενίας καρπόν, χαίρων ἐμήνυσας, καὶ προσεκύνησας, Προφῆτα πανσεβάσμιε.

 

Δόξα...

Τὸν τὴν ἄβατον, πᾶσιν ἀνθρώποις πρότερον, ξένην ὁδὸν βιώσεως, ἀποτεμόμενον, καὶ βαπτίσαντα Χριστόν, ἐν ταῖς Ἰορδάνου ῥοαῖς, ἀνευφημήσωμεν, Κυρίου Πρόδρομον, τὸν θεῖον καὶ θεόφρονα.

 

Καὶ νῦν

ερώτατον, τῆς Παρθενίας τέμενος, ἡ ἐν γαστρὶ Θεὸν Λόγον, κυοφορήσασα, τοὺς προστρέχοντας εἰς σέ, καὶ προσκαλουμένους Ἁγνή, σῷζε πρεσβείαις σου, κινδύνων λύουσα, τὴν ἔφοδον πανάμωμε.

 

δὴ γ᾽  τῆς ἑορτῆς Ὁ Εἱρμὸς

Ἦχος β᾽

σχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χρηστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ βοήσωμεν· Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε. 

 

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Στειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία· δι᾽ ὕδατος καὶ Πνεύματος· υἱοὶ γὰρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.

 

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Μεγάλῃ φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος· Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡμῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες· Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.

 

 Ὠδὴ γ' τοῦ Προδρόμου

Ἦχος β᾽

γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Στειρώσεως τὸ ὄνειδος διαλύσας, ἐπέγνως τῆς Παρθένου τὸν θεῖον Τόκον, σκιρτήσας ἀγαλλόμενος ἐν κοιλίᾳ, Μητρὸς πανεύφημε, Ἀγγέλων σύσκηνε, τοῦ Κυρίου Πρόδρομε, μύστα τῆς χάριτος.

 

γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τάς τρίβους προητοίμασας τοῦ Κυρίου, βαδίσας πρὸ προσώπου αὐτοῦ Προφῆτα· ὡς λύχνος πᾶσι φαίνων γὰρ τὸ τῆς δόξης, Πατρὸς ἀπαύγασμα, φανὲν σώματι, δι᾽ ὕδατος ὑπέδειξας, πάντων πρόκριτε.

 

Δόξα...

νέτειλας ὡς ὄρθρος δικαιοσύνης, τὸν Ἥλιον μηνύων τοῖς ἐν τῷ σκότει· τῆς πάντων σωτηρίας σὺ γὰρ ἐγένου, κήρυξ καὶ Πρόδρομος, καὶ πᾶσιν ἔλεγες· Τῷ Χριστῷ προσέλθετε, πίστει καὶ σῴζεσθε.

 

Καὶ νῦν

Χαρὰν τὴν ἀνεκλάλητον δεξαμένη, συνέλαβες ἀσπόρως τὸν σὸν Δεσπότην, τὸν πᾶσαν τὴν ὑφήλιον Θεομῆτορ, ἀνακαλούμενον· ᾧ καὶ κραυγάζομεν· Ὡς οὐκ ἒστιν Ἅγιος,

 

Εἰς δὲ τὴν γ’ ᾠδὴν·

ΔΙΑΚΟΝΟΣ

τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ  Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς  Παναγίας, ἀχράντου...

ΙΕΡΕΥΣ  

τι σὺ εἶ ὁ Θεὸς ἡμῶν...

ΧΟΡΟΣ:  μήν.

 

Κάθισμα  Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ

 μέγας ὑετός, πρὸς ποτάμια ῥεῖθρα, προέρχεται σαρκί, βαπτισθῆναι θελήσας· πρὸς ὃν ὁ θεῖος Πρόδρομος, ἐκθαμβούμενος ἔλεγε· Πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως; πῶς ἐκτείνω μου, τὴν δεξιὰν ἐπὶ κάραν, ἣν τρέμει τὰ σύμπαντα;

Δόξα... Καὶ νῦν... Ἦχος δ'

Κατεπλάγη Ἰωσὴφ

κὼν κατῆλθε ἐπὶ γῆς, καὶ ἐσαρκώθη δι᾽ ἡμᾶς, ὡς ηὐδόκησεν αὐτός, ὁ ἀκατάληπτος Θεός, καὶ βαπτισθῆναι ἠνέσχετο ὁ φωτισμὸς ἡμῶν· ὅθεν πρὸς αὐτὸν ἀπεφθέγγετο, ὁ Πρόδρομος βοῶν· Οὐ τολμῶ σου Σωτήρ, τῆς κορυφῆς ἐφάψασθαι, ὁρῶν σου, τὸ ἀκατάληπτον Κύριε, ὁ πάντα Λόγε, πρὸς τὸ συμφέρον, οἰκονομήσας δόξα σοι.

Τ.Μ.Ε Θεοφανείων 6. Κάθισμα Ὁ μέγας ὑετός καὶ ἕτερον Ἑκὼν προῆλθε ἀντί του ( κατὴλθε )

 

Εἰς δὲ τὴν γ’ ᾠδὴν·

ΔΙΑΚΟΝΟΣ

τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ  Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς  Παναγίας, ἀχράντου...

ΙΕΡΕΥΣ  

τι σὺ εἶ ὁ Θεὸς ἡμῶν...

ΧΟΡΟΣ:  μήν.

 

Τ.Μ.Ε Θεοφανείων 6. Ἀφ' ς΄ Κοντάκιον καὶ Οἴκος τοῦ Προδρόμου καὶ τὸ Μηνολόγιον.

Κοντάκιον αὐτομέλον

 Ἦχος πλ. β'

Τὴν σωματικὴν σου παρουσίαν δεδοικὼς ὁ Ἰορδάνης, τρόμῳ ὑπεστρέφετο, τὴν πνευματικὴν δὲ λειτουργίαν ἐκπληρῶν ὁ Ἰωάννης, φόβῳ ὑπεστέλλετο· τῶν Ἀγγέλων αἱ τάξεις ἐξεπλήττοντο, ὁρῶσαί σε ἐν ῥείθροις σαρκὶ βαπτιζόμενον, καὶ πάντες οἱ ἐν τῷ σκότει κατηυγάζοντο, ἀνυμνοῦντές σε τὸν φανέντα, καὶ φωτίσαντα τὰ πάντα.

 Ὁ Οἶκος

Τῷ τυφλωθέντι Ἀδὰμ ἐν Ἐδέμ, ἐφάνη Ἥλιος ἐν Βηθλεέμ, καὶ ἤνοιξεν αὐτοῦ τάς κόρας, ἀποπλύνας αὐτὰς Ἰορδάνου τοῖς ὕδασι τῷ μεμελανωμένῳ καὶ συνεσκοτισμένῳ φῶς ἀνέτειλεν ἄσβεστον· οὐκ ἔτι αὐτῷ νύξ, ἀλλὰ πάντα ἡμέρα· τὸ πρὸς πρωῒ πρωΐ, δι᾽ αὐτὸν ἐγεννήθη· δειλινὸν γὰρ ἐκρύβη ὡς γέγραπται· εὗρεν αὐγήν, ἐγείρουσαν αὐτόν· ὁ πρὸς ἑσπέραν πεσών, ἀπηλλάγη τοῦ γνόφου, καὶ ἔφθασε πρὸς Ὄρθρον τὸν φανέντα, καὶ φωτίσαντα τὰ πάντα.

Συναξάριον

Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Ἡ Σύναξις τοῦ Ἁγίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Συνέδραμε δὲ καὶ ἡ τῆς παντίμου καὶ ἁγίας αὐτοῦ Χειρὸς πρὸς τὴν Βασιλεύουσαν μετένεξις.

Στίχοι

μὴ σε γλῶσσα Κήρυξ πῶς ἂν αἰνέσῃ,

ν γλῶσσα Χριστοῦ γηγενῶν μείζω λέγει;

Μνήμη ἐβδομάτη Προδρόμου λάχεν αἰδοίοιο.

Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

Τ.Μ.Ε Θεοφανείων 6. Αἱ Καταβασίαι μόναι αἱ Ἰαμβικαὶ, εἶτα ψάλλεται ἡ α΄ Ὠδὴ τῆς Θ΄ μετὰ τῶν Μεγαυναρίων καὶ τοῦ Προδρόμου μετὰ Στίχου Ἅγιε τοῦ Θεοῦ, καὶ ἡ Καταβασία Μεγάλυνον ψυχή μου ...  Ὤ τῶν ὑπὲρ νοῦν.

 

δὴ α᾽  Ἦχος β᾽  Ὁ Εἱρμὸς

Στείβει θαλάσσης, κυματούμενον σάλον,

Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον.

Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,

 Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,

Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.»

 

Ἰαμβικὸς  Ὁ Εἱρμὸς

σοι παλαιῶν, ἐκλελύμεθα βρόχων,

Βορῶν λεόντων, συντεθλασμένων μύλας,

Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,

Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν,

 ᾯ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων

 

Ἰαμβικὸς Ὁ Εἱρμὸς

Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,

Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,

Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,

Σάρκωσιν ἐμφαίνουσαν ἀρρήτου Λόγου,

 ᾯ τῶν δυναστῶν τὰ κράτη συνετρίβη.

 

Ἰαμβικὸς Ὁ Εἱρμὸς

χθροῦ ζοφώδους καὶ βεβορβορωμένου,

Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,

Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,

Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,

Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη.

 

Ἰαμβικὸς  Ὁ Εἱρμὸς

μερτὸν ἐξέφηνε σὺν πανολβίῳ,

Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο.

Ναί φησιν, Οὗτος, συμφυὴς γόνος πέλων,

Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,

Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ.

 

Ἰαμβικὸς  Ὁ Εἱρμὸς

φλεξε ῥείθρῳ τῶν δρακόντων τάς κάρας,

Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα,

Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,

Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,

Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος».

 

Ἐν τῇ καταβασίᾳ τῆς η΄ ᾠδής, προτάσσεται τὸ·

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

Ἰαμβικὸς  Ὁ Εἱρμὸς

λευθέρα μὲν ἡ κτίσις γνωρίζεται.

Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.

Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.

Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον,

Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία.

 Μετὰ τὴν η΄ ᾠδήν τοῦ κανόνος, ἐκφωνεὶ ὁ Διάκονος·

Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.

 Ὠδὴ θ'

Ἡ τιμιωτέρα οὐ στιχολογείται, ἀλλὰ ψάλλεται ἡ θ' Ὠδὴ τῆς Ἑορτῆς μετὰ τῶν Μεγαλυναρίων, καὶ ἡ τοῦ Ἁγίου, ἐν ᾗ λέγομεν Στίχον, «Ἅγιε τοῦ Θεοῦ», ἢ, «Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν».

Ἡ τὸν πρὸ Ἡλίου φωστῆρα

γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

κ τῆς ἐρημίας, ἡ Πρόδρομος φωνή, τὸν Λόγον δείκνυσι, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, καὶ παρόντα περιχαρῶς, βαπτίζειν εὐτρεπίζεται, τὸν τάς ψυχὰς καθαίροντα, τῆς ἁμαρτίας διὰ πίστεως.

 

γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Χάρις τε καὶ Νόμος, μεσίτην σε σεπτόν, σαφῶς προβάλλεται, τὸν μὲν σφραγίζοντα, τῆς δὲ ἀρχόμενον, τὸν ἁπάντων τῶν Προφητῶν, τῷ Λόγῳ προτιμώμενον, τὸν ὑπὲρ τὰ ὁρώμενα, νῦν βεβηκότα Πανσεβάσμιε.

 

γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

 τοῖς ἀσωμάτοις, ἐφάμιλλον ζωὴν ἐπιδειξάμενος, Ἀγγελικαῖς χορείαις συνευφραίνεται, καὶ τῷ θρόνῳ παρεστηκώς, τοῦ Δεσπότου ἀγάλλεται, τοῖς εὐφημοῦσιν ἄφεσιν, καὶ σωτηρίαν ἐξαιτούμενος.

 

γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

πὲρ εὐσπλαγχνίαν, ὁ πάντων Λυτρωτής, ἄνθρωπος γίνεται, καὶ σαρκικὴν καταδέχεται γέννησιν, φιλάνθρωπος ὑπὲρ ἀνθρώπων, ὁ φύσει ὢν φιλάνθρωπος, παρθενικῆς ἐκ μήτρας σου, Θεογεννῆτορ παμμακάριστε.

 

ΜΕΓΑΛΥΝΑΡΙΑ

Ψαλλόμενα ἐν τῇ δῇ ταύτῃ

Ἦχος β'

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων. 

Ὁ Εἱρμὸς

πορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.

 

Μεγάλυνον ψυχή μου, τὸν ἐν Ἰορδάνῃ, ἐλθόντα βαπτισθῆναι.

Δαυῒδ πάρεσο, Πνεύματι τοῖς φωτιζομένοις· Νῦν προσέλθετε, ᾆδε πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε· οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει· καὶ γὰρ αὐτοῦ εἱσήκουσε Κύριος ἐλθών, ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν.

 

Μεγάλυνον ψυχή μου, τὸν ὑπὸ Προδρόμου, τὸ βάπτισμα λαβόντα.

 Ἡσαΐας λούσασθε, καὶ καθάρθητε φάσκει· τάς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου· οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε· ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι.

 

Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς πατρῴας, φωνῆς μαρτυρηθέντα.

Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι· ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης· οὕτω καὶ ἡμῖν, ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται· ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον.

 

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων. 

Ἰαμβικὸς  Ὁ Εἱρμὸς

 τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!

Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη·

Δι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,

Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,

Δῶρον φέροντες ὕμνον εὐχαριστίας.

 

 

 

ΔΙΑΚΟΝΟΣ

τι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ  Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς  Παναγίας, ἀχράντου...

ΙΕΡΕΥΣ  

τι σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν...

ΧΟΡΟΣ: μήν. 

 

Τ.Μ.Ε Θεοφανείων 6. Ἐξαποστειλάριον τοῦ Προδρόμου καὶ τὸ τῆς ἑορτῆς.

Ἐξαποστειλάριον

Γυναῖκες ἀκουτίσθητε

Προφήτην σε προέφησε, τῶν Προφητῶν ὑπέρτερον, ἐν γεννητοῖς ὁ Δεσπότης, γυναικῶν μείζονα πάντων· ὃν γὰρ Προφῆται ἅπαντες, καὶ Νόμος προκατήγγειλαν, Χριστὸν σαρκὶ ἑώρακας, ὃν καὶ βαπτίσας ἐδείχθης, σεβασμιώτερος πάντων.

Καὶ τῆς Ἑορτῆς

Ἐπεσκέψατο ἡμᾶς

πεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.

 

Τ.Μ.Ε Θεοφανείων 6. Εἰς τοὺς Αἴνους, τὰ Ἰδιόμελα τῆς ἑορτῆς ὡς χθὲς, Δόξα Ἄγγελος  στειρωτικῶς ώδίνων, Καὶ νῦν Σήμερον ὁ Χριστὸς ἐν Ἰορδάνη, Δοξολογία Μεγάλη καὶ τὸ Μνήμη δικαίου.

 

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους ς᾽ καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα.

Ἦχος α'  Γερμανοῦ Πατριάρχου

 

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς Ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ,

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ, Σοὶ πρέπει ὕμνος τῶ Θεῷ.

 

Στίχος. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν. 

 

Στίχος. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν. 

 

Στίχος. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Πῶς σε Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι, πάντας ἡμᾶς ἀνεκαίνισας.

 

Στίχος. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρα.

Σὺ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ Κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! φιλάνθρωπε Κύριε, δόξα σοι.

 

Στίχος. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῶ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνω.

Τὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φωτισμὸν δωρεῖται. Βαπτίζεται Χριστὸς μεθ᾽ ἡμῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος· ἐνίησι τὸν ἁγιασμὸν τῷ ὕδατι, καὶ ψυχῶν τοῦτο καθάρσιον γίνεται· ἐπίγειον τὸ φαινόμενον, καὶ ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον· διὰ λουτροῦ σωτηρία, δι᾽ ὕδατος τὸ Πνεῦμα· διὰ καταδύσεως, ἡ πρὸς Θεὸν ἡμῶν ἄνοδος γίνεται· θαυμάσια τὰ ἔργα σου Κύριε! δόξα σοι.

 

Στίχος. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

 περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια· καὶ τὴν ἐμὴν καθαίρεται κάθαρσιν, ὁ τοῦ κόσμου αἴρων τὴν ἁμαρτίαν· καὶ ὑπὸ τοῦ συγγενοῦς ἄνωθεν μαρτυρεῖται Πνεύματος, Υἱὸς μονογενὴς ὑπάρχων τοῦ ὑψίστου Πατρός, πρὸς ὃν βοήσωμεν· Ὁ ἐπιφανεὶς καὶ σώσας ἡμᾶς, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Δόξα... Ἦχος πλ. β'

γγελος ἐκ στειρωτικῶν ὠδίνων, προῆλθες Βαπτιστά, ἐξ αὐτῶν τῶν σπαργάνων τὴν ἔρημον οἰκήσας, σφραγίς τε πάντων τῶν Προφητῶν ἐδείχθης· ὂν γὰρ ἐκεῖνοι πολυτρόπως ἐθεάσαντο, καὶ αἰνιγματωδῶς προεκήρυξαν, τοῦτον βαπτίσαι ἐν Ἰορδάνῃ κατηξιώθης· φωνῆς τε ἀκήκοας, Πατρικῆς οὐρανόθεν, μαρτυρούσης αὐτοῦ τὴν Υἱότητα· καὶ τὸ Πνεῦμα εἶδες περιστερᾶς ἐν εἴδει, τὴν φωνὴν ἕλκον ἐπὶ τὸν βαπτιζόμενον. Ἀλλ' ὦ πάντων τῶν Προφητῶν ὑπέρτερε, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν πιστῶς σου τελούντων τὰ μνημόσυνα.

Καὶ νῦν... Ἦχος β'

Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται κορυφῆς τοῦ Δεσπότου. Αἱ Δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν Κόσμον.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

 

 

μνούμέν σε, εὐλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, εὐχαριστούμέν σοί, διὰ τὴν μεγάλην σου δόξαν.

Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,

Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιὰ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρα ταύτη, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου (γ').

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεά,

γὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοί.

Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

Παράτεινον τὸ ἔλεός σου τοὶς γινώσκουσί σε.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ').

Δόξα... Καὶ νύν... Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Ἀπολυτίκιον τοῦ Ἁγίου

 Ἦχος δ'

Μνήμη δικαίου μετ᾽ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾄδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

 

 

Τ.Μ.Ε Θεοφανείων 7. Εἰς τήν Λειτουργίαν, τὰ Ἀντίφωνα τῆς ἑορτῆς ὡς χθὲς, Εἰσοδικὸν, Εὐλογημένος ὁ έρχόμενος, τὰ Άπολυτίκια Ἐν Ἰορδάνη, Μνήμη δικαίου καὶ τὸ Κοντάκιον Ἐπεφάνης σήμερον ἀντὶ τοῦ Τρισαγίου Ὅσοι είς Χριστὸν ἐβαπτίσθητε.

 

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ 8:30

 

 

ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

 

Ὁ Ἱερεύς ποιῶν μετά τοῦ Εὐαγγέλιου τύπον σταυροῦ ἐκφωνεῖ :

Ελογημένη  βασιλεία τοῦ Πατρὸς κα το Υο κα το γίου Πνεύματος, νν κα ε κα ες τος αἰῶνας τν αώνων.

ΧΟΡΟΣ: μήν.

ΔΙΑΚΟΝΟΣ

ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

πέρ τῆς ἄνωθεν εἰρήνης...

πέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου...

 πέρ τοῦ ἁγίου οἴκου τούτου...

πέρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)...

πέρ τῆς πόλεως (Μονής Κώμης) ταύτης...

 πὲρ εὐκρασίας ἀέρων...

πὲρ πλεόντων, ὁδοιπορούντων...

πέρ τοῦ ῥυσθῆναι ἡμᾶς...

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς Παναγίας, ἀχράντου...

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

τι πρέπει σοι, πᾶσα δόξα...

ΧΟΡΟΣ:  μήν.  

Εἰς τὴν Λειτουργίαν ψάλλομεν, ἀντὶ τῶν Τυπικῶν, τὰ Ἀντίφωνα.

 Ἀντίφωνον Α᾽

Ἦχος β'

Στίχ. α'. ν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακώβ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Στίχ. β'. γενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, ἐκ λαοῦ βαρβάρου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχ. γ'.  θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχ. δ'. Τὶ σοί ἐστι θάλασσα ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Δόξα... Καὶ νῦν...

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

 

ΔΙΑΚΟΝΟΣ

τι καὶ ἔτι...

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς  Παναγίας, ἀχράντου...

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ  

τι σὸν τὸ κράτος...

ΧΟΡΟΣ:  μήν.  

 

Ἀντίφωνον Β᾽

Ἦχος β'

Στίχ. α'. γάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Στιχ. β'. τι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...

Στίχ. γ'. Περιέσχον μοι ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὓροσὰν με.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...

Στίχ. δ'. λεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...

Δόξα... Καὶ νῦν...

 Μονογενς Υἱὸς κα Λγος το  Θεο, θνατος πρχων κα καταδεξμενος δι τν μετραν σωτηραν σαρκωθναι κ τς  γας Θεοτκου κα ειπαρθνου Μαρας, τρπτως νανθρωπσας, σταυρωθες τε, Χριστ  Θες, θαντ θνατον πατσας, ες ν τς  γας Τριδος, συνδοξαζμενος τ Πατρ κα τ γίῳ Πνεματι, σσον μς.

ΔΙΑΚΟΝΟΣ

τι καὶ ἔτι...

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τῆς  Παναγίας, ἀχράντου...

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

τι ἀγαθὸς καὶ φιλάνθρωπος...

ΧΟΡΟΣ:  μήν.  

Ἀντίφωνον Γ᾽

Ἦχος α'

Στίχ. α'. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

 

Λαβὼν ὁ Ἱερεὺς τὸ Εὐαγγέλιον, δίδωσι τῷ Διακόνῳ, καὶ οὕτως ἐξελθόντες ἀμφότεροι διὰ τοῦ βορείου μέρους, προπορευομένων αὐτῶν λαμπάδων, ποιοῦσι τὴν μικρὰν εἴσοδον, καὶ στάντες ἐν τῷ μέσῳ τοῦ ναοῦ:

ΔΙΑΚΟΝΟΣ

Σοφία· Ὀρθοί.

Ὁ χορὸς ψάλλει τὸ εἰσοδικόν.

Εἰσοδικὸν

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Σῶσον ἡμὰς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Ἦχος α'

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Ἀπολυτίκιον τοῦ Ἁγίου

 Ἦχος δ'

Μνήμη δικαίου μετ᾽ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾄδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

Κοντάκιον  Ἦχος δ'

πεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.

 

ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΙΕΡΕΥΣ

τι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν...

ΔΙΑΚΟΝΟΣ: Καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα. (γ΄)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.   

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.

Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.

ΔΙΑΚΟΝΟΣ: Δύναμις.

ΧΟΡΟΣ: σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.

 

Τ.Μ.Ε Θεοφανείων 7. ὁ Άπόστολος καὶ τὸ Εὐαγγίλιον τοῦ Προδρόμου.

 

Ἀπόστολος

Προκείμενον. Ἦχος βαρύς' [Ψαλμός 63]

Στίχ. Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ.

Πρόσχωμεν.
Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.

Σοφία.

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.

Πρόσχωμεν.

Κεφ. 19:1-8

ν ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο ἐν τῷ τὸν ᾿Απολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς ῎Εφεσον· καὶ εὑρὼν μαθητάς τινας εἶπε πρὸς αὐτούς· Εἰ Πνεῦμα ῞Αγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν· Ἀλλ᾿ οὐδὲ εἰ Πνεῦμα ῞Αγιόν ἐστιν ἠκούσαμεν. Εἶπέ τε πρὸς αὐτούς· Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπον· Εἰς τὸ ᾿Ιωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· ᾿Ιωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ᾿ ἔστιν εἰς τὸν ᾿Ιησοῦν Χριστόν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου ᾿Ιησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ ῞Αγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος, καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.

Πληρωθέντος δέ τοῦ Αποστόλου, ὁ Ιερεύς, λέγει:

Εἰρήνη σοι.


λληλούϊα [γ΄]. Ἦχος β΄ [Ψαλμός 91].

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται
Στίχ. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.

Ψαλλομένων τῶν Ἀλληλουαρίων και τῶν στίχων, ὁ Διάκονος θυμιᾷ κατά τόν συνήθη τρόπον.

ΙΕΡΕΥΣ

Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

ΔΙΑΚΟΝΟΣ: κ τοῦ κατὰ  Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

ΙΕΡΕΥΣ Πρόσχωμεν.

ΧΟΡΟΣ Δόξα Σοι, Κύριε, δόξα Σοι.

 

κ τοῦ κατὰ
Κεφ. 1: 29-34

Τῷ καιρῷ ἐκείνῳ, βλέπει ὁ ᾿Ιωάννης τὸν ᾿Ιησοῦν ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν· κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾿ ἵνα φανερωθῇ τῷ ᾿Ισραήλ· διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων. Καὶ ἐμαρτύρησεν ᾿Ιωάννης, λέγων· ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾿ αὐτόν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾿ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον, καὶ μένον ἐπ᾿ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ῾Αγίῳ. Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.

ΧΟΡΟΣ Δόξα Σοι, Κύριε, δόξα Σοι.

πως, ὑπὸ τοῦ κράτους Σου πάντοτε φυλαττόμενοι...

ΧΟΡΟΣ: μήν.

Καὶ ψάλλει τὸν Χερουβικὸν ὕμνον ἀργῶς καὶ μετὰ μέλους, εἰς τὸν κύριον ἦχον τῆς ἡμέρας:

Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν νῦν βιοτικὴν ἀποθώμεθα μέριμναν.

ς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι, ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα.

Ὅταν δὲ ὁ Χορός εἴπῃ τὸ «Ὡς τὸν Βασιλέα...» ὁ Διάκονος μετὰ τοῦ Ἱερέως ἐξέρχονται ἐκ τῆς βορείας πύλης προπορευομένων θυμιατηρίου, λαμπάδων καὶ εξαπτερύγων  καὶ διέρχονται τὸ ἀριστερὸν κλῖτος καὶ τὸ μέσον τοῦ Ναοῦ ποιοῦντες τὴν Μεγάλην Εἴσοδον, τοῦ Διακόνου ἐκφωνοῦντος μεγαλοφώνως:

Πάντων ὑμῶν, μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ· πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

ΔΙΑΚΟΝΟΣ

Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

πὲρ τῶν προτεθέντων τιμίων Δώρων...

πὲρ τοῦ ἁγίου οἴκου τούτου...

πὲρ τοῦ ῥυσθῆναι ἡμᾶς...

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τὴν ἡμέραν πᾶσαν, τελείαν...

ΧΟΡΟΣ: Παράσχου Κύριε. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

γγελον εἰρήνης, πιστὸν ὁδηγόν...

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν...

Τὰ καλὰ καὶ συμφέροντα...

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν...

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν...

Της παναγίας, ἀχράντου...

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ...

ΧΟΡΟΣ:  μήν.  

ΙΕΡΕΥΣ

Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ

Καὶ τῷ πνεύματί σου.

ΔΙΑΚΟΝΟΣ

γαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.

ΧΟΡΟΣ

Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.

ΔΙΑΚΟΝΟΣ

Τὰς θύρας, τὰς θύρας.  Ἐν σοφίᾳ πρόσχωμεν.

ΧΟΡΟΣ

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.

Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο.

Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.

Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.

Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

ΔΙΑΚΟΝΟΣ

Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου...

ΧΟΡΟΣ

λεον εἰρήνης, θυσίαν αἰνέσεως.

 ΙΕΡΕΥΣ

 χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ...

ΧΟΡΟΣ

Καὶ μετὰ τοῦ πνεύματός σου.

ΙΕΡΕΥΣ

νω σχῶμεν τὰς καρδίας.

ΧΟΡΟΣ

χομεν πρὸς τὸν Κύριον.

ΙΕΡΕΥΣ

Εὐχαριστήσωμεν τῷ Κυρίῳ.

ΧΟΡΟΣ

ξιον καὶ δίκαιον.

Ὁ Ἱερεύς κλινόμενος  ἀπάρχεται τῆς ἁγίας Ἀναφορᾶς:  

ξιον καὶ δίκαιον σὲ ὑμνεῖν, σὲ εὐλογεῖν...

Ἐκφώνως:

Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα καὶ λέγοντα·

ΧΟΡΟΣ

γιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ὁ ἐν τοῖς ὑψίστοις.

Ὁ δέ Ἱερεὺς κλινόμενος ἐπεύχεται·

Μετὰ τούτων καὶ ἡμεῖς τῶν μακαρίων δυνάμεων...

ΙΕΡΕΥΣ

Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα...

ΧΟΡΟΣ:  μήν.  

Καί αὖθις δεικνύων τό ἅγιον Ποτήριον ὁ Ἱερεύς λέγει ἐκφώνως:

Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ αἷμά μου...

ΧΟΡΟΣ:  μήν.  

Ἐκφώνως:

Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα.

ΧΟΡΟΣ

Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.

ΙΕΡΕΥΣ

ξαιρέτως τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

 

Τ.Μ.Ε Θεοφανείων 7. Είς τὸ Έξαιρέτως, Μεγάλυνον ἡ ψυχή μου... Ὤ τῶν ὑπὲρ νοῦν.

Εἰς τό, Ἑξαιρέτως

 Ἦχος β'

Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.

 τῶν ὑπὲρ νοῦν τοῦ τόκου σου θαυμάτων! Νύμφη Πάναγνε, Μῆτερ εὐλογημένη. Δι' ἧς τυχόντες, παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦμεν, ὡς εὐεργέτῃ, Δῶρον φέροντες, ὕμνον εὐχαριστίας.

ΙΕΡΕΥΣ

ν πρώτοις μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν...

 Μεγαλυνάριον τοῦ τιμίου ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ ᾿Ιωάννου

Χειρί σου βαπτίσας, ὦ Βαπτιστά, τὸν διὰ θαλάσσης, ἀγαγόντα τὸν Ἰσραήλ, Προφητῶν ἁπάντων, ὑπέρτερος ἐδείχθης· διὸ ἀνευφημοῦμεν τὴν θείαν χάριν σου.

ΔΙΑΚΟΝΟΣ

Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.

ΧΟΡΟΣ

Καὶ πάντων καὶ πασῶν.

ΙΕΡΕΥΣ

Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ...

ΧΟΡΟΣ:  μήν.  

ΙΕΡΕΥΣ

Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ...

ΧΟΡΟΣ

Καὶ μετὰ τοῦ πνεύματός σου.

ΔΙΑΚΟΝΟΣ

Πάντων τῶν ἁγίων μνημονεύσαντες...

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

πὲρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων...

πως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν...

Τὴν ἑνότητα τῆς πίστεως...

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παρρησίας...

ΧΟΡΟΣ

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ΙΕΡΕΥΣ

τι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις...

ΧΟΡΟΣ:  μήν.  

ΙΕΡΕΥΣ

Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ

Καὶ τῷ πνεύματί σου.

ΔΙΑΚΟΝΟΣ

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

ΧΟΡΟΣ

Σοὶ Κύριε.

ΙΕΡΕΥΣ

Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν.  

ΔΙΑΚΟΝΟΣ

Πρόσχωμεν.

ΙΕΡΕΥΣ

Τὰ Ἅγια τοῖς ἁγίοις.

ΧΟΡΟΣ

Εἷς Ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

Εἶτα ψάλλει τὸ κοινωνικὸν τῆς ἡμέρας (εἰς τὸν ἦχον, εἰς ὃν ἐψάλη καὶ τὸ Χερουβικόν).

Τ.Μ.Ε Θεοφανείων 7. Κοινωνικὸν Εἰς μνημόσυνον αίώνιον.

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.

 

ΔΙΑΚΟΝΟΣ

Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.

Καί μετά τήν τῶν πιστῶν θείαν κοινωνίαν ὁ Ἱερεύς εὐλογεῖ τόν λαόν ἐπιλέγων ἐκφώνως: 

Σῶσον ὁ Θεὸς τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

 

Ἀντὶ  τοῦ «Εἴδομεν τὸ φῶς »

Ἀπολυτίκιον τῆς ἑορτῆς  Ἦχος α'

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

ΙΕΡΕΥΣ

Πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν. Ἀμήν. Ἀμήν. Εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεως Κύριε, ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων μυστηρίων σου · στήρηξον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν  τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.

ΔΙΑΚΟΝΟΣ

ρθοί. Μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων...

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ

ντιλαβοῦ, σῶσον, ἐλέησον...

Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν...

ΧΟΡΟΣ: Σοί Κύριε.

ΙΕΡΕΥΣ

τι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν...

ΧΟΡΟΣ:  μήν.  

ΙΕΡΕΥΣ

ν εἰρήνῃ προέλθωμεν.

ΧΟΡΟΣ:  

ν ὀνόματι Κυρίου.

ΔΙΑΚΟΝΟΣ

Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ:  

Κύριε ἐλέησον. (γ΄) Πάτερ ἅγιε Εὐλόγησον.

ΙΕΡΕΥΣ

 εὐλογῶν τοὺς εὐλογοῦντάς Σε, Κύριε...

ΧΟΡΟΣ:  μήν.  

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (γ΄)

 

ΑΡΤΟΚΛΑΣΙΑ

Ἀπολυτίκιον τῆς ἑορτῆς  Ἦχος α'

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον (γ')[καί μετά ἀπό κάθε αἴτηση]

τι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων χριστιανῶν.

τι δεόμεθα ὑπὲρ τοῦ Πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (δεινά) τῶν ἐπιτελούντων τὴν ἁγίαν ἑορτήν ταύτην.

τι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν ἐκκλησίανταύτην, τὴν πόλιν (ἢ κώμην) ταύτην, (τὴν νῆσον ταύτην), καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθῶν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσει πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ' ἡμῶν κινουμένην καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς καὶ ἐλεήσαι ἡμᾶς.

τι δεόμεθα ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεήσαι ἡμᾶς.

ΙΕΡΕΥΣ

πάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐλεήσαι ἡμᾶς.

λεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν.  

Καί εὐλογῶν τὸν λαόν, ὁ Ἱερεὺς λέγει:

ΙΕΡΕΥΣ  

Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

ΔΙΑΚΟΝΟΣ Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ

Δέσποτα πολυέλεε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας: δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων, τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας: Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος τῶν θαυματουργῶν. τῶν ἁγίων, ἐνδόξων καὶ καλλινίκων μαρτύρων, τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας [οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν]), καὶ πάντων σου τῶν Ἁγίων: εὐπρόσδεκτον ποίησον τὴν δέησιν ἡμῶν· δώρησαι μίν τὴν ἄφεσιν τν παραπτωμάτων ἡμῶν· σκέπασον μᾶς ν τῇ σκέπη τν πτερύγων σου· ἀποδίωξον ἀφ' ἡμῶν πάντα χθρόν και πολέμιον· εἰρήνευσον ἡμῶν τὴν ζωήν· Κύριε, λέησον μάς καὶ τὸν κόσμον σου, και σσον τὰς ψυχάς ἡμῶν, ὡς ἀγαθός καὶ φιλάνθρωπος.

ΧΟΡΟΣ:  μήν.  

«Θεοτόκε Παρθένε...» κύκλῳ τοῦ τετραποδίου ὅπου οἱ ἄρτοι.

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου...

ΧΟΡΟΣ: τι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

κολούθως λέγει τν εχν τν ἄρτων

ΙΕΡΕΥΣ / ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΙΕΡΕΥΣ

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ εὐλογήσας τοὺς πέντε ἄρτους ἐν τῇ ἐρήμῳ, καὶ ἐξ αὐτῶν πεντακισχιλίους ἄνδρας χορτάσας, Αὐτός εὐλόγησον καὶ τοὺς ἄρτους τούτους, τὸν σίτον, τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ πλήθυνον αὐτὰ ἐν τῇ ἁγία Ἐκκλησία, τῇ πόλει (Μονῇ, Κώμῃ) και τῇ νήσῳ ταύτῃ, ἐν τοῖς οἴκοις τῶν ἑορταζόντων καὶ εἰς τὸν κόσμον σου ἄπαντα·   καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας πιστοὺς δούλους σου ἁγίασον.

τι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπατα, Χριστέ ὁ Θεός ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρί καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Καὶ ὑψῶνει ὁ Ἱερεύς, ἑνὶ τῶν ἄρτων, καὶ τυπώσας ἐν αὐτῷ Σταυρόν, ψάλλει:

Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.

Αὐτό ἐπαναλαμβάνεται ὑπὸ τῶν χορῶν δίς και εὐθύς τὸ:

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (γ΄)

ΔΙΑΚΟΝΟΣ

Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

Ὁ  δέ Ἱερεύς, ἐπί τῆς ὡραίας πύλης ἱστάμενος εὐλογεῖ τόν λαόν λέγων: 

Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ' ὑμᾶς, τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:  μήν.

ΙΕΡΕΥΣ

Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

ΧΟΡΟΣ:  

Δόξα Πατρί. Καὶ νῦν. Κύριε ἐλέησον (γ). Πάτερ ἅγιε, εὐλόγησον.

ΙΕΡΕΥΣ

Καὶ ὁ Ἱερεύς, ποιεῖ τήν ἀπόλυσιν·

ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστός ὁ ἀληθινός Θεός ἡμῶν,
ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, οὗ τὴν μνήμην ἐπιτελοῦμεν, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ἁγίου τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμάς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

ΙΕΡΕΥΣ

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ,  Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ΧΟΡΟΣ:  μήν.